ΑΥΓΟΥΣΤΟΣ ΙΖ΄!!
ΗΛΙΑΣ ΝΕΟΣ ΟΣΙΟΣ ΣΙΚΕΛΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Προκοπίου Μοναχοῦ)
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὴν α' στάσιν. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τῆς Παναγίας. Ἦχος α' Αὐτόμελον. Ἦχος β'. Ποίοις εὐφημιῶν.
Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον, τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος.
Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία, τῇ γὰρ ἀθανάτῳ Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν σοι ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος.
Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες; Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος. Πύλαι ἐπάρθητε ὅπως, τοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ ἀπαύστως τῷ κόσμῳ, αἰτουμένη τὸ μέγα ἔλεος.
Καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ζυγὸν ἐκ νεότητος, τὸν τοῦ Κυρίου πανόλβιε, ἐπ’ αὐχένος ἀράμενος, μακάριος πέφηνας, καθὼς ὁ Προφήτης πνεύματι προεῖπεν· ἀσκητικῶς γὰρ ἑαυτὸν πόνοις καὶ πάλαις ἐκδοὺς ἠρίστευσας, σαρκὸς νεκρώσας φρόνημα, παννύχῳ στάσει νηστείαις τε καὶ ψυχῆς ὡραΐσας σου τὰς δυνάμεις λαμπρότατα.
Γεώδη φρονήματα, καὶ τῆς σαρκὸς τὴν εὐπάθειαν, ἠρνημένος ἀοίδιμε, Θεῷ εὐηρέστησας, δι’ ἱδρώτων θείων, καὶ ἀγωνισμάτων μοναδικῶν, πρὸς τὰς ὁρμάς, καὶ μεθοδείας τοῦ πολεμήτορος, πυκτεύων καὶ ἀνώτερος, τῇ συμμαχίᾳ τοῦ Πνεύματος, γεγονὼς καὶ ἀΐδια κληρωσάμενος ἔπαθλα.
Λαμπρὰ καὶ περίδοξα, κατὰ βαρβάρων στησάμενος, ἀναπέφηνας τρόπαια, Ἠλία θεόπνευστε, ὑπ’ αὐτῶν ἁλοὺς γαρ, πληγὰς ῥαβδισμούς τε ὑπέστης χαίρων σταθηρῶς, καὶ τοῦ Κυρίου σου τετήρηκας τὸ ὄνομα, ὁμολογίας διάδημα, οὐρανόπλοκον ἄνωθεν, θεοκρίτης δεξάμενος.
Δόξα. Ἦχος δ΄. Ἀντωνίου μοναχοῦ.
Πρὸς τὴν πατρώαν ἑορτήν, Ἠλιοὺ τοῦ νέου, συναθροισθέντας υἱοὺς περίσωζε Πάτερ ὑψηλὲ φιλάνθρωπε τοὺς ἱκέτας, οὕτω γὰρ εὔχονται πράξεις ἐκείνου, οὕτω μιμήσασθαι τρόπους καὶ στοιχεῖν τοῖς ἴχνεσιν αὐτοῦ, ὡς πρεσβείαις Χριστὲ σώσῃ τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἡ δόξα Σου ἐν οὐρανοῖς Ἁγνὴ ἤστραψεν, ἐξ οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα ὑπὲρ πασῶν τῶν ἄνω δυνάμεων, χρυσῷ περιβεβλημένη βασίλισσα ὑψώθης Μαρία θεόνυμφε.
Εἴσοδος τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, ἐκλογή, & 5, 17)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Κατακρινεῖ δίκαιος ἀποθανὼν τοὺς ζῶντας ἀσεβεῖς· ὄψονται γὰρ τελευτὴν δικαίου, καὶ οὐ μὴ συνήσουσι τί ἐβουλεύσαντο περὶ αὐτοῦ. Ὅτι ῥήξει Κύριος τοὺς ἀσεβεῖς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται γὰρ ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν παῤῥησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας αὐτοῦ. Ἐροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν στενάξουσι καὶ ἐροῦσιν. Οὗτος ἦν, ὃν ἔσχομεν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες; Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. Πῶς δὲ κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν. Ἄρα ἐπλανήθη, μὲν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Ι΄ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέως ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὸν Στίχον Ἰδιόμελα. Ἦχος δ'
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀῤῥήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ.: Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου…
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.
Στίχ.: Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται φησί, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντας σε Θεοτόκε, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος, Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον, καὶ τὸ ζωαρχικόν, καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· Ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος πλ. Δ΄.
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Ἠλία Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα τῆς Ἑορτῆς. Ἦχος γ' Τὴν ὡραιότητα.
Ἀπὸ τοῦ σκήνους σου, τὴν νοεράν σου ψυχήν, ἀπὸ τοῦ τάφου δέ, τὴν καθαράν σου σκηνήν, παραλαβὼν ὁ σὸς Υἱός, μετέστησε Θεοτόκε, εἰς τὰ ἐπουράνια, ἀποδούς τὰ ἐπίχειρα, τοῖς ἀποτολμήσασι, περιτρέψαι σὸν σκίμποδα, ὃν τοὺς ἐν πίστει ἀσπαζομένους, σῷζε πανάχραντε πρεσβείαις σου.
Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τοῦ Ὁσίου. Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Ὁ βίος σου λαμπρός, ἀνεδείχθης ἐν κόσμῳ, ἡ ἄσκησις στεῤῥά, θαυμαστοὶ οἱ ἀγῶνες, οἱ πόνοι πανάριστοι Ἠλιοὺ παμμακάριστε, ὅθεν ἄνωθεν, χάριν λαβὼν θεραπεύεις, δυσθεράπευτα, πάθη καμνόντων ἀνθρώπων, λιταῖς σου πρὸς Κύριον.
Δόξα... Καὶ νῦν ... Τῆς ἑορτῆς.
Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.
Ὁ Ν΄ ψαλμός.
Οἱ Κανόνες, ὁ α’ τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Τὸν θεῖον ὑμνῶ τοῖς ἐπαίνοις Ἠλίαν. Ἐν τοῖς Θεοτοκίοις: Προκόπιος.
ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Τὸν πρὶν παραζηλῶν ἐν τοῖς τρόποις Ἠλίαν ὁ νῦν λάμψας ἀρεταῖς Ἠλίας ὁ κλεινός, ὡς ἀστὴρ πολυθαύμαστος ἔφυ ταῖς δυσμαῖς ἡλίου, οἰκουμένης τοῖς πέρασιν ἀποπέμπων αὐγὰς τῆς ἀσκήσεως.
Ὁ βίος ἱερὸς ἐκ νεότητος ὤφθη, ἀνονήτους γὰρ λιπὼν συγχύσεις, ἀσκητῶν κατηρίθμησαι τάγμασι, φρόνημα σαρκὸς ῥεούσης ὑποτάξας τῷ πνεύματι, ἐγκρατείᾳ καὶ πόνοις ἀσκήσεως.
Νεάζων τῇ σαρκί, ἠξιώθης παμμάκαρ, χαρισμάτων ἐκ Θεοῦ σοφέ, προφητικῶν, προορᾶν τὰ ἐσόμενα πᾶσί τε προαναγγέλων τῶν μελλόντων τὴν ἔκβασιν καὶ εἰς θαῦμα κινῶν τοὺς ἀκούοντας.
Θεῷ προσκολληθείς, καὶ Αὐτῷ προσανέρχων, Σικελίας προϊὼν ἐδάφους, δυσμενῶν νοητῶν πανουργεύματα ἔτρεψας λαμπροῖς ἀγῶσι, νικητὴς ἀξιάγαστος δεδειγμένος δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Παρθένον βρεφουργὸν γαλουχοῦσαν ἡ φύσις καὶ μητέρα τῆς γαστρός, τὰ κλεῖθρα μέχρι σοῦ σώζουσα οὐ τεθέαται, μόνη γὰρ ἄμφω συνῆψας, τῆς γὰρ φύσεως πάναγνε, ὁ ἐκ σοῦ προελθών, πλάστης πέφυκεν.
Κανὼν ἕτερος, οὗ ἡ ἀκροστιχίς: Ἠλία σώζοις τὸν σὸν ὑμνῳδὸν βλάβης.
ᾨδὴ α΄. Ἦχος πλ. Β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἡλιακαῖς λαμπηδόσι τῶν ἀρετῶν ἀπαστράπτων Ὅσιε, τοὺς τὴν μνήμην σου φαιδρῶς ἐκτελοῦντας αἴτησαι ταῖς σαῖς ἱκεσίαις, Ἠλιοὺ καταλαμπρύνασθαι.
Λόγος ὁ πάντα γινώσκων, καθὰ Θεός, καὶ πρὸς τῆς γενέσεως ἐκ νηδύος μητρικῆς σὲ προγνούς, ἡγίασε σοφέ, καὶ θαυμάτων δωρεαῖς πολλῶν ἐπλούτισεν.
Ἴθυται νῦν ἡ καρδία πρὸς τὸν οὐρανόν, κεκτημένος γέγονας μετὰ σώματος ἐν γῇ ὑπὲρ φύσιν Ἄγγελος, Θεῷ παριστάμενος τῷ νῷ, Ἠλιού πάντοτε.
Θεοτοκίον.
Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου Σου γαστρός ὑπὲρ νοῦν σαρκούμενον ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
ᾨδὴ γ΄. Ἀφ’ ὕψους κατῆλθες.
Ἐδείχθης ὡς δένδρον κατάκομον, πολλαῖς ταῖς ἀρεταῖς λαμπόμενος ὅθεν ἀξίως δέδεξαι τὸ χρῖσμα τῆς ἀρίστης ἱερωσύνης τελῶν τὰ πανσέβαστα θεῖα μυστήρια.
Ἱδρῶτα ἀνέτλης Μαρτύρων, ἐν Χριστῷ καὶ πόνους, γενναιότατε, βαρβαρικαῖς παλάμαις γὰρ Ἀράβων συνεσχέθης, πολλῶν τε πεῖραν μαστίγων καὶ θλίψεων ἔσχες ξεόμενος.
Οὐδόλως ἠρνήσω τοῦ Πλάστου καὶ Θεοῦ, ῥοπάλοις αἰκιζόμενος, τὸ ὑπέρφερον ὄνομα, Ἠλία θεοφόρε, ὅθεν ἀξίως ἀπείληφας, ἄνωθεν στέφος ἀμάραντον.
Θεοτοκίον.
Ῥυπῶσαν τὴν φύσιν Χριστέ, τῶν γηγενῶν τῷ τοῦ γενάρχου πτώματι προσειληφὼς ἐκάθηρας, ἐκ κόρης γὰρ ἀμώμου βρέφος ὡράθης, Θεὸς μένων ἄτρεπτος καὶ ἀναλλοίωτος.
Ἕτερος. Οὐκ ἔστιν Ἅγιος.
Ἀλήκτῳ δρόμῳ τὴν στενὴν ὄντως καὶ τεθλιμμένην ἐπὶ ξένης ὁδεύων θεόφρον Πάτερ ὁδοῦ, πλατύ τε καὶ θαυμαστὸν καὶ φωσφόρον εὗρες τὸ κατάλυμα.
Σωφρόνως πάσας κυβερνῶν, Ἠλιοὺ τὰς αισθήσεις, ὁ δρυμὸς τῷ πολέμῳ ἐλήφθης τῷ πρὸς αὐτάς, ἀλλ’ ὤφθης τῶν τοῦ ἐχθροῦ δυσκαθέκτων μηχανῶν ἀνάλωτος.
Ὡς λίαν πόθος σου θερμός, ὁ πρὸς Κύριον μάκαρ, ὅν διψῶν ἐξεζήτεις ἐλάφου δίκην σφοδρῶς διψῶντος καὶ πρὸς πηγὰς τῶν ὑδάτων ἀνενδότως τρέχοντος.
Θεοτοκίον.
Τοῦ θείου Τόκου Σου Ἁγνή, πᾶσαν φύσεως τάξιν ὑπερβαίνει τὸ θαῦμα, Θεὸν γὰρ ὑπερφυῶς συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις Αειπάρθενος.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον. Ἀντωνίου.
Ἀσκηταῖς ἐκπέφηνας, κανὼν ἀκμαῖος, καὶ συγχρόνοις ἔσοπτρον, τῶν ἀρετῶν καὶ βοηθός, Ἠλία Πάτερ ἀοίδιμε, νῦν ὡς ἀστὴρ βροτοῖς πᾶσιν ἀνέτειλας.
Δόξα... Καὶ νῦν . Τῆς Ἑορτῆς Ὅμοιον
Τὴν σεπτὴν Μετάστασιν, σοῦ Παναγία, ἑορτὴν στησάμενοι, σὲ ἀνυμνοῦμεν εὐσεβῶς, Θεογεννῆτορ πανύμνητε· μὴ οὖν παρίδῃς τοὺς πόθῳ ὑμνοῦντάς σε.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νεαζούσῃ ἡλικίᾳ, γηραιὰν φέρων φρόνησιν, Ἰωσὴφ ἐδείχθης ἄλλος Ἠλιού, πειρασμοὺς γὰρ δεινοὺς ὑπενεγκὼν ὡς ἐκεῖνος, ἀκηλίδωτον τῆς ἁγνείας τὸ κάλλος, σωφρόνως ἐτήρησας.
Ὑπὸ τῆς ἐν σοὶ σκηνούσης κρατηνούμενος χάριτος, τοὺς σεπτοὺς καὶ θείους τόπους γηθοσύνως κατέλαβες, ἐξ ὧν πρὸς Ῥώμην φοιτήσας, ἁγιότητος, σαυτὸν κατηρτίσω λαμπρὸν ἐνδιαίτημα.
Μυροθήκην ἀποδείξας τὸ γεῶδές σου σκήνωμα, τῇ προσψαύσει Πάτερ, τῶν ἁγιασμάτων καὶ πόδας σου καθωραΐσας, τοῖς κόλποις καλαβρίτιδος γῆς ἐπέβης, τὰ ἄθλα τελῶν τῆς ἀσκήσεως.
Νουνεχῶς ἐγκύψας Πάτερ τῷ λειμώνι ὡς μέλισσα, τῆς γραφῆς ἐν γλώσσῃ ἔφερες τὰ ἄνθη τοῦ Πνεύματος, σαυτὸν ὁμοῦ καὶ τοὺς πέλας ἱερώτατε, διατρέφων ὡς ἄρτῳ πλουσίως τοῖς λόγοις σου.
Θεοτοκίον.
Ὁ καθήμενος ἐν κόλποις τοῖς πατρώοις δι’ ἄφατον, εὐσπλαγχνίαν σάρκα ἐκ σοῦ προσλαβὼν Θεονύμφευτε, συνανετράφη ἀνθρώποις ὡς προέφησε, θεηγόρος προφήτης καὶ κόσμον ἀνέπλασεν.
Ἕτερος. Χριστός μου δύναμις.
Ζηλώσας Ὅσιε, φρενὶ εὐγνώμονι τῶν Πατέρων τοὺς βίους, πᾶσαν αὐτῶν ἀρετὴν συνήγαγες εἰς ἑαυτὸν ὡς νουνεχὴς ὄντως ἔμπορος καὶ φρόνιμος.
Ὁδηγὸς εὔσημος, ὁ ζῆλος ἔνθεος, ὑψηλὸς καὶ ὁ βίος, καὶ τὰ φρικτὰ ὑπὲρ λόγον θαύματα σοῦ θεοφόρε Ἠλιού, διὰ τοῦτό σε γεραίρομεν.
Ἰσχύϊ Πνεύματος τοῦ θείου πάνσοφε, τὰς δεινὰς παρατάξεις τοῦ δυσμενοῦς, κατὰ κράτος ὤλεσας ἀπερειτίχιστον, ψυχῆς σου φυλάττων τὸ ὀχύρωμα.
Σοφίας ὄργανον ὑπάρχων Ὅσιε, διελέγχεις εὐτόνως καὶ ἀρειανῶν δόγμα τὸ ψυχόλεθρον, καὶ τοὺς τῆς πλάνης ἐραστάς, ὁδηγεῖς πρὸς τὴν ἀλήθειαν.
Θεοτοκίον.
Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς Σῆς Θεοτόκε, θεοπρεποῦς πέφυκε κυήσεως τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.
ᾨδὴ ε΄. Νῦν ἀναστήσομαι.
Ὥσπερ ἀσύλητον ὄλβον σοφέ, τὴν διὰ Χριστὸν στέργων ἑκάστοτε πτωχείαν, ἔχαιρες ἀκτησίαν παντελῆ, τοῖς θεογράφοις καὶ σεπτοῖς μακαρισμοῖς ἀφορῶν τε καὶ κραταιούμενος.
Τίς τῶν χαρίτων σου λόγος εἰπεῖν σθένει τὸν ἑσμόν; Βλύζεις γὰρ θαύματα, διώκεις πνεύματα πονηρά, καὶ ἀλγεινὰ πάθη ἀνθρώπων φυγαδεύεις τῶν πιστῶς θεοφόρε μακαριζόντων σε.
Οἶκτον πρὸς πένητας ἔχων ἀεὶ ἔτρεφες αὐτοὺς τῷ ὑστερήματι, ὅ καὶ παράδοξον, θησαυρίζων οὐρανοῖς ἄφθονον πλοῦτον, οὗπερ νῦν περιφανῶς ἀπολαύεις, Ἠλία πάντιμε.
Ἵνα τὰ μένοντα γέρα σοφέ, λήψη Ἠλιοὺ σάρκα ἐνέκρωσας, ψυχὴν ἐζώωσας, ἀτροφίᾳ καὶ εὐχαῖς ἀεὶ σχολάζων θεραπεύων τε Θεὸν ἰσαγγέλῳ σου πολιτεύματι.
Θεοτοκίον.
Κόσμος ἠλέηται διὰ τοῦ Σοῦ Μῆτερ τοκετοῦ, πλάνην γὰρ ἔσβεσε τῆς ἀθεότητος καὶ κατηύγασε τὴν γῆν θεογνωσίας ταῖς ἀκτῖσι, στολισθεὶς τῆς σαρκὸς τὴν Αὐτοῦ εὐπρέπειαν.
Ἕτερος. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.
Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὴν ἀμαυρωθεῖσάν μου ψυχήν, τῆς ἁμαρτίας ῥιπίσμασι φώτισον πρεσβείαις ταῖς τοῦ Ὁσίου σου, ὡς μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Ὁρῶντες ἅπαντες οἱ πιστοί, λάμπον τῶν ἀγώνων σου, τὸ φῶς ἐπὶ γῆς ὑπὲρ ἥλιον, ὕμνοις τὸν Πατέρα τὸν ἐπουράνιον δοξάζομεν, Ἠλία θεομακάριστε.
Νεκρώσας φρόνημα τῆς σαρκός, καὶ τὸ τῆς ψυχῆς θεοειδὲς τηρήσας μάκαρ ἀλώβητον, βλέπειν ἠξιώθης τὰ γενησόμενα, προλέγειν ἀψευδῶς τε τὰ συμβησόμενα.
Σταυρὸν ἐπ’ ὤμων ἀναλαβὼν Πάτερ, τοῦ Κυρίου Σου, σάρκα προθύμως ἐσταύρωσας, Παῦλος ὅπερ ἔφη, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, Θεοῦ φρονήματι.
Θεοτοκίον.
Τοὺς Θεοτόκον Σε ἐκ ψυχῆς Δέσποινα τοῦ κόσμου Ἀγαθή, ὁμολογοῦντας διάσωσον, Σὲ γὰρ προστασίαν ἀκαταμάχητον κεκτήμεθα, τὴν ὄντως Θεογεννήτριαν.
ᾨδὴ στ΄. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.
Σὺν τοῖς τῆς ἀσκήσεως ἀγῶσι βαρβαρικὰς αἰκίσεις καὶ παλαίσματα Πάτερ συμμίξας, περιφανῶς λάμπεις ἑκατέρωθεν καὶ φωτίζεις τοὺς ὑμνοῦντάς σε.
Ἐξ ὕψους λαβὼν Ἠλία χάριν, τυφλοῖς τὸ βλέπειν δίδως καὶ χωλοῖς σοφέ τὴν εὐδρομίαν, ἄλλα φρικτὰ ἐνεργῶν ἐξαίσια, τῇ πρὸς Κύριον ἐντεύξει σου.
Προλέγεις ὡς ἄριστος προφήτης, πόλεως τὰς ἁλώσεις, καὶ τὸ ἄφυκτον τῆς θείας δίκης, τοὺς εν αὐταῖς ἀπολοφυρόμενος καὶ θρηνῶν εὐσυμπαθέστατα.
Θεοτοκίον.
Ὅπλον στεῤῥόν, Ἄχραντε Παρθένε, τῶν σῶν γενοῦ προσφύγων ἐφαπλοῦσά σου τὰς θείας ὠλένας αἷς σὸν Υἱὸν μητρικῶς ἐβάστασας, καὶ ἡμᾶς διαφυλάττουσα.
Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Ὁ βίος σου γέγονε φωτισμός, τοῖς ἐν νυκτὶ τοῦ βίου Πάτερ Ὅσιε, διαπορευομένοις καὶ ὁδηγόν, πρὸς τρίβον οὐράνιον καὶ ζωῆς αἰωνίου πρὸς κατάσχεσιν.
Ναὸς θείου Πνεύματος ἀνεδείχθης λογικός, Ἠλία Πάτερ Ὅσιε, τῇ καρδίᾳ γενόμενος καθαρός, διὸ καὶ ἠξίωσαι ὁμιλεῖν τῆς Τριάδος τῷ Δεσπότῃ σου.
Ὑπέρμαχος ἄριστος, σοῦ τῆς ποίμνης πεφυκώς, καὶ ὁδηγὸς σωτήριος, ὑπερμαχεῖν μὴ παύσῃ ταύτῃ ἀεί, Ἠλία θεσπέσιε, προϊστάμενος νόμῳ ἀγαπήσεως.
Θεοτοκίον.
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινὸν κατεύνασον τάραχον, καὶ γαλήνη παράσχου τῇ καρδίᾳ μου.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ κάτω λιπών, τὰ ἄνω ἐπεπόθησας, καὶ τὰς ἀρετὰς συζεύξας, ὥσπερ τέθριππος, Ἠλιοὺ πανόλβιε, ὡς πάλαι Θεσβίτης ἀνέδραμες, ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος. Τράνωσόν μου.
Ὤφθης ἐν γῇ βίον ἀσώματον ἐνδεικνύμενος μάκαρ, καὶ σαρκὸς ταπεινῶν τὸ φρόνημα τῇ ἀσκήσει σου, νηστείαις σχολάζων, καὶ ὑμνῳδίαις, καὶ ψυχήν σου κατάρδων ῥείθροις δακρύων, ὅθεν δειχθεὶς ἀρεταῖς πολυτρόποις κατάκομον ὡς δένδρον, κατεφυτεύθης ἐν Ἐδὲμ τῆς τρυφῆς παναοίδιμε, πρὸς μόνου τοῦ Κτίστου σου τῶν σῶν ἔργων λαβὼν τὴν ἀντίδοσιν, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἠλιοὺ τοῦ νέου, τοῦ ἐν Σικελίᾳ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀρετῆς τῆς σῆς τὸ μέγεθος πανόλβιε, γνοὺς εὐσεβὴς βασιλεύς, πρὸς ἑαυτόν σε καλεῖ ἐκ πίστεως ἄκοντα, ἀλλ’ ἐν ὁδῷ πρὸς Θεόν, τὸν παντάνακτα ἀνέπτης, καθὼς προὔλεγες, μελῳδῶν· Εὐλογητὸς εἶ.
Ἰδοὺ βαδίζων θεόληπτε ὀχήμασι τοῖς βασιλείοις, ἐγγὺς πρὸς τὸν Δεσπότην σου, καθάπερ ἐν ἅρματι οὐρανοδρόμῳ σοφέ, ἀνελήλυθας, ὡς ὁ Θεσβίτης πρότερον, μελῳδῶν· Εὐλογητὸς εἶ.
Νεκρὸς σώματι καὶ ζῶν Πάτερ τῷ Πνεύματι, τῶν φοιτητῶν ταῖς χερσί, τῇ παροικίᾳ τῇ σῇ ὡς ὄλβος πολύτιμος ἀνακεκόμισαι τοῖς κραυγάζουσιν· Εὐλογητὸς εἶ Κύριε ὁ Θεός, εἰς τοὺς αἰῶνας.
Οἱ καθορῶντες τὸ σκῆνός σου θεόπνευστε, θάμβους ἐμπίπλανται, διαφυλάττεται γὰρ ἅπαν ἀδιάλυτον ἐν χρόνοις πλείοσι, προτρεπόμενον τοῦ μελῳδεῖν τῷ πλάσαντι· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πύλην προεῖπεν ὁ βλέπων κεκλεισμένην Σε τὴν ἀειπάρθενον, φησὶ γὰρ κάθηται ἐπὶ ταύτῃ Κύριος ἄρτον φαγεῖν προσδοκῶ, ἥν προσείληφε σάρκα σώζων τοὺς μέλποντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον.
Μακαρίως σου τὸν βίον διετέλεσας, Ἠλία θαυμαστότατε, ὅθεν ἔτυχες μακαρίου λήξεως, χοροῖς Ἁγίων διαχαίρων καὶ βοῶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νυσταγμὸν τοῖς σοῖς βλεφάροις, οὐκ ἀπένειμες, οὐχ ὕπνον σοῦ τοῖς ὄμμασιν, ἕως οὗ εὗρες τόπον ἀναπαύσεως, ἐν ᾧ χορεύεις μακάριε βοῶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ἀέναον πηγήν σε, Πάτερ Ὅσιε, τῶν ἰαμάτων ἔχοντες, ἀρυόμεθα τὰς εὐεργεσίας δαψιλῶς, καὶ χαίροντες μέλπομεν Χριστῷ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Δὸς ἡμῖν Χριστέ, βοήθειαν ἐκ θλίψεως πρεσβείαις τοῦ Ὁσίου Σου, καὶ κατάβαλε ὁρατοὺς ἐχθρούς, καὶ νοητούς, καὶ σῶσον βοῶντάς σοι ἡμᾶς· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν.
Τὴν βασιλίδα καὶ πάντων κυριεύουσαν φύσιν τὴν τρισυπόστατον, ἀγαθότητος καὶ ἀπείρου πέλαγος φωτὸς ὑμνοῦντες, βοήσωμεν πιστοί· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ἱεραῖς συνελθόντες τιμῶμέν σε μελῳδίαις, τοὺς πόνους κροτοῦντες σου τῆς θαυμαστῆς ἀσκήσεως, τῶν στιγμάτων τὰ νέφη, ἀναβοῶντες· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Σὺ καὶ τάφῳ σκηνῶν, οἷα ζῶν ἐν σαρκὶ τὰ μύρια τελεῖς Πάτερ, θαύματα καὶ τὴν χαμαὶ συγκύπτουσαν ἀνορθοῖς ἐκβοῶσαν· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Ἡ ἑσπέριος λῆξις ὡς ἥλιον σὲ λαμπρῶς εὐτυχοῦσα φαιδρύνεται ἀπωθουμένη βάρβαρα σῶν λιτῶν φωτὶ νέφη καὶ μελῳδοῦσα· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Τριαδικόν.
Ἰσουργὸν τὸν Υἱὸν τῷ γεννήτορι, καὶ τὸ Πνεῦμα ὑμνῶ τὸ συνάναρχον, τρισσολαμποῦσαν δύναμιν, ἀστραπὴν ἑνιαίαν τὸ πᾶν φρουροῦσαν καὶ συνέχουσαν κράτει θεότητος.
Θεοτοκίον.
Ὁ Πατρὶ καὶ τῷ Πνεύματι, σύνθρονος ἐκ Σοῦ σάρκα λαβὼν καθ’ ὑπόστασιν, διπλοῦς τῇ φύσει πρόεισι τοὺς πιστῶς μελῳδοῦντας σώζων Παρθένε· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὁ βυθὸς τῶν θαυμάτων τῶν σῶν μακάριε, τὴν πληθὺν τῶν δαιμόνων πᾶσαν κατέκλυσε καὶ τῆς χαλεπῆς τούτων βλάβης ἐῤῥύσατο τοὺς ὑπερυψοῦντας Χριστὸν εἰς τοὺς αἰῶνας.
Νοητήν σε λυχνίαν πάντες γινώσκομεν καταυγάζουσαν, Πάτερ θεομακάριστε, τὰ κατὰ Θεὸν τῶν πιστῶν διαβήματα τῶν ὑπερυψούντων Χριστὸν εις τοὺς αἰῶνας.
Βασιλείας τῆς ἄνω ποθήσας Ὅσιε, τὴν λαμπρότητα κόσμου δόξαν ἠλόγησας καὶ τῶν ἀρετῶν τῷ τεθρίππῳ σαφῶς ἐπιβάς, Πάτερ ὡς Ἠλίας ἀνῆλθες ἐν ὑψίστοις.
Λελοιπώς Σου τὸ σῶμα τὸ τιμιώτατον, μηλωτὴν ὥσπερ ἄλλην τοῖς φοιτηταῖς Σου ἡμῖν πᾶσιν, δι’ αὐτοῦ ἀναβλύζεις ἰάματα τοῖς ὑπερυψοῦσιν Χριστὸν εις τοὺς αἰῶνας.
Τριαδικόν.
Μίαν φύσιν Τριάδος ἀπειροδύναμον, ὑπερβαίνουσαν χρόνου πάντων καὶ φύσεως ἔννοιαν ἀεί, ὀρθοδόξως δοξάζομεν καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες καὶ τεκοῦσα ἀφράστως τὸν ὑπερούσιον, Πνεῦμα γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν ὅν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κρυπτὸν θεῖον.
Λύχνος ἀναπέφηνας λαμπρῶς ἀστράπτων δυτικὴν κατήφειαν, Ἠλία πάντιμε, ἀνατολῆς ἡλίου φαιδρότερον καὶ ἀπελαύνων συμφορῶν πολλῶν ὁμίχλην ταῖς πρεσβείαις σου.
Ἰθύνων ἐπόπτευε τὰ σά, παμμάκαρ τέκνα νῦν σοι ᾄδοντα πιστῶς τὰ ᾄσματα τὸν ἱερὸν κηρύττοντα βίον σου, τὴν πολιτείαν καὶ πληγάς, τὰς τῶν βαρβάρων καὶ τὰ θαύματα.
Ἀνέπτης πρὸς ἄφθαρτα, φύσεως νόμῳ γῆθεν μεθιστάμενος, θεῖα βασίλεια ἀντὶ φθαρτῶν τὸν μόνον ἀθάνατον παμβασιλέα ὁρῶν καὶ μετὰ Ἀγγέλων διαιτώμενος.
Νῦν ἡμᾶς ἐπόπτευε τοὺς σοὺς οἰκέτας, πρυτανεύων ἄνωθεν πταισμάτων ἄφεσιν, βαρβαρικὰς ὁρμὰς ἀποδίωξον καὶ τὴν σὴν ποίμνην φυλάττοις τῶν ψυχοφθόρων βελῶν ἄτρωτον.
Θεοτοκίον.
Σκέπασον τοὺς δούλους σου, τὰς περιστάσεις τὰς κυκλούσας πράϋνον καὶ θραῦσον, Δέσποινα, τὰ πονηρὰ τῆς Ἄγαρ γεννήματα, τοῖς βασιλεῦσι τὴν τούτων ὀφρὺν λιταῖς Σου ὑποκλίνουσα.
Ἕτερος. Θεὸν ἀνθρώποις.
Αὐτοῦ τὸ ὄντως ἐρασμιώτατον τῶν ὀρεκτῶν σαφῶς καταλαβὼν τὸ ἀκρότατον, οὗ ἐν σοὶ τὰς ἐμφάσεις ἐκέκτησο χαίροις τὰς ἀντιδόσεις Πάτερ τῶν πόνων σου νῦν ἐπαπολαύων ἐν φωτὶ θεομακάριστε.
Βοᾷ ἡ ποίμνη σου χαριστήριον Πάτερ ᾠδὴν ταῖς θείαις σωζομένη πρεσβείαις σου, μεγαλύνει ὑμνοῦσα τὸν Κύριον πάντοτε ἡ ψυχή μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ἐμὴν ὡς ἀγαθὸς Θεὸς ταπείνωσιν.
Ἡ σὴ σεβάσμιος θήκη, πάντοτε παντοδαπὰ χαρίσματα θαυμάτων πηγάζουσα, ἁγιάζει λαὸν τὸν χριστεπώνυμον, ἥν νῦν περικυκλοῦντες καὶ ἀσπαζόμενοι, Πάτερ θεοφόρε Ἠλιού, σὲ μακαρίζομεν.
Σωτὴρ ὑπάρχων τοῦ κόσμου, Κύριε σῶσον ἡμᾶς, οὕς ἔπλασας χειρί σου, δεόμεθα τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι, νίκας κατὰ βαρβάρων τῷ βασιλεῖ ἡμῶν, ταῖς τοῦ πανευφήμου Ἠλιοὺ σεπταῖς δεήσεσιν.
Θεοτοκίον.
Νεκροῖς ἀνάστασιν νῦν δεδώρηται διὰ τῆς σῆς ἀφράστου καὶ ἀῤῥήτου σαρκώσεως, Θεοτόκε πάνσεμνε, ζωὴ γὰρ ἐκ Σοῦ σάρκα περικειμένη πᾶσιν ἐξέλαμψε καὶ τὸ τοῦ θανάτου ἀμειδὲς σαφῶς διέλυσεν.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς, δευτεροῦντες τὸ α'. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. (Δίς)
Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.
Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου