Παρασκευή 22 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 30. ΟΣΙΑ ΒΡΥΑΙΝΗ ΑΚΟΛΟΥΘΙΑ


ΑΥΓΟΥΣΤΟΣ Λ΄!!
ΒΡΥΑΙΝΗ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(ἱερομονάχου Ἰωάννου Δημητριάδου Κατουνακιώτου)


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τετρωμένη τῷ ἔρωτι, τοῦ Χριστοῦ παναοίδιμε, τὰ τοῦ κόσμου ἅπαντα κατεφρόνησας, καὶ τῷ Χριστῷ ἠκολούθησας, Βρυαίνη θεόσοφε, ἀραμένη τὸν σταυρόν, γηθοσύνως καὶ κράζουσα· παντοδύναμε, ἡ ψυχή μου ὀπίσω Σου δραμεῖται, ἀνυμνοῦσα τὴν Σὴν δόξαν, καὶ Σὲ λατρεύουσα πάντοτε. (Δίς)

Οὐ τῶν σῶ ἡ ἐπίτασις, τῆς ἀγάπης οὐ θέλγητρα, ἡδονῶν καὶ πλούτου τὰ παρεχόμενα, οὐ νεανίδων τὸ ἄτονον, Βρυαίνη ἀοίδιμε, καὶ ἀμφίῤῥοπον ὁμοῦ, πρὸς ἀγῶνας ἐκώλυσαν, τῆς ἀσκήσεως, τοῦ Χριστοῦ γὰρ οἱ λόγοι σοὶ ἐβόων· ὁ φιλῶν με ὑπὲρ πάντα, τῆς Βασιλείας μου τεύξεται. (Δίς)

Εἰς Μονὴν εἰσχωρήσασα, τῶν παρθένων ἀοίδιμε, ἀνδρικῶς διέῤῥηξας πάντα σύνδεσμον, τῶν γεηρῶν καὶ ἀνύψωσας, τὸν νοῦν καὶ διάνοιαν, καὶ τὸν πόθον τῆς ψυχῆς, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἠγάλλεσο, ὁμιλοῦσα Αὐτῷ ἐν τῇ καρδίᾳ, καὶ σοφῶς ἐκδεχομένη, τὰ ἐξ Αὐτοῦ ἀπαυγάσματα.

Ὥσπερ κάτοπτρον ἔνθεον, ἀρεταῖς ἐμφορούμενον, ὁ παρθένων σύλλογος ἐναπέβλεπε, πρὸς σὲ Βρυαίνη καὶ ἔσπευδε, τὰ σὰ κατορθώματα, μιμηθῆναι καὶ τὴν σήν, εἰσοκῆσαι ταπείνωσιν, καὶ πρᾳότητα· δι’ ὧν πάντα τὰ πάθη ἀπρακτοῦσι, καὶ ἐπήρειαι δαιμόνων, ἐξαφανίζονται τέλεον.

Δόξα. Ἦχος πλ. β΄.
Τῶν γεηρῶν ἁπάντων κατιδοῦσα τὸ ἄστατον, καὶ ἐκποδὼν ποιησαμένη τούτων τὸ ἐφήμερον, ἠρετίσω σοφῶς, Ὁσία Βρυαίνη, τῶν μενόντων τὴν ἀπόλαυσιν· ὅθεν τῇ νηστείᾳ καὶ προσευχῇ καὶ τῇ ῥοῇ τῶν δακρύων, νεκρώσασα τῆς σαρκὸς τὰς ἀτάκτους κινήσεις, καὶ καθάρασα τὴν καρδίαν, τῆς τῶν παθῶν τυραννίδος, γέγονας μέτοχος τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος· ἐντεῦθεν ἐκ μέρους μεταλαβοῦσα τῆς ἀφράστου ἀγαλλιάσεως, τῆς Βασιλείας τῶν Οὐρανῶν κατηξίωσας. Ἧς καὶ ἡμᾶς ἐπιτυχεῖν μὴ διαλίπῃς πρεσβεύειν Χριστῷ, ὡς παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη ἀοίδιμε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (ΙΔ΄)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον· ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως· χείλη δὲ σφῶν φυλάξει αὐτούς. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται· σκηναὶ δὲ κατορθούντων στήσονται. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Φίλοι μισήσουσι φίλους πτωχούς· φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητα, ἁμαρτάνει· ἐλεῶν δὲ πτωχούς, μακάριος ἔσται. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Πραΰθυμος ἀνὴρ καρδίας ἰατρός· σὴς δὲ ὀστέων καρδία αἰσθητική. Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν· ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Δικαιοσύνη ὑψοῖ ἔθνος· ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαις. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ αὐτοῦ εὐστροφία ἀφαιρεῖται ἀτιμίαν.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Ἦχος α΄.
Τῆς ὑπὲρ νοῦν μακαριότητος ἐπιποθοῦσα τὴν ἀπόλαυσιν, γενναίως ἀπεσείσω πᾶσαν σαρκὸς ἡδυπάθειαν, καὶ τῷ ζυγῷ τοῦ Χριστοῦ σεαυτὴν ὑποβαλλοῦσα, μετῆλθες πᾶσαν ὁδὸν ἀρετῆς καὶ ἀσκήσεως· τήξασα τὴν σάρκα καὶ ὑψώσασα τὸ πνεῦμά σου πρὸς Χριστόν, μακαρία Βρυαίνη, διὰ τῆς τελείας ἀγάπης· Ὃν ἱκέτευε ἐλεηθῆναι τὰς ψυχάς, τῶν ἐκ πόθου τελούντων τὴν σεβάσμιον μνήμην σου.

Ἦχος β΄.
Δεῦτε πάντες ἀδελφοί, ἐν τῇ σεπτῇ μνήμῃ τῆς Ὁσίας Βρυαίνης, πνευματικῶς πανηγυρίσωμεν. Αὕτη γὰρ ἡ μακαρία ἐκ βρέφους τὴν ἀρετὴν ἀγαπήσασα, ὑπέταξεν ἑαυτὴν ἑκουσίως εἰς χορὸν τῶν παρθένων· ἔνθα διὰ τῆς τελείας ὑπακοῆς, τῆς μελέτης τῶν λόγων τοῦ Θεοῦ, καὶ τῆς ἀδιαλείπτου πρὸς Θεὸν ἱερᾶς προσευχῆς, ἐνέκρωσε τὸ φρόνημα τῆς σαρκός, καὶ ἐζώωσε τὸ τοῦ πνεύματος, ἀνελθοῦσα εἰς τὰ ὕψη τῶν ἀρετῶν· ἀλλὰ πρέσβευε ἀοίδιμε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.
Τῇ μυστικῇ ἐν τῇ καρδίᾳ ἱερουργίᾳ, τοῦ θείου ὀνόματος τοῦ Ἰησοῦ, καὶ τῇ ἀειῤῥήτῳ ῥοῇ τῶν δακρύων, ἐστίλβωσας καὶ ἐλεύκανας αὐτήν, Βρυαίνη μακαρία, καὶ κατέστησας οἰκητήριον λαμπρὸν τοῦ Ἁγίου Πνεύματος. Ὃ καθικέτευε καὶ ἡμῶν τὰς ψυχάς, καθᾶραι τῆς δυσγενείας τῶν παθῶν, καὶ φωτῖσαι τὰς ψυχὰς ἡμῶν.





Ἦχος δ΄.
Προχειρισθεῖσα ὑπὸ τοῦ Ἁγίου Πνεύματος, εἰς τὸ ποιμένειν τὰς τῷ Θεῷ ἀφιερωμένας παρθένους, οὐκ ἐπαύσω ἡμέρας καὶ νυκτὸς ὑπὲρ αὐτῶν εὐχομένη τῷ Κυρίῳ· σεαυτὴν δὲ τύπον ἀρετῆς ᾀεὶ παριστῶσει, καὶ τῇ νομῇ τῆς θείας διδασκαλίας καλῶς διατρέφουσα, ἀνέδειξας ταύτας, τέκνα φωτὸς καὶ ἡμέρας· ὅθεν ἐπαξίως τῶν πόνων σου ἀπολαβοῦσα ἐν οὐρανοῖς, καὶ μετὰ τῶν Ὁσίων αὐλιζομένη, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῆς ἀρετῆς τὸ ἴνδαλμα, καὶ τῆς παρθενίας τὴν στήλην, τὴν μακαρίαν Βρυαίνην τιμήσωμεν. Εἰ γὰρ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, αὕτη ἡ ἀοίδιμος καρπὸν εὐκλεᾶ καὶ εὐώδη προσέφερε τῷ Βασιλεῖ Χριστῷ τῷ Θεῷ ἡμῶν, τὴν καλλιπάρθενον μεγαλομάρτυρα, Φεβρωνίαν τὴν ἔνδοξον καὶ πληθὺν Ὁσίων παρθένων· μεθ’ ὧν ἀγαλλομένη ἐν οὐρανοῖς, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ἐκ πόθου τελούντων, τὴν ἱερὰν αὐτῆς πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μῆτερ, Βρυαίνη πανάριστε, τὴν σὴν ψυχὴν καὶ τὸν νοῦν, καὶ διάνοιαν ἔνδοξε, πρὸς Χριστὸν ἀνύψωσας, θεωρίᾳ τῇ κρείττονι· ὅθεν πρὸς τούτου, θείας ἐλλάμψεως, ἀξιωθεῖσα, πᾶσιν ἐδείκνυσον, ὄργανον ἔμψυχον, τοῦ Ἁγίου Πνεύματος, διατρανῶν, τούτου τὰ ἐντάλματα, ᾀειμακάριστε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Ὢ τοῦ παραδόξου θαύματος!  Αἱ ἐντολαὶ τοῦ Χριστοῦ, ἐκπληρούμεναι πάντοτε, οἵον ἀπεργάζονται, συνεργείᾳ τῆς χάριτος, τοὺς εὐσεβοῦντας περὶ τὰ δόγματα, πάντας Ἀγγέλους, ἀναδεικνύουσι, τέκνα τῆς χάριτος, φωταυγῆ καὶ ἔκλαμπρα· δι’ ὧν Θεός, πάντοτε δοξάζεται, ἀντιδοξάζων αὐτά.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαῖρε, Βρυαίνη πανένδοξε, ἐπαπολαύουσα νῦν, τοὺς καρποὺς τῶν ἀγώνων σου, καὶ Χριστοῦ τὴν ἄφραστον, θεωμένη λαμπρότητα, σὺν Φεβρωνίᾳ, τῇ καλλιμάρτυρι, καὶ τῶν παρθένων, ταῖς ὁμηγύρεσι, καὶ τῶν Ὁσίων τε, καὶ Μαρτύρων Τάγμασι, μεθ’ ὧν ᾀεί, πρέσβευε πρὸς Κύριον, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς παρθενίας τὴν καθαρότητα, ἄσπιλον ἐν τῶδε τῷ βίῳ τηρήσασα, καὶ τὸν θεῖον ἔρωτα ἀκμάζοντα κρατήσασα, ταῖς τῶν θεωριῶν ἀναβάσεσι, καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην πλουτήσασα, ἀνῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, σὺν ταῖς φρονίμαις παρθένοις, τὴν λαμπάδα τῆς παντευχείας τῶν ἀρετῶν ἠμμένην κατέχουσα. Ἀλλὰ πρέσβευε Ὁσία Βρυαίνη πρὸς Κύριον, σὺν Φεβρωνίᾳ τῇ μεγαλομάρτυρι καὶ παρθένῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐν τῇ ἀσκήσει σου, πάσας ἐξέπληξας, τῇ ταπεινώσει δέ, καὶ τῇ πρᾳότητα, καὶ τῇ ἀγάπῃ πρὸς Θεόν, ἀνῆλθες τῶν ἐπιγείων· ὅθεν σε ὁ Κύριος, ἡγουμένην κατέστησε, βόσκων τὰ ἀρνία του, τοῖς λογίοις τοῦ Πνεύματος· διὸ Ὁσία Μῆτερ Βρυαίνη, πρέσβευε ὑπὲρ τῶν εὐφημούντων σε.
 Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.












ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Βρυαίνην τὴν σοφήν, εὐφημήσωμεν πόθῳ, αὕτη γὰρ ἐκτενῶς, δυσωπεῖ τὸν Σωτῆρα, ῥυσθῆναι ἐκ θλίψεων, καὶ κινδύνων τοὺς μέλποντας, τὴν σεβάσμιον, καὶ ἱερὰν αὐτῆς μνήμην, καὶ δοξάζοντας, τὸν τοῦ παντὸς εὐεργέτην, Χριστὸν τὸν φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῆς στεῤῥᾶς ἀσκήσεως, τοὺς σοὺς ἀγῶνας, ἀνυμνοῦμεν ἔνδοξε, καὶ τὰς λοιπάς σου ἀρετάς, μεθ’ ὧν ἀνῆλθες πρὸς Κύριον, ὑπὲρ τοῦ κόσμου, πρεσβεύουσα πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Μητέρα ἅπαντες, τὴν τοῦ Σωτῆρος, Ἰησοῦ δοξάσωμεν, τὴν πλατυτέραν οὐρανῶν, ἐν Ἧ ἀφράστως συνέδραμον, ἡ παρθενία, καὶ τόκος ὁ ἄῤῥητος.

Μετὰ τὸν Πολυέλεον, Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ πάθη ἐνέκρωσας τὰ τῆς σαρκὸς ἐντελῶς, ἀγρύπνοις δεήσεσι καὶ ταῖς νηστείαις σοφή, Βρυαίνη σχολάζουσα· ὅθεν εἰς θεωρίαν, ἐκ τῆς πράξεως ἤρθης, πᾶσαν τὴν ἔφεσίν σου, πρὸς Θεὸν ἐνεγκοῦσα· Ὃν ἐκδυσώπει ᾀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Εἶτα, τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων Αὐτοῦ.
Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός,
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς παρθενίας τὴν καθαρότητα, ἄσπιλον ἐν τῶδε τῷ βίῳ τηρήσασα, καὶ τὸν θεῖον ἔρωτα ἀκμάζοντα κρατήσασα, ταῖς τῶν θεωριῶν ἀναβάσεσι, καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην πλουτήσασα, ἀνῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, σὺν ταῖς φρονίμαις παρθένοις, τὴν λαμπάδα τῆς παντευχείας τῶν ἀρετῶν ἠμμένην κατέχουσα. Ἀλλὰ πρέσβευε Ὁσία Βρυαίνη πρὸς Κύριον, σὺν Φεβρωνίᾳ τῇ μεγαλομάρτυρι καὶ παρθένῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, τοῦ Ἁγίου Ἰωάννου Προδρόμου, καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Βρυαίνην τὴν Ὁσίαν ὑμνῶ. Ἰωάν. ἱερομ. Ἅγ. Ὄρ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Βρυαίνην τὴν ἔνδοξον τῶν ἀρετῶν ἐκσφράγισμα, ὑμνῆσαι βουλόμενος, τὰς ἀρετὰς Ἰησοῦ, τὰ παλαίσματα, καὶ τὴν πρὸς σὲ ἀγάπην, αἰτοῦμαι δοθῆναί μοι, τὴν θείαν χάριν σου.
ημάτων ὡς ἤκουσας, τοῦ Ἰησοῦ παναοίδιμε, λεγόντων ἀρνήσασθαι, ὑπὲρ Αὐτοῦ πᾶν τερπνόν, ἅπαξ ἅπαντα, γονεῖς καὶ πᾶσαν δόξαν, ἐμφρόνως κατέλιπες, καὶ τούτῳ ἤπεσο.
πήκοος γέγονας, τῇ Πλατωνίδι πανένδοξε, Βρυαίνη καὶ ἔσπευσας, τοῦ μιμηθῆναι αὐτῆς, τῆς ἀσκήσεως, καὶ ἀρετῆς τοὺς τρόπους· τουθ’ ὅπερ καὶ χάριτι, θείᾳ κατόρθωσας.
Θεοτοκίον.
γία Θεόνυμφε ταῖς ἁμαρτίαις τοὺς ἅπαντας, ἐγὼ ὑπερβέβηκα, Σὺ δὲ Ἀγγέλων χορούς, καὶ Ἁγίων τε, ταῖς θείαις ἀρεταῖς Σου· διό με συνέτισον, καὶ σῶσον ἄχραντε.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νοοῦσα ᾀεὶ τῆς αἰωνίου, ζωῆς τὴν λαμπρότητα σεμνή, πρὸς τούτην κατεπείγεσο, καθαιρομένην πάντοτε, καὶ τῷ Χριστῷ λατρεύουσα, νοΐ καρδίᾳ καὶ σώματι.
μέρα χαρᾶς καὶ εὐφροσύνης, ἐπέλαμψε σήμερον ἡμῖν, ἡ μνήμη ἡ σεβάσμιος, Βρυαίνης τῆς παμμάκαρος, ἐν ᾗ Χριστὸς δοξάζεται, καὶ νέμει πᾶσι τὴν ἄφεσιν.
Νεκρώσασα πάσας τὰς κινήσεις, παθῶν τῶν τοῦ σώματος ὁμοῦ, Βρυαίνη καὶ τοῦ Πνεύματος, γέγονας οἰκητήριον, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ὑπὲρ ἡμῶν ἱκετεύουσα.
 Θεοτοκίον.
Τῆς δόξης Σου ἄχραντε Παρθένε, τὸ ἄπειρον πᾶσαν στρατιάν, ἐκπλήττει καὶ ἐξίστησιν, Ἀγγέλων καὶ Ἁγίων τε, τὸν γὰρ τῆς δόξης Κύριον, ὑπερφυῶς Σὺ ἐκύησας.


Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ τοῦ κόσμου λιποῦσα ὡς νουνεχής, καὶ ζυγῷ ὑπαχθεῖσα τῷ τοῦ Χριστοῦ, τὴν ἔφεσιν ἅπασαν, τῆς καρδίας σου πάνσοφε, μετοχετεύσας Τούτῳ, ἐξῆψας τὸν ἔρωτα, τοῦ Ἰησοῦ καὶ τοῦτον, εἰς τέλος ἠγάπησας· ὅθεν χαρισμάτων, τῶν Αὐτοῦ ἐμπιπλᾷ σε, διώκειν τὰ πνεύματα, καὶ ἰᾶσθαι νοσήματα, Βρυαίνη ἀοίδιμε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
ἀοίδιμος Βρυαίνη ἐπὶ ἓν νῦν συνήγαγε, τοῦ συνεορτᾶσαι, ταύτης τὴν ἁγίαν πανήγυριν, καὶ ἀνυμνῆσαι Χριστὸν τὸν ὑπεράγαθον, τὸν δοξάζοντα πάντας, Αὐτὸν τοὺς δοξάζοντας.
Νοῦν ψυχὴν καὶ τὴν καρδίαν, καὶ τὸ σῶμά σου ἄψαυστα, λογισμῶν καὶ πάσης, ἄλλης ἁμαρτίας ἐτήρησας· διὸ Χριστός σου νυμφῶνα ἐπουράνιον, ἐδωρήσατο· χαίρειν Βρυαίνη ᾀείποτε.
ταν ἔλθῃ ἐν τῇ δόξῃ, ὁ Χριστὸς κρῖναι ἅπαντας, σὺν τῇ Φεβρωνίᾳ, τῇ πνευματικῇ σου καλλίπαιδι, καὶ Ἀθληφόρῳ Ὁσίᾳ ἱκετεύσατε, τοὺς λυτρώσασθαι πάντας, τοῦ πυρὸς τῆς κολάσεως.
Θεοτοκίον.
Σὲ οἱ Ἄγγελοι ὑμνοῦσι, καὶ Ἁγίων τὰ Τάγματα, καὶ ἡμεῖς Παρθένε, ὦδε εἰς κοιλάδα τῶν θλίψεων· ἀλλ’ ὅμως Κόρη οὐδὲν ἀντάξιον, Σὺ γὰρ γέγονας, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.












ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἱέρειαν ἔντιμον, καὶ τοὺς αὐτῆς γεννήτορας, ἔσωσας τῆς πλάνης τῶν εἰδώλων, μεσολαβούσης τῆς Φεβρωνίας τῆς σῆς, Βρυαίνη ἀοίδιμε· διό, πάντοτε μνημόνευε, τῶν τελούντων τὴν μνήμην σου.
γνῶς βιοτεύσασα, ἐν τῇ παρούσῃ ἔνδοξε, σκήνωμα ἁγνὸν τοῦ Παρακλήτου, τὴν σὴν καρδίαν ἐναπετέλεσας· τὸν νοῦν σου δὲ θείων θεωρόν, αὖθις τὴν διάνοιαν, Ἰησοῦ ἀδολέσχημα.
Ναῷ τῆς καρδίας σου, ἱερουργοῦσα πάντοτε, ὄνομα τερπνὸν τοῦ Ἰησοῦ μου, ξένως τὰς τούτου φωταγωγούσας αὐγάς· ἐδέχεσο ὅθεν προσφυῶς, πᾶσι τὰ σωτήρια, θεοφόρε ἐδίδασκες.
Θεοτοκίον.
ψίστου παλάτιον, καὶ Θρόνος Κόρη γέγονας, ἔνθα αὐλισθεὶς ὁ Θεὸς Λόγος, ἐκ Σῶν αἱμάτων περιβολὴν τῆς Σαρκός, ἐξύφανεν αἵμα σὺν Πατρί, καὶ τῷ θείῳ Πνεύματι, καὶ ἡμῶν πεφανέρωται.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μετὰ παρθένων ἀνύουσα, τὸ στάδιον Βρυαίνη τοῦ βίου σου, τύπος γεγένησαι, τῆς ἀρετῆς καὶ διδάσκαλος· διὸ Χριστῷ ἡρμόσω αὐτὰς ἀοίδιμε.
Νεκρὰ τὰ πάθη τὰ ἔχθιστα, κατέστησας Βρυαίνη ζωώσασα, τὸ θεῖον φρόνημα, τὸ τῆς ψυχῆς σου δακρύουσα, προσευχομένη ἅμα δὲ καὶ νηστεύουσα.
σεὶ παρθένος ἐσκήνωσας, Βρυαίνη σὺν παρθένων ταῖς τάγμασι, ὥσπερ Ὁσία δέ, σὺν μοναστῶν τοῖς στρατεύμασι· μεθ’ ὧν καὶ συναγάλλει, Χριστὸν δοξάζουσα.
Θεοτοκίον.
δεῖν Παρθένε τὴν δόξαν Σου, ἀξίωσον τοὺς πίστει ὑμνοῦντάς Σε, ὡς Θεομήτορα· καὶ ἀσυγκρίτως ὑπάρχουσαν, ὑπερενδοξοτέραν τῆς ὅλης κτίσεως.

Κοντάκιον. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστὸν τὸν δι’ ἡμᾶς, ἐκ Παρθένου Μαρίας, τεχθέντα ὑπὲρ νοῦν, ἀγαπήσασα Μῆτερ, τὰ πάντα ἐγκατέλιπες, καὶ Αὐτῷ ἠκολούθησας, καὶ ἐξήσκησας, τῶν ἀρετῶν τὴν χορείαν, ἐκ τῆς πράξεως, πρὸς θεωρίαν ἀχθεῖσα, Βρυαίνη ἀοίδιμε.
Ὁ Οἶκος.
Φυτεία πνευματικὴ τῆς διακόνου Πλατωνίδος ὑπάρχουσα, ἐβλάστησας ὡσεὶ δένδρον πολυστέλεχον καὶ ἐκαρποφόρησας εἰς ἑκατὸν τὰς θείας ἀρετάς σου, τήν τε πρᾶξιν καὶ θεωρίαν καὶ τὴν θείαν διδασκαλίαν· δι’ ἧς προσήγαγες πολλὰς ψυχὰς παρθένων τῷ Χριστῷ σεσωσμένας, ὡς μῦρον εὐῶδες καὶ θυμίαμα, καὶ τὴν Ὁσιομεγαλοπαρθενομάρτυρα Φεβρωνίαν, μεθ’ ὧν καὶ συγχορεύεις ἐν οὐρανοῖς, πρεσβεύουσα ὑπὲρ ἡμῶν, Βρυαίνη ἀοίδιμε.
Συναξάριον
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Βρυαίνης.
Ἐκ γῆς Βρυαίνη, χαρίτων θεία βρύσις,
Μετωχετεύθη ζῶσαν εἰς πηγὴν ἄνω.
Τριακοστῇ ἐκ τῶν τῇδε Βρυαίνη, εἰς πόλον εἰσήχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου, Πατριάρχου Κωνσταντινουπόλεως.
Σχοίνους διαδρὰς Ἀλέξανδρε σαρκίου,
Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
Οὗτος μετὰ τὸν ἱερὸν Μητροφάνην, ἐπίσκοπος Νέας Ῥώμης χειροτονεῖται, πολλοὺς παρὰ τῶν αἱρετικῶν ὑποστὰς τότε ἀγῶνας, καὶ πειρασμούς. Καὶ ὁ Βασιλεὺς δὲ τηνικαῦτα Κωνστάντιος, ὁ τοῦ Μεγάλου Κωνσταντίνου υἱός, εἰ καὶ χρηστὸς τὸ ἦθος, καὶ τοῦ δικαίου εἴπερτις ἄλλος διάπυρος ἐραστής, περὶ μέντοι τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής. Οὐ γὰρ τῆ πατρικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέθετο τοῖς ἀριανίζουσι, σπουδῇ τοῦ τῶν βασιλικῶν εὐνούχου πρωτεύοντος Εὐσεβίου. Ὅθεν καὶ τὸν θεῖον τοῦτον Ἀλέξανδρον, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι. Ὁ δὲ οὐ κατένευσε. Ὥριστο οὖν τῇ συνόδῳ ἡμέρᾳ. Καὶ ὁ Ἀλέξανδρος κατὰ τὴν ἑσπέραν ἐκείνην, εἰς τὸ θυσιαστήριον εἰσελθών, καὶ πρηνῆ καταβαλὼν ἐαυτόν, ἐδέετο τοῦ Θεοῦ, μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν. Ἤ ἐμὲ τῆς ζωῆς πρότερον ἀπόλυσον ἔλεγε. Ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. Ἕωθεν οὖν, ἄρτι τῆς συνόδου συνισταμένης, καὶ ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν, καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρυσιν κοιλίας καὶ κύστεως, παρακλίνας τε τῆς ὁδοῦ, κεκάθικεν ἑαυτὸν ὡς ἀποσκυβαλισόμενον τὸ περίττευνα. Συνεξεῤῥύει δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ ἀλιτηρίου, βιαίως τὴν ζωὴν ἀποῤῥήξαντος. Καὶ ὁ μέγας δὲ ἐν βασιλεῦσι Κωνσταντῖνος, ὑπὸ φιλοσόφου ποτὲ ἑλλήνου ὀνειδιζόμενος ὡς νεωτερίζων περὶ τὴν θρησκείαν, προέστησέ τινα τῶν φιλοσόφων αὐτῶν διαλεχθῆναι τῷ μακαρίῳ τούτῳ Ἀλεξάνδρῳ. Ὁ μὲν οὖν Ἀλέξανδρος, θεῖος ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. Ὡς οὖν εἶδε τὸν φιλόσοφον γλωσσαλγοῦντα, ἔφη· Ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, σιωπᾷν, καὶ μὴ φθέγγεσθαι. Καὶ ἅμα τῷ λόγῳ, ἐφιμώθη, καὶ γέγονεν ἄλαλος. Ἐπὶ τρισὶν οὖν καὶ εἴκοσιν ἐνιαυτοῖς ποιμάνας θεοσεβῶς τὸ ποίμνιον, καὶ πλήρης ἡμερῶν γενόμενος ἀνεπαύσατο ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Παύλου τοῦ νέου.
Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φαντίνου τοῦ παλαιοῦ.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φαντίνου τοῦ νέου.
Καὶ γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος,
Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει.
Οὗτος ἐκ Καλαβρίας τῆς ἐν Ἰταλίᾳ καταγόμενος, ἦτον υἱὸς Γεωργίου καῖ Βρυαίνης, ἀφιερωθεὶς δὲ εἰς τὸν Θεὸν ἐξ αὐτῶν σχεδὸν τῶν βρεφικῶν σπαργάνων, ὅταν ἔφθασεν εἰς κατάλληλον ἡλικίαν, εἰσήχθη εἰς Μοναστήριον, ἔνθα μετεχειρίζετο πᾶσαν ἀρετήν· Ἐπειδὴ δὲ ἔγινεν ἐργάτης δόκιμος τῶν ἐντολῶν τοῦ Θεοῦ, διὰ τοῦτο καὶ ἠξιώθη θείων ἀποκαλύψεων. Ὁ αὐτὸς διῆλθε νῆστις εἴκοσιν ὁλοκλήρους ἡμέρας, καὶ ἔμεινε γυμνὸς τέσσαρα ἔτη, καὶ πολλὰς ἄλλας κακοπαθείας καὶ κινδύνους ὑπέφερεν ὁ ἀοίδιμος, ὅταν οἱ Σαρακηνοὶ εἰσέβαλον ληστρικῶς εἰς τὴν Ἰταλίαν, λεηλατοῦντες τοὺς λαοὺς αὐτῆς. Ἀφ’ οὖ λοιπὸν ἐν τοιούτοις πειρασμοῖς διήνυσεν ἑξήκοντα ἔτη, παραλαβὼν ὑστερον τοὺς δύο μαθητάς του, Βιτάλιον καὶ Νικηφόρον, ὑπῆγεν εἰς τὴν Πελοπόννησον, διατρίψας δὲ εἰς τὴν Κόρινθον πολὺν χρόνον, ἔγινεν εἰς πολλοὺς πρόξενος σωτηρίας. Μετὰ ταῦτα μετέβη εἰς τὰς Ἀθήνας, καὶ προσκυνήσας τὸν ἐκεῖ εὑρισκόμενον τῆς Θεοτόκου Ναόν, ἀνεχώρησεν εἰς τὴν Λάρισαν. Ἐκεῖθεν δέ, ἀφ’ οὖ προσέμεινεν ἀρκετὸν καιρὸν εἰς τὸν τάφον τοῦ Ἁγίου Ἀχιλλείου Ἐπισκόπου Λαρίσης, ὑπῆγεν εἰς τὴν Θεσσαλονίκην, καὶ ἀφ’ οὖ ἀπήλαυσε καὶ κατετρύφησεν εἰς τὰ θαύματα τοῦ μεγαλομάρτυρος Δημητρίου ἐπὶ ἔτη ὀκτώ, μεταχειριζόμενος τὸν συνήθη κανόνα τῆς ἐγκρατείας, τελειώνει τὴν ζωήν του μὲ γῆρας ἀγαθόν, καὶ ἐκδημεῖ πρὸς ὅν ἐπόθησε Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δεκαὲξ μαρτύρων τῶν Θηβαίων.
Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἕξ καὶ δέκα
Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτηνῇ, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται.
Ἑξάστερόν τι Χριστομαρτύρων σέλας,
Δῦναν θαλάσσης ἔνδον, ἐκλάμπει Πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαρματᾶ.
Ἥκει καταπτὰς Ἄγγελος Θεοῦ Λόγου,
Λέγων· ἔγειραι Σαρματᾶ χαίρων ἕπου.
Οὗτος ὁ Ὅσιος Σαρματᾶς, κατὰ τὸν Εὐεργετινόν, νηστεύων πάντοτε καὶ ἐγκρατευόμενος, τοσοῦτον ἐνίκησε τὸν ὕπνον, ὥστε, ἐὰν ἔλεγεν εἰς αὐτόν, ὕπαγε ἀπ’ ἐμοῦ, ἀπήρχετο, ἐὰν δὲ πάλιν ἔλεγεν αὐτῷ ἐλθέ, ἤρχετο. Εἰς δὲ τὸν Παράδεισον τῶν Πατέρων, γράφεται περὶ τοῦτου, ὅτι εἷς καθήμενος ἐν τῇ ἡσυχίᾳ, ἠρώτησεν αὐτὸν λέγων: Οἱ λογισμοὶ λέγουσί μοι, ὕπαγε ἔξω καὶ παράβαλε τοῖς ἀδελφοῖς. Ὀ δὲ Σαρματᾶς ἀπεκρίθη: Μὴ ἀκούσῃς αὐτῶν, ἀλλ’ εἰπέ, ἰδοὺ ἤκουσά σου τὸ πρῶτον, νῦν δὲ οὐ δύναμαί σου ἀκούειν. Καὶ πάλιν ἄλλος ἠρώτησεν αὐτὸν λέγων: Οἱ λογισμοὶ λέγουσί μοι μὴ ἐργάζου, ἀλλὰ φάγε, πίε, κοιμῶ. Ὀ δὲ Σαρματᾶς εἶπεν αὐτῷ: Ὅταν πεινᾷς (καθ’ ὑπερβολὴν καὶ ἀποκάμῃς), τότε φάγε, καὶ ὅταν διψᾷς (καθ’ ὑπερβολήν, ὥστε νὰ μὴ δύνασαι πλέον νὰ ὑποφέρῃς), τότε πίε, καὶ ὅταν ἀγρυπνήσῃς (πολὺ, ὥστε νὰ μὴ ἠμπορῇς πλέον καθ’ ὅλου νὰ ὑπομείνῃς), τότε κοιμῶ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱεράρχου Εὐλαλίου, ἐν εἰρήνῃ τελειωθέντος.
Ὤν Εὐλάλιος εὔλαλος τέττιξ μάλα,
Χειμῶνος ὥρᾳ τοῦ τέλους σιγὴν ἄγει.



Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ἅγιος Ἱερομάρτυς Φίληξ, ξίφει τελειοῦται.
Τμηθεὶς κεφαλὴν ἱερὰν λύθρῳ χρίῃ,
Καὶ χρίσμα κοσμεῖς ἱερωσύνης Φήλιξ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ἅγιος μάρτυς Φουρτουνιανός, ξίφει τελειοῦται.
Οὐ μή με πλήξῃς, ὅς τις εἶ ταχὺ ξίφει,
Φουρτουνιανὸς ἐμβριμώμενος λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ἅγιος μάρτυς Σεπτιμῖνος, ξίφει τελειοῦται.
Ὁ πάντα σεπτὸς ἐν τῷ βίῳ Σεπτιμῖνος,
Πάνσεπτον εὕρε καὶ τέλος διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ἅγιος μάρτυς Ἰανουάριος, ξίφει τελειοῦται.
Ἄρας φόνου σίδηρον ὁ πνέων φόνου,
Αἶρει κεφαλὴν τὴν Ἰανουαρίου.
Οὗτοι οἱ τέσσαρες Μάρτυρες, διαφλεγόμενοι ὑπὸ τοῦ ἐνθέου ζήλου τῆς πίστεως, ἐπολέμησαν ἀνδρείως τὴν πλάνην τῆς εἰδωλολατρείας, καὶ ἐνδυναμωθέντες ὑπὸ τῆς εἰς Θεὸν πίστεως, διέλυσαν ὅλα τὰ σκότη τῆς ἀπιστίας, φυλάξαντες δὲ ἀπαραχαράκτους τοὺς νόμους καὶ τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ καταφρονήσαντες τὰς παρὰ τῶν Ἐλλήνων ἐρωτήσεις, δι’ ὦν παρεκίνουν αὐτοὺς νὰ ἀρνηθώσι τὴν εὐσέβειαν, καὶ μὴ μεταπεισθέντες, ὑπέμειναν οἱ ἀοίδιμοι διωγμοὺς καὶ δεσμὰ καὶ στρεβλώσεις τοῦ σώματος, συρόμενοι ἀπὸ τόπου εἰς τόπον, ἕως οὗ τελευταῖον κατεδικάσθησαν εἰς τὸν διὰ ξίφους θάνατον. Τότε δὲ ἔγινε θαῦμα φοβερόν, διότι ὁ ἥλιος καὶ ἡ σελήνη, μὴ ὑποφέροντες τὴν ἄδικον τῶν Ἁγίων σφαγήν, μετεβλήθησαν εἰς αἷμα. Οἱ δὲ Μάρτυρες ἀποκεφαλισθέντες, ἔλαβον παρὰ Κυρίου τοὺς ἀμαράντους στεφάνους τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φύλακος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὀ Ὅσιος Ἀλέξανδρος, ἡγεμὼν τῆς Ῥωσίας, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλωνίδη.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου τοῦ ΣβὶHYPERLINK "http://www.saint.gr/3371/saint.aspx"ρ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ραΐσασα ψυχήν σου καὶ διάνοιαν ταῖς θείαις νεύσεσι, πρὸς τὰς ἀΰλους μονάς, Βρυαίνη πανεύφημε, ἔδραμες ψάλλουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
νυμνοῦμέν σου τὴν μνήμην παναοίδιμε σὺ γὰρ τὸν Κύριον, καὶ Ποιητὴν τοῦ παντός, ἐνταῦθα ἐδόξασας, πόθῳ δὲ ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νῦν τὸ κάλυμμα σαρκός σου καταλείψασα ὁρᾶς τὸ ἄφραστον, καὶ θεῖον κάλλος Χριστοῦ, καὶ χαίρεις ἀοίδιμε, τούτῳ κραυγάζουσα· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
να πάντοτε Μαρία ἀπειρόγαμε θερμῶς δοξάζω Σε, ἐμὴν ψυχὴν καὶ τὸν νοῦν, καθάρισον φώτισον, ἔμπλησον χάριτος· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
χαιρες Βρυαίνη κατιδοῦσα, τοὺς ἄθλους τῆς Φεβρωνίας καὶ τελείωσιν, ταύτης τὴν πανένδοξον, καὶ Χριστὸν ἐδόξαζες, τὸν ταύτην ἐνισχύσασαν, προφρόνως κράζουσα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
εόντων τὸ ἄστατον ἰδοῦσα, τὸν πόθον τὸν τῆς ψυχῆς σου μετεβίβασας, ὅλον πρὸς τὰ μένοντα, ἃ καὶ κατηξίωσας, ἀπολαβεῖν πανεύφημε, καὶ ᾄδειν πάντοτε·  ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
νοῦς σου ᾀεὶ Χριστὸν ἐώρα, ἡ γλῶσσα δέ σου ηὐλόγει τοῦτον ἔνδοξε, πᾶσαν δὲ τὴν ἔφεσιν, τούτῳ καθιέρωσας, καὶ γηθομένη πάντοτε, προφρόνως ἔψαλλες· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Μεγάλα παράδοξα Παρθένε, προεῖπε τῶν Προφητῶν ὁ θεῖος σύλλογος, ἔσονται τὰ σύμβολα, τοῦ τόκου Σου ἀσπόρως γάρ, συνέλαβες καὶ ἔτεκες, καὶ μένεις ἄφθορος· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
πασα πληθύς, ἀζύγων συνέλθετε, καὶ συνδοξάσωμεν, Ἰησοῦν τὸν Κύριον, τὸν τῆς Βρυαίνης μνήμην δοξάσαντα, καὶ καρδιόθεν  ἄσματα, Αὐτῷ προσάξωμεν, ἐκβοῶντες· σῶσον ἡμᾶς οἴκτειρον, ταῖς εὐχαῖς τῆς Ὁσίας Σου Κύριε.
Γῆθεν ἐν χαρᾷ, ἀπάρασα ἔνδοξε, ἔνδον ἐχώρησας, εἰς τὰς ἱερὰς Μονάς, Ὁσίων ἔνθα ὑμνοῦσι τάγματα, καὶ τῶν παρθένων σύλλογος, καὶ πάντες Ἄγγελοι, καὶ βοῶσι, ὕμνον τὸν τρισάγιον, τῷ Πατρὶ τῷ Υἱῷ καὶ τῷ Πνεύματι.
λως καθαρῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὁρῶσα πάνσεμνε, σὺν τῇ Φεβρωνίᾳ τε, Ὁσίων πάντων τοῦτον ἱκέτευε, σοῖς ὑμνηταῖς δωρήσασθαι πταισμάτων ἄφεσιν, καὶ φωτίζειν, τούτων τὴν διάνοιαν, τοῦ ἐράσθαι τὰ θεῖα καὶ μένοντα.
Θεοτοκίον.
ώμην ἠθικήν, καρδίας ἁγνότητα, δός μοι πανύμνητε, ἅμα παρθενίαν τε, ψυχῆς καὶ σώματος καὶ τὴν νέκρωσιν, πρὸς τὰ παρόντα ἅπαντα, καὶ τὴν ἀπάθειαν, ἐκβοῶντι· χαίροις ἀειπάρθενε, Θεοτόκε ἡ πάντα ἰσχύουσα.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὰ τῆς σαρκὸς νεκρώσασα, πάθη Βρυαίνη θεία, τὸ τῆς ψυχῆς ἐζώωσας, φρόνημα πανολβία, καὶ γέγονας σκεῦος θεῖον, τῆς Ἁγίας Τριάδος, καὶ ποδηγέτης ποίμνιον, ὁδηγοῦσα παρθένων, πρὸς οὐρανούς, μεθ’ ὧν συγχορεύουσα ἐκδυσώπει, τὸν Ἰησοῦν τοῦ ῥύσασθαι, νῦν ἡμᾶς ἐκ κινδύνων.
Θεοτοκίον.
Θαῦμα φρικτὸν πανάμωμε, ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, Ὁμοούσιον Λόγον, γεγέννηκας ἀποῤῥήτως· ὅθεν Σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, τῇ καρδίᾳ καὶ στόματι ἀληθῶς, ὡς Θεοῦ Μητέραν, Ὃν ἐκδυσώπει ᾀεὶ θεομακάριστε, ὑπὲρ γένους ἀνθρώπων.













Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς παρθενίας τὴν στήλην δεῦτε φιλεόρτοι, μοναζουσῶν τὸ κλέος, ἀρετῶν τὸ ταμεῖον, Βρυαίνην τὴν Ὁσίαν τὴν τὸν Χριστόν, ἐκ καρδίας ποθήσασαν, ἀνευφημήσωμεν πάντες χαρμονικῶς, τὴν αὐτῆς μνήμην γεραίροντες. (Δίς)

Ἡ θαυμαστὴ πολιτεία ἥνπερ ἐξήσκησας, διὰ τῆς ἀεννάου, προσευχῆς ἐν καρδίᾳ, καὶ θείας ἀγρυπνίας καὶ τῆς ὁρῆς, τὴν δακρύων ἀνύψωσαν, πρὸς τὴν ἀγάπη Βρυαίνη τοῦ Ἰησοῦ, ὑπὲρ πάντων Ὃν ἱκέτευε.

Σὺν Φεβρωνίᾳ Βρυαίνη τῇ θείᾳ Μάρτυρι, Χριστῷ παρισταμένη, καὶ Μαρτύρων τοῖς δήμοις, ποιήσατε πρεσβείαν ὑπὲρ ἡμῶν, τοῦ ῥυσθῆναι ἐκ θλίψεων, καὶ τὴν εἰρήνην βραβεῦσαι καὶ τὴν χαράν, τῷ πιστῷ Αὐτοῦ πληρώματι.

Δόξα. Ἦχος πλ. α΄
Δεῦτε μοναστῶν τὰ συστήματα, καὶ τῶν παρθένων οἱ δῆμοι, δεῦτε καὶ χορεία στησώμεθα, ἐπὶ τῇ μνήμῃ τῆς Ὁσίας καὶ θεοφόρου Μητρὸς ἡμῶν Βρυαίνης. Αὕτη γὰρ ἡ ἀοίδιμος, ἐκ βρέφους τὸν Χριστὸν ἀγαπήσασα, καὶ τούτου τὸν χρηστὸν ζυγὸν ἐπ’ ὤμων ἄρασα, εἴπετο τοῖς ἴχνεσιν Αὐτοῦ· ὅθεν ἐν ὑπομονῇ καὶ εὐχαριστίᾳ, ἐν νηστείᾳ καὶ προσευχῇ, ἐν ἀγρυπνίᾳ καὶ χαμευνίᾳ, ἐν πρᾳότητι καὶ ταπεινοφροσύνῃ, ἐν ὑπακοῇ καὶ παρθενίᾳ, ἐν εὐθύτητι καρδίας καὶ τῇ διπλῇ ἀγάπῃ τῇ πρτὸς τὸν Θεὸν καὶ τὸν πλησίον τελειωθεῖσα, κατέστη διδάσκαλος, διδάσκουσα τὴν πράξιν τῆς ἀρετῆς καὶ τὴν θεωρίαν τῶν ὄντων ταῖς ὑποκειμέναις αὐτῇ μοναχαῖς, νῦν δὲ πρεσβεύειν τῷ Κυρίῳ, σὺν Φεβρωνίᾳ τῇ Μάρτυρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου