ΣΕΠΤΕΜΒΡΙΟΣ
1!!
ΤΩΝ
ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ
ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΡΩΝ
ΓΥΝΑΙΚΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(ὑπὸ μητροπολίτου Μηθύμνης κυροῦ 'Ιακώβου)
ΕΙΣ
ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τῆς Ἰνδίκτου γ΄. Ἦχος α΄. Τῶν
οὐρανίων.
Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας
Χριστοῦ τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν βοήσωμεν τῷ κτίστῃ· Πάτερ ἡμῶν
ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν παρορῶν ἡμῶν τὰ πταίσματα.
Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ
ποτέ, ἀπειθησάντων ὄντως σοὶ τῷ πάντων δεσπότῃ, ἀξίως κατεστρώθη, οὕτω καὶ νῦν
τὰ ὀστᾶ διασκόρπισον τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν ψαλμικῶς παρὰ τὸν ᾅδην
Χριστέ.
Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας
ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει Ναζαρὲτ κατὰ σάρκα βιβλίον κατεδέξω προφητικὸν ἀναγνῶναι,
Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαοὺς πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ
σοί.
Στιχηρὰ προσόμοια τῶν Ἁγίων. Ἦχος δ΄.
'Ὡς γενναῖον ἐν μάρτυσι.
Τὸν Ἀμμοὺν τὸν διάκονον, Ἀθηνᾶν Ἀντιγόνην
τε, Ἐλπινίκην Μόσχω, Χάιδω, Χαρίκλειαν, Καλλίστην, Λάμπρω. Πανδώραν ὁμοῦ, Τρωάδα
Δωδώνην τε, Ἐρασμίαν Ἐρατώ, Κλεονίκην καὶ Θάλειαν ἐπαινέσωμεν, Μαριάνθην Εὐτέρπην
Ἀριβοίαν, Ἀκριβῆ καὶ Ἀσπασίαν, ταῖς τῶν ᾀσμάτων τερπνότησι.
Τῶν παρθένων ὁ σύλλογος, Ἀφροδίτην
Διόνην τε, Πηνελόπην ἅπαντες Θεονύμφην τε, τὴν Μαργαρίταν Σαπφὼ ὁμοῦ, Κλειὼ
Κλεοπάτραν τε, Πολυμνίαν Θεανώ, Μελπομένην ὑμνήσατε, Κοραλίαν τε, Καλλιῤῥόην ὁμοῦ
καὶ Θεανόην, Πολυνίκην Τερψιχόρην, ἐν ἱεροῖς μελῳδήμασιν.
Ἑρμηνείαν αἰνέσωμεν, Οὐρανίαν ὑμνήσωμεν,
Θεοφάνην ἅμα τε φιλομάρτυρες, Ἀδαμαντίνην γεραίροντες, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν
καλέσαντα αὐτάς, παρθενίᾳ καὶ αἵματι, πρὸς οὐράνια, τῶν Ἁγίων σκηνώματα
πρεσβεύειν, ὑπὲρ τῶν ἐν εὐσβείᾳ, αὐτὰς τιμώντων καὶ ᾄσμασιν.
Δόξα. Ἦχος πλ. β΄.
Μέγας εἶ, Κύριε, καὶ δεδοξασμένος εἰς
αἰῶνας· ἰδοὺ γὰρ ἡ πληθὺς τῶν τεσσαράκοντα παρθένων καὶ ἀσκητριῶν, προσέρχεταί
σοι τῷ μόνῳ Θεῷ, ἐν παῤῥησίᾳ ὁμολογήσασα, τὴν καλὴν ὁμολογίαν· Κύριε πρεσβείαις
τῶν μαρτύρων σου κατάμπεμψον ἡμῖν τὴν ἄφεσιν.
Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος πλ. β´. Βυζαντίου.
Ὁ Πνεύματι ἁγίῳ συνημμένος, ἄναρχε
Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν
στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν ὀρθοδόξων τὰ πλήθη,
πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων σου.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα
Προφητείας ᾿Ησαΐου τὸ ἀνάγνωσμα (61,1-10)
Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ
με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν,
κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν,
καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι
τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι,
καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα
Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον·
ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς
γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες,
καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ρηθήσεται
ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης
ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν
γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.
Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω
τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται
ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν
αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ
Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.
Λευϊτικοῦ τὸ ἀνάγνωσμα (26,3-10 καὶ ἐκλογή)
Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων·
Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε
αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ
ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν
τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς
πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ
ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς
ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν,
καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς,
καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε
παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται
ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ
μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ
ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ
ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν,
καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι
ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν,
καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν
τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ
χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς,
καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία
τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη
μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς
ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος
ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ.
Παροιμιῶν τὸ ἀνάγνωσμα (31,10-20)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς
αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα
τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο
ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ
νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο,
ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι,
καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ
τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε
πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ
ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ
ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων
τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Εἰς τὴν λιτήν. στιχηρὰ ἰδιόμελα. Τῆς Ἰνδίκτου. Ἦχος α΄.
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα
δημιουργήσας, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, εὐλόγησον τὸν στέφανον τοῦ
ἐνιαυτοῦ, καὶ τὴν πόλιν ἡμῶν φύλαττε ἀπολιόρκητον· τοὺς δὲ πιστοὺς Βασιλεῖς ἡμῶν,
ἐν τῇ δυνάμει σου εὔφρανον, νίκας χορηγῶν αὐτοῖς κατά των πολεμίων, διά της
Θεοτόκου δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τῶν Ἁγίων. Ὁ αὐτός.
Εὐφραίνονται ἐν πόλῳ οἱ χοροὶ τῶν Ἁγίων,
ὅσιοι καὶ μάρτυρες πανηγυρίζουσι· τεσσαράκοντα γὰρ κόραι ἀσκήσει καὶ ἀθλήσει
λελαμπρυσμέναι σὺν τῷ διδασκάλῳ αὐτῶν Ἀμμοὺν τὸν ὄφιν κατεπάτησαν καὶ νικηφόροι
εἰσῆλθον εἰς παστάδα οὐράνιον· αὐτῶν πρεσβείαις, Κύριε, τὴν εἰρήνην δώρησαι τῷ
κόσμῳ σου καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν
ὁσιομαρτύρων τελέσωμεν· τῇ ἀσκήσει γὰρ ὁσίως ἀγωνισάμεναι ἄσβεστον ἐτήρησαν τὴν
λαμπάδα καὶ φαιδρῶς συνεισῆλθον εἰς νυμφῶνα οὐράνιον· διὸ παριστάμεναι τῷ θρόνῳ
τοῦ Παντάνακτος ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Εὐφραινέσθω ὁ λαὸς Κυρίου ἐπὶ τῇ μνήμῃ
τῶν Ἁγίων· καὶ μεγαλύνθητι, ἡ Ἐκκλησία, ἐπὶ τῇ νίκῃ τῶν ἀθληφόρων· πᾶσαν πλάνην
γὰρ τῶν εἰδώλων πατήσασαι τὸν Χριστὸν γενναίως ὡμολόγησαν· οὐ τὸ πῦρ ἐδειλίασαν,
οὐ τὸ ξίφος, οὐ πᾶσαν ἄλλην βάσανον· ἔνδον γὰρ τῇ καρδίᾳ αὐτῶν ἐλάλει ἡ χάρις
τοῦ Παρακλήτου· διὸ νομίμως ἀθλήσασαι καὶ στεφανωθεῖσαι ἱκετεύουσιν ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Προσελθόντες ἀδελφοί, κατίδωμεν
χορείαν τεσσαράκοντα παρθένων καλῶς προβιβασθεῖσαν ὑπὸ διδασκάλου καὶ διακόνου Ἀμμούν·
ὢ τοῦ θαύματος! ὅτι φύσις ἀσθενὴς γενναίως ἀντέστη τοῖς τυράννοις καὶ ὑπέμεινε
πᾶσαν θλῖψιν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· αὐτῶν πρεσβείαις, Κύριε, φώτισον τὰς
ψυχὰς ἡμῶν.
Ἦχος πλ. α΄.
Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν
ἀθληφόρων τιμήσωμεν· τὸν Χριστὸν γὰρ ἀγαπήσασαι καὶ ἀκολουθήσασαι ἀσκητικῶς, ἀθλητικῶς
πρὸς αὐτὸν προσέδραμον, μετὰ τοῦ διδασκάλου Ἀμμούν· ἐξέστησαν ἅπαντες καθορῶντες
κόρας ἁπαλάς, ἀνδρείᾳ καὶ καρτερίᾳ κεκοσμημένας, μαρτυρικῶς εἰσερχομένας πρὸς οὐρανόν·
Κύριε πρεσβειαις αὐτῶν ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β΄.
Μελωδικῶς εὐφημήσωμεν, πιστοί, τῶν
τεσσαράκοντα παρθένων καὶ μαρτύρων σήμερον τὴν μνήμην καὶ ἐναρμόνιον μέλος ᾄδοντες
εἴπωμεν· χαίρετε Ἀδαμαντίνη, Ἀθηνᾶ, Ἀκριβή, Ἀντιγόνη καὶ Ἀριβοία· χαίρετε Ἀσπασία,
Ἀφροδίτη, Διόνη, Δωδώνη, Ἐλπινίκη, Ἐρασμία, Ἐρατώ, Ἑρμηνεία καὶ Εὐτέρπη· χαίρετε
Θάλεια, Θεανώ, Θεανόη, Θεονύμφη καὶ Θεοφάνη, Καλλιῤῥόη, Καλλίστη καὶ Κλειώ,
Κλεονίκη, Κλεοπάτρα καὶ Κοραλία· χαίρετε Λάμπρω, Μαργαρίτα, Μαριάνθη, Μελπομένη,
Μόσχω, Οὐρανία, Πανδώρα καὶ Πηνελόπη· χαίρετε Πολυμνία, Πολυνίκη, Σαπφώ, Τερψιχόρη
καὶ Τρωάς, Χάιδω καὶ Χαρίκλεια· πάρεστε δὲ μέσον ἡμῶν ἀοράτως ἀντιδοῦσαι ἡμῖν τὸ
τοῦ Κυρίου μέγα καὶ πλούσιον ἔλεος.
Δόξα Πατρί. Ἦχος πλ. δ΄.
Ἐν ᾠδαῖς ᾀσμάτων, λαοί, τὴν μνήμην
τῶν ὁσιομαρτύρων τελέσωμεν· διὰ πυρὸς γὰρ καὶ πικροῦ θανάτου ἀθλήσασαι γενναίως
ἐνώπιον τῶν τυράννων καὶ καταπλήξασαι τὰ στίφη τῶν ἀθέων, χαροποιήσασαι δὲ τὰ
πλήθη τῶν πιστῶν ἔλαβον τὸν στέφανον παρὰ Χριστοῦ· διὸ παρησίαν ἔχουσαι πρὸς Κύριον
ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν τιμώντων τὴν μνήμην αὐτῶν.
Καὶ νῦν, Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν στίχον. Προσόμοια τῶν Ἁγίων. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀθλητριῶν ἡ πληθύς,
λελαμπρυσμένη παρθενίᾳ καὶ αἵματι· καλῶς γὰρ κατηχηθεῖσαι ὑπὸ ὁσίου Ἀμμοὺν τῇ ἀσκήσει
πρῶτον διελάμψατε· Εὐτέρπη, Χαρίκλεια, Οὐρανία καὶ ἅπασα τῶν τεσσαράκοντα παρθένων
ὁμήγυρις ἡ παλαίσασα καὶ νομίμως ἀθλήσασα· πάρεστε μέσον, ἅγιαι, ἡμῶν καταπέμπουσαι
τῶν αἰτημάτων τὴν λύσιν παρὰ Χριστοῦ καὶ τὴν ἄφεσιν, τιμώντων ἐκ πόθου τὴν ὁσίαν
ὑμῶν μνήμην, θεομακάριστοι.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε
μοι.
Πάντες οἱ τῶν Ἁγίων χοροὶ τῶν ἀσωμάτων
στρατιαί τε καὶ τάγματα ἐξέστησαν, ἀθλοφόροι, κατανοοῦντες ὑμῶν τὰς φρικτὰς βασάνους
καὶ τὰ σκάμματα, τὸ πῦρ καὶ τὸν σίδηρον, τὰς μαχαίρας καὶ ἕτερα, τὰς μαστιγώσεις,
φυλακίσεις καὶ θάνατον, ἃς οἱ κάκιστοι καθ' ὑμῶν ἐτεκτήναντο· ἃς καὶ καθυπεμείνατε
ἀνδρείως καὶ ἔστητε ἐν τῇ ἀθλήσει γενναίως παρὰ Χριστοῦ δυναμούμεναι· αὐτὸς γὰρ
δωρεῖται τοῖς αὐτὸν ἠγαπηκόσι χάριν καὶ δύναμιν.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Χαῖρε ἐν παραδείσῳ, Ἀμμούν, ταῖς
διδαχαῖς καὶ ἀρεταῖς ὁ σοφώτατος· καλῶς γὰρ ποιμάνας, πάτερ, τὰς ἀθλητρίας
Χριστοῦ ἀρεταῖς ἐνθέοις καὶ διδάγμασιν, αὐτὰς καθωδήγησας πρὸς νυμφῶνα οὐράνιον
καὶ ἐν νηστείαις ἀγρυπνίαις καὶ δάκρυσιν ἐγαλούχησας ὡς ποιμὴν ἐνθεώτατος· δέχου
τοίνυν τὰ ἔπαθλα χειρὸς τοῦ παντάνακτος μετὰ συνάθλων, ὦ πάτερ, καὶ ἐκδυσώπει τὸν
Κύριον, ἡμῖν καταπέμψαι ἱλασμὸν ἁμαρτημάτων καὶ μέγα ἔλεος.
Δόξα. τῶν Ἁγίων. Ἦχος πλ. α΄.
Τῶν τεσσαράκοντα Γυναικῶν ἀσκητριῶν,
παρθένων καὶ μαρτύρων, καὶ διακόνου Ἀμμοὺν τὴν ἐτήσιον μνήμην δεῦτε, πιστοί,
τιμήσωμεν· τῷ Χριστῷ γὰρ ἀκολουθοῦσαι πιστῶς ὡς ἐν τῇ ἀσκήσει, οὕτω καὶ ἐν ἀθλήσει
οὐκ ἠρνήσαντο αὐτόν· πᾶσαν βάσανον καὶ θλῖψιν ὑπέμειναν· αἱ μὲν δέκα εἰς πῦρ ἐμβληθεῖσαι,
αἱ δὲ ὀκτὼ μετὰ τοῦ διδασκάλου αὐτῶν ἀποκεφαλισθεῖσαι· ἕτεραι δὲ δέκα διὰ ξίφους
τελειωθεῖσαι, καὶ ἓξ ὑπὸ μαχαιρῶν, καὶ αἱ λοιπαὶ διὰ σιδήρων πεπυρακτωμένων·
στεφηφόροι δὲ ἀνῆλθον εἰς οὐρανοὺς τῷ ἀθανάτῳ Νυμφίῳ ἐκτενῶς πρεσβεύουσαι ὑπὲρ
εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος ὁ αὐτός. Ἰωάννου Mοναχοῦ.
Σύ, βασιλεῦ, ὁ ὢν καὶ διαμένων καὶ
εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου,
φιλάνθρωπε, τῇ γῇ σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ
βασιλεῖ συμπολέμει κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν
σκηναῖς σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν, σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας,
Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ σὺ τῶν ὀρθοδόξων καὶ καύχημα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῆς Ἰνδίκτου. Ἦχος β΄.
Ὁ πάσης δημιουργὸς τῆς κτίσεως, ὁ
καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ
τῆς χρηστότητός σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου,
πρεσβείαις τῆς θεοτόκου, καὶ σῶσον ἡμᾶς.
Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητῶν αἱ χορεῖαι, δεῦτε συνδράμετε
καὶ τεσσαράκοντα κόρας μετὰ Ἀμμοὺν εὐσεβοῦς μεγαλύνατε λαμπρῶς πανηγυρίζουσαι· ὅτι
ἐνήθλησαν στεῤῥῶς, τῇ ἀσκήσει ἐν Χριστῷ ῥωσθεῖσαι καὶ λαμπρυνθεῖσαι· πρεσβεύουσαι
τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. τῆς Θεοτόκου. Ἦχος βαρύς
Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε,
λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ
κόσμου· μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη,
πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.
Ἀπόλυσις
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα τῶν Ἁγίων. Ἦχος α΄. Τὸν τάφον
σου, Σωτήρ.
Τριάδα τὴν σεπτὴν ἐδοξάσατε πᾶσαι, ἀθλήτριαι
Χριστοῦ τεσσαράκοντα, πίστει αὐτὴν ὁμολογήσασαι καὶ γενναίως ἀθλήσασαι· ὅθεν σήμερον
ὑμᾶς τιμῶμεν ἐκ πόθου μακαρίζοντες τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέοις ἐν ᾄσμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχ. πλ. δ΄. Τὴν
σοφίαν καὶ Λόγον.
Ὁ καιροὺς καρποφόρους καὶ ὑετοὺς οὐρανόθεν
παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος τὰς αἰτήσεις τῶν δούλων σου ἀπὸ πάσης
λύτρωσαι ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου εἰς πάντα τὰ ἔργα σου·
ὅθεν τὰς εἰσόδους εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν
καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα
ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα τῶν Ἁγίων. Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Παρθένοι νεάνιδες αἱ τὸν σωτῆρα
Χριστὸν θερμῶς ἀγαπήσασαι σὺν διδασκάλῳ Ἀμμούν, αὐτὸν ἱκετεύσατε δοῦναι τῇ οἰκουμένῃ
σταθηρὰν τὴν εἰρήνην, ἄφεσιν δὲ πταισμάτων τοῖς τιμῶσι τὴν μνήμην ὑμῶν καὶ
κατασβέσαι παθῶν τὴν κάμινον.
Δόξα. Ἕτερον τῶν Ἁγίων. Ὅμοιον.
Ἀμμοὺν τὸν διάκονον καὶ ἀθλητρίας
Χριστοῦ ἀξίως τιμήσωμεν τῇ γενεθλίῳ αὐτῶν ἡμέρᾳ προσᾴδοντες· πάρεστε τῇ συνάξει
ἀθληφόροι Κυρίου, νέμουσαι τὰς ἰάσεις τῶν ψυχῶν καὶ σωμάτων τῶν ἐπικαλουμένων ὑμᾶς,
πανεύφημοι.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ταχὺ συνεισέλθωμεν εἰς τὸν νυμφῶνα
Χριστοῦ καὶ πάντες ἀκούσωμεν τῆς μακαρίας φωνῆς αὐτοῦ τοῦ Θεοῦ ἡμῶν· δεῦτε, οἱ ἀγαπῶντες
τὴν οὐράνιον δόξαν, μέτοχοι γεγονότες τῶν φρονίμων παρθένων, φαιδρύνατε τὰς
λαμπάδας ὑμῶν διὰ τῆς πίστεως.
Μετὰ τὸν πολυέλεον, κάθισμα τῶν Ἁγίων. Ἦχ. α´.
Τὸν τάφον σου.
Ἀμνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι
προσήχθητε πιστῶς διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι καὶ τὴν πίστιν τηρήσασαι·
ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν
μεγαλύνοντες.
Δόξα. Καὶ νῦν. Τῆς Ἰνδίκτου. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ὡς δεσπότῃ τοῦ παντὸς καὶ χορηγῷ τῶν
ἀγαθῶν σοὶ προσπίπτομεν πιστῶς ἀναβοῶντες ἐκτενῶς· ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας,
σωτήρ, καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν
εὐπρόσδεκτον προσάξαι σοι ὡς ἀγαθὸς καταξίωσον τοὺς ἐν οὐσίαις δυσὶ τιμῶντας καὶ
πιστῶς σε δοξάζοντας.
Τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν
τοῦ δ´ ἤχου.
Προκείμενον. Ἦχος δ´:῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς
δεήσεώς μου.
Στίχος. Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς
αὐτοῦ.
Τὸ εὐαγγέλιον τῶν 10
παρθένων (Ματθ. 25,1-13).
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν ἀθληφόρων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος β΄.
Στ.: Ἐλέησόν με ὁ
Θεός...
Τὸν ἐλεήμονα Κύριον καὶ Θεὸν ἡμῶν, ὦ
τεσσαράκοντα, δυσωπεῖτε ἐκτενῶς ἐπὶ τῇ μνήμῃ ὑμῶν ἄφεσιν πταισμάτων δωρήσασθαι
καὶ τὸ μέγα ἔλεος.
Οἱ κανόνες τῆς Ἰνδίκτου
εἷς καὶ τῶν Ἁγίων δύο
Ὁ κανὼν τῆς Ἰνδίκτου.
ποίημα Ἰωάννου Μοναχοῦ.
Ἦχος α´. ᾨδὴ α´. ᾌσωμεν πάντες λαοί
ᾌσωμεν πάντες Χριστῷ, δι᾿ οὗ συνέστη
τὰ πάντα καὶ ἐν ᾧ διατελεῖ ἀδιάπτωτα, ὡς ἐξ ἀνάρχου φύντι Θεοῦ Πατρὸς ἐνυποστάτῳ
Λόγῳ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
ᾌσωμεν πάντες Χριστῷ, τῷ πατρικῇ εὐδοκίᾳ
ἐπιφανέντι ἐκ παρθένου καὶ κηρύξαντι ἐνιαυτὸν Κυρίου δεκτόν, ἡμῖν εἰς ἀπολύτρωσιν,
ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Ἐν Ναζαρὲτ εἰσελθὼν ὁ παροχεὺς τοῦ
νόμου ἐν ἡμέραις τῶν σαββάτων ἐδίδασκε, νομοθετῶν Ἑβραίοις, τὴν ἔλευσιν αὐτοῦ τὴν
ἄφραστον, δι᾿ ἧς ὡς ἐλεήμων σώσει τὸ γένος ἡμῶν.
Θεοτοκίον
ᾌδοντες πάντες, πιστοί, τὴν ὑπερθαύμαστον
κόρην τὴν τὸν Χριστὸν τῇ οἰκουμένῃ ἀνατείλασαν καὶ χαρᾶς τὰ πάντα πληρώσασαν τῆς
ἀιδίου ζωῆς, ἀεὶ ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Ὁ α’ Κανὼν τῶν Ἁγίων,
οὗ ἡ ἀκροστιχίς· Στεῤῥῶν Γυναικῶν
μαρτύρων μέλπω πόνους.
Ἦχος δ´. ᾨδὴ α´. Ἀνοίξω τὸ στόμα μου.
Στεῤῥῶς τὸν ἀντίπαλον
κατηγωνίσασθε, μάρτυρες, ἀσκήσει μὲν πρότερον, ἔπειτα δεύτερον τῇ δι᾿ αἵματος ἀθλήσει,
διὰ τοῦτο ὑμῶν τὰ μνημόσυνα πίστει γεραίρομεν.
Τρωθεῖσαι τῷ
ἔρωτι τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος σταυρόν τε καὶ θάνατον, τούτου τοῖς ἴχνεσιν ἠκολούθησαν
αἱ ἅγιαι γυναῖκες, σαρκὸς τὴν ἀσθένειαν ἐπιλαθόμεναι.
Ἑλλήνων
θρησκεύματα καὶ τῶν δαιμόνων ἱδρύματα τῷ ὅπλῳ τῆς πίστεως κατηδαφίσατε καὶ προσήχθητε
ναῷ ἐπουρανίῳ κειμήλια ἔμψυχα, μάρτυρες πάνσεμνοι.
Θεοτοκίον
Ῥωσθεῖσαι τῇ
χάριτι τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος νηδύος, πανάμωμε, κόραι νεάνιδες διεκρούσαντο
βασάνων τρικυμίαν καὶ σοῦ ἀπηνέχθησαν ὀπίσω χαίρουσαι.
Ἕτερος κανὼν τῶν Ἁγίων,
οὗ ἡ ἀκροστιχίς· Τεσσαράκοντα
ἀθλητρίας ᾄσμασι στέφω· ὁ Ιάκωβος.
Ἦχος δ΄. ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Τριάδα τὴν ἄκτιστον
καθικετεύω δοθῆναί μοι, τὴν χάριν τὴν ἔνθεον ἐπὶ τῇ μνήμῃ ὑμῶν, Τεσσαράκοντα Ἀθλήτριαι
Κυρίου, ὅπως νῦν ἑόρτιον ᾄσω μελῴδημα.
Εἰρήνην εὑράμεναι,
παρθενομάρτυρες ἔνδοξοι, καὶ στέφη οὐράνια σὺν διδασκάλῳ Ἀμμούν, ταῦτα ῥάνατε κἀμοὶ
τῷ δεομένῳ, ὡς ἂν νῦν ἐπάξιον ᾄσω μελῴδημα.
Σαρκὸς τὴν εὐπάθειαν,
Ἀδαμαντίνη παρέδραμες, καὶ ὤφθης ἀκλόνητος σὺν Ἀθηνᾷ τῇ σοφῇ· διὸ βάσανα ὑπήνεγκας
γενναίως· ὅθεν νῦν ἐπάξιον ᾄδω μελῴδημα.
Θεοτοκίον
Ὀρθρίσας πανάχραντε,
σὲ ἱκετεύω δεόμενος, εἰσάκουσον δέησιν, ἐκ κατωδύνου ψυχῆς, καὶ τὴν ἔφεσιν παράσχου
σῷ ἱκέτῃ, ὡς ἂν ἐκ καρδίας μου ᾄσω μελῴδημα.
Τῆς Ἰνδίκτου. ᾨδὴ γ´. Στερέωσόν με
Στερέωσον, ἀγαθέ, ἣν κατεφύτευσε πόθῳ,
ἐπὶ τῆς γῆς ἡ δεξιά σου κατάκαρπον ἄμπελον, φυλάττων σου τὴν ἐκκλησίαν παντοδύναμε.
Ἐν ἔργοις πνευματικοῖς θεοτερπέσι
κομῶντας τὸ ἔτος τοῦτο διαγαγεῖν καταξίωσον, Κύριε, τοὺς πίστει σε μέλποντας Θεὸν
τοῦ παντός.
Γαλήνιόν μοι, Χριστέ, τὸν ἐνιαύσιον
κύκλον δίδου, οἰκτίρμον, καὶ ἔμπλησόν με τῶν λόγων τῶν θείων σου, οὓς ὤφθης φάσκων
Ἰουδαίοις ἐν σάββασιν.
Θεοτοκίον
Ὡς μόνην ὑπερφυῶς τὴν ὑπεράνθρωπον
χάριν ἐν τῇ γαστρί σου δεξαμένην ἀτρέπτως σκηνώσαντα Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀεί
σε δοξάζομεν.
Tῶν Ἁγίων Γυναικῶν. Τόξον δυνατῶν.
Ῥώμῃ
πανσθενεῖ ῥωννύμεναι τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν, διὰ τοῦτο ὡς
νικηφόροι πρὸς Χριστοῦ ἐστεφανώθητε.
Ὤφθη τῶν θηρῶν
τὰ χάσματα θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα, καὶ ἐῤῥύσθητε, θεοφόροι, ἀβλαβεῖς
Θεὸν γεραίρουσαι.
Νεύσει πρὸς
Θεὸν θεούμεναι τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης
ἀθληφόροι κατηντήσατε.
Θεοτοκίον
Γνόντες εὐσεβῶς
κηρύττομεν σὲ παναληθῆ Θεοῦ μητέρα πανάμωμε· διὰ σοῦ γὰρ ἡμῖν ὁ πλάστης ὁμιλῆσαι
κατηξίωσεν.
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἀνήλθετε ἅπασαι
εἰς ὕψος, Θεοῦ ἀρετῶν εὐχαῖς Ἀμμούν, ὧ Ἀκριβὴ Διόνη τε καὶ ἤδη συνεισήλθετε, πρὸς
τὸν νυμφῶνα κράζουσαι· στεφάνων δόξης ἀξίωσον.
Ῥοὴν τῶν αἱμάτων
καὶ δακρύων, Δωδώνη προσήνεγκας θερμῶς, μετ' Ἀσπασίας μέλπουσα, ἐν πίστει πρὸς
τὸν Κύριον· ὧ πανοικτίρμον δέσποτα, στεφάνων δόξης ἀξίωσον.
Καιρὸς τῶν
δακρύων νῦν παρῆλθε, σεμνὴ Ἐλπινίκη παντελῶς, ῥᾶνον κἀμοὶ τὴν χάριν σου πατεῖν ἐχθροῦ
τὰ ἔνεδρα καὶ ἐκβοᾶν πρὸς Κύριον· στεφάνων δόξης ἀξίωσον.
Θεοτοκίον.
Ἰδοὺ τὰ σὰ τέκνα
ὦ παρθένε, ἀπόδος ἡμῖν μητροπρεπῶς, ῥῶσιν ψυχῆς καὶ σώματος ποιεῖν Θεοῦ τὸ θέλημα·
ἵνα συμφώνως ψάλλωμεν, στεφάνων δόξης ἀξίωσον.
Κοντάκιον τῶν Ἁγίων. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οὐρανὸς ἀγάλλεται, σὺν τοῖς Ἀγγέλοις,
ἐπὶ μνήμῃ σήμερον ἀσκητριῶν καὶ τοῦ Ἀμμούν, κεκοσμημένων ἐν αἵμασι· τῷ γὰρ Κυρίῳ,
πιστῶς ἠκολούθησαν.
Οἶκος.
Ἱερῶς πανηγυρίζοντες πιστοί, δεῦτε ἐπαίνοις
στέψωμεν, τεσσαράκοντα παρθένους καὶ ἀσκητρίας σὺν τῷ διδασκάλῳ αὐτῶν Ἀμμοὺν ἀθλησάσας
διὰ τὸν Κύριον· αἱ μὲν δέκα εἰς πῦρ ἐνεβλήθησαν, αἱ δὲ ὀκτὼ μετὰ τοῦ διδασκάλου
αὐτῶν ἀπεκεφαλίσθησαν, ἕτεραι δέκα ξίφος κατὰ στόμα καὶ καρδίαν δεξάμεναι ἐτελειώθησαν·
ἓξ ὑπὸ μαχαιρῶν κατεκόπησαν· αἱ δὲ λοιπαὶ ἓξ σίδηρα πεπυρακτωμένα κατὰ στόμα
λαβοῦσαι πρὸς Κύριον ἐξεδήμησαν, ᾧ καὶ πιστῶς ἠκολούθησαν.
Κάθισμα τῶν Ἁγίων. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Τεσσαράκοντα νύμφαι Κυρίου χαίρετε,
σὺν Ἀμμοὺν διακόνῳ καὶ διδασκάλῳ ὑμῶν, καὶ τῷ θρόνῳ παρεστῶσαι τοῦ παντάνακτος,
ἱκετεύετε θερμῶς ὑπὲρ ἡμῶν τῶν ἐν πίστει καὶ πόθῳ νῦν ἐκτελούντων τὴν πανίερον
θείαν μνήμην καὶ γεραιρόντων ἐν ᾄσμασι.
Δόξα, Καὶ νῦν. τῆς Ἰνδίκτου. Ἦχος γ´. Ἡ παρθένος
σήμερον.
Ὁ ἀῤῥήτῳ σύμπαντα δημιουργήσας σοφίᾳ
καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ, δώρησαι τῷ φιλοχρίστῳ λαῷ σου νίκας·
ἔτους δὲ τάς τε εἰσόδους καὶ τάς ἐξόδους εὐλογήσαις κατευθύνων ἡμῶν τὰ ἔργα πρὸς
θεῖόν σου θέλημα.
Κανὼν τῆς Ἰνδίκτου. ᾨδὴ δ´. Κατενόησα
Ἀπαρχήν σοι ἐνιαύσιον ὁ λαός σου
προσφέρει ἀγγέλων ὕμνοις δοξολογῶν σε, Σωτήρ.
Ὡς φιλάνθρωπος καταξίωσον ἀρξαμένους
τοῦ ἔτους καὶ συμπληρῶσαι σοι εὐαρέστως, Χριστέ.
Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς
ἑλίξεις γαληνιώσας τῷ κόσμῳ δώρησαι.
Θεοτοκίον
Ὡς λιμένα νῦν τῶν ψυχῶν ἡμῶν καὶ
βεβαίαν ἐλπίδα τὴν Θεοτόκον πάντες ὑμνήσωμεν.
Τῶν Ἁγίων Γυναικῶν. Ὁ καθήμενος.
Ὑπομείνασαι
βασάνους καὶ στρεβλώσεις τοῦ σώματος διαφόροις τρόποις θλᾶσίν τε μελῶν καὶ κατάφλεξιν,
τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε ἀπολαύουσαι ξύλου ζωῆς, ἀξιάγαστοι.
Νεανίδων
μακαρίων τὸν ἀγῶνα ἐθαύμασαν οὐρανῶν δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο ἐν
γυναικείᾳ τῇ φύσει δυναμούμεναι τῇ δυνάμει τοῦ ἐκ γυναικὸς ἀνατείλαντος.
Ἀποῤῥίψασαι
τοῦ κόσμου ματαιότητα ἅπασαν τῷ Θεῷ καὶ μόνῳ ὅλῃ τῇ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως
πόνους καὶ ἀθλήσεως ὑπεμείνατε, νύμφαι Χριστοῦ, καρτερώτατα.
Ἰσχυρότατον ὡς
ὅπλον τὸν σταυρὸν περιφέρουσαι πρὸς τὰς ἐναντίας ἀντιπαρετάξασθε φάλαγγας, μετὰ
Χριστοῦ δὲ τὴν νίκην ἀπηνέγκασθε τοῦ νικήσαντος κόσμον δυνάμει θεότητος.
Θεοτοκίον
Καταβέβηκεν ὡς
ὄμβρος ἐπὶ πόκον ἐν μήτρᾳ σου Κύριος, ὡς ἔφη πάλαι ὁ προφήτης, πανάμωμε, ὃν ἐν
δυσὶ ταῖς οὐσίαις ἀπεγέννησας, ᾧ κραυγάζομεν· δόξα, Χριστέ, τῇ δυνάμει σου.
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐρανὸς ἡ γῆ
ἐφάνη σῇ ἀθλήσει πανεύφημε, ὦ Εὐτέρπη θεία, ὅτι τὸν Χριστὸν ἠκολούθησας καὶ δι'
αὐτὸν καὶ τὸ αἷμά σου ἐξέχεας θερμῶς κράζουσα· δόξα Χριστὲ τῇ δυνάμει σου.
Νοερῶς ἐνατενίζων
τὰ παθήματα ἅγιαι, καὶ τὰς ἀλγηδόνας ἃς ὑπὲρ Χριστοῦ ὑπεμείνατε, ἀνδρειοφρόνως
θαυμάζων καταπλήττομαι, καὶ βοῶ θερμῶς· δόξα Χριστέ, τῇ δυνάμει σου.
Τὰ οὐράνια
ποθοῦσα τὰ οὐράνια ἔλαβες, Ἐρασμία μάρτυς, ἅμα Ἐρατῷ φλογιζόμεναι καὶ ἐν βασάνοις
τὰ ἄνω ἀτενίζουσαι συνεψάλλατε· δόξα, Χριστέ, τῇ δυνάμει σου.
Θεοτοκίον.
Ἀνυμνοῦμέν
σου, παρθένε Μαριάμ, καὶ δοξάζομεν τέκνον σου τὸ θεῖον, ὃ ἐν ταῖς βασάνοις ἐδόξασαν
αἱ Τεσσαράκοντα κόραι ἀγαλλόμεναι καὶ συμψάλλουσαι· δόξα, Χριστέ, τῇ δυνάμει
σου.
Τῆς Ἰνδίκτου. ᾨδὴ ε´. Ἐκ νυκτὸς ὀρθρίζοντες
Ὁ πληρῶν τὰ σύμπαντα χρηστότητος,
Χριστέ, σὺ εὐκραῆ καὶ εὔφορον εὐλογίαις στεφανούμενον τὸν πολύκυκλον χρόνον τοῖς
δούλοις σου δώρησαι.
Τὴν τοῦ ἔτους ἄμειψιν ἀνάδειξον ἡμῖν
μεταβολὴν πρὸς κρείττονα εἰρηναίαν τε κατάστασιν τοῖς εἰδόσι σε, Λόγε, Πατρὶ
συναΐδιον.
Ἐπὶ γῆς ἐλήλυθας συνάναρχε Πατρὶ τοῖς
αἰχμαλώτοις ἄφεσιν καὶ πηροῖς ἀνάβλεψιν πρὸς Πατρὸς ἀναγγέλλων, ὁ χρόνων ἐπέκεινα.
Θεοτοκίον
Τὰς ἡμῶν ἐλπίδας, θεοτόκε ἁγνή, καὶ
τὴν ἡμῶν πεποίθησιν ἐπὶ σὲ ἀνατιθέμεθα· εὐμενῆ ἡμῖν δίδου, παρθένε, ὃν ἔτεκες.
Τῶν Ἁγίων Γυναικῶν. Ἀσεβεῖς οὐκ ὄψονται.
Ὡς ἀμνάδες ἄμωμοι,
ὡς θύματα δεκτά, τῷ ἀμνῷ τῷ ἀληθινῷ καὶ ποιμένι, μάρτυρες, προσηνέχθητε,
προσφοραὶ ὁλόκληροι καὶ δεκτὰ ὁλοκαυτώματα.
Νεκρωθεῖσαι
σώματι ἐζήσατε ψυχῇ τοῦ νεκρώσαντος τὴν ἰσχὺν τοῦ θανάτου, μάρτυρες, ὡς μιμησάμεναι,
καὶ σταυρὸν καὶ θάνατον καὶ τὰ πάθη τὰ ἑκούσια.
Μίαν γνώμην
φέρουσαι ἐν σώμασι πολλοῖς, ἕνα Κύριον Ἰησοῦν διαφόροις μάστιξι καταξαινόμεναι
καὶ πυρὶ καιόμεναι ὡμολόγουν αἱ θεόφρονες.
Θεοτοκίον
Ἀνόρθωσον
πεσόντα με ἐν λάκκῳ πειρασμῶν καὶ κυβέρνησον ἡ Θεὸν κυβερνήτην τέξασα, μόνη Πανάμωμε,
τὸν τὰ πρὶν ἑνώσαντα διεστῶτα ἀγαθότητι.
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἀμμοὺν ὁσιώτατε,
ἀγάλλου νῦν καὶ χόρευε, θρόνῳ παρεστὼς Θεοῦ ἀξίως, μετὰ σῶν τέκνων ἀσκητριῶν καὶ
κορῶν, διὰ στέφη ἀθλήσεως ὑμῶν, ἅπερ ἀπειλήφατε, πρὸς Χριστοῦ παμμακάριστοι.
Θεὸν ἠγαπήσατε
τὸν ποιητὴν τοῦ σύμπαντος, μῆτερ Θεανὼ σὺν Θεονύμφῃ, μέσον τυράννων ὁμολογοῦσαι
αὐτὸν τοῦ κόσμου σωτῆρα, καὶ λαμπρὰ γέρα ἀπειλήφατε πρὸς Χριστοῦ παμμακάριστοι.
Λιμένα ἐφθάσατε
τῶν οὐρανῶν, πανεύφημοι, ἅμα Καλλιῤῥόῃ Θεανόῃ, πεποικιλμέναι τῷ μαρτυρίῳ ὁμοῦ
καὶ πᾶσι δωρεῖσθε δαψιλῶς στέφη τὰ οὐράνια πρὸς Χριστοῦ, παμμακάριστοι.
Θεοτοκίον
Κυρία καὶ δέσποινα,
ἐπάκουσον δεήσεως ἡμῶν τῶν οἰκτρῶς νῦν προσπιπτόντων καὶ τὴν ὑγείαν ἀποδιδοῦσα ἡμῖν
εἰρήνη τῷ ἔθνει σταθηρὰν καὶ βίου διόρθωσιν πρὸς Χριστοῦ, παμμακάριστε.
Τῆς Ἰνδίκτου. ᾨδὴ στ´. Τὸν προφήτην
Πολιτείας ἀπάρξασθαι εὐαρέστου σοι,
δέσποτα, σὺν τῇ ἐτησίῳ ἀπάρξει ἡμᾶς καταξίωσον.
Ἡμερῶν τῶν τοῦ πνεύματος ἐν μεθέξει
τοῦ νόμου σου ἀνάδειξον πλήρεις, οἰκτίρμον, σωτήρ, τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Τοὺς εἰς σὲ καταφεύγοντας ἀπὸ πάσης
δεόμεθα ῥῦσαι ἀπειλῆς, ἡ τεκοῦσα Χριστὸν τὸν Θεὸν ἡμῶν.
Τῶν Ἁγίων Γυναικῶν. Ἐβόησε προτυπῶν.
Ῥηγνύμενον
καὶ ποσὶ Γυναικῶν συμπατούμενον καθορῶσα ἡ προμήτωρ ἐνθέως ἀγάλλεται τὸν αὐτὴν
δολίως παραδείσου τὸ πρὶν ἐξορίσαντα.
Τὴν ἄσκησιν
τῇ ἀθλήσει προθύμως συνάψασαι τῷ νυμφίῳ τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε καὶ
νυμφῶνι θείῳ γηθομένῃ ψυχῇ ἐναυλίζεσθε.
Ὑψούμενα τῶν
βασάνων τὰ ἄγρια κύματα τῶν μαρτύρων τὰς ὁλκάδας βυθίσαι οὐκ ἴσχυσαν, κραταιᾷ
χειρὶ γὰρ πρὸς τοὺς θείους λιμένας κατήντησαν.
Ἕτερος τῶν Ἁγίων. Τὴν θείαν ταύτην.
Τὴν θείαν ταύτην
πανήγυριν Ἀμμούν τε καὶ κορῶν Τεσσαράκοντα πανηγυρίζοντες πνευματικῶς εὐφραινόμεθα
σὺν ἀθλητῶν χορείαις Χριστὸν δοξάζοντες.
Ῥανίσιν αἵματος
ἅγιαι, ἐχθροῦ τοῦ νοητοῦ κατηργήσατε μηχανουργήματα καὶ νικηφόροι ἀνήλθετε πρὸς
οὐρανοῦ νυμφῶνα Χριστὸν δοξάζουσαι.
Ἁγίων δῆμοι ἀγγέλων
τε ὁρῶντες Κλεοπάτραν δι' αἵματος ἐπιδημήσασαν σὺν τῇ Κλειῷ πρὸς σκηνώματα τῶν
οὐρανῶν, συνῆλθον Χριστὸν δοξάζοντες.
Θεοτοκίον
Ὢ Μῆτερ νύμφη
ἀνύμφευτε, προσδέχου Κοραλίαν τοῖς αἵμασιν ἐναποστάζουσαν, μονογενὴς γὰρ τυγχάνουσα,
ἀθλητικῶς προσῆλθε Χριστὸν δοξάζουσα.
Κοντάκιον τῆς Ἰνδίκτου. Ἦχος δ΄. Ὁ ὑψωθεὶς.
Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης,
Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει
σου τῷ ἀπείρῳ, οἰκτίρμον, πάντας τοὺς λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας
φόβῳ, λυτρωτά· εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.
Ὁ οἶκος
Ἀῤῥήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ
ἰσχύι τε παντουργικῇ διασῴζοντι πάντα τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν ἐντρόμως
δυσωποῦντες παρασχεῖν εὐφορίαν τῇ γῇ ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι
δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις· εὔφορον
πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.
Συναξάριον
Μὴν Σεπτέμβριος, ἔχων ἡμέρας λ΄.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ΄, καὶ ἡ νὺξ ὥρας ιβ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός, ἀρχὴ τῆς 'Ινδίκτου, ἤτοι τοῦ νέου ἔτους.
Ἴνδικτον
ἡμῖν εὐλόγει νέου χρόνου,
ὦ
καὶ παλαιὲ καὶ δι᾿ ἀνθρώπους νέε.
Ἡ τοῦ Θεοῦ Ἁγία Ἐκκλησία
ἑορτάζει σήμερον τὴν Ἰνδικτίωνα, διὰ τρία αἴτια.
Πρῶτον, ἐπειδὴ καὶ αὐτὴ
εἶναι ἀρχὴ τοῦ χρόνου. Διὰ τοῦτο καὶ παρὰ τῶν παλαιῶν Ρωμαίων πολλὰ ἐτιμᾶτο
αὕτη ἐξ ἀρχαίων χρόνων· Ἰνδικτίων δὲ κατὰ τὴν ῥωμαϊκήν, ἤτοι λατινικὴν γλῶσσαν,
θέλει νὰ εἴπῃ ὁρισμός. Καὶ δεύτερον, ἑορτάζει ταύτην ἡ Ἐκκλησία, ἐπειδὴ καὶ
κατὰ τὴν σημερινὴν ἡμέραν ὑπῆγεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μέσα εἰς τὴν
Συναγωγὴν τῶν Ἰουδαίων, καὶ ἐδόθη εἰς αὐτὸν τὸ βιβλίον τοῦ Προφήτου Ἠσαίου,
καθὼς γράφει ὁ Εὐαγγελιστὴς Λουκᾶς (κεφ. δ΄)· τὸ ὁποῖον ἀνοίξας ὁ κύριος ἡμῶν,
εὐθὺς εὗρε τὸν τόπον ἐκεῖνον, ἤτοι τὴν ἀρχὴν τοῦ ἑξηκοστοῦ πρώτου Κεφαλαίου,
εἰς τὸ ὁποῖον εἶναι γεγραμμένα διὰ ἑαυτὸν τὰ λόγια ταῦτα: Πνεῦμα Κυρίου ἐπ’
ἐμέ, οὖ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς
συντετριμμένους τῇ καρδία, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν,
ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Ἀφ’ οὖ δὲ
ἀνέγνωσεν ὁ κύριος τὰ περὶ αὐτοῦ λόγια ταῦτα, ἔκλεισε τὸ βιβλίον καὶ τὸ ἔδωκεν
εἰς τὸν ὑπηρέτην. Ἔπειτα, καθίσας, εἶπεν εἰς τὸν λαόν: Ὅτι σήμερον ἐτελειώθησαν
οἱ λόγοι τῆς Προφητείας ταύτης εἰς τὰ ἰδικά σας ὠτία. Ὅθεν, ὁ λαὸς ταῦτα
ἀκούων, ἐθαύμαζε διὰ τὰ κεχαριτωμένα λόγια, τὰ ὁποῖα ἐξήρχοντο ἀπὸ τοῦ στόματός
του, ὡς γράφει ὁ Εὐαγγελιστὴς Λουκᾶς. Εἶναι δὲ καὶ Τρίτη αἰτία, διὰ τὴν ὁποίαν
ἡ Ἐκκλησία τοῦ Χριστοῦ κάμνει σήμερον ἐνθύμησιν τῆς Ἰνδίκτου. Καὶ ἑορτάζει τὴν
ἀρχὴν τοῦ νέου ἔτους· ἦγουν, διὰ μέσου τῆς ὑμνῳδίας καὶ ἱκεσίας, ὅπου
προσφέρομεν εἰς τὸν Θεὸν ἐν τῇ ἑορτῇ ταύτη, γίνῃ ὁ Θεὸς ἵλεως εἰς ἡμᾶς, καὶ εὐλογήσῃ
τὸ νέον ἔτος, καὶ χαρίσῃ τοῦτο εἰς ἡμᾶς εὐτυχὲς καὶ γεμάτον ἀπὸ ὅλα τὰ σωματικὰ
ἀγαθά. Καὶ ἵνα φωτίσῃ τὰς διανοίας μας, εἰς τὸ νὰ περάσωμεν ὅλον τὸν χρόνον
καθαρῶς καὶ μὲ ἀγαθὴν συνείδησιν, καὶ εἰς τὸ νὰ εὐαρεστήσωμεν τῷ Θεῷ μὲ τὴν
φύλαξιν τῶν ἐντολῶν του· καὶ οὕτω νὰ τύχωμεν τῶν ἐν Οὐρανοῖς αἰωνίων ἀγαθῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Τεσσαράκοντα Γυναικῶν Μαρτύρων, παρθένων καὶ ἀσκητριῶν,
καὶ Ἀμμοὺν Διακόνου καὶ διδασκάλου αὐτῶν.
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.
Ἀμμοὺν καλύπτραν ἔμπυρον δεδεγμένος
τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.
Αὗται αἱ Ἁγίαι Γυναῖκες ἦσαν κατὰ τοὺς χρόνους τοῦ βασιλέως Λικινίου ἐν ἔτει τε΄ (305), καταγόμεναι ἀπὸ τὴν Ἀνδριανούπολιν τῆς Μακεδονίας. Αἰ ὁποῖαι χριστιαναὶ οὖσαι, ἠκολούθησαν τὸν Χριστόν, ἔχουσαι διδάσκαλον καὶ ὁδηγὸν τὸν Διάκονον Ἀμμούν. Ἐπειδὴ δὲ συνελήφθησαν ἀπὸ τὸν ἄρχοντα τῆς Ἀνδριανουπόλεως Βάβδον ὀνομαζόμενον, καὶ ἐτιμωρήθησαν πολλά, διότι δὲν ἐπροσκύνουν τὰ εἴδωλα, τούτου ἕνεκα προσηυχήθησαν εἰς τὸν Θεόν, καὶ εὐθὺς ἡρπάγη καὶ ἐκρεμάσθη εἰς τὸν ἀέρα ὁ ἱερεὺς τῶν εἰδώλων· καὶ ἐκεῖ μείνας τιμωρούμενος ἐπὶ ὥρας πολλάς, τελευταῖον πίπτων κάτω, κακῶς ὁ κακὸς ἐξέψυξεν. Ὁ δὲ Ἅγιος Ἀμμοὺν κρεμᾶται καὶ ξέεται κατὰ τὰς πλευράς· ἔπειτα, δέχεται εἰς τὴν κεφαλὴν περικεφαλαίαν σιδηρᾶν πεπυρακτωμένην. Ἐπειδὴ δὲ οὐδεμίαν βλάβην ἐκ ταύτης ἔλαβεν, ἀπεστάλη ὁμοῦ μὲ τὰς ἀνωτέρω Ἁγίας Παρθένους ἀπὸ τὴν Βεῤῤόην εἰς τὴν Ἡράκλειαν τῆς Θράκης, πρὸς τὸν τύραννον Λικίνιον. Ὅθεν τῇ προσταγῇ αὐτοῦ, αἱ μὲν δέκα Παρθένες ἐῤῥίφθησαν εἰς τὴν φωτίαν καὶ ἐτελειώθησαν, αἱ δὲ ὀκτὼ ἀπεκεφαλίσθησαν ὁμοῦ μὲ τὸν Διάκονον Ἀμμούν· αἱ δὲ ἄλλαι δέκα, κτυῆθεῖσαι μὲ τὸ σπαθὶ εἰς τὸ στόμα καὶ εἰς τὴν καρδίαν, παρέδωκαν τὸ πνεῦμα. Ἀπὸ δὲ τὰς ἐπιλοίπους δώδεκα, ὅπου ἔμειναν, ἄλλαι μὲν κατεκόπησαν ὑπὸ μαχαίρας, ἄλλαι δέ, λαβοῦσαι εἰς τὸ στόμα σίδηρα ἀναμμένα, πρὸς Κύριον ἐξεδήμησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ στυλίτου.
Λιπὼν
Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,
Τὴν
ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.
Ὑψιβάτης
Συμεών, Σεπτεμβρίου ἔκθανε πρώτη.
Οὗτος ὁ μέγας Συμεὼν
κατήγετο ἀπὸ χωρίον τι ὀνομαζόμενον Σισάν, τὸ ὀποῖον εὑρίσκεται μεταξὺ τῆς
ἐπαρχίας τῶν Σύρων καὶ τῶν Κιλίκων, κατὰ τοὺς χρόνους Λέοντος τοῦ Μεγάλου τοῦ
έπονομαζομένου Μακέλλη, καὶ μαρτυρίου Πατριάρχου Ἀντιοχείας, ἐν ἔτει υνζ΄
(457). Ἀγαπήσας δὲ τὸν Θεὸν ἐκ νεαρᾶς του ἡλικίας, ἄφησε τὸν κόσμον καὶ τὰ ἐν
κόσμῳ, καὶ ὑπῆγεν εἰς ἕν Μοναστήριον ἐκεῖ πλησίον εὑρισκόμενον, ὅπου κατῴκουν
δύο ἀσκηταί. Μὲ τοὺς ὁποίους διαπεράσας καὶ ἐπίτηδες ὑπῆγεν εἰς τὸν Μέγαν Ὅσιον
Ἡλιόδωρον, τὸν ὁποῖον μεταχειριζόμενος διδάσκαλον τῆς μοναδικῆς ζωῆς,
διεπέρασεν ὑποκάτω εἰς αὐτὸν ἑπτὰ χρόνους ἀγωνιζόμενος τοσοῦτον, ὥστε ὑπερέβαλε
τοὺς ὀγδοήκοντα μοναχούς, τοὺς ὁποίους εἶχε συναγωνιστάς του· ἐπειδὴ ὅλη μὲν
τὴν ἑβδομάδα ἔμενε νηστικός, τὴν δέ μέσην του εἴχεν ἔσωθεν ἐζωσμένην μὲ
σχοινίον τραχύτατον, κατεσκευασμένον ἀπὸ φοίνικας, τόσον ὅπου ὅλη του ἡ μέση
ἐπληγώθη τριγύρω, καὶ ἔῤῥεον αἵματα· καὶ ἀπλῶς ἠγωνίζετο μὲ μίαν νεοφανῆ καὶ
ὑπὲρ ἄνθρωπον ἄσκησιν. Διὰ ταύτην τὴν αἰτίαν ἐπροστάχθη ἀπὸ τοὺς συναγωνιστάς
του μοναχοὺς νὰ ἀπομακρυνθῇ ἀπ’ αὐτῶν, διὰ νὰ μὴ γίνῃ βλάβης αἴτιος εἰςτοὺς
ἀσθενεστέρους κατὰ τὸ σῶμα ἀδελφούς, οἵτινες μιμούμενοι αὐτόν, ἐσπούδαζον νὰ
ἀγωνίζονται ὑπὲρ τὴν δύναμίν των. Ἐξελθῶν δὲ εἰς τὰ ἡσυχαστικὰ μέρη τοῦ ἐκεῖσε
βουνοῦ, κατέβη μέσα εἰς ἕνα λάκκον ἄνυδρον, καὶ ἐκεῖ ἡσύχαζε. Μετὰ παρέλευσιν
δὲ πέντε ἡμερῶν, μετανοήσαντες οἱ ἀνωτέρω συναγωνισταί του μοναχοί, ἐζήτησαν
καὶ εὗρον αὐτόν· καὶ οὕτω τὸν προσέλαβον πάλιν εἰς τὸ Μοναστήριον. Ὕστερον δὲ
ἀπ’ ὀλίγον καιρόν, μεταβὰς εἰς χωρίον τι ὀνομαζόμενον Τελανισσόν, καὶ εὑρὼν εἰς
αὐτὸν μικρὸν κελλίον, ἐκεῖ διέμεινεν ἔγκλειστος τρία ὁλόκληρα ἔτη· ἐπειδὴ δὲ ὁ
Ὄσιος ἐπεθύμησε νὰ μὴν φάγῃ φαγητὸν εἰς τεσσαράκοντα ἡμέρας, ὡς ὁ Προφήτης
Μωϋσῆς καὶ Ἠλίας, διὰ τοῦτο παρεκάλεσε τὸν φίλον του καὶ ἠγαπημένον Βλάσσον,
τὸν θαυμάσιον ἐκεῖνον Ὅσιον, νὰ μὴ ἀφήσῃ φαγώσιμον πρᾶγμα μέσα εἰς τὸ κελλίον του,
ἀλλὰ νὰ χρίαῃ ἔξωθεν τὴν θύραν. Καὶ τούτου γενομένου, διῆλθεν ὁ θεῖος Συμεὼν
νηστικὸς τεσσαράκοντα ὁλοκλήρους ἡμέρας, χωρὶς νὰ φάγῃ παντάπασι κανὲν φαγητόν.
Τόσον, ὅπου ἀπὸ τὴν ὑπερβάλλουσαν νηστείαν ἔπεσε κατὰ γῆς, καὶ πλέον δὲν
ἐδύνατο οὔτε νὰ λαλήσῃ, οὔτε νὰ κινηθῇ· ἐλθὼν δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος Βλάσσος,
καὶ βλέπων τὸν Ὅσιον ἐν τοιαύτῃ ἀδυναμίᾳ, ἔβρεξε σπόγγον, καὶ ἐσπόγγισε τὸ
στόμα του ἔξωθεν, καὶ οὕτω τὸν ἐκοινώνησε τὰ θεῖα Μυστήρια. Ὅθεν, ἐνδυαμωθεὶς
ἐκ τούτων ὁ Ὅσιος, ἠγέρθη καὶ ἔφαγεν ὀλίγον ψωμίον, ἀναβὰς δὲ εἰς τὴν κορυφὴν
τοῦ βουνοῦ, πάλιν καὶ ἐκεῖ ἔμεινε νηστικὸς ἄλλας τεσσαράκοντα ἡμέρας, εἰς
τρόπον ὥστε τὸ τέλος τῆς πεπερασμένης τεσσαρακονθημέρου νηστείας του, ἦτον ἀρχὴ
τῆς μελλούσης. Ἐπειδὴ δὲ ἐκ τῆς φήμης τοῦ Ἁγίου ἔτρεχον πολλοὶ χριστιανοὶ εἰς
αὐτὸν χάριν εὐλαβείας, καὶ ἐσύγχυζον τὴν ἡσυχίαν του, διὰ τοῦτο ἐμεθοδεύθη καὶ
ἔκαμε στῦλον ὑψηλὸν ἀπὸ τὴν γῆν τριακοντάεξ πήχεις· ἐπάνω εἰς τὸν ὁποῖον, ὄχι
μόνον ἐνήστευε πάλιν παρομοίως τεσσαρακοντάδας ἡμερῶν, ἀλλὰ καὶ πρὸς τούτοις
διήνυε τὰς ἡμέρας ταύτας ὄρθιος. Ὅθεν, ἐκ τῆς φήμης τούτων ἔτρεχον περισσότερα
πλήθη καὶ ἔθνη ἀνθρώπων εἰς αὐτὸν ἀπὸ κάθε μέρος, καὶ ἐβαπτίζοντο διὰ τῶν
χειρῶν τοῦ μακαρίου Θεοδωρήτου, ὅστις ἐστόλισε τὸν θρόνον τῆς ἐν Κυρίῳ
Ἐκκλησίας, καὶ αὐτὸς πρῶτος συνέγραψε τὰ περὶ τοῦ Ὀσίου τούτου Συμεών.
Γενόμενος λοιπὸν περιβόητος ὁ Ὅσιος οὗτος, τόσον μὲ τὸ ὕψος τῆς ζωῆς του, ὅσον
καὶ μὲ τὸ πλῆθος τῶν θαυμάτων του, καὶ αὐτουργὸς χρηματίσας ἐξαίσιος πολλῶν καὶ
μεγάλων ἰαμάτων, καὶ πρόξενος σωτηρίας δειχθεὶς εἰς πολλούς, ἐπροφήτευσεν
ἀψευδῶς πολλὰ πράγματα, τὰ ὁποῖα ἔμελλον νὰ συμβῶσι. Ξηρασίαν, λέγω, καὶ πεῖναν
καὶ πανώλην, καὶ ἀκρίδας, τὰ ὁποῖα ὅλα πραγματικῶς ἔγιναν. Μιμηθεὶς δὲ τὴν ζωὴν
τῶν ἀύλων Ἀγγέλων μὲ ὑλικὸν σῶμα (τόσιν πολύ, ὥστε τινὲς ἠπόρουν δι’ αὐτόν,
μήπως ἦτο καμμία φύσις ἀσώματος), ἔγινε θέατρον καὶ εἰς τοὺς Ἀγγέλους, καὶ εἰς
τοὺς ἀνθρώπους. Τὸ δὲ θαυμαστότερον εἶναι, ὅτι καὶ μὲ τόσους ὑπερβολικοὺς
κόπους τῆς ἀσκήσεως, καὶ μὲ τόσον ὕψος ἀρετῶν καὶ πλῆθος θαυμάτων, πάλιν τόσην
ἄκραν ταπείνωσιν εἶχεν ὁ τρισμακάριστος, εἰς τρόπον ὥστε ἐνόμιζε τὸν ἑαυτόν του
κατώτερον ἀπὸ ὅλους τοὺς ἀνθρώπους, καὶ ἐφέρετο ἕως καὶ εἰς αυτοὺς τοὺς ἐπαίτας
καὶ ἀγροίκους ἀνθρώπους ὥς τις ὑποτακτικός· ἐναντίον δὲ μόνον τῶν αἱρέσεων
ἐφέρετο μὲ θυμόν, ἤ μᾶλλον εἰπεῖν, ζῆλον. Ὅθεν. ἐκ τούτων καὶ τῶν τοιούτων
μέγας γενόμενος παρὰ πᾶσι, πρὸς Κύριον ἐξεδήμησε, διὰ νὰ λάβῃ τοὺς μισθοὺς τῶν
ἀγώνων του, ζήσας ἔτη 56. Πλὴν καὶ μετὰ θάνατον δὲν ἔπαυσεν ἀπὸ τοῦ νὰ ἐνεργῇ
διάφορα θαύματα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην
ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου
ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, ὅταν δηλαδὴ ἡ σεβασμία αὐτῆς εἰκών, ἐῤῥίφθη ἐν τῇ
λίμνῃ τῇ καλουμένῃ Ζαγουροῦ, διὰ τὸν φόβον τῶν Εἰκονομάχων, καὶ ὕστερον μετὰ
πλείστους χρόνους, πάλιν ἐκ τῆς λίμνης θαυμασίῳ τρόπῳ ἀνεφάνη ἄσπιλος.
Αὐθαιρέτως
ἄνεισιν ἄγρα τις ξένη,
Λίμνης
βυθοῦ πάντιμος εἰκὼν Παρθένου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ γενομένου ἐμπρησμοῦ ἐν
Κωνσταντινουπόλει, κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Λέοντος τοῦ Μεγάλου τοῦ
ἐπονομαζομένου Μακέλλη, ἐν ἔτει 450, ὅταν τὸ πλεῖστον μέρος τῆς Πόλεως
ἐπυρπολήθη διὰ τὰς ἀμαρτίας ἡμῶν, ἐπὶ ἡμέρας ἑπτά.
Θυμοῦ Θεοῦ πῦρ ἐκκαέν, Μωσῆς λέγει,
ἐμπρησμὸν ἐξέκαυσε τῇ Πόλει μέγαν.
Θυμοῦ Θεοῦ πῦρ ἐκκαέν, Μωσῆς λέγει,
ἐμπρησμὸν ἐξέκαυσε τῇ Πόλει μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς ἐπιλεγομένης τῆς Παμμακαρίστου, τῆς
κατατεθειμένης ἐν τῷ Πατριαρχικῷ ναῷ τοῦ Ἁγίου Γεωργίου.
Εἰκὼν πλαγχθεῖσα, Μητροπαρθένου Κόρης,
ναίει νῦν σεπτὸν Τροπαιοφόρου δόμον.
Τῇ αὐτῇ ἡμέρα, ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυή.
Ὃν
τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.
Λιπὼν
Ἰησοῦς, ἥλιον δόξης βλέπει.
Οὗτος ἔγινεν υἱὸς μὲν τοῦ Ναυῆ, διάδοχος δὲ τοῦ Προφήτου Μωϋσέως, 85 ἐτῶν, τοῦ νομοθέτου τῶν Ἑβραίων, καὶ ἀνεχαίτισε τὸ ῥεῦμα τοῦ Ἰορδάνου καὶ διεβίβασε τοὺς Ἰσραηλίτας πεζούς, νικήσας δὲ τὴν Ἱεριχώ, ἥτις ἦτον πόλις τῶν ἀλλοφύλων, εἶδε τὸν ἀρχιστράτηγον Μιχαὴλ κρατοῦντα σπαθὶ εἰς τὴν χεῖράν του· ὅθεν, ῥίψας τὰ ὅπλα κάτω, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ. Πολεμὼν δὲ τοὺς Γαβαωνίτας ἀλλοφύλους, καὶ βλέπων, πῶς ὁ ἥλιος ἐπλησίαζε νὰ βασιλεύσῃ, ἔχων προθυμίαν διὰ νὰ πολεμήσῃ ἀκόμη, παρεκάλεσε τὸν Θεὸν καὶ εἶπε: Στήτω ὁ ἥλιος κατὰ Γαβαών (Ἰησοῦς, ι΄, 12). Καὶ εὐθὺς ὁ ἥλιος ἐστάθη ἀπὸ τὸν δρόμον του, ἕως ὅτου ἐνίκησε κατὰ κράτος τοὺς ἀλλοφύλους. Διαπεράσας δὲ τὸν λαὸν τῶν Ἰουδαίων ἀπὸ τὴν ἔρημον, καὶ διαμοιράσας εἰς αὐτὸν τὴν γῆν τῆς ἐπαγγελίας, ἤτοι τὴν Παλαιστίνην καὶ Ἱερουσαλήμ, ἔγινε φοβερὸς εἰς τοὺς ἐχθροὺς ἀλλοφύλους. Καὶ οὕτω δείξας τὴν ἀνδρείαν καὶ ἀρετήν του μὲ πολλοὺς καὶ διαφόρους πολέμους, εἰς διάστημα εἰκοσιεπτὰ ὁλοκλήρων ἐτῶν, καὶ φανεὶς αὐθέντης καὶ ἡγεμὼν τοῦ ἰσραηλιτικοῦ λαοῦ μὲ ὁσιότητα καὶ δικαιοσύνην, ἀπέθανε τῷ 1540 π. Χ., ζήσας ἔτη 140 καὶ ἐτάφη τιμίως ἀπὸ τὸν λαὸν τοῦ Ἰσραήλ. Ταῦτα πάνυα διηγεῖται τὸ ἔκτον βιβλίον Ἰησοῦ τοῦ Ναυῆ, τῆς Παλαιᾶς Διαθήκης, προύλαβε δὲ τὴν Χριστοῦ γέννησιν ἔτη 1442.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης καὶ Ἐρμογένους.
Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος
σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.
Οὗτοι οἱ Ἅγιοι ἦσαν ἀδέλφια κατὰ σάρκα, Ἕλληνες δὲ ὄντες τὸ γένος, κατὰ τὸν καιρὸν τοῦ κηρύγματος τῶν Ἀποστόλων ἐπίστευσαν τῷ Χριστῷ καὶ ἀνεγεννήθησαν διὰ τοῦ Ἁγίου Βαπτίσματος. Ὅθεν, καὶ ὡς χριστιανοὶ διεβλήθησαν εἰς τὸν κατὰ τόπους ἄρχοντα, παρασταθέντες δὲ εἰς αυτόν, ἔδειξαν τὴν εὐγένειαν καὶ τὸ ἀνδρεῖον φρόνημα τῶν ψυχῶν των, ὁμολογήσαντες τὸν Χριστόν. Διὸ καὶ κατεδικάσθησαν νὰ λάβωσι τὸν διὰ ξίφους θάνατον, καὶ οὕτω ἐτελείωσαν τὸν δρόμον τοῦ Μαρτυρίου, καὶ ἀπῆλθον στεφανηφόροι εἰς τὰ Οὐράνια.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἁγίας Μάρθας, μητρὸς τοῦ ὁσίου Συμεών.
Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.
σὲ δὲ ξενίζει, Μάρθα, Χριστὸς ἐν πόλῳ.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ὁσίας Εὐανθίας
Εὖ μάλα ἐξήνθησεν ἡ Εὐανθία
ἀνθηφοροῦσα ἀρετὰς ἀνθηπνόους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὄσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Μυιουπόλεως (Κιθαιρῶνι) ἀσκήσας ἐν εἰρήνῃ τελειοῦται.
Σαυτὸν
καθάρας, Μελέτιε τρισμάκαρ,
ὤφθης
δοχεῖον Πνεύματος τοῦ ἁγίου.
Ὁ Ὅσιος Μελέτιος ὁ νέος, ἤκμασε κατὰ τὸν ΙΑ΄ αἰῶνα, ἐπὶ αὐτοκράτορος Ἀλεξίου Α΄ Κομνηνοῦ (1081-1118). Ὑπῆρξεν εἵς τῶν μεγάλων ἀναμορφωτῶν τοῦ μοναχικοῦ βίου εἰς τὴν κυρίως Ἑλλάδα, δράσας μετὰ τοῦ Οσίου Λουκᾶ τοῦ Στειριώτου (+953) καὶ τοῦ Ὁσίου Νίκωνος τοῦ Μετανοεῖτε (+998), ἔργῳ καὶ λόγῳ πρὸς ἐδραίωσιν τῆς χριστιανικῆς πίστεως εἰς κρισίμους διὰ τὸ ἔθνος καὶ τὴν Ἐκκλησίαν στιγμάς. Οὗτος, ἐγεννήθη τὸ 1035 μ.
Χ. εἰς τὸ χωρίον Μουταλάσκα τῆς Καππαδοκίας, ἐκ τοῦ ὁποίου κατήγετο καὶ ὁ ἐπιφανὴς ἀσκητὴς τοῦ Ε΄ μ. Χ. αἰῶνος Σάββας ὁ ἡγιασμένος (+532). Οἱ γονεῖς τοῦ Μελετίου, Ἰωάννης καὶ Σοφία, διακρινόμενοι διὰ τὴν εὐσέβειαν καὶ ἀρετήν των, ἀνέθρεψαν αὐτὸν μὲ ἰδιαιτέραν ἐπιμέλειαν. Ἐπειδὴ ὅμως ἐνεφάνιζε κατὰ τὴν παιδικήν του ἡλικίαν, δυσμαθείαν τινα, κατέφυγεν εἰς τὸν ναόν, ἵνα ζητήσῃ τὴν χάριν καὶ τὴν εὐλογίαν τοῦ Θεοῦ. Τὸ γεγονὸς αὐτὸ μαρτυρεῖ τὴν ἔγκαιρον ἀνάπτυξιν εἰς τὸν Μελέτιον ἱερῶν πόθων καὶ κλίσεων. Ἥτον δεκαπενταετὴς τὴν ἡλικίαν, ὅτε οἱ γονεῖς του ἐσκέφθησαν νὰ τὸν νυμφεύσουν. Ἐκεῖνος ὅμως, δραπετεῦσας ἐκ τῆς πατρικῆς του οἰκίας, κατέφυγεν εἰς Κωνσταντινούπολιν, τὸ σῶμα μόνον ἀράμενος καὶ ὀβολοὺς ἑπτὰ σὺν τῷ σώματι, καὶ εἰσήχθη εἰς τὴν Μονὴν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἄγνωστον ποῦ κειμένην. Μετὰ τριετῆ δοκιμασίαν ἐν τῇ Μονῇ, ἐκάρῃ μοναχὸς καὶ ἐπεδόθη εἰς πνευματικὸν καταρτισμόν, διακριθεὶς συντόμως μεταξὺ τῶν συμμοναστῶν του διὰ τὴν αὐστηρὰν του προσήλωσιν εἰς τὰ ἰδεώδη τοῦ μοναχισμοῦ, ἐνὼ δὲν παρέλειπε νὰ ἐπισκέπτεται συχνὰ τὰ ἱερὰ σεβάσματα τῆς πόλεως καὶ δὴ τὸν ναὸν τῆς τοῦ Θεοῦ Σοφίας. Ἀργότερον ἐπιθυμήσας νὰ ἐπισκεφθῇ τὴν Ρώμην καὶ τὰ Ἱεροσόλυμα δὰ νὰ προσκυνήσῃ τοὺς Ἁγίους Τόπους, ἐπορεύθη εἰς Θεσσαλονίκην, ἔνθα ἐπεσκέφθη τὸν ναὸν τοῦ Ἁγίου Δημητρίου. Κατὰ θείαν ὅμως ὑπόδειξιν ἀνέβαλε τὴν μεγάλην αὐτοῦ ἀποδημίαν εἰς Ρώμην καὶ Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Ἀθήνας, ἔνθα ἐπεσκέφθη τὸν ἐν τῷ Παρθενῶνι τῆς Ἀκροπόλεως ναὸν τῆς Θεοτόκου (Παναγία Ἀθηνιώτισσα). Ἐκεῖθεν μετέβη εἰς Θήβας καὶ κατέληξεν εἰς τὸ εὐκτήριον τοῦ Ἁγ. Γεωργίου, εὑρισκόμενον εἴκοσι στάδια νοτίως τῆς πόλεως. Ἐν αὐτῷ παραμείνας ὁ Ὅσιος ἐπὶ 28 ἔτη ἀσκούμενος, μετέβαλε διὰ τῆς ἀθρόας προσελεύσεως μιμητῶν τοῦ βίου του τὸ εὐκτήριον εἰς Μοναστήριον. Ὁ ἐνταῦθα ὅμως βίος τοῦ Ὁσίου δὲν διεῤῥεύσε ἄνευ σκανδαλισμῶν. Γυνή τις ἐκ τῶν ἀριστοκρατικῶν οἰκογενειῶν τῆς πλουσίας τότε πόλεως τῶν Θηβῶν, ἠθέλησε νὰ παρασύρῃ αὐτὸν εἰς ἀνηθικότητα. Ὁ Ὅσιος ἀπεμάκρυνεν αὐτὴν καὶ εἰς ἑαυτὸν ἐπέβαλε νηστείαν 40 ἡμερῶν καὶ ἐπὶ πλέον, ἐτήσιαν ἀκοινωνησίαν πρὸς τοὺς λοιποὺς ἀνθρώ που, καίτοι σοβαρῶς ἀσθενήσας εἶχεν ἀνάγκην περιθάλψεως. Μετ’ οὐ πολὺν χρόνον ὁ Ὅσιος ἀπῆλθε πρὸς ἐκπλήρωσιν παλαιοτέρας του ἐπιθυμίας εἰς Ἱεροσόλυμα καὶ Ρώμην. Μεταβαίνων ὅμως εἰς Παλαιστίνην ὐπέστη καθ’ ὁδὸν παρὰ τῶν Ἀγαρηνῶν πολλὰ δεινά, ῥαβδισμούς, λιθασμούς, ὕβρεις, κατὰ κόρης ῥαπίσματα, ἐκινδύνευσε δὲ νὰ θανατωθῇ, διότι οἱ Ἀγαρηνοὶ ἠξίουν παρ’ αὐτοῦ νὰ ῥίψῃ κατὰ γῆς τὸν Τίμιον Σταυρὸν καὶ νὰ τὸν πατήσῃ. Τελικῶς διεσώθη τῇ ἐπεμβάσει προφανῶς Ἐμίρου τινος. Ἐπανακάμψας ὁ Μελέτιος εἰς τὸ παρὰ τὰς Θήβας Μοναστήριον, προϋξένησε μεγάλην χαρὰν εἰς τοὺς μοναχούς, οἱ ὁποῖοι τὸν ἐδέχθησαν μὲ ἰδιαίτερον σεβασμὸν καὶ ὡς ἁγίω λοιπὸν ἐκ τῆς τῶν ἁγίων μετοχῆς ἐκτετελεσμένῳ, οἷος ἄρα καὶ ἦν, προσεῖχον αὐτῷ. Ἀλλ’ ἐκεῖνος ταπεινῶν ἑαυτὸν ἔδωκε διὰ μίαν εἰσέτι φορὰν τὸν τύπον τῆς μοναχικῆς ζωῆς, δι’ ἀδιακόπου ἐργασίας καὶ λιτῆς διαίτης, τρίχινον ἱμάτιον φορῶν καὶ σανδάλια, ψάλλων, ἀγρυπνῶν καὶ καθ’ ὑπερβολὴν μοχθῶν εἰς κηπίας καὶ φυτουργίας, προσευχὰς καὶ στερήσεις. Κατὰ τὴν περίοδον αὐτὴν ἀναφέρονται μεταξὺ τῶν θαυμαστῶν ἔργων τοῦ Ὁσίου, πολλὰ ἄξια διηγήσεως, ἡ φήμη τῶν ὁποίων περιέφερε πανταχοῦ τὸ ἰερὸν αὐτοῦ ὄνομα καὶ εἵλκυε πρὸς τὸ μοναστήριον πλήθη λαοῦ. Ἡ συῤῥοὴ ὅμως πολλῶν ἐπισκεπτῶν ἀπέβη ἐνοχλητικὴ διὰ τὸν Ὅσιον. Διὰ τοῦτο καταλιπὼν 12 μοναχοὺς ὑπὸ ἡγούμενον τὸν Νικόλαον, ἀνεχώρησεν ἐκ τῆς Μονῆς τοῦ Ἁγ. Γεωργίου καὶ ἦλθεν εἰς τόπον ἔρημον παρὰ τὸ ὄρος Φιλάγριον, προφανῶς πτυχὴν ἀπόμερον τοῦ Κιθαιρῶνος, ἔνθα ἤρχισε νὰ οἰκοδομῇ κελλία. Ἀλλά, ἀντιληφθείς, ὅτι ὁ τόπος ἦτο ἀκατάλληλος, προὑχώρησε πρὸς τὰ ὅρια Ἀττικῆς καὶ Βοιωτίας, μέχρι τῶν δυσβάτων καὶ τραχέων κορυφῶν τοῦ ὄρους Κιθαιρῶνος, ἔνθα ἡ Μυούπολις, καὶ ἐγκατεστάθη μονίμως εἰς τὴν Μονὴν τοῦ Συμβόλου, τιμωμένην ἐπ’ ὀνόματι τῶν Ἀσωμάτων. Ὁ ἡγούμενος τῆς Μονῆς Θεοδόσιος, παρεχώρησεν εἰς τὸν Μελέτιον τὸ εὐκτήριον τοῦ Σωτῆρος. Εἰς αὐτὸ συνεκεντρώθησαν, ἑλκυόμενοι ἐκ τῆς ἀγιότητος τοῦ Ὁσίου, 100 περίπου μοναχοὶ καὶ ἱδρύθησαν δύο εἰσέτι νέοι ναοὶ πρὸς τιμὴν τῆς Θεοτόκου καὶ τοῦ Προφήτου Ἠλιοῦ. Διὰ τὴν κάλυψιν τῶν πνευματικῶν ἀναγκῶν τῶν μοναχῶν, ὁ Ὅσιος παρεκάλεσε καὶ ἔλαβε παρὰ τοῦ Πατριάρχου Κων/λεως Νικολάου Γ΄ Γραμματικοῦ (1084-1111) τὸν ἱερατικὸν βαθμὸν μετὰ τοῦ δικαιιώματος τοῦ ἐξομολογεῖν. Μετὰ τὸν θάνατον τοῦ Θεοδοσίου, ὁ Μελέτιος ἀπέκτησε καὶ τὴν Μονὴν τοῦ Συμβόλου, τὴν ὁποίαν κατέστησε Κεντρικὴν Λαύραν, ἐξελιχθεῖσαν εἰς τὴν σωζομένην σήμερον φερώνυμον Μονὴν αὐτοῦ. Ὁ σημειωθεὶς ἔκτοτε πνευματικὸς ὀργασμὸς ἔφθασεν εἰς τὸ ἀπόκρυφον διὰ τῆς ἱδρύσεως πλείστων παραλαυρίων. Ἡ φήμη τοῦ Ὁσίου, ἐκίνησε τὸν θαυμασμὸν τοῦ αὐτοκράτορος Ἀλεξίου τοῦ Α΄ Κομνηνοῦ, ὁ ὁποῖος παρεχώρησε τιμητικῶς μὲγα ποσὸν ἐκ τῶν δασμῶν τῆς Ἀττικῆς. Ὁ Ὅσιος ὅμως ἐδέχθη μόνον 422 χρυσᾶ νομίσματα ἐτησίως, ἐπειδὴ ἀπεύφεγε πρὸ πάντος τὴν ἀπόκτησιν κτηματικῆς περιουσίας, προτιμῶν νὰ συντηρῆται ἡ μοναχικὴ κοινότης διὰ τῆς ἐργασίας τῶν μοναχῶν, τῶν ὁποίων ἡ κατὰ Χριστὸν τελείωσις θὰ ἐπετυγχάνετο διὰ τῆς αὐστηρᾶς ἀσκήσεως καὶ τῆς αὐταρκείας. Τοιουτοτρόπως εἰς ἐποχήν, καθ’ ἥν ὁ ἐν Ἐλλάδι μοναχικὸς βίος εἶχεν ἐκτραπῇ τοῦ προορισμοῦ του, ὁ Μελέτιος ἐμόχθησε διὰ τὴν ἐξύψωσιν αὐτοῦ, βαδίσας ἐπὶ τὰ ἴχνη τῶν προηγηθέντων αὐτοῦ ἀναμορφωτῶν. Μεγάλα ἦταν τὰ θαύματα τοῦ Ὀσίου. Προεῖπε μέγα σεισμόν, ὁ ὁποῖος ὄντως ἐπισυνέβη κατὰ τὸ ἔτος 1087 ἤ 1091 καὶ συνεκλόνισε πολλοὺς τόπους. Ἀλλὰ καὶ ἡ πρόγνωσις κρισιμωτάτης συγκρούσεως τοῦ Ἀλεξίου Α΄ πρὸς τοὺς Κομανούς, ἐπιδραμόντας κατὰ τῆς Θράκης. Ὁ Αὐτοκράτωρ, εὑρισκόμενος εἰς Ἀγχίαλον, παρεσκευάζετο νὰ ἐπιτεθῇ. Ἡ ἐπίθεσις θὰ ἀπέβαινεν ὀλέθρια διὰ τὸν Αὐτοκράτορα. Ὅμως καὶ ἕτερα θαύματα ἀναφέρονται. Θεραπείας βαρέως ἀσθενούντων, δαιμονιζομένων, εἰς ἀναπλήρωσιν ἐλλιπόντων ἀγαθῶν, εἰς ἐξαγωγὴν ὕδατος ἐκ τῆς γῆς διὰ κρούσεως τῆς ῥάβδου του, εἰς διάσωσιν τῆςΜονῆς του ἐκ πυρκαϊάς, καὶ εἰς λοιποὺς ἄλλους ἀνάγκας. Τοιουτοτρόπως, παρέδωκε τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας Θεοῦ, τὸ ἔτος 1105, εἰς ἡλικίαν 70 ἐτῶν. Τὸ ἱερὸν σκήνωμα τοῦὉσίου ἐτάφη εἰς τὴν βορείαν πλευράν του εἰς τιμὴν τῶν Ἀσωμάτων νάρθηκος τοῦ κεντρικοῦ ναοῦ τῆς Μονῆς, ἡ ὁποῖα ἔκτοτε καλεῖται Μονὴ τοῦ Ὁσίου Μελετίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ στυλίτου τοῦ ἐν Λέσβῳ.
Λέσβου
τὸ θρέμμα Συμεὼν τὸν στυλίτην
ὑμνείτω
Λέσβος ἐν θείῳ ναῷ τούτου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Κουρταλιώτη τοῦ ἐν Κρήτῃ.
Νικήσας,
Νικόλαε, ἐχθρὸν τὸν πλάνον
νίκης
γέρας εἴληφας παρὰ Κυρίου.
Πρώτῃ
ὁ Νικόλαος Θεῷ συνήφθη.
Οὗτος, ἐγεννήθη ἐκ γονέων
εὐσεβῶν καὶ πλουσίων ἐν τῇ κώμῃ τοῦ Ἀσωμάτου, τῆς ἐν Κρήτῃ Μητροπόλεως Λάμπης,
λήγοντος τοῦ 16ου αἰῶνος, τῇ ἀρετῇ μᾶλλον ἢ γάλακτι τραφείς.
Παιδιόθεν δὲ ἔχων τὴν ἔφεσιν πρὸς τὸν μοναδικὸν βίον, κατέλιπεν τὰς ἐγκοσμίους
διατριβάς, καὶ φυγαδεύων ψαλμικῶς, ηὐλίσθη ἐν τοῖς ὄρεσιν πλησίον τῆς κώμης τοῦ
Ζαροῦ, ὕπερθεν τῆς Γορτύνης, ἔνθα διῆγε τὸν βίον ἐν νηστείᾳ, ἐγκρατείᾳ,
προσευχῇ καὶ πάσῃ κακοπαθείᾳ. Ἐντεύθεν ἀναχωρήσας μετὰ παρέλευσιν χρόνων τινῶν,
ἦλθεν ἐν τοῖς ὁρίοις τῆς οἰκείας πατρίδος καὶ κατώκησεν, ἀσκητικῶς
ἀγωνιζόμενος, ἐν τῇ φάραγγι τῇ καλουμένῃ τοῦ Κουρταλιώτου, ἐξ ἧς καὶ τὴν
ἐπωνυμίαν ἔλαβε. Μέγας δὲ τῇ ἀσκήσει ἀναδειχθείς, τὴν τῶν θαυμάτων ἐπλούτησε
δύναμιν, δι’ ἧς τοῖς πᾶσι περιφανὴς καὶ αἰδέσιμος γέγονεν. Ἐνταῦθα καὶ τὸν
Ὁσίοις πρέποντα ὕπνον κεκοίμηται, καὶ μετέστη πρὸς Κύριον, τὸν διάπυρον τῆς
ψυχῆς αὐτοῦ ἔρωτα.
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τοῦ Ὁσίου Ἀντωνίου τοῦ νέου τοῦ ἐκ Μακεδονικῆς Βεροίας.
Ονητὸν
᾿Αντώνιος ἴσχυε τὸν πόλον,
χρυσοῦν
μὲν οὐχί, δακρύων δὲ τὸ πρέον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νεομάρτυς Ἀγγελῆς ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ
τὸ 1680 ξίφει τελειοῦται.
Ἄνθρωπος
μὲν ἦν Ἀγγελῆς κατ᾿ οὐσίαν,
τμηθεὶς
δὲ ὤφθη ἄγγελος σὺν ἀγγέλοις.
Οὗτος, ἦτον ἀπὸ τὴν ἐνορίαν τοῦ Ἁγίου Κωνσταντίνου, τὴς
ἐν Κωνσταντινουπόλει Καραμανίας, τὴν τέχνην χρυσοχόος, ἔχων μίαν γυναῖκα, κααὶ παῖδας
ἕξ, ζωὴν χριστιανικὴν ζῶν τιμίως, οὐδενὸς δὲ τῶν ἀναγκαίων στερούμενος. Συνέβη λοιπὸν
μία τῶν ἡμερῶν, νὰ ὑπάγῆ εἰς τὴν πανήγυριν τῆς ἑορτῆς τῆς Θεοτόκου, τὰ λεγόμενα
ἐννεαήμερα, εἰς τὸ χωρίον τοῦ Ἁγίου Στεφάνου, εἰς τὰ Φλωρία. Ἐκεῖ ἦσαν καὶ μερικοὶ
ἐξωμόται, οἱ ὁποῖοι ἐπῆραν τὰ καλύμματα τῆς κεφαλῆς τῶν χριστιανῶν, καὶ τὰ ἐφοροῦσαν,
τὰ δὲ ἰδικά των ἄσπρα φακιόλια ἔδιδαν εἰς τοὺς χριστιανοὺς νὰ τὰ φοροῦν, καὶ οὕτως
ὅλοι ἐχόρευαν. Τὸ δὲ πρῳί ἦλθον οἱ ἐξωμόται εἰς τὸν οἴκον τοῦ εὐλογημένου Ἀγγελῆ,
καὶ τοῦ λέγουν: Διατὶ φορεῖς σήμερον τὸ χριστιανικὸν κάλυμμά; Ὀ δὲ Μάρτυς ἀπεκρίθη:Ὡς
Χριστιανὸς τὸ φορῶ. Οἱ δὲ λέγουν αὐτῷ: Ἐσὺ χθὲς ἔγινες μουσουλμάνος! Τοῦ δὲ Ἀγγελῆ
ἐκπλαγέντος εἰς αὐτό, καὶ ἀγανακτοῦντος, αὐτοὶ θυμωθέντες μᾶλλον ἔφεραν ἀνθρώπους
τῆς ἐξουσίας, καὶ λαβόντες αὐτόν, ἤγαγον εἰς τὸ κριτήριον καταμαρτυροῦντες, ὅτι
ἔμπροσθέν των ἐχθές ἔγινε μουσουλμάνος. Ὀ δὲ Μάρτυς ἠρνεῖτο τοῦτο ἔμπροσθεν καὶ
τοῦ Κριτοῦ καὶ τοῦ Βεζίρη, καὶ οὐδὲν ἐπείσθῃ ἐκ τῶν κολακειῶν τε καὶ φοβερισμῶν.
οὔτε καὶ ἐκ τῆς γυναικός του ἐπείσθῃ, ἀλλὰ μᾶλλον ἐκεῖνη ἐνίσχυσε περισσότερον εἰς
τὴν πίστιν. Ἐν τέλει, βλέποντας ὁ Βεζίρης, τὸ ἀμετάθετον τοῦ Μάρτυρος,
ἀπεφάσισεν ὁπως θανατωθῇ. Φέρνοντας οἱ δήμιοι ἔμπροσθεν τοῦ παλατίου, πλησίον
τῆς ἁγίας τοῦ Θεοῦ Σοφίας, ἀπέτεμον τὴν κάραν τοῦ Ἁγίου. Ἐν δὲ τῷ μεσονύκτιῳ,
ἕν φῶς θεϊκόν, ὡς στῦλον πύρινξον ὅπου κατέβη ἀπὸ τὸν Ουρανὸν ἐπάνω εἰς τὸν
Ἅγιον, καὶ ἐστέκετο ὥραν ἰκανήν. Τοῦτο δὲ εἶδον ὄχι μόνον χριστιανοὶ ἀλλὰ καὶ
πολλοὶ Ἀγαρηνοί· ὅθεν αὐτοὶ ἔδωκαν εἴδησον διὰ τὸ θαῦμα τοῦτο, καὶ εὐθὺςἔγινε
προσταγὴ ἀπὸ τὴν Πόρταν νὰ ῥιφθῇ εἰς τὴν θάλασσαν. Τοῦτο δὲ ἔμαθον οἱ
χριστιανοί, καὶ ὁ σύλλογος τῶν γουναράδων ἔδωκε τριακόσια γρόσια καὶ ἠγόρασε τὸ
ἅγιον λείψανον. Διὰ νὰ μὴν καταλάβῃ δὲ οὐδεὶς τὸ πρᾶγμα, ἐπρόσταξεν ὁ
προῤῥηθεὶς Ἀγᾶς καὶ ἡτοίμασαν οἱ γουναρᾶδες ἕν καίκι ἰδικόν των. Πηγαίνοντας δὲ
οἱ Τοῦρκοι μὲ ἄλλο καίκι, τάχα διὰ νὰ ῥίψουν τὸ λείψανον εἰς τὴν θάλασσαν, μὲ
τρόπον κρύφιον ἔῤῤιψαν μέσα εἰς τὸ καίκι τῶν χριστιανῶν. Τὸ ὁποῖον παραλαβόντες
οἱ γουναρᾶδες, ὐπῆγαν καὶ τὸ ἐνταφίασαν μετὰ πάσης τιμῆς καὶ εὐλαβείας,
ἀντίπεραν εἰς τὸ Μοναστήριον, τὸ εὑρισκόμενον εἰς τὸ νησίον τῆς Πρώτης. Ἔτυχε
δὲ τότε εἰς τὴν Πόλιν ὁ Ἄγιος Δρύστας κὺρ Παρθένιος, ὁ ὁποῖος ἀκούων, τὰ περὶ
τοῦ ἁγίου τούτου μάρτυρος
Ἀγγελῆ, ἐτίμησεν τὸν Ἅγιον
μὲ ἐγκώμια. Θαυμαστὸν δὲ γεγονὸς εἶναι καὶ τὸ ἑξῆς: Μετὰ τὸν θάνατον τοῦ Ἁγίου,
τρεῖς ὀνομαστοὶ μεγιστᾶνες τῶν Τούρκων, οἵτινες μάλιστα ἦτον αἴτιοι τοῦ θανάτου
τοῦ Μάρτυρος, ὁ Σαρὶ Ἀμπτουλάχογλους Γετὶ Κουλὲ Ἀγασῆ, ὀ βασιλικὸς μεζίνης, καὶ
ὁ Γιακοὺπ Ἀγανούνογλους, ἠσθένησαν βαρέως, καὶ κινδυνεύοντες εἰς θάνατον, δὲν
ἠδύναντο νὰ ξεψυχήσουν, ἀλλ’ ἔξω φρενῶν γενόμενοι ἐφώναζον συνεχῶς καὶ ἔκραζον
τὸ ὄνομα τοῦ Μάρτυρος, καὶ οὕτω ἐβασανίζοντο πολλὰς ἡμέρας, καὶ δὲν ἠδύναντο νὰ
ἀποῤῥίψουν τὴν μιαράν των ψυχήν, ἕως ὅπου ἔκραξαν τὴν γυναῖκα τοῦ Μάρτυρος, καὶ
ἔλαβον συγχώρησιν ἀπὸ αυτὴν διὰ τὸν ἄδικον φόνον ὅπου ἐπροεξένησαν εἰς τὸν
ἄνδρα της, καὶ τότε ἐξεψύχησαν. Αὕτη ἡ φήμη διεδόθη, καὶ συμβούλιον ἔγινε, καὶ
προσταγὴ ἰσχυρά, εἰς τὸ ἐξῆς νὰ μὴν βιάσουν κανένα χριστιανόν, μηδὲ νὰ τὸν
τιμωρήσουν νὰ γίνῃ Τοῦρκος, ἀλλ’ ὅποιος ἐκ προαιρέσεως θέλει νὰ γίνῃ, ἄς
γίνεται. Διὰ ὀλίγα χρόνια ὅμως ἐκράτησε αὕτη ἠ προσταγή. Κατὰ τὸν καιρὸν
ἐκεῖνον, ἡγουμένευεν εἰς τὸ μοναστήριον τῆς Πρώτης ἕνας ἐνάρετος ἄνθρωπος,
Ἀθανάσιος ὀνόματι, ὅστις ἐνταφίασε τὸ ἅγιον λείψανον τοῦ Μάρτυρος εἰς τὸν ἴδιον
τάφον τοῦ προηγουμενεύσαντος. Ἐκείνην λοιπὸν τὴν νύκτα ἐφάνη ὁ προηγούμενος εἰς
τὸν ὕπνον τοῦ Ἀθανασίου καὶ τοῦ λέγει: Τί ἔκαμες ὦ καθηγούμενε, καὶ ἐνταφίασες
τὸ ἅγιον λείψανον τοῦ Μάρτυρος εἰς τὸν ἐδικόν μου τάφον; Καὶ εἶμαι ἐγὼ ἄξιος νὰ
συγκατοικήσω εἰς ἕνα τόπον μὲ τοιοῦτον Μάρτυρα; Ὅθεν παρακαλῶ σε, ἤ ἐκεῖνον
μετατόπισε, ἤ τὰ ἰδικά μου λείψανα. Τὰ δὲ τέκνα τοῦ Μάρτυρος διὰ πρεσβειῶν
αὐτοῦ ἠλευθερώθησαν ἀπὸ τὴν Κωνσταντινούπολιν, καὶ ὑπῆγαν εἰς τὴν Βλαχίαν, καὶ
ἐκεῖ δεχθέντα παρὰ τῶν αὐθεντῶν, ηὐτήχησαν, καὶ ἔγιναν μεγάλοι ἄρχοντες.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Γεθσημανῆς ἐν Ρωσίᾳ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανὼν τῆς Ἰνδίκτου. ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσεβείᾳ
Ἀρχόμενοι τοῦ ἔτους καὶ τῶν ὕμνων, ἀπαρχὴν
ποιούμεθα τῷ βασιλεύοντι Χριστῷ, βασιλείαν τὴν ἀπέραντον, ὁ ὀρθόδοξος λαὸς εὐσεβῶς
μέλποντες· ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.
Ὁ ὢν πρὸ τῶν αἰώνων, ἐπ᾿ αἰῶνά τε
καὶ ἔτι Κύριος, τοῖς ἀναμέλπουσι, Χριστέ, ἡ πηγὴ τῆς ἀγαθότητος, τῶν χρηστῶν
σου δωρεῶν τὸ ἔτος πλήρωσον, ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον
Οἱ δοῦλοι τῷ δεσπότῃ εἰς πρεσβείαν
τὴν ἁγνὴν μητέρα σου σοὶ προβαλλόμεθα, Χριστέ, ἀπὸ πάσης περιστάσεως, τὸν λαόν
σου, ἀγαθέ, ῥυσθῆναι ψάλλοντα· ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.
Τῶν Ἁγίων Γυναικῶν. Ὁ διασώσας ἐν πυρί.
Ὡς ἀκατάπληκτον
τὸ σόν, φρόνημα Ἀμμοὺν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ τῶν παρθένων βασάνους
οὐκ ἔπτηξας σὺν αὐταῖς τελειούμενος ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης.
Νυμφαγωγὸς οἷα
σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας πρὸς τὸν νυμφίον ἀφορᾶν καὶ σαρκὸς καρτερεῖν
τὰ ἐπίπονα κραυγαζούσας τὰς μάρτυρας· ὁ Θεὸς ὁ τῶν πατέρων, εὐλογητὸς εἶ.
Μὴ ἀποκάμωμεν,
ἰδού, ἤνοικται τὸ στάδιον, κόραι· στῶμεν ἀνδρείως, ὁ Χριστὸς τοὺς στεφάνους
προτείνει, τοῦ σώματος ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.
Θεοτοκίον
Εὐλογημένος ὁ
καρπὸς τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις, βροτῶν
τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενον τῆς κατάρας τῆς ἀρχαίας, εὐλογημένη.
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Στεφανούμεναι
τῇ χάριτι τοῦ πνεύματος, ἀειμακάριστοι, καὶ τῇ δυνάμει Χριστοῦ, ἀνδρείως ὑπέστητε
θλίψεις κακώσεις τε, ἀναμέλπουσαι· ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ.
Ἀγαλλόμενοι,
Ἀμμοὺν σὺν ταῖς συνάθλοις σου, μὴ διαλείπετε, καὶ Μαργαρίτα σεμνή, βοᾶν πρὸς τὸν
Κύριον πάντοτε ἅγιαι, ἵνα ψάλλωμεν· ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Μαριάνθην, Μελπομένην
μακαρίζομεν πανηγυρίζοντες, ὕμνοις ὑμνοῦντες Χριστὸν τὸν ταύτας ἐν χάριτι ἐπισκιάσαντα,
καὶ συμψάλλομεν· ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Βασιλέα τῶν ἁπάντων
ὡς κυήσασαν, μῆτερ ἀνύμφευτε, καὶ τὸν δεσπότην παντός, τοῦ κόσμου ἱκέτευε δοῦναι
τοῖς μέλπουσι, τὰ αἰτήματα· ἵνα συμφώνως ψάλλωμεν· ὁ Θεός, εὐλογητὸς εἶ.
Τῆς Ἰνδίκτου. ᾨδὴ η´. Τὸν τοὺς ὑμνολόγους ἐν
καμίνῳ
Ὡς ἀρχηγῷ τῆς σωτηρίας, Χριστέ, ἀπαρχήν
σοι προσφέρει τὴν ἐνιαύσιον, ἡ σεπτὴ Ἐκκλησία κραυγάζουσα· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε
Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν ἐκ μὴ ὄντων τὰ πάντα σοφῶς
καινουργήσαντα κτίστην καὶ διεξάγοντα τῶν καιρῶν τὰς ἑλίξεις βουλήματι, ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τῷ διεξάγοντι
τὰ πάντα Θεῷ καὶ καιροὺς ἀλλοιοῦντι πρὸς τὴν πολύτροπον τῶν ἀνθρώπων κυβέρνησιν
ψάλλομεν· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν θεομήτορα
παρθένον ἁγνὴν ἐν ἐτῶν περιόδοις καὶ ἑλίξεσιν, ὀρθοδόξων βροτῶν τὰ συστήματα, ὑμνοῦμέν
σε ὡς θεοτόκον καὶ πάντων σωτηρίαν.
Τῶν Ἁγίων Γυναικῶν. Ἀπήμονας παῖδας ἐν καμίνῳ.
Λαμπροὺς καὶ
φαιδροὺς ὡς ἐξ αἱμάτων χιτῶνας μαρτυρικῶς περιεβάλεσθε συναπεκδυσάμεναι ὄντως τὸν
φθειρόμενον ταῖς ἁμαρτίαις ἄνθρωπον, καὶ ἀναμέλπουσαι· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Πλουσίου φωτὸς
φωτοχυσίαις, ἡλίου τοῦ νοητοῦ θείαις λαμπρότησι, μάρτυρες, λαμπόμεναι, νύκτα
παρεδράμετε τῆς ἀθεΐας, ψάλλουσαι ἐν ὁμονοίᾳ ψυχῆς· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ἄρνες, ὡς
ἄσπιλοι ἀμνάδες, ὡς θεῖαι περιστεραὶ καὶ ἐθελούσια, θύματα προσήχθητε, μάρτυρες,
τῷ κτίσαντι, καὶ ὡς θυσίαι ἄμωμοι, συμφώνως ψάλλουσαι· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Προστάξει
τυράννων παρανόμων τὸν ἄδικον θάνατον ὑπέστητε, μέλη συγκοπτόμεναι, ῥάβδοις
συντριβόμεναι, ἀνηλεῶς τυπτόμεναι, ξίφει τεμνόμεναι· διὸ τὰς ἀθανάτους κληροῦσθε
ἐν ἀγαλλιάσει πλουσίας ἀντιδόσεις.
Θεοτοκίον
Ὀπίσω σου ἔδραμον
γυναῖκες τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, μόνη ἀπειρόγαμε,
τοῦ ἐκ γαστρός σου λάμψαντος μονογενοῦς σου Υἱοῦ, καὶ σοὶ συμβασιλεύουσιν ὄντως
ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἄπας ὁ χορὸς
τῶν ἀσωμάτων προσῆλθε προϋπαντῆσαι ἀγαλλόμενος πάσας τοῦ Κυρίου μου νύμφας
τεσσαράκοντα καὶ κατανύξει ἔψαλε σεμνῶς ἐν ᾄσμασι· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,
καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Στόμα σου
τιμῶμεν, Πολυμνία, καλῶς γὰρ ἐν παῤῥησίᾳ ὡμολόγησας πίστιν σου τὴν ἔνθεον μετὰ
τῶν συνάθλων σου· διὸ πιστοὶ γεραίροντες συμφώνως ψάλλομεν· τὸν Κύριον ὑμνεῖτε,
τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὅλος ὁ χορὸς
τῶν ἀθληφόρων, ἐν αἷς καὶ ἡ Πολυνίκη, μητροπάρθενε, ᾄσμασι γεραίρουσι τόκον σου
ὡς αἴτιον τῆς ἑαυτῶν βραβεύσεως καὶ πᾶσαι ᾄδουσι· τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Ἰνδίκτου. ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς λοχείας
σου
Λόγε τοῦ Θεοῦ καὶ δύναμις, ἡ ἀληθὴς
σοφία καὶ ἐνυπόστατος, ἡ συνέχουσα καὶ κυβερνῶσα τὰ πάντα σοφῶς καὶ τὸν νῦν ἐπιστάντα
τοῖς δούλοις σου, καιρὸν ἐν καταστάσει γαληνιώσῃ διεξάγαγε.
Μόνη πρὸ αἰώνων πέφυκας ὡς ποιητὴς
αἰώνων καὶ βασιλεύουσα, τρισυπόστατε, μία θεότης ἀμέριστε, ταῖς λιταῖς τῆς ἁγνῆς
θεομήτορος, τὸν νικηφόρον τῇ κληρουχίᾳ σου ἀνάδειξον.
Θεοτοκίον
Σῶτερ τοῦ παντὸς καὶ πρύτανι,
δημιουργὲ καὶ παντοκράτορ τῆς κτίσεως, ταῖς δεήσεσι τῆς ἀλοχεύτως τεκούσης σε,
τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι, τηρῶν τὴν ἐκκλησίαν ἀκαταπαύστως ἀστασίαστον.
Τῶν Ἁγίων Γυναικῶν. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Νάουσιν ἰάσεων
κρουνοὺς τοῖς χρῄζουσιν ὡς ἐκ κρήνης αἱ πανόλβιοι, παύουσι λύμην νοσημάτων, παθῶν
ἀποδιώκουσι καύσωνα, καρδίας τῶν φιλοθέων ἀρδεύουσι πρὸς εὐκαρπίαν θείων πράξεων.
Ὁ θεῖος διάκονος
Ἀμμούν Κελσίνα τε καὶ πρὸς τούτοις τεσσαράκοντα θεῖαι θεόφρονες γυναῖκες, ἀθλήσασαι
νομίμως ἐστέφθησαν· καὶ νῦν μετὰ ἀγγέλων χορεύουσιν, ἃς κατὰ χρέος μακαρίζομεν.
Ὑψώθητε κράτος
κατ᾿ ἐχθρῶν ἀράμεναι, ἀγγέλοις ὡμοιώθητε, ξύλου τρυφᾶτε ἀκωλύτως ζωῆς ἐν παραδείσῳ,
θεόνυμφοι, πηγὴν νῦν τῶν καλῶν κατειλήφατε ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.
Θεοτοκίον
Σοφίας χωρίον
ὑπὲρ νοῦν τῆς κρείττονος ἀνεδείχθης, κόρη ἄμωμε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ
ὡς βασιλίδα ἠγάπησαν, παρθένοι σε, παρθένε, ὀπίσω σου ἀπενεχθεῖσαι τῆς θεόπαιδος.
Ἕτερος τῶν Ἁγίων. ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τέκνα σου ἡμεῖς,
ἐκράζετε, ἅγιαι Τρωὰς Χαρίκλεια, ἐν φλογὶ καιόμεναι, Θεὸν τῶν ὅλων ἐπικαλούμεναι·
καὶ ὁ Χριστὸς εἰσήκουσεν ὑμῶν δεήσεως, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα κατεσκήνωσεν,
ἔνθα ἀγάλλεσθε.
Φάνηθι,
σωτήρ, καὶ δὸς μετὰ πίστεως ἀκολουθῆσαί σοι καὶ τὰς Τεσσαράκοντα, Ἀμμοὺν ἐβόα πίστει
δεόμενος· καὶ ὁ Χριστὸς εἰσήκουσε θερμῆς δεήσεως, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα
κατεσκήνωσεν, ἔνθα ἀγάλλονται.
Ὤφθητε πιστοῖς
ἀστέρες ὑπέρλαμπροι αἱ Τεσσαράκοντα, ἐν τῇ γῇ φωτίζουσαι τῆς ἐκκλησίας ἅπαν τὸ
πλήρωμα· διὸ Χριστὸς ἐδόξασεν ὑμᾶς ἐν θαύμασι, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα
κατεσκήνωσεν, ἔνθα ἀγάλλεσθε.
Θεοτοκίον
Σῶμα καὶ
ψυχήν, Μαρία θεόνυμφε, σοὶ παρατίθημι, ἡ χορεία ἔκραζε θείῳ νυμφίῳ αἵματι στάζουσα·
διὸ Χριστὸς ἐδόξασε τὰς Τεσσαράκοντα, καὶ πρὸς θεῖα οὐρανῶν σκηνώματα κατεσκήνωσεν,
ἔνθα ἀγάλλονται.
Ἐξαποστειλάριον τῆς Ἰνδίκτου.
Ἦχος β΄. Τοῖς μαθηταῖς.
Θεὲ θεῶν καὶ Κύριε, τρισυπόστατε φύσι,
ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες,
καὶ σὲ καθικετεύομεν· Τὸ παρὸν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ
τοὺς βασιλεῖς καὶ ἅπαντα τὸν λαόν σου, οἰκτίρμον.
Ἐξαποστειλάριον τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε.
Ἀμμοὺν θεομακάριστε, μετὰ συνάθλων
πρέσβευε ὡς παρεστὼς τῇ Τριάδι, σὺν μαθητρίαις ἀξίως, ὑπὲρ εἰρήνης ἅγιε, τοῦ κόσμου
καὶ τὰ σκάνδαλα, φυγεῖν τοῦ πολεμήτορος, ὡς παῤῥησίας τυχόντες παρὰ τοῦ πάντων
δεσπότου.
Ἕτερον τῆς Ἰνδίκτου, ὅ ἐστὶ καὶ Θεοτοκίον. Τοῖς
μαθηταῖς.
Δημιουργὸς καὶ πρύτανις πάσης κτίσεως
πέλων, καιροὺς καὶ χρόνους θέμενος ἐν τῇ σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον εὐλογίαις,
οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων σοῦ τὸν λαὸν ἀβλαβῆ ἀπήμαντον
δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης σε καὶ τῶν θείων ἀγγέλων.
Εἰς τοὺς αἴνους.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Οἱ ἐπὶ γῆς συνελθόντες, πανηγυρίσωμεν
ἀθλητριῶν τὴν μνήμην σὺν Ἀμμοὺν διακόνῳ, ὅπως ταῖς πρεσβείαις αὐτῶν πανοικὶ τῆς
ἀφέσεως τύχωμεν· αἱ τεσσαράκοντα κόραι γὰρ τὸν Θεὸν καὶ σωτῆρα ἱκετεύουσιν. (Δίς)
Ἐν τῇ ἀσκήσει τὸ πρῶτον προεκαθάρθητε
καὶ διὰ μαρτυρίου τὸν ποδήρη χιτῶνα ἅπασαι ἀξίως εὐχαῖς τοῦ Ἀμμοὺν τὸν λευκὸν ἐνεδύθητε
καὶ στεφηφόροι συνοῦσαι ἐν οὐρανοῖς μετ' ἀγγέλων συναγάλλεσθε.
Ὢ τεσσαράκοντα κόραι αἱ ἐναθλήσασαι
ὑπὲρ Χριστοῦ ἐν Θρᾴκῃ καὶ τυχοῦσαι τῆς δόξης, ῥάνατε πλουσίως τὴν χάριν ἀεὶ τοῦ
Κυρίου τὸ θέλημα ἡμᾶς ποιεῖν ἐν γῇ ταύτῃ ὡς οὐρανῷ ὑπ' ἀγγέλων ἀεὶ γίνεται.
Δόξα. Ἦχος πλ. α΄.
Ὢ τεσσαράκοντα παρθένοι καὶ ἀθλήτριαι,
παριστάμεναι σὺν τῷ διδασκάλῳ ὑμῶν Ἀμμοὺν τῷ θρόνῳ τῷ φρικτῷ μετὰ πάντων τῶν Ἁγίων
καὶ προσκυνοῦσαι τῷ ζῶντι εἰς αἰῶνας αἰώνων, μνήσθητε καὶ ἡμῶν, φιλάδελφοι οὖσαι,
τῶν οἰκτρῶς δεομένων νῦν· αἰτοῦσαι τῷ κόσμῳ εἰρήνην, τῇ ἐκκλησίᾳ ὁμόνοιαν, καὶ ἡμῖν
τοῖς μέλπουσι, τῇ γενεθλίῳ ὑμῶν ἡμέρᾳ, ἄφεσιν ἁμαρτιῶν εὑρεῖν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Ἦχος πλ. δ´. Γερμανοῦ.
Ὁ ἀῤῥήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα,
Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν
σου εὐλόγησον, τὸν δὲ πιστὸν βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον διδοὺς αὐτῷ κατὰ
βαρβάρων τὴν ἰσχὺν ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον
Τὴν σεμνὴν χορείαν ἀθλητριῶν τὴν
λελαμπρυσμένην τῇ ἀσκήσει διὰ Χριστὸν μετὰ διδασκάλου Ἀμμοὺν δεῦτε συμφώνως ἐπαίνοις
ἐγκωμίων πάντες τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου