ΑΥΓΟΥΣΤΟΣ ΚΔ΄!!
ΔΙΟΝΥΣΙΟΥ ΑΙΓΙΝΗΣ
ΜΕΤΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν ῬΜΒ΄ ψαλμόν, ἡ α΄ στάσις τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ψήφῳ, τοῦ Κυρίου ἀναβάς, θρόνῳ τῆς Αἰγίνης ὁσίως, ταύτην ἐποίμανας, ἔρως δὲ ὡς ἤψατο, τῆς ἱερᾶς σου ψυχῆς, ἡσυχίας ἐμάκρυνας, ἐρήμοις ἀβάτοις, ἐν αἷς συγγινόμενος, μόνος τῷ μόνῳ Θεῷ, ἤρθης, ἀπαθείας εἰς ὕψος, Ἄγγελος οὐράνιος οἷα, καὶ ἄνθρωπος θεῖος Διονύσιος.
Ὅτε, δι’ ὁλκάδος τὸ σεπτόν, ἐκ Στροφάδων σκῆνος σὸν ἧκε, τῇ ἐνεγκούσῃ σε, τότε τὰ συστήματα, σῶν αὐτοχθόνων ὁμοῦ, εἰς ἀκτὴν ἀφικνούμενα, προθύμῳ καρδίᾳ, τοῦτο κατησπάζοντο θερμοῖς τοῖς δάκρυσιν, οἶκον δ’ ἀνεγείραντες θεῖον, ἐν αὐτῷ πιστῶς ἀθροισθέντες, σὲ ὑμνολογοῦμεν Διονύσιε.
Κρείττων, Σιλωὰμ ὁ σὸς ναός, ὤφθη ὅς οὐχ ἕνα κατ’ ἔτος, ἰᾶται ἔνδοξε, ἀλλὰ πᾶσι δείκνυται, ἄκος τοῖς κάμνουσιν, ἰατρεύειν πυρέσσονας, ἑλαύνει ζοφώδη, πνεύματα λυτρούμενος, τοὺς δεινῶς πάσχοντας· δίδωσι, τυφλοῖς καὶ τὸ βλέπειν· ὅθεν συνελθόντες ἐν τούτῳ, σμήνους σου ἐπάνοδον γεραίρομεν.
Δέμας, δεσμευθὲν ἀφορισμῷ, ἔλυσας γυναίου ἀῤῥήτως, τοῦ δὲ χειμάῤῥου ὁρμάς, ἔστησας εἰς ἔκπληξιν τοῦ διακόνου σου, καὶ σεισμὸν προκατήγγειλας, ἀσκοῦσι Στροφάδων, ἐξ’ οὗ καὶ διέσωσας, τὸν μοναχὸν θαυμαστῶς, λύων, ἀνομβρίας τὴν βλάβην, ὄμβρους ὡς Ἠλίας παρέχεις, Ζάκυνθον φρουρεῖς ὦ Διονύσιε.
Αἶνον, τῶν Ἀγγέλων στρατιαί, σύμφωνον βροτοῖς μεταθέσει, σοῦ σκήνους ἄγουσι, νῆσος Ζακυνθίων δέ, ἀγαλλομένη βοᾷ· ἦκε νῦν ὁ προστάτης μου, προθύμῳ καρδίᾳ, δεῦτε ἀσπασώμεθα τὸν καταυγάσαντα, πόλον, τῇ ἀνόδῳ τῇ θείᾳ, πνεύματος, καὶ γῆν τῶν θαυμάτων, εὐπρεπῶς κρουνοῖς περιανθήσαντα.
Νόμοι, οἱ τῆς φύσεως σαφῶς, ἤργησαν ἐν σοὶ παραδόξως, μείνας ἀλώβητος, ὥσπερ ὑπερβέβηκας ὅρων ἐπέκεινα, καὶ γὰρ ξένως ἐξένισας, φονέα συγγόνου, ἔργον ὅπερ ἔφριξαν, καὶ οἱ Ἀσώματοι, ὅθεν ὁ τῆς δόξης ταμίας, δόξῃ αἰωνίου βραβεύει, σὲ Ζακύνθου κλέος Διονύσιε.
Δόξα. Καὶ νῦν.
Ἦχος α΄. Θεαρχίῳ νεύματι πάντοθεν τῶν φιλεόρτων ὁ σύλλογος ὑπὸ πολλῆς εὐλαβείας ἀγόμενος. Ἦχος πλ. α΄. Καὶ καταλαβὼν τὴν ὑπέρτιμον λάρνακα τοῦ σοῦ σκήνους σεπτῶς κατασπάζονται. Ἦχος β΄. Αἱ δὲ ὑπέροχοι τῶν γηΐνων ἀξίαι, σὺν λαῷ χριστοφόρῳ παραγενόμεναι. Ἦχος πλ. β΄. Τὸ πάνσεπτόν τε καὶ θαυματόβρυτον σκῆνος γεραίρουσαι, τῷ δέει κρατούμεναι, ὑπὲρ ἐπαίνου δὲ ποιούμεναι, καὶ ὁρατῶς ἐκβοῶσι τὴν τῶν ᾀσμάτων σοι μελῳδίαν· ἰδοὺ ὁ κλεινὸς Διονύσιος νῦν προβάλλεται. Ἦχος γ΄. Ἄρωμεν ὅθεν τὸν ὕμνον, καὶ ὡς ἐφικτὸν ἀνυμνήσωμεν τῆς ἱεραρχίας ἔρεισμα θεῖον. Ἦχος βαρύς. Διὰ τοῦτο γὰρ ἡ ἁπάντων τῶν χριστωνύμων σωτηρία γίγνεται, ᾧ ἀτενίζειν οὐκ ἰσχύομεν ἀκλινῶς, καὶ ἄξιον ἀπονέμειν ἐφύμνιον. Ἦχος δ΄. Τούτου γὰρ ἡ ἀφθαρσία, καταπλήττει νόας ἅπαντας. Ἦχος πλ. δ΄. Διὸ πανάγιε Ἱεράρχα, ἀεὶ σὺν τῇ ἀσπίλῳ Παρθένῳ καὶ μετὰ τέλος, μὴ ἐλλίπῃς πρεσβεύειν διατηρῆσαι ἀσινεῖς ἀπὸ πάσης δεινῆς περιστάσεως τοὺς εὐφημοῦντάς σε· τὴν γὰρ σὴν ἀντίληψιν κεκτήμεθα. Ἦχος α΄. Ἀκαταπαύστως γλώττῃ μακαρίζομεν.
Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἐξέστησαν μέροπες πάντες, ἐξέστησαν καὶ νόες οὐράνιοι ἐπὶ τῷ παρὰ σοῦ τελεσθέντι κατορθώματι, τὸν γὰρ φοινικῇ ὠμότητι Κωνσταντῖνον τὸν φίλτατον ὁμαίμονα πικρῶς ἀποκτείναντα, φιλοφρόνως ἐξένισας, καὶ πατρικῶς νουθετήσας, καὶ τὸ τούτου ἀσέβημα ἐν πνεύματι πραότητος συγχωρήσας, εἰς ἀλλοδαπὴν σὺν ἐφοδίοις ἀπέπεμψας· ὤ ὑπερφυοῦς κατορθώματος! Ὅθεν καὶ ὁ μισθαποδότης Κύριος ἀφθαρσίᾳ, κοσμήσας τὸ σὸν πανσέβαστον λείψανον, κρήνην παντοδαπῶν ἰαμάτων κατειργάσατο, καὶ ἡμῖν ἐδωρήσατο ὄλβον ἀναφαίρετο, ἱερομύστα Διονύσιε.
Ἦχος β΄.
Τῷ Εὐαγγελικῷ τοῦ Σωτῆρος ἑπόμενος, παραγγέλματι τῷ διδάσκοντι, προκρίνειν τῶν ἑνεστώτων τὰ μέλλοντα, ἧρες ἐπώμιον τὸν Σταυρὸν τοῦ Κυρίου σου, μὴ σκεδαννύμενος ὅλος ἐπὶ τὰ ἔξω, μηδὲ στησάμενος ἐν σεαυτῷ εἴδωλον τῆς εἰδεχθοῦς ἁμαρτίας, ἀλλὰ νεκρώσας τὰ πάθη πανημέροις νηστείαις, καὶ παννυχίοις τοῖς ὕμνοις, ἐπτερώθης ἀΰλως πρὸς τὴν τοῦ Θεοῦ ἔννοιαν. Κἀκεῖθεν καταυγασθείς, ὤφθης φωστὴρ διαυγέστατος καταυγάζων τὴν ὑφήλιον τοῖς τῶν θαυμάτων σου σελαγίσμασιν· ἐξόχως δὲ τὴν ἐνεγκοῦσάν σε Ζάκυνθον, ἥτις κεκτημένη τὸ σὸν θαυματόβρυτον λείψανον, ὡς κόσμον πολύτιμον, ἐκτενῶς ἱκετεύει, φυλάττειν αὐτὴν ἐξ ὁρατῶν καὶ ἀοράτων πολεμίων, ταῖς πανευπροσδέκτοις σου πρὸς Θεὸν δεήσεσιν ἱεροφάντορ Διονύσιε.
Ἦχος πλ. δ΄.
Βαβαὶ τῶν ὑπερφυῶν τερατουργημάτων τῶν ὁσημέραι γινομένων παρὰ σοῦ, τῇ τοῦ τελεταρχικοῦ πνεύματος ἐνεργείᾳ ἱερομύστα Διονύσιε. Καὶ γὰρ ποτὲ σφοδρῷ κλύδωνι ναῦτας περιπεσόντας, καὶ μόνης τῆς παρὰ σοῦ βοηθείας τυχόντας, ἐπιφανεὶς ῥᾷστα τοῦ δέους ἐξείλου. Καὶ ἐν ἀκαρεὶ αὔρας ἡδείας περιπνευσάσης ἠπείγοντο φθάσαι τὸν περικαλλῆ σου ναόν. Καὶ περικυκλοῦντες τὴν σὴν πάντιμον λάρνακα, ὕμνους εὐχαριστήριους σὺν πολλῷ τῷ δέει προσήγαγον, λαμπρᾷ τῇ φωνῇ κηρύττοντες τὸ παράδοξον τοῦ θαύματος. οὕτω γὰρ οἶδε δοξάζειν ὁ δεδοξασμένος Κύριος τοὺς εἰλικρινῶς Αὐτὸν ἀντιδοξάζοντας, ὅν μὴ παύσῃ ἱκετεύειν ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν πιστῶς ἑορταζόντων τοῦ θείου σου λειψάνου τὴν σεβασμίαν μετάθεσιν , ὦ ἱεραρχίας ἀγλάϊσμα.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ ἱεροφάντορ Διονύσιε, ποθήσας τὴν ὄντως φιλοσοφίαν, προσκαίρου κόσμου τοῖς δοκοῦσι τερπνοῖς ὡς νουνεχὴς τὸ χαίρειν προσείρηκας, μὴ συναπαρσθεὶς τὸ παράπαν ὄγκῳ γένους, μηδὲ δόξης κενῆς ὑψώματι, ἀλλ’ ὅλος μετάρσιος γεγονώς, καὶ ταῖς ἐρήμοις οἷα βαπτιστὴς αὐλιζόμενος, ἐλέπτυνας τὸν νοῦν πνευματικαῖς θεωρίαις. Διὸ κεκαθαρμένῃ διανοίᾳ, καὶ ψυχῇ ἁγνοτάτῃ, Θεῷ τῷ φύσει καθαρῷ ἁγνῶς προσωμίλεις, παννυχίοις τοῖς ὕμνοις, ὅθεν θαυματουργῶν ἐπὶ σὲ ὁ Δεσπότης σου, ῥοῦν ποταμοῦ πολύῤῥυτον στήσας, ἀβρόχοις ποσίν, ὡς πάλαι Ἰσραὴλ παραδόξως διώδευσας, ἄγαν ἐπὶ τούτου ἐκπληττομένου Δανιὴλ τοῦ διακόνου σου, καὶ ῥαγδαίου ὄμβρου ψευκὰς εὐλαβουμένη σε οὐδόλως καθ’ ὁδόν σου καθήψατο, τεκμήριον ἀκραιφνὲς τῆς πρὸς Θεόν σου ἐγγύτητος, Ὅς καὶ τηρήσας τὸ σὸν σκῆνος τὸν ἔρεισμα, ἥνπερ ἀεὶ φύλαττε ἀπήμονα ταῖς ἱεραῖς σου πρεσβείαις, Πάτερ ἁγιώτατε.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνον τοῦ Βασιλέως Παρθένε πάνσεμνε. Δι’ ἧς ὁ Λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὕς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ πανύμνητε, μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, ἀρχιερέων λαμπτήρ· χαίροις Αἰγίνης ὁ ποιμὴν ὁ πανάριστος· Ζακύνθου χαίροις ὁ γόνος, ὁ τιμαλφὴς καὶ τερπνός· τῶν Στροφάδων χαίροις τὸ προπύργιον· ἀκέστωρ νοσούντων, καὶ τῆς πενίας ἐπάρκεια· τῶν ἐν θαλάσσῃ, ὁ λιμὴν ὁ ἀχείμαστος· Ἐκκλησίας τε, κόσμοι ὄντως καὶ ἔρεισμα· ἥνπερ ἐκδυσωποῦμέν σε, σοφὲ Διονύσιε, τηρῆσαι βλάβης παντοίας, διαπαντὸς ἀνενόχλητον, προχέων ἐξ ὕψους, ἐπ’ αὐτῇ θείαν εἰρήνη, ταῖς ἱκεσίαις σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δεῦρο, Αἰγινητῶν ὁ χορός, καὶ Ζακυνθίων εὐφημήσωμεν σύλλογος, συμφώνως τῶν φιλεόρτων· οἱ μὲν ποιμένα σεπτόν, οἱ δὲ γόνον ὄντως ἀμφιδέξιον· καὶ πίστει τὴν λάρνακα, τὴν προχέουσαν θαύματα, περικυκλοῦντες, ἀῤῥυπάροις ἐν χείλεσιν, ἀσπασώμεθα, τὸ πανσέβαστον λείψανον. Μέγας ἀνακραυγάζοντες, ὑπάρχεις Τρισήλιε, ἡ ἑνιαία Θεότης, ἡ τὸν κλεινὸν Διονύσιον, κατ’ ἄμφω ἐνδόξως, ἀνυψώσασα καὶ κόσμῳ, φρουρὸν παρέχουσα.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Ἔδυς, τετελευκὼς ὑπὸ γῆν, καὶ αὖθις ἥλιος καθάπερ ἀνέτειλας, ἀστράπτων τῆς ἀφθαρσίας, ταῖς σελασφόροις βολαῖς, εὐσεβῶν χορείας Διονύσιε, ἀρδεύεις δὲ ἅπαντας, τοῖς ὀχετοῖς τῶν θαυμάτων σου, τοῖς ἀειῤῥύτοις, κρουνηδὸν οἳ προχέονται, ἐκ τοῦ σκήνους σου, τοῦ Ἁγίου παμμέγιστε, ὅπερ κατασπαζόμενοι, ψυχῆς αἰσθητήρια, καὶ τοῦ χρωτὸς τὴν ὁμίχλην, τῆς τῶν παθῶν ἐκκαθάρωμεν, Θεῷ τῷ ἀφθάρτῳ, ἀναπέμποντες τὸν ὕμνον, τῷ σὲ δοξάσαντι.
Δόξα. Ἦχος πλ. δ΄.
Παυσάτωσαν σήμερον δή, παυσάτωσαν αἱ ληρώδεις φληναφίαι ἀσόφων φιλοσόφων αἱ φάσκουσαι, σωματοτρόφον πέλουσαν τὴν γῆν, καὶ σωματοφθόρον. Φροῦδα τούτων τὰ δόγματα, ἀπατηλὰ τὰ σοφίσματα. Ἰδοὺ γὰρ τὸ πανσέβαστον σκῆνος τοῦ μάκαρος πνέον ὀσμάς, εὐωδιάζει τοὺς προσπελάζοντας. Καὶ θαύματα βρύον, ὡς ἄλλος τῆς Ἐδὲμ ποταμός, ἀρδεύει τὴν τετραμέρειαν. Καὶ ὑπὸ χρόνου μὴ λυμαινόμενον, ἀνατρέπει παραδόξως, τοὺς τῆς φύσεως ὅρους. Ὅπερ εὐλαβῶς οἱ πιστοὶ ἀσπαζόμενοι, θερμῶς ἀνακράξωμεν· ταῖς τοῦ κλεινοῦ Σου θεράποντος Διονυσίου προστασίαις, Τριὰς ὑπερούσιε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν ταῖς ἡμῶν ἱκεσίαις προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος
Δεῦτε πάνταις ἐν ᾠδαῖς εὐφημήσωμεν, τὴν τοῦ πανιέρου λειψάνου Διονυσίου τοῦ μάκαρος, ἐπάνοδον· καὶ γὰρ οἷα φωστήρ, δύνας θεσμοῖς τοῖς φυσικοῖς, ὑπὸ γῆν αὖθις τῷ κόσμῳ, ἀγλαῶς ἐξανέτειλε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ χορηγοῦντί σοι διδόναι πᾶσι δαψιλῶς, θαυμάτων τὰ σελαγίσματα.
Δόξα. Ὅμοιον.
Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, τὸν φρουρὸν Μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· ταῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας, σῶσον καὶ βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐφραίνεται λαμπρῶς, Ζακυνθίων τὰ στίφη, λειψάνου σου σεπτοῦ, μεταθέσει καὶ οἶκον, ἐγείραντες ἔνδοξον, ἐν αὐτῷ ἀθροιζόμενοι, ὕμνοις μέλπομεν, τὴν παναγίαν σου μνήμην, Διονύσιε, καὶ σὸν πάντιμον σκῆνος, πιστῶς ἀσπαζόμεθα.
Δόξα. Ὅμοιον.
Ψυχῆς τὸ καθαρόν, ἐγνωκὼς ὁ Δεσπότης, ἀνήγαγε σοφέ, ἐπὶ θρόνου Αἰγίνης, ἐφ’ ᾧ περιέλαμψας, ὡς πολύφωτος ἥλιος, ἀπωθούμενος, ἀμπλακημάτων τὸν ζόφον, ἐκ τῆς ποίμνης σου, σαῖς ἀστραπαῖς ἣν καὶ ἦγες, πρὸς φῶς τὸ ἀνέσπερον.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν! πῶς Παρθένος καὶ Μήτηρ! Διὸ Θεοτόκον Σε, προσκυνοῦντες δοξάζομεν. Σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα ἁπάντων, Ὅν δυσώπησον, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀποῤῥίψας νουνεχῶς, τύρβην τοῦ βίου ἀληθῶς, ἐπορεύθης ἀκλινῶς, τρίβον τῶν θείων ἐντολῶν, ἐν τῇ Μονῇ δὲ φθάσας τῆς Ἀναφωνητρίας, διῆγες ἐν αὐτῇ, ἀγγελικὴν βιοτήν, καθάρας ὀπτικόν, ψυχῆς σου πάντιμε, ἑώρας τὰ κρυπτὰ Πνεύματος χάριτι, τῷ Παγκρατίῳ θύτῃ φανερούμενος, παρόραμα ἀγνοούμενον, καὶ μετὰ πότμον, θεῖόν σκῆνος πᾶσι βρύει ἰάματα.
Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σήμερον Ζάκυνθος, δῶρον θεόσδοτον, τὸ θαυματόβρυτον, σκῆνος τοῦ μάκαρος, ἀναλαβοῦσα χαρμονῆς, ἀπείρου κατεπληρώθη. Δεῦτε οὖν φιλέορτοι, εὐλαβῶς ἀσπασώμεθα, καὶ ἀναβοήσωμεν· Ὦ Τρισάγιε Κύριε, ταῖς Διονυσίου πρεσβείαις, ῥῦσαι κολάσεως τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὅμοιον. Θεοτοκίον.
Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ ἀσκήσει κοσμούμενος ἱερῶς, καὶ ἁγνείᾳ λαμπόμενος καθαρῶς, ἔθυες τῷ Κτίστῃ σου, προσφορὰν τὴν ἀναίμακτον, Μελχισεδὲκ ὡς πάλαι, εἰς κόσμου ἐξίλασμα, ὡς Ἱεράρχης θεῖος σοφὲ Διονύσιε, ὅθεν μετὰ πότμον, ὥσπερ ζῶν τὰς ἰάσεις, παρέχεις ἑκάστοτε, τοῖς ἐν πίστει προστρέχουσιν, ἐν τῷ θείῳ τεμένει σου, καὶ Ζάκυνθον φρουρεῖς δεινῶν ἐπιδρομῆς δυσμενῶν τε καὶ λοιμοῦ, τὴν ἑορτάζουσαν πόθῳ, σοῦ λειψάνου ἐπάνοδον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε πάντα τὰ ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη Κυρία τοῦ κόσμου καὶ λύτρωσις· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ ἀειπάρθενε, ἡ ἐλπὶς ἡ βεβαία μοι· χαῖρε πάνσεμνε Νύμφη ἡλιοστάλακτε· χαῖρε πάντων χαρὰ τῶν ὑμνούντων Σε.
Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσατε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον, κατὰ Ἰωάννην: Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ἦχος β΄: Τερπομένη ὦ πατρίς, Διονυσίου τὸ σκῆνος δέχου, ἧκε γὰρ ἐν σοί, καὶ τὴν ἄφιξιν αὐτοῦ, λαμπρῶς ἑόρταζε.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε τρισμάκαρ ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανεύφημε, Ἱεράρχα Διονύσιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες· Τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τετολμηκὼς στέψαι σοῦ σκήνους ᾄσμασι, θείαν ἐπάνοδον, καὶ ἄμουσος ὅλος, ὑπάρχων καὶ ἄναγνος, λόγον σοφίας δώρησαι, Διονύσιε Πάτερ, ἐμοί τε καὶ καθαρότητος, ὅπως ἐπαξίως ὑμνήσω σε.
Μετ’ εὐφροσύνης ὑποδέχου σήμερον Ζακύνθου σύλλογε, ἀγλαὸν σὸν γόνον, ἥκει γὰρ ἐφέστιος, τοῖς πᾶσι τὰ χαρίσματα, διανέμων πλουσίως, ἐμφορηθέντες οὖν κράξωμεν· αἶνός σοι τρισμάκαρ Διονύσιε.
Ἀρχὴ σοφίας τὸ φοβεῖσθαι Κύριον ὁ Σολομὼν στοιχειοῖ, ἥνπερ νηπιόθεν, ὡς ἐνστερνισάμενος, ἔξω κόσμου γεγένησαι, καὶ νηστείαις σχολάζων, καὶ κακουχίαις κεκλήρωσαι, πόλιν τὴν οὐράνιον ἔνδοξε.
Ὥσπερ Ἠλίας ποταμοῦ ἐξήρανας φορὰν ῥευμάτων σοφέ, καὶ ποσὶν ἀβρόχοις, ὥδευσας καὶ ὕδατος, ψεκάς σου οὐ καθήψατο, οὕτω γὰρ καὶ ἡ φύσις, ἀψύχων οἶδεν αἰδεῖσθαί σου, βίον τὸν ἰσάγγελον Ὅσιε.
Θεοτοκίον.
Ὑμνῆσαι ἥνπερ εὐλογοῦσι τάγματα τὰ ἐπουράνια, οὐκ ἔστι μοι θέμις, ἀλλ’ ὡς ὑπάρξασα, ἐλέους ἡ γεννήτρια, σύγγνωθί μοι Παρθένε, τολμήματος καὶ παράσχου μοι, τῶν πλημμελημάτων μου ἄφεσιν.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Λόγοις ἑπόμενος Χριστοῦ, καὶ ἴχνη τῶν προσταγμάτων, ἀνιχνεύων τῶν Αὐτοῦ ἀνηνέχθης, εἰς ἀκρώρειαν σοφέ, ἁγιωσύνης ἔνθεντοι, τῆς ἀφθαρσίας στέφει, ἐστέψατο Διονύσιε.
Δέμας ἀρᾶς ἀφορισμοῦ, γυναίου εἰς κόνιν Πάτερ, διαλύσας σαῖς δεήσεσι θείαις, καὶ τὴν πλάνην διορθῶν τῶν ἰχθυοβόλων ἤλεγξας, θαύματι παραδόξου, σῆς ἄγρας ὦ Διονύσιε.
Σκεῦος ὁρῶν σε ἐκλογῆς, ὁ τὰς καρδίας ἐτάζων, ἐπὶ θρόνου τῆς Αἰγίνης σὲ ἦρεν, ἣν ἀρδεύσας διδαχαῖς, ἐξήνθησε τὸν πέπειρον, καρπὸν ἁγιωσύνης ἱεροφάντορ Διονύσιε.
ᾨδὰς ἐπάγει σοὶ πατρίς, παννυχίους τρισμάκαρ, γηθομένη τεραστίοις σου ὧνπερ, ὁσημέραι δαψιλῶς, κατατρυφᾷ γεραίρουσα, ἐπάνοδον σοῦ σκήνους, τοῦ σεβασμίου πανένδοξε.
Ἐκ φωτοδότιδος πηγή, τῆς ἀπροσίτου Τριάδος, φωτισμὸν σωτηριώδη ἑλκύσας, κατελάμπρυνας σαφῶς, ψυχῆς τὸ κάλλος ἔνδοξε· ὅθεν τὸν ζόφον Πάτερ, ἐμῆς καρδίας ἀπέλασον.
Θεοτοκίον.
Πεπωρωμένος ὀφθαλμούς, τοὺς τῆς ψυχῆς δυσωπῶ Σε, ἀποκάθαρον τῇ Σῇ μεσιτείᾳ, καὶ ἀξίωσον ἁγνῶς, διάγειν Παναγία μου, καὶ γὰρ ὡς Θεοῦ Μήτηρ, ἰσχύεις πάντα ὅσα βούλοιο.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς Αἰγίνης ποιμένα τὸν ἀληθή, τῶν Στροφάδων κανόνα τὸν ἀσφαλῆ, Ζακύνθου λαμπρότατον, γόνον ὄντως καὶ πρύτανιν, φιλεόρτων χορεῖαι συμφώνως ὑμνήσωμεν, καὶ ἐν πίστει κυκλοῦντες τὴν λάρνακα ἄρωμεν, ὄμματα καὶ χεῖρας, πρὸς τὸ σκῆνος τὸ θεῖον, ὃ περιπτυξώμεθα, καὶ θερμῶς ἐκβοήσωμεν· τρισμάκαρ Διονύσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσιν πόθῳ, σοῦ λειψάνου ἐπάνοδον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης ὅλης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν Αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν Αὐτῇ· Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Σελήνην δή, ἀπέργει ἡ ἀντίφραξις γῆς, τῆς ἀκτῖνος τοῦ ἡλίου πάνσοφε, σὲ δὲ οὐδόλως τε ἡ ἀχλύς, ἡ τῆς ἁμαρτίας, ἐκώλυσεν ἐνοπτρίζεσθαι, τοῦ τῆς δικαιοσύνης σελασφόρου ἡλίου, ἀστραπαῖς Διονύσιε πάντιμε.
Τῷ Δανιήλ, ἀμφιγνοοῦντι ὤφθης ναῷ, ἐκτὸς θείας, λάρνακός σου Ἅγιε, λύων τὸ νέφος τὸ τοῦ νοός, ἑστὼς μέσῳ δύο, θυτῶν σεπτῶν λευκοφόρων τε· διὸ ἀκαταπαύστοις, ὑμνολογεῖ τοῖς ὕμνοις, ὡς σεπτὸν τῆς Τριάδος κειμήλιον.
Ὅπου Θεός, στέργεται, τὰ πάντα ῥάδια ἀποβαίνει, καὶ γὰρ τὸν ὁμαίμονος, πικρὸν φονέα ἐκ τῆς ὀργῆς, τῆς τῶν διωκόντων, ἐῥῥύσω ὦ Διονύσιε, ἐξέστησαν ὁρῶσαι, καὶ τῶν Ἀγγέλων τάξεις, σῆς ἀγάπης τὸ ὕψος τὸ μέγιστον.
Δῆμος πιστῶν, λιτανευόντων τὸ σκῆνός σου, ἀνομβρίας αὐχμὸς διαλύεται, χέων πλουσίως τοὺς ὑετούς, καὶ τῆς γῆς ἀρδεύων, τὸ πρόσωπον Διονύσιε· διό σε κηδεμόνα, καὶ φρουρὸν ἐγνωκότες, ἀκαταπαύστως σὲ γεραίρομεν.
Θεοτοκίον.
Θεὸν ἐκ Σοῦ, τὸν σαρκωθέντα ἱκέτευε, τὸν ἀτρέπτως, Ὃ ἦν διαμείναντα, καὶ φυσικῶς ἴσον τῷ Πατρί, καὶ Σοὶ τῇ τεκούσῃ γενόμενον ὁμοούσιον, συγχώρησιν πταισμάτων, καὶ ψυχῶν σωτηρίαν, τοῖς ὑμνοῦσί Σε πίστει δωρήσασθαι.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Βασκανίᾳ Βελίαρ, ἄρδην ἐκτυφλούμενα τὰ σὰ Πάτερ ποίμνια, τῇ τοῦ σοῦ λειψάνου, ἐπιθέσει, τὰ πάντα ἀνέβλεψε, παραδόξῳ τρόπῳ· ὅθεν καὶ κόρας τῆς ψυχῆς μου, φώτισον, ἃς τὰ πάθη κατέμυσαν.
Κρήνην μὲν ἰαμάτων, ἐνεγκούσῃ σὸν σκῆνος Πάτερ ὁ Κύριος, καὶ φρουρὸν καὶ ῥύστην, κατ’ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων τε, ἐδεδώκει, ἥνπερ ἀβλαβῆ τήρησον ὦ μύστα, ταῖς σαῖς ἱκεσίαις Διονύσιε.
Ὡς φωστὴρ ἐν τῷ κόσμῳ, ὤφθης Διονύσιε λόγον ζωῆς ἔχων, καὶ νῦν ἐν Ὑψίστοις, σὺν Ἀγγέλοις ᾄδεις τὸ ἐπινίκιον, ἐν φωνῇ ἀλήκτῳ, περὶ τὸν θρόνον τῆς Τριάδος, αὐγαζόμενος θείαις ἐλλάμψεσιν.
Οἱ ἀτμοὶ σῶν καμάτων, νοητῶς ὥσπερ κρίνα ἀγροῦ τοὺς ἅπαντας κατευωδιάζουσι· δι’ ὧν καὶ τῷ Θεῷ εὐηρέστησας, ᾯ καὶ μετὰ πότμον, συνὼν τρυφᾶς Αὐτοῦ ὡς θέμις, κάλλει τῷ θείῳ Διονύσιε.
Ὡς τὸ βάρος βαστάσας, τῆς ἡμέρας οἷα ἐργάτης δόκιμος, καὶ δεδομένον τάλαντον αὐξήσας, ἀκήκοας, τῆς φωνῆς τῆς θείας· δεῦρο δὴ ὦ πιστέ μοι δοῦλε, εἰς τὴν χαρὰν την τοῦ Κυρίου σου.
Θεοτοκίον.
Τί Σοι δῶρον προσάξω, ὑπὲρ ὧν ἐκ βρέφους δωρεῶν εἴληφα, τῆς Σῆς εὐσπλαγχνίας, ὁ θεράπων Σου τλήμων καὶ ἄναγνος; Τοιγαροῦν ἐν γλώττῃ, ῥερυπωμένῃ ἀεννάως, ἀνυμνῶ Σου Παρθένε τὸ ἔλεος.
ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.
Θαῦμα ὤφθη ὑπὲρ νοῦν, γυναικὸς θεοσεβοῦς ἀφωνίαν, ἐν ἀσθενείᾳ οὔσης ἐπιθέσει δακτύλῳ σου, τοῦ σεπτοῦ ἐπὶ χρωτός, εὔλαλον ἔδειξας Ἱεράρχα, καὶ ὑγιᾶ ἀποκατέστησας.
Δύναι νόμοις φυσικοῖς, ὑπὸ γῆν ὦ Διονύσιε Πάτερ, ἀνέτειλας ἐσαῦθις ὡς ἀστὴρ φαεσίμβροτος, χαρισάμενοι πιστοῖς σκῆνός σου πάντιμον, ἐξ’ οὗ νέμεις, σῶν θαυμάτων τὰ σελαγίσματα.
Ἄνθρωποι ἀλλοδαπής, ἐρωράθη ἐν Μονῇ τῶν Στροφάδων, ὑπὸ τοῦ ἀρχεκάκου χαλεπῶς πιεζόμενος, ὃς χρισάμενος χερσὶ Πατέρων ἐλαίῳ τῆς σῆς λυχνίας, εὐθὺς ἰάθη μεγαλύνων σε.
Ῥᾷον πέλει ἀληθῶς, τὰς αἰτήσεις ἐκ Θεοῦ εἰληφέναι, παντὶ τῷ φοβουμένῳ τὴν αὐτοῦ κυριότητα· ὅθεν ἔχων πρὸς Αὐτὸν μεγίστην Πάτερ τὴν παῤῥησίαν, σοὺς αὐτοχθόνους περιφρούρησον.
Γυναικὶ θεοφιλεῖ, ἐνοικούσῃ σὺν ἀνδρὶ εἰς σὸν οἶκον, ἐπιφανεὶς κατ’ ὄναρ· μὴ φοβοῦ γύναι εἴρηκας, ῥαντισάμενος δ’ αὐτὸν τὸν οἶκον ὕδατι τῷ ἁγίῳ, ᾤκουν ἀφόβως σεισμοῦ ἀπειλῆς.
Θεοτοκίον.
Ὕψωσας παναληθῶς, τὴν πεσοῦσαν τῶν ἀνθρώπων οὐσίαν, τὸν ἐν μορφῇ τῇ θείᾳ καὶ Πατρὸς ἐν ἰσότητι, καθορώμενον Υἱὸν τὸν ἀναλλοίωτον Θεοτόκε, ἄνευ σπορὰς κυοφορήσασα.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τῶν Ζακυνθίων εὐσεβῶς ἡ ὁμήγυρις, πανηγυρίσωμεν λαμπρῶς ἑορτάζοντες, ἐν ἐτησίοις ᾄσμασι καὶ ὕμνοις ἱεροῖς, πάνσεπτον ἐπάνοδον, τοῦ παντίμου λειψάνου, τοῦ ἐξανατείλαντος, δίκην κόσμῳ ἡλίου, ὃ ἀσπασθέντες κράξωμεν θερμῶς· φωστήρων χαῖρε, φωστὴρ Διονύσιε.
Ὁ Οἶκος.
Τὴν τοῦ διδασκάλου Χριστοῦ φωνὴν ἐνωτισάμενος, ἦρες ἐπ’ ὤμων τὸν Σταυρὸν Αὐτοῦ, καὶ ἀκλινῶς ἐπορεύθης τὴν στενὴν καὶ τεθλιμμένην τοῦ ματαίου βίου ὁδόν, ἀποῤῥίψας ὄγκον γένους, πραγμάτων περιουσίαν, καὶ πᾶσαν ἄλλην κοσμικὴν ἡδυπάθειαν, καὶ μόνος ἐν ὄρεσιν ἐν καθαρῷ τῷ νοΐ, τῷ φύσει μόνῳ καθαρῷ Θεῷ ὁμιλῶν, ὤφθης ἀρτιφανὴς ἀστὴρ καὶ ζῶν καὶ μετὰ πότμον ἀφθαρσίᾳ δοξάσας τὸ σὸν πανσέβαστον σκῆνος ὁ Κύριος, ᾧ ἐν γῇ, καθαρῶς ἐλάτρευσας, ἐδωρήσατο τῇ σῇ πατρίδι δῶρον τιμαλφέστατον, ὃ ἀσπαζόμενοι σὺν πόθῳ κράζομεν θερμῶς· φωστήρων χαῖρε, φωστὴρ Διονύσιε.
Συναξάριον.
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς μετακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Διονυσίου, Ἀρχιεπισκόπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὅτε τὸ πνεῦμά σου τρισμάκαρ, οἱ οὐράνιοι παρέλαβον Δυνάμεις, τῶν Ἁγίων χοροί, ἡδόμενοι ἐβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ δοξάσας τὸν Σὸν μύστην.
Τρώσας τῷ βέλει ἐγκρατείας, τὸν ἀρχέκακον ἐσώσω τὸ σαρκίον, ἀκηλίδωτον ὃ ἀλώβητον τηρήσας, ὁ τῶν αἰώνων Κύριος, ἁγιάζει Ἐκκλησίαν.
Πόθῳ ἁπλέτῳ Ἱεράρχα, τοὺς προστρέχοντας τῷ θείῳ σου τεμένει, τῶν ἀρκύων σατάν, λυτρούμενος λιταῖς σου, ὦ μύστα Διονύσιε, κοινωνοὺς δεῖξον σῆς δόξης.
Ἔχει Μονὴ ἡ τῶν Στροφάδων, σὲ πανάγιε ὑπερασπιστὴν καὶ ῥύστην, ἣν συντήρει ἀεὶ ἐφόδου τῶν βαρβάρων, σεισμοῦ αὐχμοῦ καὶ πάσης τε, προσβολῆς τῶν ἐναντίων.
Νῆσον παμμάκαρ αὐτοχθόνων, σκέπε θείαις ἀντιβολῶ πρεσβείαις, χορηγῶν τοῖς αὐτῇ οἰκοῦσι τὴν εἰρήνην, ἐξ ὕψους καὶ κακίας τε, εἱλωτείας ῥῦσαι πάντας.
Θεοτοκίον.
Φύσις ἡ βρότειος ὑψώθη, γεννησάσης Σου τὸν πάντων Βασιλέα, Ὃν δυσώπει ἀεί, ὦ Δέσποινα Παρθένε, ὑπὲρ ἐμοῦ τοῦ δούλου Σου, τοῦ πιστῶς Σε προσκυνοῦντος.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Τάλαντον σὺ αὐξήσας Ἱεράρχα, ἐνωτίσθης, εὖ δοῦλε γένοιτό σοι, καὶ εὐφροσύνως εἴσελθε πανάγιε, εἰς την θυμηδίαν, Κυρίου σου καὶ δόξαν.
Κορεσθέντες θαυμάτων σου τρισμάκαρ, οἷσπερ βρύει θεῖόν σου σκῆνος ὁσημέραι, εὐχαριστήριοις ὕμνοις σε γεραίρομεν, θεῖε Ἀρχιθύτα, Ἀρχιερέων κλέος.
Δέξαι Πάτερ λαοῦ σου τὰς αἰτήσεις, καὶ παράσχου πάντας πρὸς σωτηρίαν, καὶ γὰρ ἐκτήσω φίλην ἐκ νεότητος, τὴν πρὸς τὸν πλησίον, ἀγάπην τὴν γνησίαν.
Τριαδικόν.
Τὸν Πατέρα δοξάζω εἰς αἰῶνας, σὺν Υἱῷ τε καὶ Πνεύματι κραυγάζων· ὦ Τριὰς Ἁγία διαφύλαξον, ἄτομον αἰσχρόν με, καὶ οἰκτρόν Σου δοῦλον, πυρὸς τοῦ αἰωνίου.
Θεοτοκίον.
Χαῖρε κούφη νεφέλη· χαῖρε πύλη δι’ ἧς μόνος διῆλθε Θεὸς Λόγος· χαῖρε ἡ κλίμαξ πάντας ἡ μετάγουσα ἐν ἐπουρανίοις θαλάμοις ὦ Παρθένε.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Σεισμοῦ τὴν τῶν Στροφάδων θείαν Μονήν, ὑποστῆναι φθορὰν προκατήγγειλας, σῷ μαθητῇ, εὐλαβεῖ κατ’ ὄναρ, τὸν δὲ δεινῶς μονότροπον διέσωσας, ἐκ τοῦ ὑψοῤῥόφου πύργου σοφέ, πεσόντα ἀρωγόν περ, ἐπικαλούμενόν σε, ὦ Ἱεράρχα Διονύσιε.
Ἐξέστη ὁ Παγκράτιος ἱερεύς, ὁπηνίκα αὐτῷ διεσάφησας, τοῦ μυστικοῦ, ἄρτου λειτουργοῦντι πτῶσιν ἐν γῇ, ὃν πνεύματι πραότητος, ἤλεγξας τὰ θεῖα σέβειν καλῶς, λαβὼν δὲ τὴν συγγνώμην, ἀγάμενοι ἀπῆλθε, ψυχῆς σου Πάτερ τὴν λαμπρότητα.
Οὐκ ἔχει ἀνυμνῆσαι Πάτερ ὡς δεῖ, καὶ ῥητόρων ἡ γλῶττα ἡ εὔλαλος, σὰς ἀρετάς, ὤφθης γαρ ἐν ὕλῃ ἀΰλως ζῶν· διὸ καὶ ἡ ὑπέρθεος δύναμις ἐστέψατο θεϊκῶς, τῷ στέφει ἀφθαρσίας, κἀκείνῳ τῶν θαυμάτων, ὡς ἀληθῆ αὐτῆς θεράποντα.
Ἰδού σοι προσκομίζομεν τὰς ᾠδάς, πανδημεῖ τῶν χαρίτων ὧν ἔνεκεν, διηνεκῶς, τοὺς πάντας βραβεύεις ἐκ τῶν πηγῶν, λειψάνου σου πανένδοξε, τῶν ἐξ ἀκενώτων, καὶ γὰρ σαφῶς, τοῦ Πνεύματος ἡ χάρις, ἐν τούτῳ σκηνουμένη, ἔμπλεων δόξης κατειργάσατο.
Ὦ μύστα τῶν ἀῤῥήτων καὶ ὑπουργέ, ἀναπτὰς εἰς τὸν θρόνον τὸν ἄστεκτον, μνείαν ποιοῦ, ὑπὲρ τῶν τιμώντων σε εὐλαβῶς, κἀμοῦ τουτὸ τὸ πόνημα, δέξαι ὡς ἐδέξατο εὐμενῶς, Χριστός μου λεπτὰ χήρας, παρέχων μοι συγγνώμην, ἁμαρτημάτων ἱκεσίαις σου.
Θεοτοκίον.
Τίμιον διάδημα τῶν εὐσεβῶν, βασιλέων ὑπάρχουσα Δέσποινα, τὸν εὐσεβῆ, ἄνακτα Ἑλλάδος κράτυνον δή, νίκας αὐτῷ δωρούμενος, κατὰ τῶν ἀθέων ἀγαρηνῶν, τὰ τρόπαια ἐκ Σοῦ γάρ, ἐγείρεται, καὶ ἄρδην οἱ δυσμενεῖς καταβυθίζονται.
Ἐξαποστειλάριον. Ἀπόστολοι ἐκ περάτων.
Αἱ τάξεις τῶν ἱερέων, καὶ ἀσκουμένων τὰ στίφη, καὶ χριστωνύμων χορεῖαι, προέλθετε τῷ τεμένει, Διονυσίου καὶ πίστει, ἀσπάσασθε θεῖον σκῆνος.
Θεοτοκίον.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.
Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Αἰγινητῶν αἱ χορεῖαι καὶ Ζακυνθίων πληθύς, ἅμα πατέρων στίφη, τοῦ σεμνείου Στροφάδων, συμφώνως ἀθροισθέντες ᾠδαῖς ἱεραῖς, τὴν μετάθεσιν μέλψωμεν, σοῦ πανιέρου λειψάνου ἀρτιφανές, ἀστὴρ θεῖε Διονύσιε.
Χαῖρε καὶ σκίρτα αἰσίως πατρίς μοι Ζάκυνθος, χαρᾷ ἀνεκλαλήτῳ, καὶ γὰρ ἤρθης εἰς ὕψος, οὐράνιον πλουτοῦσα σοῦ γόνου λαμπροῦ, θαυματόβρυτον λείψανον, Διονυσίου τοῦ θείου δι’ οὗ τῶν δεινῶν, καθ’ ἑκάστην ἐκλυτρούμεθα.
Ὡς τῇ οὐσίᾳ ὑπάρχων διπλοῦς τῷ πνεύματι, τὸν οὐρανὸν εὐφραίνεις, τὴν δὲ γῆν ἁγιάζεις, τῷ θείῳ σου λειψάνῳ ὃ εὐλαβῶς, οἱ πιστοὶ ἀσπαζόμενοι, ῥῶσιν κατ’ ἄμφω λαμβάνομεν παρ’ αὐτοῦ, ὧ Ἱεράρχα Διονύσιε.
Ἀβρυνομένη ἐκφράζει Κέρκυρα Ζάκυνθος, καὶ τῇ Κεφαλληνίᾳ, ταῖς λαχούσαις λειψάνων, τῇ μὲν τοῦ Γερασίμου ἀρτιφανοῦς, τῇ δὲ θείου Σπυρίδωνος· ἐμόν ἐστι τὸ κλέος γόνος μου γάρ, ἦν ὁ μύστης Διονύσιος.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, κροτήσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν εὐφραινόμενοι, τῇ τοῦ Λειψάνου μεταθέσει, τοῦ μυστηπόλου Πατρός. Ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸ πανσέβαστον σκῆνος ἀράμενοι, τὴν πόλιν περιέλθωμεν, καὶ δέει πολλῷ κατασπαζόμενοι ἐν εὐσήμῳ γλώττῃ, πνευματικῶς ἀνευφημήσωμεν. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ Ἀρχιποίμενος σεμνότατον Ποιμένα, ὁμοφρόνως ἀνυμνήσωμεν· οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ ἐν συμφοραῖς τὴν παραμυθίαν, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ ἐνδεεῖς τὸν πορισμόν, οἱ ἱερεῖς τὸν ποιμένα, οἱ μονότροποι τὴν βακτηρίαν, οἱ πλέοντες τὸν κυβερνήτην, οἱ πάντες τὸν πάντα τοῖς πᾶσι γινόμενον, πάνσεπτον Ἱεράρχην ἐγκωμιάζοντες πιστῶς εἴπωμεν· πανάγιε Διονύσιε, πάρεσο μέσῳ ἡμῶν των σὲ ἐπικαλουμένων, καὶ φρούρει σὴν Ζάκυνθον, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις σελασφόρε θείε φωστήρ, ὁ φωτί σου στίλβων τὸν ὁρίζοντα εὐσεβῶν· χαίροις ὁ σοῦ σκήνους, θαύμασι καταρδεύων, τὴν Ἐκκλησίαν πᾶσαν ὦ Διονύσιε.
Ἀνακομισθέντος σκήνους τοῦ σοῦ, εἰς Ζάκυνθον Πάτερ θιασῶται ἄγαν λαμπρῶς, ὕμνησαν καὶ πόθῳ, ἀσπασθέντες ἐβόων· ἐλθὼν ἡμᾶς συντήρει, ὦ Διονύσιε.
Ἱερέων σύλλογος ἱερός, καὶ ἅπαν τὸ πλῆθος, Ζακυνθίων περιδεῶς, τὸ πάνσεπτον σκῆνος, ἀσπασώμεθα ὅπως, ταῖς τούτου ἱκεσίαις ῥυσθῶμεν θλίψεων.
Λοιμοῦ καὶ λιμοῦ καὶ ἐπιδρομῆς, τῶν βαρβάρων μάχης ἐμφυλίου καὶ τῆς σεισμοῦ, ἀπειλῆς σὴν πόλιν, Ζάκυνθον ἐλυτρώσω, ὅθεν σε εὐφημοῦμεν ὦ Διονύσιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου