Κυριακή 24 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 10. ΑΓΙΑ ΠΟΥΛΧΕΡΙΑ ΒΑΣΙΛΙΣΣΑ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΥ 10!!
ΠΟΥΛΧΕΡΙΑ ΒΑΣΙΛΙΣΣΑ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος β'. Ποίοις εὐφημιῶν στέμμασιν
Ποίοις οἱ εὐτελεῖς χείλεσιν, εὐφημήσωμεν νῦν τὴν τεχθεῖσαν; τὴν ἁγιωτέραν τῆς κτίσεως, καὶ Τιμιωτέραν ὑπάρχουσαν, Χερουβίμ, καὶ πάντων τῶν Ἁγίων· τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τὸ Θεοῦ ἁγίασμα· τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ γεννήσει αὐτῆς, τὸ μέγα ἔλεος.

Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἐκ τῆς στείρας κυήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ Ἀδὰμ δεσμῶν ἀπελυτρώσω, καὶ Εὔαν, ἐκ τῶν ὠδίνων ἠλευθέρωσας, Ἀγγέλων· διὸ χοροὶ συνεορτάζουσιν, ὁ οὐρανὸς τῇ γῇ χαίρει, καὶ ἐπικροτοῦσιν, αἱ ψυχαὶ Δικαίων ᾠδάς, πιστῶς ἀνακράζουσαι, εἰς δόξαν τῶν γενεθλίων σου.

Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ σου τεχθείσης ἱστάμεναι, κόραι χαρμοσύνως χορεύουσαι, καὶ θαμβητικῶς ἀναβοῶσαι· Ἐτέχθη, τοῦ Βασιλέως τὸ παλάτιον, ἐκλάμπει, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἠνοίχθησαν στεῖραι· τοῦ Θεοῦ γὰρ πύλη, εὐτεκνίαν τῶν ἀρετῶν εἰσάγει βραβεύουσα, εἰρήνην καὶ μέγα ἔλεος.

Τῆς Ἁγίας. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, περιστερὰ λογική, κεχρυσωμένας ἡ κατέχουσα πτέρυγας, τῷ κάλλει τῆς εὐσεβείας, ἡ παρθενίας φωτί, ὡς φωστὴρ ἐν κόσμῳ διαλάμψασα, λαμπὰς ἡ ἀείφωτος, τοὺς πιστοὺς καταυγάζουσα, τοῖς πολυφώτοις, ἀρετῶν σελαγίσμασι, στήλη πίστεως, καὶ κιθάρα ἡδύφωνος, κρήνη ἀναβλυστάνουσα, δογμάτων τὰ νάματα, καὶ εὐσπλαγχνίας τὰ ῥεῖθρα, εὐκλεεστάτη βασίλισσα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, τῶν ἀνασσῶν καλλονή, καὶ χριστοφόρων τὸ ἡδύτατον ἄκουσμα, ἡ στάθμη τῆς Ἐκκλησίας, τῶν πενομένων τροφή, τῶν νοσούντων πάντων ἡ παράκλησις, ἐξ ἧς ἡ σωτήριος, τῶν δογμάτων σαφήνεια, ὡς ἀπὸ κρήνης, διεδόθη τοῖς πέρασι, καὶ κατήρδευσε, τὴν ὑφήλιον ἅπασαν, ἄνασσα θεοκόσμητε, Πουλχερία θεόληπτε, τῶν ὀρθοδόξων ἀνάκτων, διαυγεστάτη εὐπρέπεια, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Χαίροις, τῆς Βασιλείας Θεοῦ, τῶν βασιλίδων βασιλὶς ἀκροθίνιον, καὶ πάντων τῶν βασιλέων, τῶν εὐσεβῶν καλλονή, καὶ δογμάτων θείων, φύλαξ ἄριστος, παρθένων ἀγλάϊσμα, Πουλχερία πανεύφημε, ἡ τὴν πορφύραν, καὶ τὸ στέμμα κοσμήσασα, καὶ κυρώσασα, Ἐκκλησίας τὰ δόγματα, πρέσβευε ὦ πανένδοξε, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν ἐκτελούντων τὴν μνήμην σου, καὶ σὲ δοξαζόντων, τοῦ δοθῆναι ἡμῖν πᾶσι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.
Σήμερον, ἀνέτειλεν ὡς ἔαρ εὐανθὲς καὶ ἡδύπνοον, ἐν μεσωτάτῃ ἰσημερίᾳ, καὶ ὡς ἄλλη λογικὴ περιστερά, τὴν παῦσιν τοῦ κατακλυσμοῦ προμηνύουσα, ἡ μνήμη τῆς Πουλχερίας, τῆς διαλαμψάσης ἐν μέσῳ δύο Συνόδων, καὶ τῶν αἱρέσεων τὸν κρυμόν, τὸν καύσωνα καὶ κατακλυσμὸν ἐξαφανισάσης, καὶ τῇ νοητῇ κιβωτῷ Ἐκκλησίᾳ προξενησάσης οἷα εὐθαλῆ φυτά, καὶ ὡραῖα ἄνθη, καὶ ὀπώρας ὡρίμους, δόγματα σωτήρια, τάς ψυχὰς ἡμῶν εὐφραίνονται. Κατὰ χρέος οὖν ἀδελφοί, ἐπαξίως ταύτην ὑμνήσωμεν, ἐξαιρέτως δὲ ἡμεῖς οἱ τηλικαύτης κτιτορίσσης ἀξιωθέντες, ἣ ὡς παρθένος καὶ ἰσαπόστολος καὶ βασίλισσα ἡγιασμένη, παρίσταται ἐκ δεξιῶν τοῦ Παντάνακτος Χριστοῦ, πρεσβεύουσα διηνεκῶς, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτῆς.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Δι᾿ Ἀγγέλου προῤῥήσεως, γόνος πάνσεπτος, ἐξ Ἰωακεὶμ καὶ Ἄννης τῶν δικαίων, σήμερον προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε, κατάρας ἀναίρεσις, εὐλογίας ἡ ἀντίδοσις· διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.












Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Βασιλειῶν Γ΄ τὸ Ἀνάγνωσμα. (Κεφ. η΄, 22-27)
Ἔστη Σολομών, κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ Θεός, ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πλὴν καὶ ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου. Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχηται ἐνώπιόν σου πρὸς σὲ σήμερον, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἠνεωγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας· ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ, καὶ ποιήσεις ἵλεως ἔσῃ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. ξα΄ 10-ξβ΄ 1)
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῇ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος, τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτο, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκέτι κληθήσῃ· Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι· Ἔρημος. Σοὶ γὰρ κληθήσεται· Θέλημα ἐμόν, καὶ τῇ γῇ σου· Οἰκουμένῃ, ὅτι εὐδόκησε Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.









Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. ξ΄ 1)
Φωτίζου, φωτίζου Ἱερουσαλήμ, ἤκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν, ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ’ ἔθνη, ἐπὶ δὲ σὲ φανήσεται Κύριος καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἇρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, ἰδοὺ ἤκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. Τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἤξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιάμ, καὶ Γαιφά. Πάντες ἐκ Σαβά, ἤξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδάρ, συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιώθ, ἤξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτά, ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τίνες οἴδε ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραί, σὺν νεοσσοῖς; Ἐμὲ αἱ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσίς, ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν αὐτῶν μετ’ αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ δι’ ἔλεος ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρα καὶ νυκτός, οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἐθνῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ ἡ δόξα τοῦ Λιβάνου, πρὸς σὲ ἤξει, ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε, καὶ παροξυνάντων σε, καὶ κληθήσῃ· Πόλις Κυρίου, Σιών, Ἁγίου Ἰσραήλ. Διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἧν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέως φάγεσαι. Καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ.











Λιτή. Ἦχος α΄. Τῆς ἑορτῆς.
Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ προπάτωρ, καὶ ἡ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· Ἐτέχθη μοι γάρ φησι λύτρωσις, δι’ ἧς ἐκ τῶν δεσμῶν τοῦ ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Τῆς Ἁγίας. Ὁ αὐτός.
Εὐφραίνεσθε ἐν Κυρίῳ, αἱ ἐν τῷ Ἁγιωνύμῳ Ὄρει θεῖαι Μοναί, ἡ Ἐσφιγμένου καὶ τοῦ Χειμάῤῥου, ὡς θεόθεν ἀξιωθεῖσαι πλουτεῖν τηλικαύτης ὑπερλάμπρου κτίτορος, καὶ ἡγιασμένης, τῆς ὑψηλῆς καὶ περιβλέπτου Αὐγούστας Πουλχερίας. Αὕτη γάρ, τὴν βασίλειον ἀρχὴν ὑπερφυσικοῖς προτερήμασι κατεκόσμησε καὶ Συνόδους Οἰκουμενικὰς συγκροτήσασα, τὴν Ὀρθόδοξον Πίστιν τῇ οἰκουμένῃ παρέσχετο, ὅθεν εἰς αἰῶνας ἀγαλλομένη, πρεσβεύει σωθῆναι ἡμᾶς.

Ἕτερον. Ἦχος β΄.
Ἐκ ῥίζης εὐσεβοῦς, εὐσεβὴς ἐβλάστησε καρπός, ἡ πανσέβαστος Πουλχερία, ἡ τὴν ἀλουργίδα ἐνθέως κοσμήσασα καὶ τὸ διάδημα, ἀρετῆς καὶ σεμνότητος κόσμημα ἀποδειξαμένη. Τίς τοιοῦτο ποτέ ἐθεάσατο παράδοξον; Ἐν τρυφαῖς ἐγκράτειαν ἐπεδείξατο, καὶ ἐν θορύβοις ἁγνείαν καὶ νοῦν ἀκλόνητον, ἐν μέσῳ δὲ πάλιν ἀνδρῶν παντοίων ἀναστρεφομένη, καὶ οἰκουμενικαῖς φροντίσιν ἐνασχολουμένη, ἀδιάφθορος διέμεινε. Μόνη γὰρ παρθένος καὶ πολυχρόνιος βασίλισσα ἐγνωρίσθη. Διὸ δικαίως παρὰ τῶν ἐνδοξοτέρων Πατέρων, τῆς εὐσεβείας μήτηρ, καὶ προστάτις Ὀρθοδοξίας κηρύττεται. Αὐτὴν οὖν καὶ ἡμεῖς ἀδελφοὶ ἱκετεύειν μὴ διαλείπωμεν, ὅπως τύχωμεν ταῖς πρεσβείαις αὐτῆς, τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης Ὀρθόδοξοι, ᾄσμασι καταστέψωμεν Πουλχερίαν τὴν βασίλισσαν καὶ παρθένον, τὴν ἄγρυπνον φύλακα τῶν Ὀρθοδόξων. Τὴν ἄμωμον περιστεράν, τὴν ἐνδιαπρέψασαν τῷ κάλλει τῆς παρθενίας, καὶ τῶν πιστῶν ὀφθεῖσαν ἀδιάσειστον ἔρεισμα. Τὸ καταφύγιον τῶν θείων Πατέρων. Τὴν προστασίαν τῶν ὀρφανῶν, τὴν τροφὸν τῶν πενήτων. Τὴν ἀντίληψιν τῶν ἀσθενῶν καὶ ἀπολύτρωσιν τῶν ἀδικουμένων. Τὴν ἄοκνον γηροτρόφον. Τῶν θείων ναῶν τὴν κοσμήτορα. Τῆς εὐσεβοῦς βασιλείας τὴν αἴγλην. Αὕτη γὰρ διέλαμψε ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, ὡς καθαρὰ καὶ ὁλόφωτος σελήνη, καὶ ἐκ δεξιῶν τοῦ Σωτῆρος παρίσταται ὡς βασίλισσα, περιβεβλημένη τὸν πάγχρυσον κόσμον τῶν ἀρετῶν, τόν τε θεοΰφαντον ποδήρη τῆς παρθενίας, καὶ τὴν ἀλουργίδα τῆς πίστεως, καὶ τοὺς χρυσοῦς κροσσωτοὺς τῶν εὐποιϊῶν καὶ τὰ ποικιλόχροα ἄνθη τῶν θείων χαρίτων πεποικιλμένη, ὅθεν ἐπεθύμησεν ὁ πάντων Βασιλεύς, τοῦ κάλλους αὐτῆς, καὶ διετήρησεν ἀδιάφθορον παρθένον, καὶ ἑαυτῷ νύμφην ἄμωμον προσηγάγετο, καὶ κατοικεῖν παρ’ αὐτῷ ἐποιήσατο. Ταύτην οὖν ἱκετεύοντες, εἴπωμεν· Βασίλισσα θεόστεπτε, τῶν εὐσεβῶν προστασία, ὡς ἔχουσα πρὸς αὐτὸν ἀκαταίσχυντον παῤῥησίαν, μεσίτευσον ὑπὲρ ἡμῶν, καὶ ὑπὲρ ταύτης τῆς Ἱερᾶς Μονῆς σου, ἵνα διαμένοντες ἀβλαβεῖς, εὐφημῶμέν σε εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὡς ὀρθρινὴν χρυσοπόρφυρον αἰθρίαν, καὶ ὡς εὐδιάχυτον, ἀνατολὴν φαεινήν, καὶ ἑωσφόρον εὐφρόσυνον, καὶ οὐρανίαν, λαμπρὰν νεφέλην καὶ ἐξαστράπτουσαν, ταῖς θείαις τοῦ Πνεύματος, ἀΰλοις χάρισι, τοῦ ἀκενώτως ἐκλάμψαντος, ἐν τῇ ψυχῇ σου, καὶ ὡς φωστῆρά σε κόσμῳ δείξαντος, καὶ φῶς ἀνέσπερον γινώσκομεν, Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἱκέτευε σῶσαι, Πουλχερία τὰς ψυχὰς ἡμῶν.

Στ.: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου.
Ἡ ἐκ σπαργάνων Χριστῷ ἀνατεθεῖσα, καὶ βίον ζηλώσασα τὸν ἀξιέπαινον, τῷ τὴν ζωὴν δωρουμένῳ σοι, καὶ σωτηρίαν, καὶ πρὸς τὴν θείαν ὄντως ἀπόλαυσιν, σὲ μεταβιβάσαντι, τὴν ἀδιάῤῥευστον, ὦ Πουλχερία βασίλισσα, τὴν παρθενίαν, καὶ ἀπαρχὴν Αὐτῷ καθιέρωσας, Ὃν καὶ ἐνθέως ἐδογμάτισας, σὺν συγγόνῳ τῷ σῷ παμμακάριστε, μεθ’ οὗ αἴτησαι λύσιν, τῶν παθῶν ἡμῶν δωρήσασθαι.

Στ.: Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Ἡ τῶν Πατέρων τοῖς δόγμασι πεισθεῖσα, καὶ πάσας ἐκκόψασα, αἱρετιζόντων ὁρμάς, καθάπερ θάλασσα ἄκλυστος, καὶ κρυσταλλίνη, τῇ παρθενίᾳ σὺ ἀναδέδειξαι, ὅθεν διαυγέστατος, Ὀρθοδοξίας φωστήρ, ὦ Πουλχερία γεγένησαι, θείας ἀκτῖνας, ἐν τῇ καρδίᾳ σου θησαυρίσασα, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθης δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.


Δόξα. Ἦχος πλ. δ΄.
Παρθένων ἀγλάϊσμα, καὶ εὐσεβῶν βασιλέων εὐπρέπεια, καὶ τῶν δικαίων ἁπάντων τὸ ἐγκαλλώπισμα, Πουλχερία πανέντιμε, ἡ μόνη τὸ στέμμα, καὶ τὴν πορφύραν καὶ ἀλουργίδα σωφροσύνῃ κοσμήσασα, καὶ τὴν Ὀρθόδοξον πίστιν τῇ οἰκουμένῃ κηρύξασα, πρέσβευε πανεύφημε, ὑπὲρ τῆς ποίμνης σου ταύτης, τῆς ἐτησίως τελούσης, τὴν πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται. Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὡραιότητα, τῆς σωφροσύνης σου, καὶ τὸ ὑπέρλαμπρον, τῆς εὐσεβείας σου, πᾶς συνετὸς κατανοῶν, ἐκπλήττεται Πουλχερία. Πῶς εἰς τὰ βασίλεια, παρθενίαν ἐφύλαξας, πῶς δὲ τὸν ἀρχέκακον, ὄφιν μόνη κατήργησας. Διὸ σὲ εὐφημοῦντες βοῶμεν· δόξα Θεῷ τῷ ἐν Τριάδι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις.









ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
 Προστάτις ὀρφανῶν, καὶ χηρῶν κυβερνῆτις, ἐδόθης πρὸς Θεοῦ, Πουλχερία θεόφρον, καὶ ἄμισθος βοήθεια, ἀνεδείχθης θεόσοφε, ὅθεν σήμερον, ἀνευφημοῦντές σε πόθῳ, τὴν πανσέβαστον, ἐπιτελοῦμέν σου μνήμην, πιστῶς σὲ γεραίρομεν.
Δόξα...Καὶ νῦν... Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
 Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον, ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεὺς ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τῇ θείᾳ λαμπρότητι Ἁγίου Πνεύματος, τὸ σκότος ἐδίωξας τῶν κακοδόξων σεμνή, Πουλχερία ἀοίδιμε, ἤρθης πρὸς εὐσεβείας, καθαρότατον ὕψος, ἤστραψας τὰς ἀκτῖνας, ὀρθοδόξων δογμάτων, εἰς ἄδυτον φῶς τῆς Βασιλείας Χριστοῦ σκηνώσασα.
Δόξα...Καὶ νῦν... Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται ἡ σύμπασα, καὶ θεουργεῖται· Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ, αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα, πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ὡραιότατον, Χριστὸν ἐπόθησας, καὶ τὰ ὁρώμενα, κάλλη παρέδραμες, ὡς νουνεχὴς καὶ συνετή, πανεύφημε Πουλχερία, ὅθεν κατεκόσμησας, ἀρεταῖς τα βασίλεια, καὶ κατεμυκτήρισας, κακοδόξων συστήματα, διὸ οἱ σοὶ ἱκέται βοῶμεν· χαῖρε ἡμῶν ἡ προστασία.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριάμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ. Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ. Ὄντως θαῦμα παράδοξον!






Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου.
Στ.: Σμύρνα καὶ στακτή, καὶ κασία ἀπὸ τῶν ἱματίων σου.
Εὐαγγέλιον τοῦ Ὄρθρου ἐκ τοῦ κατὰ Ματθαῖον. Ζήτει τῷ ΙΖ΄ Σαββάτῳ Ματθαίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοστέπτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Θεόστεπτε παρθένε, Πουλχερία ἰσαπόστολε, ὡς ἔχουσα πρὸς Κύριον παῤῥησίαν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.

Εἶτα οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.
Ὁ α΄ Κανὼν τῆς Ἑορτῆς, τοῦ Κυρίου Ἰωάννου
ᾨδὴ α' Ἦχος β'. Ὁ Εἱρμός
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Δεῦτε πιστοί, Πνεύματι θείῳ γηθόμενοι, τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν, εἰς βροτῶν σωτηρίαν, ἀειπάρθενον Κόρην, ὕμνοις τιμήσωμεν.
Χαῖρε σεμνή, Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ, ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος, τῶν ἀνθρώπων τῷ γένει, σὲ πάντες ἐπαξίως, ὕμνοις δοξάζομεν.
Ἡ τῆς ζωῆς, τίκτεται σήμερον γέφυρα, δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως, τῆς εἰς ᾍδου εὑρόντες, Χριστὸν τὸν ζωοδότην, ὕμνοις δοξάζουσιν.

Ὁ Κανὼν τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνῆσαί σε μέλλοντι, καὶ εὐφημῆσαι προσπεύδοντι, αἰδοῦμαι καὶ δέδοικα, μὴ ἀποτύχω σεμνή, τῶν χαρίτων σου, τὸν πλοῦτον ἀνυμνῆσαι, διὸ ἱκετεύω σε, χάριν μοι δώρησαι.
Τὸν πόθον μου πρόσδεξαι, καὶ μὴ παρίδης δεόμενον, καὶ λόγου καὶ χάριτος, τῶν σῶν ναμάτων τυχεῖν, ἡ πανεύσπλαγχνος, τροφὸς τῶν πενομένων, ὅπως εὐφραινόμενος, πανηγυρίζω σε.
Ἱκέσιον δέησιν, χαρμονικῶς σοι προσφέρομεν, τελοῦντες τὴν μνήμην σου, τὴν φωτοφόρον κλεινή, καὶ δεόμεθα, θερμῶς ἀξιωθῆναι, τῆς ἄνω λαμπρότητος, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Ὡς ἔμψυχον θάλαμον, ὡς ἀδιάφθορον σκήνωμα, ὡς πύλην οὐράνιον, ὡς θείαν τράπεζαν, ὡς παλάτιον, καὶ θρόνον τοῦ Δεσπότου, Μαρίαν τὴν ἄχραντον, ὕμνοις τιμήσωμεν.
ᾨδὴ γ' Ὁ Εἱρμός
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.
Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον.
Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν.

Τῆς Ἁγίας. Τοὺς Σοὺς ὑμνολόγους.
Τὴν ποίμνην σου ταύτην Πουλχερία, τὴν πόθῳ γεραίρουσαν τὰ σά, ἄνασσα προτερήματα, ταῖς σαῖς εὐχαῖς ἐνίσχυσον, θεοφιλῶς πορεύεσθαι, καὶ θεαρέστως ἰθύνεσθαι.
Ἐδείχθης λιμὴν τῶν ἐν ἀνάγκαις, καὶ τόμος θεόγραφος σεμνή, ἔχουσα τὰ θεόπνευστα, πνευματικὰ μαθήματα, ἐν τῇ ψυχῇ σου πάντοτε, ὡς θείου Πνεύματος ἔμπλεως.
Τοὺς πόθῳ τελοῦντας μακαρία, τὴν θείαν σου μνήμην καὶ σεπτήν, παθῶν ἀχλύος λύτρωσαι, καὶ ἀναγκῶν καὶ θλίψεων, καὶ πρὸς ὁδὸν θεάρεστον, προθύμως τρέχειν εὐόδωσον.

Θεοτοκίον.
Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαγχνίσθητι Πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς συμπαθὴς ἐπέκτεινον, ὅπως σωθεὶς μεγαλύνω Σε.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Συνεκρότησας σοφῶς, τετάρτην Σύνοδον σοφή, ἐν Χαλκηδόνι σὺν σεπτῷ, Μαρκιανῷ τῷ βασιλεῖ, ἑξακοσίων καὶ τριάκοντα Πατέρων, αὕτη Εὐτυχῆ καὶ Διόσκορον, καὶ πλάνην τὴν αὐτῶν, κατεδίκασεν, ὡς καὶ τὸ πρὶν ὑπὸ Θεοδοσίου, ἡ ἐν Ἐφέσῳ Νεστόριον, σὺν σοὶ Αὐγούστα, ἐπικυροῦσα, τὰ τῆς πίστεως δόγματα.
Δόξα... Καὶ νῦν.... Τῆς Ἑορτῆς
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται, εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδάμ, κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν, ἀπολέλυται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.




ᾨδὴ δ' Ὁ Εἱρμός
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.
Ἀνυμνοῦμέν σε Κύριε, τὸν τοῖς πιστοῖς σωτήριον λιμένα, παρασχόντα πᾶσι τὴν σὲ κυήσασαν.
Σὲ Θεόνυμφε καύχημα, πᾶσι Χριστὸς ἀνέδειξε καὶ κράτος, τοῖς ὑμνοῦσι πίστει σοῦ τὸ μυστήριον.
Ἀπειρόγαμε Δέσποινα, ταῖς σαῖς λιταῖς λυτρούμενοι πταισμάτων, εὐγνωμόνως πάντες σὲ μακαρίζομεν.

Τῆς Ἁγίας. Τὴν ἀνεξιχνίαστον.
Τὴν εὐπρεπεστάτην σου νῦν κορυφήν, πόθῳ εὐφημῆσαι προσέρχομαι, ὁ δυσμορφίας πεπλησμένος ἀγαθή, ὡς εὐμενὴς οὖν δέξαι με, θείαν πρὸς ζωὴν ἐπανάγουσα.
Τοὺς ἐπιτελοῦντάς σου νῦν εὐσεβῶς, τὸ σεπτὸν μνημόσυνον πρέσβευε, ἀξιωθῆναι Παραδείσου τῆς τρυφῆς, καὶ θεϊκῆς λαμπρότητος, καὶ τῆς τῶν Ἁγίων μεθέξεως.
Ἣν ἐκ βάθρων ἤγειρας σεπτὴν Μονήν, καὶ τῷ τοῦ Σωτῆρος ὀνόματι, καθιέρωσας διαμένειν ἐσαεί, ἐν ἀῤῥαγεῖ συντήρησον, πέτρᾳ εὐσεβείας ἀκλόνητον.
Θεοτοκίον.
Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνά μοι, λῦσον τὸν ζόφον τῶν ἀμέτρων μου κακῶν, τοὺς πονηροὺς ἀπέλασον, Κόρη λογισμοὺς τῆς καρδίας μου.



















ᾨδὴ ε' Ὁ Εἱρμός
Ὁ σκιόγραφον ἀχλύν, αἰνιγμάτων σκεδάσας, καὶ τῶν πιστῶν ἐκβάσει τῆς ἀληθείας, διὰ τῆς θεόπαιδος, καταυγάσας τὰς καρδίας, καὶ ἡμᾶς τῷ φωτί σου Χριστὲ καθοδήγησον.
Ἀνυμνήσωμεν λαοί, τὴν τῶν πάντων αἰτίαν· τοῦ καθ᾿ ἡμᾶς γενέσθαι τὸν αἴτιον· ἧς τὸν τύπον ἔχαιρον, ἀξιούμενοι Προφῆται, ἐναργῆ σωτηρίαν ταύτης καρπούμενοι.
Τῆς ἀνίκμου ὁ βλαστὸς ῥάβδου τοῦ ἱερέως, τῷ Ἰσραὴλ ἐδήλωσε πρόκρισιν· καὶ νῦν τὴν λαμπρότητα, τῶν φυσάντων παραδόξως, δᾳδουχεῖ τὸ ἐκ στείρας πανένδοξον κύημα.

Τῆς Ἁγίας. Ἐξέστη τὰ σύμπαντα.
Πιστῶν ἡ ὀμήγυρις, κηρύττει τὰ ἐλέη σου, καὶ τῆς εὐποιΐας σου τὸν πλοῦτον, σεμνὴ γὰρ ὤφθης, τῶν ἐν ἀνάγκαις σωτήρ, καὶ τῆς εὐσεβείας βοηθός, καὶ πᾶσιν ἐγνώσθησαν, τὰ λαμπρότατα ἔργα σου.
Παρθένος σὲ δέσποινα, ἡ Κόρη καὶ Βασίλισσα, ἠξίωσε μόνην βασιλεύειν, καὶ παρθενεύειν, ὦ Πουλχερία κλεινή, ἐν τῷδε τῷ βίῳ τῷ φθαρτῷ, ὅθεν καὶ ἐξέλαμψας, ὡς λαμπρότατος ἥλιος.
Νυμφῶνα εἰς ἄφθαρτον, καὶ θάλαμον οὐράνιον, εἰσῆλθες ἐνδόξως Πουλχερία, ὥσπερ παρθένος, μετὰ λαμπάδος λαμπρᾶς, θείῳ ἐξαστράπτουσα φωτί, ἐναρέτων πράξεων, καὶ δογμάτων τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἰσχύς τε καὶ στήριγμα, τῆς ἀσθενοῦς καρδίας μου, Σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἄῤῥηκτον τεῖχος, ἀπὸ προσώπου ἐχθροῦ, σώζουσα παντοίων με δεινῶν, τρέπουσα τὰς φάλαγγας, τοῦ δεινοῦ πολεμήτορος.


















ᾨδὴ ς' Ὁ Εἱρμός
Πρὸς Κύριον ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι.
Πρὸς Κύριον ἐν θλίψει στειρώσεως ἐβόησαν, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, καὶ ταύτην γενεαῖς γενεῶν ἐκύησαν, εἰς κοινὴν σωτηρίαν καὶ καύχημα.
Ἐδέξαντο οὐράνιον δῶρον ἀξιόθεον, τῆς Θεομήτορος, οἱ θεόφρονες γεννήτορες, αὐτῶν τῶν Χερουβὶμ ὑπερφέρον ὄχημα, τὴν τοῦ Λόγου καὶ Κτίστου λοχεύτριαν.

Τῆς Ἁγίας. Τὴν θείαν ταύτην.
Ὡς ῥόδον εὔοσμον ἤνθησας, καὶ ἄνθος Παραδείσου ἀμάραντον, ἐν τῷ συστήματι, τῆς Ἐκκλησίας πανέντιμε, θείων χαρίτων κάλλεσι, διαπρέπουσα.
Ὡς ἄλλη κρήνη χρυσόῤῥειθρος, ἐν μέσῳ τῶν Συνόδων ἐξέχεας, ὕδωρ ἀθάνατον, θείων δογμάτων διδάγματα, τὰς τῶν πιστῶν καρδίας, καταδροσίζοντα.
Τοὺς πόθῳ ταύτην γεραίροντας, τὴν θείαν καὶ σεβάσμιον μνήμην σου, καὶ ἑορτάζοντας, δεινῶν παντοίων ἀπάλλαξον, καὶ λύτρωσαι πταισμάτων, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Τὴν θείαν στάμνον καὶ τράπεζαν, τὸν ἄρτον τῆς ζωῆς τὴν βαστάσασαν, τὴν ἀγεώργητον, χώραν τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον Κόρην, ὕμνοις τιμήσωμεν.

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ' Αὐτόμελον
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Κοντάκιον τῆς Ἁγίας. Ἦχος γ΄. Ἠ Παρθένος σήμερον.
Τὴν σεπτήν σου σήμερον, πανηγυρίζομεν μνήμην, καὶ πιστῶς δοξάζομεν, τὸν στεφανώσαντα ταύτην, στέμμασι, τῆς παρθενίας πανακηράτοις, κάλλεσιν, Ὀρθοδοξίας διαυγεστάτοις, Πουλχερία στεφηφόρε, πρεσβείαν ποίει, ὑπὲρ ἡμῶν πρὸς Θεόν.
Ὁ Οἶκος.
Κάλλη οὐράνια ἐκμανθάνειν, καὶ πέρατα γῆς ἑρευνᾶν, πολύπονον ἐστὶν ἔργον, καὶ δυσνόητον, ὥσπερ οὖν ἀστέρας οὐρανοῦ, καὶ ψάμμον θαλάσσης, ἀριθμῆσαι ἀδύνατον, οὕτως οὐδὲ Πουλχερίας, τὰς εὐποιΐας, καὶ ἀγαθοεργίας, καὶ τὴν σωφροσύνην καὶ εὐσέβειαν εἰπεῖν ἱκανῶς, τοσούτοις αὐτὴν χαρίσμασιν, ἐκόσμησεν ὁ Κύριος, Οὗ τὴν πίστιν ἐτήρησεν ἀδιάφθορον, κηρύξασα τὴν ἀειπάρθενον Αὐτοῦ Μητέρα Θεοτόκον, καὶ Αὐτὸν Θεάνθρωπον τέλειον, ἐκ δύο φύσεως τελείων, εἰς μίαν ἀσύγχυτον ὑπόστασιν, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν ὡς Θεῷ.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, ἡ Ἁγία Πουλχερία ἡ βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὄντως παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ δεξιῶν σου Βασίλισσα Χριστέ μου.
Πουλχερία ἡ βασιλίς, καὶ παρθένος,
Προστάτις τε ἄγρυπνος τῆς εὐσεβείας.
Τῇ δεκάδι βασιλίς, γῆθεν χαρίεσσα μετέστη
Αὕτη ἦτον ἀδελφὴ τοῦ Βασιλέως Θεοδοσίου τοῦ μικροῦ, καὶ διαδεξαμένη τὴν τοῦ ἀδελφοῦ βασιλείαν ἐν ἔτει υν΄ (450), ὑπανδρεύθη μὲν τὸν εὐσεβέστατον Μαρκιανὸν γέροντα ὄντα, ἵνα αὐτὸς διοικῇ τὴν βασιλείαν καλῶς, ἀλλ’ ὅμως τὴν παρθενίαν αὐτῆς μέχρι τέλους ἄφθορον καὶ καθαρὰν διεφύλαξεν. Ἀφ’ οὗ λοιπὸν ἡ μακαρία αὕτη ἔζησε μὲ εὐσεβῆ καὶ θεοφιλῆ πολιτείαν, καὶ ἔκτισε πολλοὺς Ναοὺς καὶ Νοσοκομεῖα, καὶ συνεκρότησε τὴν ἐν Χαλκηδόνι Ἁγίαν καὶ Οἰκουμενικὴν Τετάρτην Σύνοδον, καὶ ἁπλῶς εἰπεῖν, ἀφ’ οὗ αὕτη διέλαμψε μὲ πλεῖστα κατορθώματα, ἐν εἰρήνῃ ἐξεδήμησε πρὸς τὸν παρ’ αὐτῆς ποθούμενον Νυμφίον Χριστόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας.
Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα,
Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Αὗται αἱ Ἅγιαι Γυναῖκες, ἦσαν εἰς τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἐν ἔτει τδ΄ (304), ἀδελφαὶ μὲν κατὰ σάρκα, πατρίδα δὲ ἔχουσαι τὴν Βιθυνίαν, καὶ διαλάμπουσαι μὲ παρθενίαν καὶ κάλλος ψυχῆς καὶ σώματος. Διὰ δὲ τὴν τοῦ Χριστοῦ ἀγάπην, ἄφησαν μὲν τὴν πατρίδα των, ὑπῆγαν δὲ καὶ ἐκατοίκησαν εἰς ἕνα ὑψηλὸν τόπον, εὑρισκόμενον πλησίον εἰς τὰ θερμὰ ὕδατα, τὰ ἐπονομαζόμενα Πύθια· καὶ ἐκεῖ ἐπολιτεύοντο μὲ σωφροσύνην καὶ πᾶσαν ἄλλην ἄσκησιν. Διὰ τοῦτο ἠξιώθησαν νὰ λάβουν ἐγκάτοικον εἰς τὴν ψυχὴν αὐτῶν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος. Ὅθεν, καὶ φανερωθεῖσαι εἰς πολλούς, ὅτι εἶναι τοιαῦται πνευματοφόροι καὶ κεχαριτωμέναι ὑπὸ Θεοῦ, ἠλευθέρωναν τοὺς πάσχοντας ἀπὸ διαφόρους ἀσθενείας, καὶ ἀπὸ τὴν ἐνέργειαν τῶν πονηρῶν δαιμόνων.
Ταῦτα δὲ μαθῶν Φρόντων ὁ ἡγεμών, στέλλει τὸν συγκάθεδρόν του μὲ πολλὴν παράταξιν καὶ δορυφορίαν, διὰ νὰ ἐξετάσῃ τὰ περὶ τῶν Παρθένων· ἐκείνου δὲ παραστήσαντος αὐτὰς ἐνώπιόν του, κατεπλάγη μὲ τὴν τούτων φρόνησιν καὶ σύνεσιν. Βλέπων δὲ πῶς αἱ Ἅγιαι ἐστέκοντο πᾶσαι ἄφοβοι, προστάζει παρευθὺς νὰ ξεγυμνωθῇ ἡ πρώτη ἀδελφὴ Μηνοδώρα, καὶ νὰ καταξέηται ἀπὸ τοὺς δημίους εἰς δύο ὁλοκλήρους ὥρας. Ἐπειδὴ δὲ ὁ δικαστὴς ἐπρόσταξε αὐτὴν νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, ἐπεριγέλασεν αὐτὸν ἡ Ἀγία. Ὅθεν τόσον πολὺ ἔδειραν αὐτὴν μὲ τὰ ῥαβδία, ὥστε ἐτρίβησαν τὰ κόκκαλά της, καὶ λιποθυμήσασα παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ, καὶ ἔλαβε τὸν στέφανον τῆς ἀθλήσεως.
Τότε ὁ δικαστὴς δεικνύει εἰς τὰς ἄλλας δύο ἀδελφὰς τὸ ὡραῖον ἐκεῖνο σῶμα τῆς ἀδελφῆς των, γυμνὸν καὶ ἐξωγκωμένον ἀπὸ τὰς πληγάς, θέλων μὲ τοῦτο καὶ μὲ ἄλλους φοβερισμούς, νὰ ψυχράνῃ τὴν θερμότητα τῶν Παρθένων, καὶ τὴν ἀνδρείαν αὐτῶν νὰ ὀλιγοστεύσῃ. Ἐπειδὴ ὅμως εἶδεν, ὅτι ἀδύνατα ἐπιχειρεῖ, διὰ τοῦτο προστάζει νὰ κρεμάσουν ἐπάνω εἰς ξύλον τὴν δευτέραν ἀδελφὴν Μητροδώραν, καὶ νὰ κατακαίουν αὐτὴν ἀπὸ πᾶν μέρος τοῦ σώματος μὲ λαμπάδας ἀναμμένας, ἔπειτα βάλλει αὐτὴν ὑποκάτω εἰς βαρυτάτους λοστούς, καὶ μὲ τὸ βάρος ἐκείνων συντρίβει ὅλον τὸ σῶμά της, καὶ οὕτω μὲ τὴν τιμωρίαν αὐτὴν ἀπῆλθεν ἡ μακαρία πρὸς τὸν Νυμφίον της Χριστόν, ὅν ἠγάπησε. Τὰ ἴδια δὲ βάσανα καὶ ἡ τρίτη ἀδελφὴ Νυμφοδώρα ὑπομείνασα, συνηριθμήθη μὲ τὰς δύο της ἀδελφὰς εἰς τοὺς αὐτοὺς οὐρανίους θαλάμους.
Τόσην δὲ μεγάλην ἀνδρείαν ἔδειξαν αἰ τρεῖς αὗται ἀδελφαὶ εἰς τὸ μαρτύριον, ὥστε οὐδὲ ψιλὸν ἀναστεναγμὸν ἐξέπεμψαν αἱ ἀοίδιμοι εἰς ὅλα τὰ δεινὰ βάσανα, ὅπου ἐδοκίμασαν· ἀλλὰ μένουσαι ὡς στῆλαι ἀκίνητοι, εἰς μόνον τὸν Θεὸν ἔβλεπον καὶ μὲ τοὺς αἰσθητοὺς ὀφθαλμοὺς καὶ μὲ τοὺς νοητούς, καὶ μὲ μόνον τὸν Θεὸν συνωμίλουν. Ὀ δὲ παράνομος δικαστὴς ἤναψε κάμινον δυνατήν, καὶ μέσα εἰς αὐτὴν ἔῤῤιψε τὰ τῶν Παρθένων μαρτυρικὰ λείψανα· ἀλλ’ εὐθὺς ἔγιναν ἄνωθεν ἀστραπαὶ καὶ βρονταὶ καὶ ῥαγδαία βροχή· καὶ τὸν μὲν ἄδικον δικαστὴν δικαίως κατέκαυσαν, τὰ δὲ ἅγια λείψανα ἀβλαβῆ διεφύλαξαν, κατέσβεσαν δὲ τὸ πῦρ τῆς καμίνου. Ὅθεν, λαβόντες αὐτὰ τινὲς Χριστιανοί, ἐνεταφίασαν μεγαλοπρεπῶς εἰς τὸν τόπον ὅπου ἐτελειώθησαν ἐν Χριστῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει.
Οὗτος ὁ Ἄγιος, λαβὼν ἀπὸ ἕναν ἐρημίτην τὸ τίμιον αἷμα, ὅπου ἔτρεξεν ἀπὸ τὴν πλευρὰν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ μέσου αὐτοῦ πολλὰς ἰατρείας ἐποίει. Διὰ τοῦτο καὶ ἀπὸ τοὺς ἀπίστους, μὲ ξύλα φονεύεται κατὰ τὸν καιρὸν τῆς νυκτός· ὁ δὲ τίμιος θησαυρὸς τοῦ δεσποτικοῦ αἵματος ἔμεινεν πάλιν σῷος καὶ ἀκέραιος, φυλαττόμενος ἀπὸ τὸν μαθητὴν τοῦ Ἁγίου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῆς Εὑρέσεως τῆς Ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου, τῆς εὑρεθείσης ἐν τῇ νήσῳ παλαιᾶ Τρίκερα τοῦ Μαγνησιακοῦ Κόλπου, ὑπὸ τὰς ῥίζας ἐλαίας.
Εἰκὼν ἡ θεία τῆς Πανάγνου τῷ κόσμῳ,
ὀφθεῖσα δῶκε, νῦν χάριν τῶν θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.
Λουκᾶς ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι σύνεισι τοῖς Ἀποστόλοις.
Ἄλλος εἶναι ὁ Ἀπόστολος οὗτος Ἀπελλῆς, καὶ ἄλλος ὁ Ἀπελλῆς ἐκεῖνος, ὅστις ἔγινεν Ἐπίσκοπος τῆς ἐν Θρᾴκῃ Ἡρακλείας, καὶ ἑορτάζεται κατὰ τὴν λα΄ τοῦ Ὀκτωβρίου· τοῦτον δὲ ἀναφέρει ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγων· Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ (ιστ΄, 10). Οὗτος λοιπὸν γενόμενος τῆς Σμύρνης φωστήρ, καὶ τῶ Χριστῷ ὁσίως δουλεύσας, πρὸς αὐτὸν ἐξεδήμησεν.
Ὁ δὲ Λουκᾶς οὗτος, εἶναι ἄλλος ἀπὸ τὸν Εὐαγγελιστήν· ἀναφέρει δὲ καὶ αὐτὸν ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ Ἐπιστολῇ λέγων: Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ (δ΄, 11). Οὗτος λοιπόν, γενόμενος πρῶτος ἐπίσκοπος τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ καλῶς ποιμάνας τὸ λογικὸν αὐτοῦ ποίμνιον, ἀπῆλθε πρὸς Κύριον.
Καὶ ὁ Κλήμης δὲ οὕτος, ἄλλος εἶναι ἀπὸ τὸν Κλήμεντα τὸν Ῥώμης ἐπίσκοπον. Τοῦτον δὲ ἀναφέρει ὁ ἴδιος Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ λέγων: Ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου (δ΄, 3). Οὗτος λοιπόν, γενόμενος ἐπίσκοπος τῶν Σαρδέων, καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ περιφέρων, πρὸς Αὐτὸν ἐξεδήμησεν.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.
Καταγόταν ἀπὸ τὸ Κάστρο τοῦ λεγομένου Βιζάλης. Συνελήφθηκε αἰχμάλωτη μαζὶ μὲ 9.000 χριστιανοὺς καὶ ὁδηγήθηκε στὴν Περσία. Ἐκεῖ ἀπὸ τὸν βασιλιὰ τῶν Περσῶν Σαβώρ, παραδόθηκε στοὺς σοφοὺς τῆς Περσίας προκειμένου νὰ τὴν πείσουν ν᾿ ἀρνηθεῖ τὸν Χριστό. Ἐπειδὴ ὅμως δὲν τὸ κατάφεραν, τὴν φυλάκισαν καὶ μετὰ 15 μῆνες τὴν ἔβγαλαν, καὶ ἀφοῦ τὴν βασάνισαν σκληρὰ τελικὰ τὴν ἀποκεφάλισαν.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ νέου, προστάτου τῆς ἱερᾶς Μονῆς Κηπουραίων τῆς νήσου Κεφαλληνίας, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα τεθησαύρισται.
Εὐφρόσυνος θεῖος μυρίπνοον ἔχει τὸν βίον πάντα,
Μυριζόντων ἅμα τοῖς θαυμασίοις τῶν ἀρετῶν σου.
Οὗτος ὁ θεοφόρος ἀνὴρ ἦν Κεφαλλήν, γεννηθεὶς ἐν τῇ κώμῃ τῶν Ἰλλάρων ἐν ἔτει ᾳψλζ΄, ἤ ὥς τινες λέγουσι ᾳψλη΄. Γενομένου δεκαεξαετοῦς ἀπέθανον οἱ γονεῖς αὐτοῦ, ἔκτοτε, συντρεφομένου τῇ οἰκογενείᾳ τοῦ πατραδέλφου Ἱλαρίου, ὅς καὶ δίκην κηδεμόνος προέτρεπεν τὸν Ὅσιον (κατὰ κόσμον Εὐάγγελον τὴν κλῆσιν Πυλαρινόν-Μαρκαντωνᾶτον) εἰς τὸ νυμφευθῆναι. Ὁ δὲ Ὅσιος, μὴ βουλόμενος λυπῆσαι τὸν συγγενῆ αὐτοῦ καὶ ἀμαυρῶσαι τὸ εἰλικρινὲς τοῦ συγγενικοῦ συναισθήματος, οὐδέποτε ἀπεκάλυψεν ἑτέρῳ τὴν εἰλημμένην ἀπόφασιν τοῦ ἀφιεροῦσθαι τῷ τῶν ἁπάντων Πλαστουργῷ ψυχῇ καὶ σώματι. Πλησίον τῆς οἰκίας ὅπου διέμενον, ἦν ἐπ’ ὀνόματι τοῦ Ἁγίου Νικολάου ναός τις, οὗ τινος παρὰ τὴν δυτικὴν θύραν ἐφοίτα ὁ Ὅσιος καθ’ ἐκάστην νύκτα προσευχόμενος καὶ ἐξομολογούμενος τὰς εὐχαριστίας αὐτοῦ τῷ Θεῷ. Ἡ συνεχιζομένη παννύχιος ἐκ τῆς κλίνης ἐξανάστασις καὶ ἀναχώρησις τοῦ Ὀσίου οὐ διέλαθεν τῆς προσοχῆς τοῦ συγγενοῦς, ὅστις ποτὲ λίαν πρωΐ θεωρήσας τὴν κενὴν κλίνην ᾤετο πρόδρομον ἀνηθικότητος εἶναι, τῇ ἐπιούσῃ νυκτὶ παραφυλάξας, εἶδεν τὸν Ὅσιον προσευχόμενον, καὶ κατανοήσας τὴν διάνοιαν, παρεκίνησε αὐτὸν μετελθεῖν, τὸ ἀγγελικὸν πολίτευμα τῆς μοναστικῆς κοινότητος.
Ὀ δὲ Ὅσιος, ὑπετάχθη τῷ Κυρίῳ καὶ τῷ κτήτορι τῆς Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Εὐαγγελισμοῦ τῆς Θεοτόκου τῶν Κηπουραίων Χρυσάνθῳ καὶ ἐν ἔτει ᾳψξ΄ ἐνεδύθη τὸ ἀγγελικὸν Σχῆμα κατόπιν τριετοῦς δοκιμασίας, μετονομασθεὶς Εὐφρόσυνος. Καταταγεὶς οὖν ἐν τῇ ἱερᾷ μονῇ, ἐβίου βίον ἀγγελόμορφον, γενόμενος χωρητικὸς τῆς θείας ἐνεργείας, εὐφραινόμενος τῇ δόξῃ τῶν θελημάτων τοῦ Ὑψίστου, χαριτούμενος τῇ ὑψοποιῷ ταπεινώσει καὶ τῇ πρὸς πάντας ἐν ἁπλότητι ὐπακοῇ, τρεφόμενος τῇ ἀδιακόπῳ νοερᾷ προσευχῇ καὶ ἀλήκτῳ ἐγκρατείᾳ, ἐνισχυόμενος ταῖς γονυκλισίαις καὶ ταῖς ὀλονυκτίοις στάσεσι, καὶ ὡς ἔπος εἰπεῖν, διαχέων τὸ εὐαγγελικὸν φῶς διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης. Προκόπτων δὲ εἰς τοσοῦτον τῶν ἀρετῶν, καὶ ἐν πάσῃ ἀγαθοεργίᾳ διαλάμπων, εἴληφεν οὐρανόθεν παρὰ τοῦ τὰ νήπια σοφίζοντος Κυρίου τὸ προορατικὸν χάρισμα, ἀποκαλύπτων πολλῶν καρδιῶν διαλογισμοὺς καὶ χρείας εἰς ἔκπληξιν πάντων καὶ εἰς δόξαν τοῦ Δεσπότου Χριστοῦ. Καὶ γράμματα μὴ μεμαθηκώς, ἐκ καρδίας ἐγίνωσκε τὴν θείαν Γραφήν, διδάσκων καὶ ὀδηγῶν εἰς μετάνοιαν ἕκαστον τῶν αὐτῶ ἐντυγχανόντων. Ταῖς εὐχαῖς τοῦ Ὀσίου Εὐφροσύνου τοῦ νέου, ἐλύετο ἡ ἀτοκία τῶν πίστει προσερχομένων αὐτῷ γυναικῶν, ἐκουφίζετο δὲ καὶ ἡ ἔνδεια τῶν πενήτων, καὶ ἡ τῶν ἀδικουμένων ἀπελπισία εἰς παραμυθίαν στεῤῥὰν μετεβάλλετο. Τῇ προσκλήσει τοῦ Ὁσίου, αἱ τῶν Ἀσωμάτων δυνάμεις πῖθον ὑπερμεγέθη ἐν μιᾷ νυκτὶ μετήνεγκον ἔνδον τῆς μονῆς καὶ τῇ σημειώσει ὑπ’ αὐτοῦ τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ ἐπί τινος πέτρας τεραστίων διαστάσεων, διὰ μικροῦ κτύπου μετὰ πελέκεως διέῤῥηξεν ταύτην εἰς τεμάχια, τοῦ θειοτάτου ἀνδρὸς βουλομένου ὑποτυπῶσαι τὴν ἐκ Θεοῦ ἀρχομένην ἐργασίαν. Ὅτε ὑπὸ φιλέριδος βλασφήμου τινὸς ὑπέμενε λοιδορίας καὶ ἀπειλὰς μετὰ ψόγων, ἐνουθέτει τὸν ὐβριστικὸν μείρακα τῇ ὑπομνήσει τῆς μεταμελείας καὶ τῆς ὑψίστης τοῦ Κυρίου δυνάμεως, καὶ ἐν τέλει διήλεγξεν ἐκεῖνον τῇ βλασφημίᾳ ἐπιμένοντα προλέγων θάνατον οἰκτρόν, ὅσπερ αἴφνης μετ’ ὀλίγον ἐπῆλθεν διά τινος σφαίρας πυροβόλου ὅπλου διαπερασάσης τὰς βλασφήμους παρειάς. Τῇ προσάψει τῶν ἐνδυμάτων ἤ τοῦ σώματος τοῦ Ὀσίου, ἐδύναντο οἱ συμμονασταὶ αὐτοῦ καθορᾶν τὰς ἀπαισίους ὄψεις τῶν δαιμόνων τῶν ἐπελαυνόντων ἐκ παρακειμένου ὄρους κατὰ τῆς μονῆς, οὕς αἱ πανίεραι εὐχαὶ τοῦ Ὁσίου Εὐφροσύνου, καὶ ἡ διαπρύσιος ὑπόδειξις τῆς μεταξὺ τῶν μοναχῶν ὁμονοίας καὶ τηρήσεως τῶν Κυριακῶν ἐντολῶν ἐσκέδαζεν κατὰ κράτος.
Προϊδὼν δὲ ὁ Ὅσιος τὸ μακάριον αὐτοῦ τέλος καὶ ἐν κατανύξει συμβουλεύσας τοῖς ἀδελφοῖς μακροθυμεῖν, φεύγειν τὴν ἀνθρωπαρέσκειαν, καλλιεργεῖν τὴν ταπείνωσιν καὶ ὑπεράνω ὅλων ἐλεεῖν τοὺς πλησίον, ἔργῳ καὶ οὐχὶ μόνον λόγῳ δεικνύειν καὶ βιοῦν τὴν εἰς ἀλλήλους ἀγάπην, ἐκοιμήθη ὑμνῶν τὴν πεφιλημένην αὐτῷ Παντάνασσαν Δέσποιναν Θεοτόκον τῇ δεκάτῃ τοῦ μηνὸς Σεπτεμβρίου, τοῦ ἔτους ᾳωια΄. Μετὰ τρία ἔτη, ἐγένετο ἡ ἀνακομιδὴ τῶν Ἁγίων αὐτοῦ λειψάνων, καθ’ ἥν ἅπαντες οἰ παριστάμενοι ᾔσθοντο τὴν δι’ αὐτῶν ἐκπεμπομένην ἄῤῥητον εὐωδίαν, δι’ ἧς στέφει ὁ Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ. Τὰ λείψανα τοῦ Ὁσίου, μετὰ τῆς τιμίας Κάρας αὐτοῦ, φυλάττονται ἐν τῇ λάρνακι τοῦ ναοῦ τῆς Ἱερᾶς Μονῆς τῶν Κηπουραίων, εὐωδίαν ἀναπέμποντα καὶ θαυματουργοῦντα εἰς τοὺς μετὰ πίστεως προσερχομένους.

Τῆ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος ἐπίσκοπος Νικαίας, ἐν εἰρήνῃ τελειοῦται.
Νικαέων πρόεδρος ὤν πρώην Πέτρε,
ἀλιέων σύνεδρος ἐκθανὼν γίνῃ.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Εὐδοκίας τῆς παιδός.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Παύλου ἐπισκόπου Νικαίας.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ὑπάκουου, τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ θαύματος τῆς Ὑπεραγίας Δεσποίνης Θεοτόκου τῆς Σκιπτροῦ, ἐν τῇ πόλει τῶν Ὀρχομενών, ὅτε ἐκ τῆς γερμανικῆς καταστροφῆς αὐτὴν ἐλυτρώσατο
Ταῖς σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ' Εἱρμός
Βάτος ἐν ὄρει πυράφλεκτος, καὶ δροσοβόλος κάμινος Χαλδαϊκή, σαφῶς προγράφει σε Θεόνυμφε· τὸ γὰρ θεῖον ἄϋλον ἐν ὑλικῇ γαστρί, πῦρ ἀφλέκτως ἐδέξω· διὸ τῷ ἐκ σοῦ τεχθέντι κράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σοῦ ταῖς ἀΰλοις ἐμφάσεσιν, ὁ νομοθέτης εἴργετο κατανοεῖν, τὸ μέγα Πάνσεμνε μυστήριον, μὴ φρονεῖν χαμαίζηλα, συμβολικῶς παιδευόμενος ποτέ· διὸ ἐκπλαγεὶς τὸ θαῦμα ἔλεγεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὄρος καὶ πύλην οὐράνιον, καὶ νοητὴν σὲ κλίμακα θεοπρεπῶς· χορὸς ὁ θεῖος προηγόρευσε· ἐκ σοῦ γὰρ λίθος τέτμηται, οὐχ ὑποστὰς ἐγχειρίδιον ἀνδρός· καὶ πύλην, δι᾿ ἧς διῆλθε Κύριος, τῶν θαυμασίων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς Ἁγίας. Οὐκ ἐλάτρευσαν.
Ἀπεδίωξας, Νεστόριον τὸν ἄφρονα, τὸν μελετήσαντα, κατὰ Χριστοῦ ἀσεβῶς, δυάδος τῶν φύσεων, ἔχουσα πρόμαχον, τὸν σοφώτατον, Ἀλεξανδρείας Κύριλλον, εὐσεβῶς σὲ νουθετοῦντα.
Ἐκ τῶν θείων, περιβόλων ἀπεμάκρυνας, ὡς ἀτυχέστατον, τὸν δυστυχῆ Εὐτυχῆ, καὶ ἀπεσκοράκισας, κακῶς Διόσκορον, τὸν κακόφρονα, πίστιν καλῶς κατέχουσα, τῶν Πατέρων τὴν ἁγίαν.
Ἐξεπαίδευσας, σοφῶς τὸν Θεοδόσιον, τὸν σὸν κασίγνητον, ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ἐμμένειν ἀκλόνητον, καὶ ἀναμέλποντα· ὑπερύμνητε, ὁ τὸν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἡ Βασίλισσα, Παρθένος ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, οἴκτειρον σῶσόν με, κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με, τῶν πιστῶν ἡ σωτηρία.















ᾨδὴ η' Ὁ Εἱρμός
Ἐν τῇ καμίνῳ τῇ τῶν Παίδων, προαπεικόνισας ποτέ, τὴν σὴν Μητέρα Κύριε· ὁ γὰρ τύπος τούτους πυρὸς ἐξείλετο, ἀφλέκτως ἐμβατεύοντας· ἣν ὑμνοῦμεν ἐμφανισθεῖσαν, διὰ σοῦ τοῖς πέρασι σήμερον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς πρὸς Θεὸν ἡμῶν καταλλαγῆς, ἡ προορισθεῖσα σκηνή, τοῦ εἶναι νῦν ἀπάρχεται, τεξομένη Λόγον ἡμῖν παχύτητι, σαρκὸς ἐμφανιζόμενον· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἡ τῆς στειρώσεως μεταβολή, τὴν κοσμικὴν τῶν ἀγαθῶν, διέλυσε στείρωσιν, καὶ τρανῶς τὸ θαῦμα Χριστὸν ὑπέδειξε, βροτοῖς ἐπιδημήσαντα· ὃν ὑμνοῦμεν οἱ ἐκ μὴ ὄντων, δι᾿ αὐτοῦ τὸ εἶναι λαβόντες, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ἁγίας. Παῖδας εὐαγεῖς.
Μόνη θαυμαστῶς, ἐν βίῳ τῷδε, βασίλισσα καὶ παρθένος ἀναδέδειξαι, ἀλουργίδα ἄφθορον, καὶ πορφύραν ἄχραντον, ἐνδεδυμένη ἔνδοξε, καὶ ἀναμέλπουσα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὕμνησας ἐν μέσῳ τῆς Συνόδου, τὸν τόκον τῆς Θεοτόκου δύο φύσεσι, πέλοντα ἀσύγχυτον, καὶ μετὰ τὴν ἕνωσιν, ὡς οἱ Πατέρες ἅπαντες, πανσόφως ἔψαλλον· Θεάνθρωπον, ὑμνοῦντες Σωτῆρα, καὶ δοξολογοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ἐσβέσθη αἱρέσεων τὸ θράσος, καὶ πάσης κακοδοξίας τὰ φρυάγματα, τῇ ὀρθοτομίᾳ σου, Πουλχερία πάνσοφε, καὶ Οἰκουμένην ἅπασαν, ᾄδειν ἐκέλευσας· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὀπίσω Σου ἔδραμον γυναῖκες, των μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, Κόρη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός Σου λάμψαντος, Μονογενοῦς Υἱοῦ, καὶ Σοὶ συμβασιλεύοντος ὄντως, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.











ᾨδὴ θ'. Ὁ Εἱρμός
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.
Ὁ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν.
Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Τῆς Ἁγίας. Ἅπας γηγενής.
Ἔδυς ὡς ἀστήρ, ἐν κόσμῳ πανέκλαμπρε, καὶ ἐξανέτειλας, πρὸς τὴν ὑπερκόσμιον, ζωὴν λιποῦσα ὥσπερ ἀκτῖνας ἡμῖν, τὰς ἀρετὰς τοῦ βίου σου, καὶ κατορθώματα, τὰς καρδίας, πάντων καταυγάζουσα, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου.
Πύλαι οὐρανῶν, φαιδρῶς διηνοίχθησαν, ὑπολαβοῦσαί σε, καὶ τῶν πρωτοτόκων νῦν, ἡ Ἐκκλησία ἔχει χορεύουσαν, σὺν ἐκλεκτοῖς ἀοίδιμε, τὴν ἱεράν σου ψυχήν, ἔνθα ἦχος, ἐστὶν ἑορτάζοντος, Πουλχερία καὶ φῶς τὸ ἀνέσπερον.
Λύσιν δυσχερῶν, παθῶν ἀπολύτρωσιν, βίου διόρθωσιν, αἴτησαι ἀείμνηστε, καταπεμφθῆναι τοῖς εὐφημοῦσί σε, καὶ τὸ σεπτὸν μνημόσυνον, ἐπιτελοῦσί σου, παῤῥησίαν, ἔχουσα πρὸς Κύριον, Πουλχερία σεμνὴ ἀξιάγαστε.
Θεοτοκίον.
Σῶσόν με Ἁγνή, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν Σου, πρὸς μετανοίας ὁδὸν κατεύθυνον, τοῦ πονηροῦ τα σκάνδαλα, ἐκ μέσου ποίησον, τῆς αὐτοῦ δέ, λύτρωσαι ἑνέδρας με, Θεοτόκε πιστῶν ἡ βοήθεια.

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐνέκρωσας τὸ φρόνημα, τῆς σαρκὸς στεφηφόρε, ὦ Πουλχερία πάνσεμνε, τῶν παρθένων ἡ δόξα, καὶ Νεστορίου ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μύθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ φωτός, κηρύξασα Θεοτόκον.
Ἕτερον. Τῆς ἑορτῆς. Γυναῖκες ἀκουτίσθητε.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.



Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας Παντάνασσα, Πουλχερίᾳ τῇ δούλῃ σου, Δεβόῤῥας κρίσιν καὶ φρόνησιν, τῆς Σάῤῥας εὐσέβειαν, καὶ σεπτῶν Πατέρων, τὴν Ὀρθοδοξίαν, τὸ συμπαθὲς τῆς Ταβιθᾶ, Ἑλένης ζῆλόν τε πρὸς ἀνέργεσιν, ναῶν καὶ διακόσμησιν, ὡς βασιλίδων Βασίλισσα, καὶ αὐτὴν Σῷ Υἱῷ ἀεί, βασιλεύειν ἠξίωσας.

Σῶμα ἀκηλίδωτον, καὶ λογισμὸν ἀπερίτρεπτον, ἡδοναῖς διετήρησας, καὶ νύμφη ἀκήρατος, τῷ πεποιηκότι, σεαυτὴν προσῆξας, πεποικιλμένην ἱερῶς, θείαν πορφύραν ἀειμακάριστε, διὸ σὲ προσελάβετο, πρὸς φωτεινότατον θάλαμον, καὶ νυμφῶνα ἀκήρατον, Πουλχερία θεόστεπτε.

Χάριν τὴν τοῦ Πνεύματος, ὦ Πουλχερία πανένδοξε, ἐν ἀνοίξει τοῦ Πνεύματος, ἐδέξω καθάρασα, σεαυτὴν σωφρόνως, διὰ πολιτείας, καὶ λογισμῷ θεοσεβεῖ, τὴν κακοδόξων ὀφρὺν κατέσπασας, καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντεθηκας, εὐσεβῶν ἐγκαλλώπισμα.

Μνήμην τὴν πανέντιμον, ὦ Πουλχερία πανεύφημε, ἐκτελοῦσα ἡ μάνδρα σου, ἐνθέως γεραίρει σου, τοὺς σεπτοὺς ἀγωνας, ὑπὲρ εὐσεβείας, καὶ τὴν ὀρθότητα τῶν σῶν, θείων δογμάτων καὶ καθαρότητα, δι’ ὧν κατεπολέμησας, τῶν κακοδόξων τὰς φάλαγγας, καὶ μακρὰν ἀπεδίωξας, τῆς Χριστοῦ ποίμνης ἔνδοξε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ὀρθόδοξοι, ᾄσμασι καταστέψωμεν Πουλχερίαν τὴν βασίλισσαν καὶ παρθένον. Τὴν ἄγρυπνον φύλακα τῶν ὀρθοδόξων. Τὴν ἄμωμον περιστεράν, τὴν ἐνδιαπρέψασαν τῷ κάλλει τῆς παρθενίας, καὶ τῶν πιστῶν ὀφθεῖσαν ἀδιάσειστον ἔρεισμα. Τὸ καταφύγιον τῶν θείων Πατέρων. Τὴν προστασίαν τῶν ὀρφανῶν, τὴν τροφὸν τῶν πενήτων. Τὴν ἀντίληψιν τῶν ἀσθενῶν, καὶ ἀπολύτρωσιν τῶν ἀδικουμένων. Τὴν ἄοκνον γηροτρόφον. Τῶν θείων ναῶν τὴν κοσμήτορα. Τῆς εὐσεβοῦς βασιλείας τὴν αἴγλην. Αὕτη γὰρ διέλαμψεν ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, ὡς καθαρά, καὶ ὁλόφωτος σελήνη, καὶ ἐκ δεξιῶν τοῦ Σωτῆρος παρίσταται ὡς βασίλισσα, πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Καὶ νῦν... Ἦχος πλ. β'
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου