ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΣΤ΄.
ΙΩΑΝΝΗΣ ΘΕΟΛΟΓΟΣ
ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ ΕΣΠΕΡΙΝΟΥ
(ἱερομονάχου Ἰωάννου
Δημητριάδου Κατουνακιώτου)
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, τὰ
γ΄ τοῦ Μηναίου, καὶ τὰ γ΄ ἐκ τῶν Ἀποστίχων τοῦ Μηναίου.
Εἰς
τὰ Ἀπόστιχα, τὰ ἑξῆς. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ εἰς Θεὸν ἁρπαγείς, καὶ πρὸς Αὐτοῦ μαθητευθεὶς τὰ ἀπόῤῥητα, καὶ κόσμῳ τρανῶς
βροντήσας, τὴν ὑπερτάτην φωνήν, τῆς θεολογίας ἐπιστήθιε, ὑφ’ ᾗ προσερείσθησαν,
οἱ τῆς πίστεως θέμεθλοι, καὶ ἐνεφράγη, τὰ ἀπύλωτα στόματα, τῶν αἱρέσεων, ἐν
Ἀρχῇ γὰρ ὁ λόγος ἦν· ἅμα Πατρὶ καὶ Πνεύματι, Θεὸς συναΐδιος, δι’ Οὗ τὰ πάντα
συνέστη, κηρύξας· πᾶσιν ἐγνώρισας, τὴν Μίαν Οὐσίαν, ἐν Τρισὶ προσκυνουμένων,
ταῖς ὑποστάσεσιν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα Αὐτοῦ.
Χαίροις,
ὁ θείαν δόξαν Θεοῦ, ἐν Θαβωρίῳ θεωρήσας θεόσοφε, σὺν Πέτρῳ καὶ Ἰακώβῳ, καὶ
Μωϋσῇ τῷ σοφῷ, καὶ Ἠλίᾳ Πάτερ τῷ θεράποντι· Χριστοῦ φίλε γνήσιε, ἐπιστήθιε ἔνδοξε·
τῆς Θεοτόκου, ὁ υἱὸς ὁ θεόσδοτος, καὶ παρήγορος· Δωδεκάδος ὁ ἔξοχος, πίστεως τὸ
προπύργιον, Τριάδος τὸ ὄργανον, θεολογίας ἡ βάσις, καὶ θεολόγων ὁ πρόβολος,
Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Χαίροις,
ὁ τῆς ἀγάπης υἱός, τῆς τοῦ Θεοῦ καὶ τοῦ πλησίον Ἀπόστολε, τὸ ἄνθος τῆς
παρθενίας, ὁ θεωρὸς μυστικῶν, τῆς θεολογίας βάθος ἄπειρον· Χριστοῦ τὴν θεότητα,
ὁ βροντήσας σαφέστατα, καὶ Παρακλήτου, καθορίζων ἐκπόρευσιν, ἐμφανέστατα, ἐκ
Πατρὸς προϊοῦσάν τε· ἥλιε ὁ τὰ πέρατα, τῆς γῆς τῶν δογμάτων σου, ταῖς ἀστραπαῖς
καταυγάζων, ὀμφὴ ἀνθρώπους κηρύττουσα, Μονάδος Οὐσίαν, ἐν Τρισὶ προσκυνούμενην,
ταῖς ὑποστάσεσιν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων Θεολόγε ἀκρότης, καὶ τῶν πιστῶν
προστάτης ἑτοιμότατος, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης, καὶ πταισμάτων
ἄφεσιν, καὶ φῶς θεῖον ὑψόθεν, αἴτει ἡμῖν τοῖς πίστει ἀκλινεῖ, τῇ ἱερᾷ σου,
πρεσβείᾳ προστρέχουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίᾳ τῇ θείᾳ καταυγασθείς,
σοφὲ Θεολόγε, ὡς Ἀπόστολος τοῦ Χριστοῦ, δεινῶν σοφισμάτων τοῦ Βελίαρ, τοὺς
προσιόντας σοι πόθῳ ἀπάλλαξον.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ,
λαμπόμενος μάκαρ, παθημάτων τὸν σκοτασμόν, τὸν ἐν τῇ ψυχῇ μου Θεολόγε, τῇ
φωτοφόρῳ πρεσβείᾳ σου δίωξον.
Νοῦς ὤφθης ἀΰλων θεωριῶν,
τῷ στήθει Κυρίου, Θεολόγε ἀναπεσών· διὸ τοῦ νοὸς ἡμῶν τὸ πόθον, πρὸς οὐρανίους
ἐφέσεις ἀνύψωσον.
Θεοτοκίον.
Ἁγνόν με καὶ σώματι κα
ψυχῇ, καὶ πάσῃ αἰσθήσει, καὶ ἐν λόγοις καὶ λογισμοῖς, συντήρει ὑπέραγνε
Παρθένε, ἵνα ὑμνῶ τὰ πολλὰ μεγαλεῖά Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥῦσαι
πάσης ἀνάγκης καὶ συνοχῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων,
ἡμᾶς δεόμεθα, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον, Ἰωάννη πάνσοφε, φωτὸς τὴς χάριτος.
Ὡς
ἁγνείας δοχεῖον ἐξ ἐναγῶν πράξεων, καὶ ἐξ ἐννοιῶν Θεολόγε, τῶν τοῦ ἀλάστορος,
ἡμᾶς ἀπάλλαξον, καὶ θεοφρόνως ἀνύειν, τὴν ζωὴν ἐνίσχυσον, ἡμᾶς μακάριε.
Γεωργὸς
εὐσεβείας θεοειδὴς πέφηνας· ὅθεν γεωργεῖν Θεολόγε, θεῖα ῥήματα, καὶ φόβον
κρείττονα, πρὸς ἀληθῆ σωτηρίαν, ἡμᾶς καταξίωσον, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἡλιόμορφε
Κόρη Μῆτερ Θεοῦ ἄχραντε, τὴν ἐσκοτισμένην ψυχήν μου, τοῖς πλημμελήμασι, φώτισον
δέομαι, φωτιστικῇ Σου πρεσβείᾳ, καὶ τὸν νοῦν μου κάθαρον, πάσης φαυλότητος.
Διάσωσον,
ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεῶν περιστάσεων, τοὺς
καταφεύγοντας πίστε τῇ σῇ πρεσβείᾳ
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ μέγα
καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε,
πρὸς λιμένας τοῦ θείου θελήματος, ἐκ θαλάσσης ὁδήγει χαλεπῆς, σοφὲ Ἰωάννη τοὺς
τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοερῶς ἐπιφάνηθι, τοῖς ἐν
τῷ σπηλαίῳ τῷ σῷ προστρέχουσι, καὶ παράσχου τούτοις Ἅγιε, τὰς τῆς ἀντιλήψεώς
σου χάριτας.
Ἡ πρεσβεία σου γένοιτο,
πηγὴ εὐφροσύνης καὶ πρακλήσεως, καὶ παθῶν ποικίλων λύτρωσις, μάκαρ Ἰωάννη τοῖς
ἱκέταις σου.
Μὴ ἐλλείπῃς Ἀπόστολε, τὴν
σεπτὴν Μονήν σου καὶ περιβόητον, περιέπειν τῇ σῇ χάριτι, καὶ τὴν νῆσον Πάτμον
σκέπειν πάντοτε.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ
πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε ἀειπάρθενε, τοῖς εἰλικρινῶς Σὲ
μακαρίζουσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέφος χαλεπόν, ἐπελθὸν ἡμῖν
Ἀπόστολε, πολυτρόπων ἐν τῷ βίῳ ἀναγκῶν, διασκέδασον θερμῇ ἐπιστασίᾳ σου.
Μέγας ἀρωγός, τῶν πιστῶν
ὤφθης Ἀπόστολε, ἐξαιρέτως δὲ τῆς Πάτμου βοηθός, ἣν διάσωζε ἐκ πάσης
περιστάσεως.
Ἄνωθεν ἡμῖν, Θεολόγε δίδου
πάντοτε, τοῖς προσφεύγουσι τῇ σκέπῃ σου πιστῶς, τῆς θερμῆς σου προστασίας τὰ
δωρήματα.
Θεοτοκίον.
Κόπασον ἁγνή, τῆς καρδίας
μου τὸν τάραχον, καὶ εἰρήνην καὶ μετάνοιαν θερμήν, τῷ ῥαθύμῳ Σου ἱκέτῃ δὸς καὶ
σῶσόν με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκρότης, ὢν τῶν κλεινῶν
Ἀποστόλων, ἐν τῷ στήθει τοῦ Χριστοῦ ἀνεκλίθης, Ὃν ἐκδυσώπει θερμῶς Θεολόγε,
ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, καὶ ἐναρέτου ἀγωγῆς, καὶ σεμνῆς πολιτείας
λαμπρότητα.
Ῥεόντων, ὑπερφρονεῖν
θεοφρόνως, καὶ τῶν ἄνω ἐκζητεῖν τὰς ἀξίας, δίδου ἡμῖν, τὴν ἰσχὺν Θεολόγε, τοῖς
τῷ σεπτῷ σου ναῷ προσεδρεύουσι, καὶ τῷ σπηλαίῳ σου σοφέ, ὕμνον θεῖον ἀεί σοι
προσάγουσι.
Δυνάμει, τῶν ἱερῶν
πρεσβειῶν σου, δυναμούμενοι ἀεὶ Ἰωάννη, οἱ τὴν ἁγίαν Μονήν σου οἰκοῦντες,
ἐπιβουλῶν καὶ σκανδάλων τοῦ ὄφεως, περιγινόμεθα στεῤῥῶς, καὶ τὴν σὴν προστασίαν
κηρύττομεν.
Θεοτοκίον.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων,
καὶ παθῶν με ἀκαθάρτων Παρθένε, ὕδατι πλῦνον τῆς Σῆς εὐσπλαγχνίας, καὶ κάθαρόν
με παράστησον ἄχραντε, τῷ μέλλοντι κρῖναι ἡμᾶς, φιλανθρώπῳ Υἱῷ Σου καὶ Πλάστῃ
μου.
Διάσωσον,
ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεῶν περιστάσεων, τοὺς
καταφεύγοντας πίστε τῇ σῇ πρεσβείᾳ
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς ἐπιστήθιος φίλος
Ἀπόστολε, τῷ διδασκάλῳ Χριστῷ ἀεὶ πρέσβευε, λυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ
ἐπηρείας δεινῆς τοῦ ἀλάστορος, σὺ γὰρ ἡμῶν μέγας ὑπέρμαχος.
Προκείμενον: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον. Κατά Ιωάννην (ιθ΄ 25-27, κα΄ 24-25)
Τῷ καιρῷ ἐκείνω,
εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς
αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ
τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου. Εἶτα
λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ' ἐκείνης τῆς ὥραςἔλαβεν ὁ μαθητὴς
αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας
ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ
ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον
χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με...
Πάσης θεοδίδακτος,
ἠγαπημένος παρθένος, φίλος ἐπιστήθιος, τῷ Χριστῷ Ἀπόστολε ἀναδέδειξαι· πρὸς
Αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων
καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε
γεραίροντας, καὶ ἐν μετανοίᾳ βιοῦν ἡμᾶς ἀξίωσον σοφέ, ὡς ἂν τῆς ἄνω
λαμπρότητος, μέτοχοι γενώμεθα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δόξης θείας ἐκφάντωρ τῆς
Ἁγίας Τριάδος ὤφθης Ἀπόστολε· διό με ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, ἀπολύτρωσον
δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς ἀπαθείας.
Οἱ προσπίπτοντες πίστει τῷ
σεπτῷ σου σπηλαίῳ σοφὲ Ἀπόστολε, ἐν ᾧ τὸ τοῦ Σωτῆρος, ἐν Πνεύματι Ἁγίῳ,
Εὐαγγέλιον ἔγγραψας, πληροῦνται ἁγιασμοῦ, ὑμνοῦντές σου τὴν χάριν.
Ὑποφῆτα τῶν ἄνω τοῦ Θεοῦ
μυστηρίων θεῖε Ἀπόστολε, ἀπόστειλον ὑψόθεν, ἡμῖν ταῖς σαῖς πρεσβείαις, φῶς καὶ
χάριν καὶ ἔλεος, καὶ τῶν γηΐνων ἡμᾶς, ἀνύψωσον φροντίδων.
Θεοτοκίον.
Γνώμην θείαν μοι δίδου καὶ
καρδίαν εὐθεῖαν καὶ νοῦν θεόφρονα, ὡς ἂν ἐν μετανοίᾳ, καὶ πάσῃ εὐσεβείᾳ, τὸν
ὑπόλοιπον βίον μου, διατελέσω ἁγνή, καὶ τύχω θείας δόξης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σε Πάτμος, μέγαν
προστάτην καὶ κλέος· διὰ τοῦτό σοι προσπίπτει καθ’ ἑκάστην, τὴν σὴν Θεολόγε,
ἀντίληψιν αἰτοῦσα.
Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν
πρεσβειῶν σου, ἀποκάθαρον ἡμῶν τὰς διανοίας, ὅπως Ἰωάννη, ὑμνῶμέν σου τὴν
χάριν.
Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς
προσιόντας, τῷ σπηλαίῳ Σου ὦ τῶν ἀῤῥήτων μύστα, καὶ παράσχου τούτοις, τὴν σὴν
εὐλογίαν.
Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν, τὸν
Βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε Θεοτόκε, ὅπως τῆς θερμῆς Σου, τύχωμεν
προστασίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι βρύων, μάκαρ
Ἰωάννη, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι τραύματα, σωματικῶν ἀλγηδόνων ἡμᾶς λυτρούμενος.
Μὴ παύσῃ ἐποπτεύων, ταύτην
σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ σῇ χάριτι, τοὺς ἐν αὐτῇ κατοικοῦντας
σκέπων μακάριε.
Ὁ φίλος τοῦ Κυρίου, καὶ
ἠγαπημένος, καὶ ἐπιστήθιος μάκαρ Ἀπόστολος, τουτον φιλεῖν ὅλοψύχως κἀμὲ
ἀξίωσον.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, τῶν
δεσμῶν τῆς ὕλης, καὶ τῆς τοῦ κόσμου ἀνάδειξον σχέσεως, καὶ τῇ ἀγάπῃ τῇ θείᾳ,
Παρθένε σύνδεσον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Ἀποστόλων ἡ
καλλονή, καὶ θεολογίας, θεηγόρος μυσταγωγός· χαίροις Ἰωάννη, Χριστῷ ἠγαπημένε,
τῶν εὐσεβῶν προστάτης, ὁ ἑτοιμότατος.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ,
ὡς τῆς παρθενίας, καὶ ἀγάπης σκεῦος λαμπρόν, τούτου ἐν τῷ στήθει, ἀνέπεσας
θεόφρον, καὶ ἐξ Αὐτοῦ ἠρύσω, σοφίας ἄβυσσον.
Δίκτυα καὶ πλοῖα καταλιπών,
θερμῶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ φωτὸς τοῦ θείου, δεξάμενος τὴν
αἴγλην, ἀνθρώπους ζωγρῶν ὤφθης, λόγῳ τῆς χάριτος.
Τῷ Σταυρῷ ἱστάμενος τοῦ
Χριστοῦ, παρ’ Αὐτοῦ ἐδέξω, τὴν τεκοῦσαν Αὐτὸν ἁγνῶς, καὶ υἱὸς ἐδείχθης, θετὸς
τῆς Θεοτόκου· ὦ δόξης Ἰωάννη, ἧς καταξίωσαι.
Χαίρει Θεολόγε Πάτμος ἐν
σοί, καὶ ὥσπερ λιμένα, ἀκλυδώνιστον ἀληθῶς, τὴν σεπτὴν Μονήν σου, πλουτοῦσα
ἐκλυτροῦται, τρικυμιῶν τοῦ βίου, τῇ προστασίᾳ σου.
Ἔχων παῤῥησίαν πρὸς τὸν
Χριστόν, πολλὴν Θεολόγε, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καὶ πάσης
δυσχερείας, τοὺς ἐπικαλουμένους, τὴν σὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας, ἀντιλήπτωρ καὶ
φρουρός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὥσπερ Αὐτοῦ μαθητής, Ἰωάννη ἔνδοξε,
θεολογίας πηγή· διὰ τοῦτο προσπίπτομεν, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς βοῶμέν σοι,
ἀπὸ βαθέων ψυχῆς· σκέπε, καὶ διάσωζε πάντας, ταῖς σαῖς ἱκεσίαις παμμάκαρ, πάσης
προσβολῆς καὶ περιστάσεως.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ ΔΥΟ
Ὁ α΄ Κανών.
ᾨδὴ α΄. Ἦχος α΄. Τῷ βοηθήσαντι
Θεῷ.
Τὸν θεολόγον μαθητήν, καὶ
Ἀπόστολον Χριστοῦ, ὡς ἐπιστήθιον Αὐτοῦ, καὶ διδάσκαλον ἡμῶν, κατὰ χρέος οἱ
πάντες, ὑμνήσωμεν εἰς σωτηρίαν ἡμῶν.
Ἐξ ἁλιέων μαθητά, καὶ
Ἀπόστολε Χριστοῦ, καὶ τῶν ἐθνῶν σαγηνευτά, Ἰωάννη παρθένε, τὸν Σωτῆρα τῶν ὅλων,
ἱκέτευε εἰς τὸ σωθῆναι ἡμᾶς.
Παρισταμένην τῷ Σταυρῷ, τὴν
Μητέρα ἑαυτοῦ, ὁ ἐξ αὐτῆς ἄνευ σπορᾶς, κατὰ σάρκα γεννηθείς, σοὶ παρέθετο μόνῳ,
Ἰωάννη θεολόγε σῶσον ἡμᾶς.
Θεοτοκίον.
Δεδοξασμένα περὶ Σοῦ,
ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε Μαρία,
πανύμνητε καὶ ἀπειρόγαμε.
ᾨδὴ γ΄. Στερέωμά μου
γενοῦ.
Ἀπόστολε τοῦ Χριστοῦ,
πρέσβευε ἀπαύστως, Θεῷ τῷ Σωτῆρι, κινδύνων λυτρώσασθαι, καὶ σῶσαι τὰς ψυχὰς
ἡμῶν.
Τῷ στήθει ἐπιπεσών, τοῦ σοῦ
Διδασκάλου, ἐκεῖθεν τῷ κόσμῳ, Τριάδα ἀπεκάλυψας, ὑμνεῖσθαι ὁμοούσιον.
Τριάδα θεολογῶν, ἐν μιᾷ
οὐσίᾳ, μαθητὰ Κυρίου, τὸν κόσμον ἐφώτισας, ἐκ πλάνης λυτρωσάμενος.
Θεοτοκίον.
Παρθένε χαῖρε σεμνή, ἡ
ἀνερμηνεύτως, τεκοῦσα τὸν Λόγον, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.
ᾨδὴ δ΄. Εἰσακήκοα
οἰκτῖρμον.
Καλάμῳ ποτὲ ἰχθύας, ἐπὶ τῆς
θαλάσσης ἁλιεύων, ἠγρεύθης θεολόγε, ὑπὸ Χριστοῦ πανσόφως, εἰς τὸ πάντας
φωτίσαι, τὴν γνῶσιν τῆς θεώσεως.
Τῷ πνευματικῷ καλάμῳ, ἐκ
τοῦ Διδασκάλου θεολόγε, τὴν γνῶσιν ἁλιεύσας, τῶν ἄνω μυστηρίων, ἐν Τριάδι
Μονάδα, ὑμνεῖσθαι ἐθεολόγησας.
Σὺ εἰς τὸν βυθὸν τὸν ἄνω,
ὡς ἠγαπημένος ἐμβατεύσας, ἐγνώρισας τοῖς κάτω, ἃ ἔγνως θεολόγε, καὶ ἐφώτισας
κόσμον, ἐκ πλάνης λυτρωσάμενος.
Σὺ ἐν τῇ πλοκῇ πανσόφως,
τῆς θεολογίας ἁλιεύσας, τοὺς λογικοὺς ἰχθύας, ἀπέθου θεολόγε, τῇ σεπτῇ
Ἐκκλησίᾳ, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ Μητέρα,
πάντες οἱ Προφῆται ποὐκήρυξαν· ὁ μὲν ἁγίαν πύλην, ὁ δὲ φωτὸς νεφέλην, ἄλλος
ἅγιον ὄρος, ἡμεῖς δὲ θρόνον ἔνδοξον.
ᾨδὴ ε΄. Ἐκ νυκτὸς
ὀρθρίζοντες.
Τοῦ θεολόγου Ἰωάννου, τὴν
ἑορτὴν ἐπιτελοῦντες, ἐκ νυκτὸς ὀρθρίζομεν, καὶ Θεὸν δοξάζομεν, τὸν Σωτῆρα τῶν
ψυχῶν ἡμῶν.
Τὸν ἁλιέα τῶν ἀνθρώπων, καὶ
θεολόγον Ἰωάννην, ὡς παρθένον ἅπαντες, οἱ πιστοὶ ὑμνήσωμεν, τὸν πανεύφημον
Ἀπόστολον.
Μαθητὰ ἠγαπημένε, τῶν
Ἀποστόλων ἡ ἀκρότης, διὰ παντὸς τὸν Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Τὴν ὁλόφωτον Παρθένον, ὁ
Θεὸς ἐξελέξατο, καὶ ἐν αὐτῇ ἐσκήνωσε, προσλαβόμενος σάρκα, ἐξ αὐτῆς εἰς
σωτηρίαν ἡμῶν.
ᾨδὴ στ΄. Σὺ τῷ Ἰωνᾷ βοῶμέν
Σοι Κύριε.
Σὺν τῷ νοητῷ καλάμῳ τοῦ
Πνεύματος, θεολογίας δέλτον ἀναγραψάμενος, ἐτράνωσας ἐν ἀρχῇ τὸν προάναρχον.
Υἱόν σε βροντῆς Χριστὸς
ἐπωνόμασε, τῇ ἀστραπῇ τῶν λόγων σου τὰ πέρατα, φωτίσαντα θεολόγε Ἀπόστολε.
Θεοτοκίον.
Θρόνον Σε Θεοῦ Παρθένε
γινώσκομεν, ὅτι ἐν Σοὶ ἀῤῥήτως ἐπανεπαύσατο, αὐτὸς ὁ Λόγος σαρκὶ ἑνωθεὶς ἡμῖν.
ᾨδὴ ζ΄. Ὁ ἐν τῇ βάτῳ ὀφθείς.
Ὁ ἐν θαλάσσῃ ποτέ, τοὺς
ἰχθύας ἁλιεύων, σαγηνεύειν τοὺς ἀνθρώπους, ἐδιδάχθης πανσόφως, ὑπὸ Χριστοῦ
Ἀπόστολε, θεολόγε πανεύφημε.
Ὁ ἐκ τῆς πλάνης Χριστέ,
ἐπιστρέψας τοὺς ἀνθρώπους, καὶ στηρίξας ἐν τῇ πίστει, διὰ τοῦ λόγου πάντας,
εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὁ κηρύξας ἡμῖν· ἐν ἀρχῇ ἦν
ὁ Λόγος, Ἀπόστολε θεολόγε, μαθητὰ καὶ παρθένε, τῷ Σωτῆρι πρέσβευε, ἐκτενῶς τοῦ
σωθῆναι ἡμᾶς.
Θεοτοκίον.
Ὁ δι’ Ἀγγέλου τὴν χαράν,
ἀποστείλας τῇ Παρθένῳ, ἵνα Εὔαν λυπουμένην, εἰς χαρὰν μεταβάλῃ, εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Ὕμνον Σοι
προσφέρομεν τῶν Ἀσωμάτων.
Τὸ στόμα σου Ἀπόστολε πηγὴ
ὑπάρχει, Ὀρθοδοξίας· διὸ ὑμνοῦμεν, τὸν Σωτῆρα λέγοντες· εὐλογεῖτε πάντα τὰ
ἔργα, Κυρίου τὸν Κύριον.
Ἐτέλεσε τὸ κήρυγμα ὁ
θεολόγος, καὶ σαγηνεύσας τὴν οἰκουμένην, ἀνυμνεῖν ἐδίδαξεν· εὐλογεῖτε πάντα τὰ
ἔργα, Κυρίου τὸν Κύριον.
Μετέστη ὁ Ἀπόστολος καὶ
θεολόγος, ἐν παῤῥησίᾳ Χριστῷ πρεσβεύων, τῷ Σωτῆρι καὶ κράζων· εὐλογεῖτε πάντα
τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Μητέρα καὶ Παρθένον Σὲ
ὁμολογοῦμεν, σεσαρκωμένον Θεὸν τεκοῦσαν, Ὃν ὑμνοῦντες λέγομεν· εὐλογεῖτε πάντα
τὰ ἔργα, Κυρίου τὸν Κύριον.
ᾨδὴ θ΄. Σὲ τὴν ὁραθεῖσαν
πύλην.
Τὸ τοῦ θεολόγου πάντες, ὡς
ἠγαπημένου Ἀποστόλου, μνημόσυνον τελοῦντες, Χριστὸν τὸν ζωοδότην, τοῦ παντὸς
καὶ Δεσπότην, ἐν ὕμνοις μεγαλύνωμεν.
Σὺ ἐπιπεσὼν τῷ στήθει, τοῦ
σοῦ Διδασκάλου θεολόγε, ἐτράνωσας ἀνθρώποις, τὴν τοῦ Θεοῦ σοφίαν, ἐν ἀρχῇ ἦν ὁ
Λόγος, φωτίσας τὰς ψυχὰς ἡμῶν,
Τῶν Ἐκκλησιῶν ὁ στῦλος, καὶ
τῶν Ἀποστόλων ἡ ἀκρότης, παρθένε θεολόγε, ἱκέτευε ἀπαύστως, τὸν τῶν ὅλων
Σωτῆρα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Σὲ τὴν τοῦ Θεοῦ Μητέρα,
πάντες οἱ Προφῆται προὐκήρυξαν· ὁ μὲν ἁγίαν πύλην, ὁ δὲ φωτὸς νεφέλην, ἄλλος
ἅγιον ὄρος, ἡμεῖς δὲ θρόνον ἔνδοξον.
***
Ἕτερος Κανών.
ᾨδὴ πλ. δ΄. ᾨδὴ α’. Ὑγρὰν
διοδεύσας ὡσεὶ ξηράν.
Εὐχαῖς καὶ πρεσβείαις σου
πεποιθώς, ταῖς πρὸς τὸν Δεσπότην, καὶ διδάσκαλόν σου Χριστόν, ἁμαρτίας πάσης
Ἰωάννη, τῆς ἐν τῷ βίῳ εὕροιμι.
Ὑπὲρ τὰ ὁρώμενα καὶ φθαρτά,
τὸν πόθον ἐκτήσω, καὶ τὸν ἔρωτα πρὸς Θεόν· διὸ καὶ ἀξίως ἠγαπήθης, ὑπὸ Χριστοῦ
σοφὲ Ἀπόστολε.
Ἀπαθείας ὅπλῳ κραταιωθείς,
παρθενίας πλοῦτον, ἐθησαύρισας ἀληθῶς· διό με τοῖς πάθεσι δουλοῦντα, ταῖς
ἱκεσίαις σου ὀχύρωσον.
Γέγονας τῶν ἄνω μυσταγωγός,
καὶ γνῶσιν ἐκεῖθεν, τῆς ἀποῤῥήτου εἰληφώς, ἐν ἀρχῇ ἐκήρυξας τὸν Λόγον, τὸν ἐκ Πατρὸς
καὶ Ποιητὴν τοῦ παντός.
Θεοτοκίον.
Ἴασαι νοσοῦντά με χαλεπῶς, τῆς
θανατηφόρου, ἀσθενείας τῶν σαρκικῶν, Ἁγνὴ ψυχικῶν τε παθημάτων, ὅπως ἐν πίστει ἀεὶ
μακαρίζω σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γηγενεῖς ἐκ λάκκου, ταλαιπωρίας
εἵλκυσας, καὶ ἀπὸ πυλῶν τῆς ἀγνοίας, μάκαρ Ἀπόστολε, τῷ θείῳ λόγῳ σου, καὶ ταῖς
σοφαῖς διδαχαῖς σου· καὶ ἡμᾶς πρεσβείαις σου, σῶσον ἐκ πάσης φθορᾶς.
Ἐν τῷ σῷ πελάγει, τῆς
εὐσπλαγχνίας Ἅγιε, καὶ ἐν τῷ λιμένι προστρέχω, τῆς σῆς δεήσεως· βυθὸς γὰρ ἕλκει
με, τῆς ἁμαρτίας καὶ ζάλη· διὸ μὴ παρίδῃς με, κλυδωνιζόμενον.
Λυτρωτὴν καὶ τεῖχος, καὶ
ἀσφαλῆ κρηπῖδά σε, ὡς ἠγαπημένον τῷ Χριστῷ, κεκτήμεθα· ταῖς σαῖς διάσωσον, ἐξ
ἀναγκῶν καὶ παγίδος, πρὸς Θεὸν ἐντεύξεσι, τοὺς ἀνυμνοῦντάς σε.
Ἱλασμὸν πταισμάτων, ταῖς Σαῖς
λιταῖς παράσχου μοι, ὁ ἐπὶ τῷ στήθει τῷ θείῳ, ἀναπεσὼν Ἰησοῦ, ὅτι συνέχομαι, ἐν
ταῖς τοῦ βίου παγίσιν· ἀλλὰ σῶσον δέομαι, καὶ μὴ παρίδῃς με.
Θεοτοκίον.
Σὲ φρουρὸν Παναγία ἐν πειρασμοῖς
κέκτημαι, σὲ μετὰ Θεὸν προστασίαν ἔχω ἀκοίμητον, σὲ ῥυομένην με, ἐν τῇ ἡμέρᾳ τῆς
δίκης, πάσης κατακρίσεως εὕροιμι Πάναγνε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ παρθένε τὴν ἄφθορον,
καὶ Παρθένον μόνην, Χριστὸς παρέθετο, ὡς ἀμόλυντον κειμήλιον, τῷ κεκαθαρμένῳ,
καὶ πιστῷ μαθητῇ.
Τῶν δεινῶν ἐγκλημάτων μου,
τὴν ὀδύνην παῦσον, Χριστοῦ Ἀπόστολε· θεραπεύεις γὰρ νοσήματα, ῥωστικῇ πρεσβείᾳ
σου, ἀνιάτων παθῶν.
Ἀναγγείλας τοῖς λόγοις σου,
τὴν τοῦ Θεοῦ Λόγου, ἄναρχον γέννησιν, τοῦ Ἀρείου τὴν ἀπόνοιαν, κτίσματι
λατρεύουσαν, ἐπεστόμισας.
Θεοπλόκῳ σαγήνῃ Σου, τὴν
τῆς ἀθεΐας, πλάνην συνέλαβες, καὶ μαχαίρᾳ τῇ τοῦ Πνεύματος, ἐκτεμὼν ἀνεῖλες,
μαθητὰ τοῦ Χριστοῦ.
Θεοτοκίον.
Σὲ τὸ καθαρόν, δοχεῖον τοῦ
Δεσπότου, πίστει δυσωπῶ, καθάρισόν με πάσης, Θεογεννῆτορ κηλῖδος, καὶ οἶκον δεῖξον,
τοῦ καθαροῦ καὶ θείου Πνεύματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφαναν ἐν γῇ, αἱ τῶν λόγων
ἀστραπαί σου σοφέ, ὀνομάσας γὰρ βροντῆς σε υἱόν, ἐν σοὶ φωτίζει, τὸν κόσμον
Χριστὸς ἡ πάντων ζωή.
Ὅπλισον ἡμᾶς, τῇ ἀγάπῃ σου
Ἀπόστολε, καὶ τῇ ἐλπίδι τῆς πρεσβείαις σου, ἁμαρτημάτων, παράσχου ἡμῖν τὴν
ἄφεσιν.
Λῦσον ἐκ πολλῶν, καὶ δεινῶν
με περιστάσεων, καὶ τῷ ἐλέει σου τῶν οἰκτιρμῶν, τὰ τῆς ψυχῆς μου, παμμάκαρ
τραύματα θεράπευσον.
Θεοτοκίον.
Ὅτι δι΄ ἡμᾶς, ἐν Σταυρῷ
Χριστὸς προσήλωτο, τῆς ἀπειράνδρου καὶ παρθένου Μητρός, Σὲ τὸν παρθένον,
ἠγαπημένον ἐν χερσὶ παρέθετο.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Γραφίδι, καὶ ἀθανάτῳ
καλάμῳ, καὶ τῇ θείᾳ καὶ θεολόγῳ σου γλώττῃ, τὸ ἐν ἀρχῇ τῆς τοῦ Λόγου αἰτίας,
καλλιγραφήσας τὸν κόσμον ἐφώτισας, καὶ πίστεως τὴν ἀσφαλῆ, ἐβεβαίωσας γνῶσιν
τοῖς πέρασι.
Ἐπίσκεψαι, φιλάνθρωπε σοῦ
νεύσει, καὶ εὐσπλάγχνῳ θεολόγε πρεσβείᾳ, καὶ ἐν βυθῷ κατωτάτῳ πεσόντα, τῆς
ἁμαρτίας ἀνάστησον δέομαι· σὺ γὰρ εἶ πάντων καταφυγή, καὶ βεβαία ψυχῆς μου
ἀντίληψις.
Τὸ ἄλγημα, τῶν δεινῶν
πταισμάτων, θεολόγε οἰκτιρμοῖς ἰατρεύσας, πρὸς ἀσφαλῆ ἐπανάγαγε τρίβον, τῆς μετανοίας
καὶ σῶσον πρεσβείαις σου· σὺ γὰρ εἶ πάντων καταφυγή, καὶ βεβαία ψυχῆς μου ἀντίληψις.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Δεσπότου θάλαμος, ὁ
λαμπραῖς τῆς Παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ κρίνον ἐκλάμπων, τῆς ἀκανθώδους
ἐν μέσῳ συγχύσεως, ἡ πάναγνος καὶ εὐπρεπής, Θεοτόκος Παρθένος δοξάζεται.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Ἡ σαγήνη τοῦ λόγου, ἐκ τῆς
ἄνω σοφίας, ἐγχειρίσθεῖσά σοι, τοὺς τῇ ἅλμῃ τῆς πλάνης, ἐζώγρησε παγέντας,
θεολόγε κραυγάζοντας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νῦν εἰς ἄϋλον δόξαν, καὶ
εἰς λῆξιν μετέστης, ζῶσαν Ἀπόστολε· διό με νεκρωθέντα, τοῖς πταίσμασι
πρεσβείαις, ἐξανάστησον ψάλλοντα· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ τοῦ σοῦ διδασκάλου, τῷ
Σταυρῷ κοινωνήσας, καὶ τοῖς παθήμασιν, ἐπιστήθιος ὤφθης, καὶ μύστης οὐρανίων,
καὶ ἀποῤῥήτων γνώσεων· ἀλλὰ καὶ νῦν πρέσβευε, ὑπὲρ τῶν σὲ τιμώντων.
Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς Λόγος ἐν γαστρί σου
σκηνώσας Θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν καταπονουμένων, καὶ βοώντων
δεικνύει σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Δεδοξασμένος, ἐν μαθηταῖς
θεολόγε, ὡς παρθένος καὶ ἠγαπημένος, ὤφθης τῷ Δεσπότῃ, ὑπὲρ ἡμῶν πρεσβεύων.
Ἡ βροντόφωνός σου διδαχή,
ἀπαστράπτει, τοῖς ἐν γῇ τῶν ἄνω μυστηρίων, πᾶσαν θεολόγε, τὴν ἄχρονον οὐσίαν.
Νενοσηκότα με, τὴν ψυχὴν ἐκ
πταισμάτων, τῷ ἐλέει τῆς σῆς εὐσπλαγχνίας, ἴασαι καὶ σῶσον, Θεῷ ἠγαπημένε.
Δέξαι δέησιν, τῶν ἱκετῶν
Ἰωάννη, καὶ τῷ σῷ προσφέρων διδασκάλῳ, λύτρωσιν πταισμάτων, παράσχου τοῖς
αἰτοῦσιν.
Θεοτοκίον
Φαεινοτάταις, σοῦ ἀστραπαῖς Θεομῆτορ,
τοὺς πιστῶς μελῳδοῦντας φαιδρύνοις, καὶ σὲ ἀνυμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ
οὐρανός.
Ἐτράνωσας ἀχρόνως τὸν ἐν
ἀρχῇ, καὶ τὴν ἄνω ἐκήρυξας γέννησιν, τοῦ Ἰησοῦ, σάρκα προσλαβόντος τὴν θεϊκήν,
καὶ τῇ θεώσει ταύτης, θείαν ἀναδείξαντος ἀληθῆ· διό σε θεολόγε, ὡς μύστην τῶν
ἀῤῥήτων, ἀνευφημοῦντες μεγαλύνομεν.
Χριστῷ τῷ διδασκάλῳ καὶ
ποιητῇ, ὡς Αὐτοῦ μαθητὴς ἀξιόχρεως, ὑπὲρ ἡμῶν, τῶν ἱκετευόντων σε ἀκλινῶς,
πρεσβευτικῇ δεήσει σου, ἔντευξιν προσάγαγε ἐκτενῶς, καὶ λύτρον ἁμαρτίας,
παράσχου θεολόγε· σὲ γὰρ κεκτήμεθα προστάτην ἀεί.
Ὁ Λόγος σὰρξ γενόμενος
ἀληθῶς, καὶ Θεὸς ἐν ἀνθρώποις ἐσκήνωσε, τῆς ἑαυτοῦ, δόξης καὶ θεότητος οὐκ ἐστάς·
Αὐτὸν ταῖς διδαχαῖς σου, ἕνα τῆς Τριάδος μετὰ σαρκός, Θεὸν ὁμολογοῦμεν, καὶ σὲ
ὑμνολογοῦμεν, ὡς τῶν ἀῤῥήτων θεῖον κήρυκα.
Ὑψώσωμεν ἐν ὕμνοις τὸν τοῦ
Χριστοῦ, μαθητὴ καὶ θεράποντα γνήσιον, καὶ ἀσφαλῆ, πύργον καὶ λιμένα καὶ
ἱλασμόν, καὶ ἀκλινῆ προστάτην, καὶ ἐν τοῖς κινδύνοις προασπιστήν, τῶν πίστει
ἀδιστάκτῳ, τῇ αὐτοῦ προστρεχόντων, ἐνδόξῳ σκέπῃ τῶν ἰάσεων.
Σταυροθεοτοκίον
Φυγοῦσα τὰς ὠδῖνας τὰς μητρικάς, τῷ
καιρῷ τῆς λοχείας μακρόθυμε, σὲ ἐν τῷ νῦν, πάθει ἑκουσίως προσομιλεῖν, καὶ ἄλγος
καθυφίστασθαι, ἤλγησα τὰ σπλάγχνα καὶ τὴν ψυχήν, ὀδύνης ἐπληρώθην, ἡ πάναγνος ἐβόα·
ἣν ἐπαξίως μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου