Πέμπτη 28 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 5. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΡΜΟΓΕΝΗΣ ΣΑΜΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ Ε΄!!
ΕΡΜΟΓΕΝΗΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΑΜΟΥ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοῦ Ἀβραὰμ ἀνεδείχθης ζηλωτὴς Ὅσιε, ἐξελθὼν σῆς πατρίδος, θείῳ ἔρωτι Πάτερ, διδάσκων καὶ φωτίζων τοὺς ἀσεβεῖς, προσκυνεῖν ἐν Τριάδι ἕνα Θεόν· Ὃν καθικέτευε ἔνδοξε, ἐκτενῶς διασώζειν τοὺς τιμῶντάς σε.

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Πάτερ Ἑρμόγενες, ἀποπνίξας τὰ στίφη, τῶν δαιμόνων σὺν τούτοις, καὶ τὰ τῶν δυσσεβούντων αἱρετικῶν, τοὺς εὐσεβεῖς δὲ ἐφώτισας, Τριάδα σέβειν Ἁγίαν, ἣν καὶ ἡμᾶς, καθικέτευε λατρεύειν πιστῶς.

Σορὸς ἡ θεία σου Πάτερ βρύει ἰάματα, πᾶσι τοῖς προσιοῦσιν, εὐλαβῶς καὶ προθύμως, ἰῶνται καὶ γὰρ πάντων τῶν χαλεπῶν, νοσημάτων ἑκάστοτε, ὡς ἀδαπάνητον ἔχουσα τὴν πηγήν, τῶν ἰάσεων θεόπνευστε.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ ἱερὲ Ἑρμόγενες, ἐκ τῆς Ἑώας ὁρμῶν, ὡς ἀστὴ διαυγέστατος, νῦν φωτίζεις ἅπασαν, τὴν ὑφήλιον Ἅγιε, Σάμον καὶ Κύπρον ταῖς τῶν ἀκτίνων αὐγαῖς· τὴν μὲν τῷ κάλλει, τοῦ μαρτυρίου σου, τὴν δὲ τῷ σκήνει τῷ πολυάθλῳ σου· ὑπὲρ ὧν πρέσβευε, φρουρεῖσθαι καὶ σώζεσθαι, θεόφρον Ὅσιε.

Ἱεραρχῶν τὸ ἐκσφράγισμα, καὶ τῶν Πατέρων φωστήρ, καὶ Μαρτύρων τὸ καύχημα, Προφητῶν ἀγλάϊσμα, καὶ Ὁσίων τὸ στήριγμα, καὶ τῶν νοσούντων, ὁ ἰατρὸς καὶ λιμήν, αἱρέσεών τε, ἡ μάστιξ καὶ ἐλατήρ· ὢ τῶν ἀγώνων σου, οἷς κατετραυμάτισας, τὸν ἰσχυρόν· δι’ ὧν καθικέτευε, ἐλεηθῆναι ἡμᾶς.

Πάτερ Πατέρων Ἑρμόγενες, προκαθαρθεὶς τὴν ψυχήν, καὶ τὸν νοῦν καὶ διάνοιαν, ἐν μελέταις πάντοτε, προσευχαῖς καὶ ἀσκήσεσι, καθυποτάσσων, χεῖρον τῷ κρείττονι, ἁγνῶς ποιμαίνων, ποίμνην τὴν σὴν ἀγαθέ· σοῦ ταῖς ἐντεύξεσι, καὶ ἡμεῖς ῥυσθείημεν τῶν δυσχερῶν, οἷς νῦν κατεχόμεθα, τρισμάκαρ Ὅσιε.


Δόξα. Ἦχος πλ. β΄.
ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον, ὦ φιλέορτοι, ἐπὶ τῇ μνήμῃ τοῦ Ἱερομάρτυρος Ἑρμοένους· οὗτος γὰρ τῆς Τριάδος δειχθεὶς ὑπέρμαχος, ἐναντίον βασιλέων, ἐκήρυττεν αὐτήν, καὶ ἐν σταδίῳ ἀνδρείως, τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτοῦ αἵματι ἀπέπνιξε· διὸ καὶ διπλοῦς στεφάνους παρὰ Θεοῦ ἐκομίσατο, ὡς κῆρυξ καὶ Μάρτυς Χριστοῦ. Πρὸς Αὐτὸν οὖν βοήσωμεν· σκεῦος ἐκλεκτὸν ἅγιον τῷ Κυρίῳ, ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀνυμνήσωμεν οἱ πιστοί, Ἑρμογένην τὸν Ἱερομάρτυρα, τὸν Σάμου τῆς νήσου πρόεδρον, καὶ τῶν Κυπρίων ἀρωγὸν καὶ ὑπέρμαχον· οὗτος γάρ, τὴν θάλασα διαπεράσας ἀβλαβῶς, τῇ σεπτῇ αὐτοῦ λάρνακι, ὥς ποτε Βαρνάβας ὁ Ἀπόστολος, αὔραις θείαις κινούμενος, ἐπεδήμησε Κύπρῳ τῇ νήσῳ, ἐν πόλει Ἐπισκοπῇ, ᾗ καὶ ναὸν κάλλιστον οἱ πιστοὶ αὐτῷ ἐκ βάθρων δειμάμενοι, κατέθεντο τὴν αὐτοῦ σορόν, ἐξ ἧς βρύει ἰαμάτων ἀκενώτους πλημμύρας· ταῖς αὐτοῦ ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τοῦ Ἱεράρχου Ἑρμογένους ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον, σήμερον εὐωδιάζει ἡμᾶς· ἐκ Φοίνικος γὰρ τῆς τῶν Μυρέων κώμης, ὡς φοῖνιξ ἐξήνθησε, καὶ καρποὺς ἀειθαλεῖς, τῇ τῶν Σαμίων Ἐκκλησίᾳ προσήνεγκε, καὶ γλυκασμὸς τοῖς πιστοῖς τῶν Κυπρίων ἐχρημάτισε, οἳ καὶ δόξαν τῷ Θεῷ ἀναπέμπουσι, τῷ ἐνδοξαζομένῳ ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ὁ αὐτός.
Ἱερομάρτυς Ἑρμόγενες, ἡ σορὸς τῶν λειψάνων σου, ποταμοὺς ἰαμάτων καθ’ ἑκάστην ἀναβλύζουσα, πᾶσαν νόσον ἐξ ἀνθρώπων φυγαδεύει· ὅθεν κομπάζει ἡ Κύπρος ἐπὶ σοί, καὶ μεγαλύνεται, τοιούτου ἀκενώτου θησαυροῦ ὑπερπλουτοῦσα, ἣν καὶ φυλάττειν σαῖς πρεσβείαις, ἐξ ἀναγκῶν καὶ κινδύνων δεόμεθα.

Δόξα. Ἦχος δ΄.
Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων ἀναπέμπεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Ἱερομάρτυς Ἑρμόγενες· ὀφθεὶς γὰρ σὺ τοῦ λόγου τῆς πίστεως, κῆρυξ διαπρύσιος, ἠγωνίσω γενναίως καὶ ἐν τῷ σκάμματι, τοῦ Σαντορνίνου τὰς ἀπειλὰς ἐξεμυκτήρισας· ὅθεν καὶ νῦν παριστάμενος τῇ Ἁγίᾳ Τριάδι, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν λαμπρῶς ἑορταζόντων, τὴν ἱεράν σου καὶ παντιμον ἄθλησιν.







Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἱερωσύνης κανών, τῆς ἐγκρατείας ἀληθὲς καταγώγιον, ἡ στάθμη τῆς σωφροσύνης, τῶν ἀρετῶν θησαυρός, ἐλεημοσύνης πηγὴ βρύουσα, ὁ θείου ἑρμαίου, ἐπιφερόμενος ὄνομα, ὁ καὶ στηρίζων, τοὺς πιστοὺς πρὸς εὐσέβειαν, ἐπακούων τε, ἀσθενῶν ταῖς δεήσεσι· λύχνος ὁ διαυγέστατος, Ἑτοίμη ἀντίληψις, πᾶσι τοῖς πόθῳ τιμῶσι, τὴν παναοίδιμον μνήμην σου, Χριστὸν καταπέμψαι, ὦ Ἑρμόγενες δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Λάμψας, ἐκ τῆς Ἑώας ἀστήρ, καταφωτίζεις τὴν ὑφήλιον ἅπασαν, Κύπρον δὲ μᾶλλον καὶ Σάμον, ἧς καὶ προέστης σοφέ, ἐν ᾗ καὶ τὸ αἷμά σου ἐξέχεας, ἀθλῶν τῆς Τριάδος, ὑπὲρ ἧς καὶ ἀπέθανες, διασκεδάζων, δυσσεβεῖς τῷ σῷ σκάμματι, καὶ εὐσέβειαν, στερεῶν ὦ Ἑρμόγενες· ὅθεν νῦν οἱ ἐμμένοντες, ταῖς σσαῖς εἰσηγήσεσιν, ἁμαρτημάτων λυτροῦνται, καὶ τῶν δεινῶν ἀπαλλάττονται, ἀκέστωρ τυγχάνεις, τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἀεὶ πανεύφημε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ὁ τῶν Κυπρίων φρουρός, Ἐπισκοπῆς τῆς πολιτείας ὁ ἔφορος, εἰς ἥνπερ καὶ κατεπέμφθης, ὐπὸ Θεοῦ ἐναργῶς, τοῦ φυλάττειν ταύτην ἀπαράτρωτον, λιμοῦ καὶ λοιμοῦ δέ, καὶ πάσης ἄλλης κακώσεως, ὡς ὢν τοιοῦτος, φύλαξ ἄγρυπνος Ὅσιε, ἀντιλήπτωρ τε, καὶ ταχὺς εἰς ἐπίσκεψιν· ὅθεν οἱ σοὶ προστρέχοντες, καὶ σὲ προσκαλούμενοι, νόσοις παντοίαις ἰῶνται, χωλοὶ κυλλοὶ καὶ πυρέττοντες, παρέχεις γὰρ πᾶσι, τὴν ὑγείαν τε καὶ ῥῶσιν, καὶ χάριν πάντοτε.

Δόξα. Ἦχος β΄.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Ἑρμογένην, ἅπαντες εὐφημήσωμεν, τὸ καύχημα ὄντως τῶν Μυρέων, καὶ τοῦ Φοίνικος τὸ βλάστημα, τῶν Σαμίων τὸ κλέος, καὶ τῶν Κυπρίων τὸν ἀκοίμητον πρεσβευτήν, πρὸς ὃν προθύμως ἐν ἀγαλλιάσει ψυχῆς εἴπωμεν· χαίροις, Ἑρμόγενες, ποιμένων ἐγκαλλώπισμα· χαίροις, ἡ πηγὴ τῶν θαυμάτων, καὶ ἰαμάτων ταμεῖον ἄσυλον· ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, δώρησαι τοῖς ἐκ πόθου ἐκτελοῦσι, τὴν πανέορτον μνήμην σου, ῥυσθῆναι πειρασμῶν καὶ παντοίων θλίψεων.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τοῦ Φοίνικος ὁ κλάδος καὶ Σαμίων τὸ στήριγμα, φύλαξ καὶ φρουρὸς τῶν Κυπρίων, Ἑρμόγενες Πατὴρ ἡμῶν, ἀναδειχθεῖς τὴν Θάλασσαν διῆλθες ὥσπερ ζῶν, καὶ ταύτης τρικυμίας χαλινῶν, θαυμασίως λάρνακά σου Ἐπισκοπῇ τὴ πόλει κατεστήριξας, δόξα τῷ οὕτως εὐδοκήσαντι Θεῷ, δόξα τῷ σὲ ὁδηγήσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολόγιαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη σου σοφέ, συγκαλεῖ πᾶσαν κτίσιν, μεθέξειν τῶν λαμπρῶν, καὶ πολλῶν ἰαμάτων, ὧνπερ νῦν ἀπολαύοντες, χάριτας ἀναπέμπομεν, τῷ δοξάσαντι, σὲ Βασιλεῖ καὶ Σωτῆρι· εὐφημοῦμέν δε, σὲ πρεσβευτὴν ἡμῶν ὄντα, παμμάκαρ πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτὴ χαρμόσυνος, τοῦ Ἱεράρχου, Ἑρμογένους σήμερον, πᾶσιν ἐπέλαμψεν πιστοῖς, συμφώνως νῦν ἀνακράζουσι· κινδύνων σῶζε, τὴν πόλιν σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ Σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· Σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σορὸς ἡ θεία σου, Πάτερ Ἑρμόγενες, βρύει ἰάματα, καθάπερ νάματα, σωτηριώδη τοῖς πιστοῖς, ἐξ ὧν πάντες κορέννυνται, δόξαν ἀναπέμποντες, Θεῷ τῷ θαυμαστώσαντι, καὶ καταπλουτίσαντι, θαυμάσια θεόσοφε· δι’ ὧν Τριὰς ἡ θεία ὑμνεῖται, καὶ μεγαλύνεται Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. ιβ΄, 1-8): Τῷ καιρῷ ἐκείνῳ, ἐπορρεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων... (Ζήτει τῇ Παρασκευῇ τῆς δ’ Ἑβδομάδος Ματθαίου).
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών. ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῆς Τριάδος καταυγασθείς, ἐκ βρέφους θεόφρον, Ἱεράρχα τῷ ζωηρῷ, τῆς πίστεως γάλακτι ἐτράφης, ταῖς ἀρεταῖς καταυγαζόμενος.
Συνέσεις καὶ χάριτι κοσμηθείς, νηστείαις καὶ πόνοις, ἐχαλίνωσας τῆς σαρκός, θεόφρον παμμάκαρ τὰς ὀρέξεις, καὶ τὴν ψυχὴν ἀρεταῖς κατεκόσμησας.
Ἀστράψας τῷ βίῳ τῷ φαεινῷ, ὡς ἥλιος πᾶσαν, Ἱεράρχα τὴν τοῦ Χριστοῦ, ἐφαίδρυνας Πάτερ Ἐκκλησίαν, ἐν ταῖς ἀκτῖσι τῶν θαυμάτων σου.
Θεοτοκίον.
Ἰδοὺ αἱ προῤῥήσεις τῶν Προφητῶν, ἐπὶ Σοὶ τὸ πέρας, ἀπειλήφασιν ἀληθῶς· Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ ἀπεκύησας.

Ὁ β’ Κανών. ᾨδὴ α’. Ἦχος ὁ αὐτός. Ἁρματηλάτην Φαραώ.
Τῷ Φωτοδότῃ παρεστὼς ὁλόφωτος, φωτὶ τῆς γνώσεως, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, καὶ τὴν ἀχλὺν ἀπέλασον, τῶν παθῶν σαῖς πρεσβείαις, ὡς Ἱεράρχης θεόληπτος, ἔχων παῤῥησίαν Ἑρμόγενες.
Ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς καθήμενος, ὁ συναΐδιος, καὶ συμφυὴς Λόγος, τῷ τεκόντι κήρυκα, τῆς ἑαυτοῦ γεννήσεως, προχειρίζεται μόνος, ὡς Ἀποστόλων ὁμότροπος, σὲ νῦν θεοφόρε Ἑρμόγενες.
Ὑπὸ τῆς θείας φωτισθεὶς ἐλλάμψεως, τὸν ἐξ ἀνάρχου Πατρός, μονογενῆ Λόγον, ἄκτιστον αἰώνιον, θεολογήσας Ὅσιε, τοῦ Ἀρείου συμμάχους, ὁμόφρονάς τε συνέχεας, θείᾳ παντευχίᾳ φραξάμενος.
Θεοτοκίον.
Σεσαρκωμένον Παναγία τέτοκας, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον· μόνη ἐξ αἰῶνος γάρ, ἀκτῖσι καθαρότητος, παρθενίας τε κάλλει, καὶ παναμώμοις χαρίσμασι, πέφηνας ἀξία πανάμωμε.









ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Ἡ ἀξιοθαύμαστος, καὶ παναοίδιμος μνήμη σου, χαρμονικῶς, τὰ τῶν Ὀρθοδόξων, κατευφραίνει συστήματα.
Πόνοις προσωμίλησας, καὶ πειρασμοῖς πολλοῖς Ὅσιε, διὰ Χριστόν· ὅθεν καὶ τῆς τούτου, Βασιλείας τετύχηκας.
Οἶκος θείου Πνεύματος, καὶ προσευχῆς εἰκὼν γέγονας, Ἱεραρχῶν, καύχημα καὶ κλέος, τῶν Μαρτύρων Ἑρμόγενες.
Θεοτοκίον.
Ἔχων Σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι πάναγνε, Μήτηρ Θεοῦ, πρέσβυν καὶ προστάτιν, τῶν ἐχθρῶν μου ῥυσθήσομαι.

Ἕτερος. Οὐρανίας ἁψῖδος.
Τὰ σωτήρια Πάτερ καὶ εὐσεβῆ δόγματα, τῆς Ὀρθοδοξίας φυλάττων, ἀδιαλώβηττα, ποίμνην ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον, μάνδραν εἰσήλασας.
Ἀνελθὼν ἐν τῷ ὕψει τῶν ἀρετῶν Ὅσιε, χρῖσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν πανύψιστον, πανσόφως ᾔνεσας, ὑψηλοτάτῃ καθέδρᾳ, λειτουργήσας χάριτι, τούτῳ ὡς ἄγγελος.
Πειρασμοὺς ὑπομείνας διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες, καὶ τῆς θεώσεως· μύρον εὐῶδές δε, διηνεκῶς ἀναβλύζων, ἁγιάζεις πίστει σοι, τοὺς προσπελάζοντας.
Θεοτοκίον.
Ἡ λαβὶς ἡ τοῦ θείου καὶ φωταυγοῦς ἄνθρακος, βάτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῷ τῆς θεότητος, τὰ φρυγανώδη μου, πάντα κατάφλεξον πάθη, καὶ πυρὸς ἐξάρπασον, διαιωνίζοντος.

Κάθισμα.Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς  ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σοφέ, καὶ φωτίζει τὴν κτίσιν, Ἑρμόγενες μάκάριε, καὶ πληροῖ ταύτην θαύμασιν· ἥνπερ σήμερον, ἐπιτελοῦντες βοῶμεν· καθικέτευε, ὑπὲρ ἡμῶν Ἱεράρχα, Χριστὸν τοῦ σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Εὐφραίνεται πιστῶν, ἡ πληθὺς Θεοτόκε, τὸ ὄνομα τὸ Σόν, καθ’ ἑκάστην βοῶσα, καὶ πόθῳ τὰς ὑψώσεις Σου, μεγαλύνουσα πάντοτε· Σὺ γὰρ καύχημα, καὶ βοηθὸς καὶ προστάτις, ἀκαταίσχυντος, πάντων ὑπάρχεις Παρθένε, τῶν πίστει τιμώντων Σε.







ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἡ τοῦ Πνεύματος ἔλλαμψις, Πάτερ ἐπὶ σοὶ πλουσίως σκηνώσασα, φωτοφόρον στῦλον ἔδειξε, δᾳδουχοῦντα κόσμον θείοις δόγμασιν.
Τῇ γαλήνῃ τῶν λόγων σου, τὸν εἰδωλικὸν χειμῶνα ἠμαύρωσας, καὶ τροπαίοις ταπεινώσεως, ἀσεβείας θράσος κατεμάρανας.
Ἀκηλίδωτον ἔσοπτρον, Πάτερ τῆς Τριάδος ὤφθης Ἑρμόγενες, κατοπτεύειν γὰρ ἠγάπησας, καθαρῶς τὴν γνῶσιν τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον.
Ὡς φρικτὸν καὶ παράδοξον, τῆς ἁγνῆς λοχείας Σου τὸ μυστήριον! ὑπὲρ φύσιν γὰρ πανάμωμε, τὸν Δημιουργόν Σου ἀπεκύησας.

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Ἐπιφανῶς, ἱερομύστα διέπρεψας, τὸν τῆς Σάμου, θρόνον κληρωσάμενος, κληθεὶς ἐν τούτῳ παρὰ Χριστοῦ, εἶτα τῶν Κουριέων, καταλαβὼν τὴν Μητρόπολιν, ἐν ᾗ τὸ θεῖον σκῆνος, ἐναπέθου τρισμάκαρ, ἀγλάΐζων αὐτὴν θείοις θαύμασιν.
Παντοδαπαῖς, κεκοσμημένος χαρίσμασι, Μοναρχίας, κῆρυξ ἐχρημάτισας, τῆς ἐν Πατρὶ καὶ μονογενεῖ, Λόγῳ νοουμένης, καὶ θείῳ Πνεύματι πάνσοφε· Μονάδα γὰρ οὐσίας, ἐν Τριάδι προσώπων, ὑφεστώτων ἐδίδαξας Ὅσιε.
Ἀνακραθείς, κάλλει τῷ πρώτῳ θεσπέσιε, καὶ τῇ αἴγλῃ, τούτου συμμορφούμενος, καὶ πυρσωθείς, θείαις ἀστραπαῖς, κατὰ μετουσίαν τὴν Ἐκκλησίαν ἐφαίδρυνας, γεγονὼς φῶς τρισμάκαρ, φωτισμὸν εὐσεβείας, ἀναφαίνων τοῖς πίστει προστρέχουσιν.
Θεοτοκίον.
Ἵνα μορφήν, τὴν κεχωσμένην τοῖς πάθσιν, ἐκζητήσῃς, πλούτου ἀγαθότητι, παρθενικήν, ᾤκηας νηδύν, ἐξ ἧς σοφία Θεοῦ ναὸν ᾠκοδόμησας· δι’ οὗ συνεναστράφης, τοῖς ἀνθρώποις οἰκτίρμον, καὶ διέσωσας κόσμου τὰ πέρατα.














ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ἔφερες σαρκός, τὰς αἰκίσεις καρτερώτατα, κρεμασθεὶς ξύλῳ, Ἑρμόγενες, καρτερῶς τούτῳ, τῷ Δεσπότῃ ἐλειτούργησας.
Ὕμνεις τὸν Χριστὸν, τὰς πλευρὰς Μάρτυς ξεόμενος, καὶ τὴν δορὰν προσαφαιρούμενος, ἀνδρειοτάτῃ, διανοίᾳ ἱερώτατε.
Ψεύδους τὴν ἀχλύν, ἀληθείᾳ Μάρτυς ἤλεγξας, ἐν τῇ σοφίᾳ τῇ τῶν λόγων σου, δείξας ἀσόφους, τοὺς τῇ πλάνῃ ῥητορεύοντας.
Θεοτοκίον.
Ὑπὲρ τῶν εἰς Σέ, τὰς ἐλπίδας πάσας Δέσποινα, κεκτημένων ἀπαύστως πέσβευε, ὅπως μελλούσης, λυτρωθῶμεν κατακρίσεως.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ῥημάτων σου ὁ φθόγγος, ὥσπερ τις οὐράνιος ἦχος φερόμενος, τὰς ἀθέους φρένας, κατεβρόντησε λόγῳ τῆς χάριτος, καὶ δογμάτων θείων, μαρμαρυγαῖς ταῖς φανοτάταις, τῶν πιστῶν τὰς καρδίας ἐλάμπρυνεν.
Ὁλικαῖς προθυμίαις, τοὺς εἰδωλολάτρας σὺ καταστρεψάμενος, ὀρθοδόξῳ πίστει, Ἱεράρχα τὸ κράτος ἐκύρωσας, ἐν Τριάδι ἕνα, Θεὸν ἡμῖν ἀνακηρύττων, παμμακάριστε Πάτερ Ἑρμόγενες.
Ὑπερθέου Τριάδος, μύστης ἐχρημάτισας παναληθέστατος, τῷ Πατρὶ τὸν Λόγον, ὁμοούσιον σέβων καὶ σύνθρονον, καὶ τὸ θεῖον Πνεῦμα, ὁμοφυὲς Πατρὶ καὶ Λόγῳ, ἐκδιδάσκων παμμάκαρ Ἑρμόγενες.
Θεοτοκίον.
Στρατηγίαι τῶν ἄνω, πάναγνε Δυνάμεων Σὲ μακαρίζουσι, γενεαὶ δὲ πᾶσαι, τῶν ἀνθρώπων ἀξίως δοξάζουσι· διὰ Σοῦ γὰρ μόνης, οἱ ἐπὶ γῆς τοῖς οὐρανίοις, συναφθέντες ὑμνοῦμεν τὸν τόκον Σου.


















ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Τερατουργῶν διὰ σοῦ, ὁ ζωοδότης Χριστὸς Θεός, ἰάσεων θησαυρόν, τὸ ὕδωρ ἀνέδειξεν, εὐχαῖς σου Ἑρμόγενες, γλυκασμὸν θαυμάτων, τὸ πικρὸν ἀπεργασάμενος.
Θαυμάτων σου τὰς πηγάς, Ἱερομάρτυς Ἑρμόγενες, προχέεις διηνεκῶς, ὡς πηγὴ ἀένναος, τοῖς πίστει προστρέχουσι, μετὰ πόθου μάκαρ, καὶ λαμβάνουσι ἰάματα.
Θαυμάτων ὑπερφυῶν, ἐργάτης ὤφθης Ἑρμόγενες· δεξάμενος ἐκ Θεοῦ, χάριν τῶν ἰάσεων, πηγὴ ἐχρημάτισας, δαψιλεύων πᾶσι, σωτηρίας θεῖα νάματα.
Θεοτοκίον.
Ταῖς Σαῖς πρεσβείαις ἁγνή, κινδύνων καὶ περιστάσεων, ἐξάρπασόν με δεινῶν, καὶ ῥῦσαί με δέομαι· Σὺ εἶ τεῖχος ἄῤῥηκτον, καὶ λιμὴν καὶ σκέπη, καὶ ἀπόρθητον ὀχύρωμα.

Ἕτερος. Τὴν δέησιν.
Ὑψούμενος, ἐπὶ ξύλου παμμάκαρ, τῷ σιδήρῳ τὰς πλευρὰς κατεξάνθης, ἀνηλεῶς, καὶ τοῦ πλάνου ἐλέγχοις, τὴν πωρωθεῖσαν καρδίαν ἐσπάραξας, προστάσσοντος θύειν θεοῖς, καὶ Θεὸν ἐξαρνεῖσθαι ἀθάνατον.
Στρεβλούμενος, καὶ πεδούμενος Μάρτυς, συνεπόδισας εἰς τέλος τὴν πλάνην· καὶ τοῦ ἐχθροῦ, τὰς ἀτάκτους πορείας, ἀπράκτους ἔδειξας σθένει τοῦ Πνεύματος, καὶ ἔδραμες πρὸς οὐρανόν, στεφηφόρος Κυρίῳ παρίστασθαι.
Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Δεσπότου, καὶ Αὐτῷ προσεκολλήθης κραυγάζων· Λόγε Θεοῦ, διὰ σὲ τὸν τυθέντα, ἐθελουσίως ἐγὼ σφαγιάζομαι, μιμούμενος περιφανῶς, τὰ σεπτά σου καὶ θεία παθήματα.
Θεοτοκίον.
Ὑπέρλαμπρος, ἀνεδείχθης καθέδρα, Βασιλέως οὐρανίου Παρθένε· ἐν Σῇ γαστρί, ἀνεπαύσατο θέλων, καὶ τὸν πολὺν ἡμῶν κόπον ἀφείλετο, καὶ ἵδρυσε τῷ Πατρικῷ, ὡς ηὐδόκησε θρόνῳ τὸν ἄνθρωπον.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν Σαμίων καύχημα, καὶ τῶν Κυπρίων τὸ κλέος, Ἑρμογένην ἁπαντες, ἀνευφημήσωμεν ὕμνοις, οὗτος γάρ, τὴν τῆς Τριάδος ἔλαβεν αἴγλην, καὶ ὡς ἥλιος, φωτίσας τὴν οἰκουμένην· ὃν προθύμως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν, λέγοντες· χαῖρε θαυματοφόρε Ἑρμόγενες Ὅσιε.
Ὁ Οἶκος.
Ἡ σορός σου, σοφὲ Ἱεράρχα, πᾶσι βρύει ἰάματα· ἐξ ὧν πάντες πιστοὶ ἀρυόμενοι σώζονται, ἐκ νόσων πολλῶν, ψυχῶν τε καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι, ῥυσθεὶς τῶν θλιβόντων με, καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶ, καὶ διηγοῦμαι τρανῶς, τὰ σὰ θαύματα, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν τοὺς προσιόντας σοι θερμῶς· διὸ δίδου ἰσχύν μοι ἀνυμνεῖν σε· σὺ γὰρ πάντων τῶν ἀσθενούντων, ἰατρὸς ὤφθης, θαυματοφόρε Ἑρμόγενες Ὅσιε.

Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Σάμου
Δοὺς Ἑρμογένης χοῦν χοΐ θνητῶν νόμῳ,
Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει θέσει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Χαριτίνης
Ὅπερ δι' εὐχῆς εἶχε, σαρκὸς τὴν λύσιν,
ἰδοὺ δι' εὐχῆς λαμβάνει Χαριτίνη.
Αὕτη ὑπῆρχεν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, καὶ δομετίου κόμητος, δούλη οὖσα Κλαυδίου τινός· περὶ ἧς ὁ κόμης ἀκούσας, γράφει τῷ κυρίῳ αὐτῆς, ἀποστεῖλαι πρὸς αὐτὸν εἰς ἐξέτασιν, ὡς Χριστιανὴν οὖσαν. Ὁ δὲ κύριος αὐτῆς λυπηθείς, σάκκον ἐνδυσάμενος, ἐθρήνει αὐτήν. Ἡ δὲ παρηγοροῦσα, ἔλεγε: Κύριέ μου, μὴ λυποῦ, ἀλλὰ χαῖρε· ὑπέρ τε γὰρ τῶν ἐμῶν καὶ τῶν σῶν πλημμελημάτων, ἱερεῖον τῷ Θεῷ εὐπρόσδεκτον λογισθήσομαι. Ὁ δὲ εἰπών: Μέμνησό μου ἐν τῷ ἐπουρανίῳ Βασιλεῖ, ἀποστέλλει τῷ κόμητι. Καὶ ἀχθεῖσα, καὶ τὸν Χριστὸν ὁμολογήσασα, ξυρᾶται τὴν κεφαλήν, καὶ ζέουσαν ἀνθρακιὰν καταπάσσεται· εἶτα δεσμεῖται λίθῳ βαρεῖ, καὶ ῥίπτεται ἐν τῇ θαλάσσῃ, καὶ ἐξελθοῦσα, ἐνεφανίσθη τῷ κόμητι· καὶ πολλὰ τιμωρηθεῖσα, καὶ τῶν ὀνύχων τῶν χειρῶν καὶ τῶν ποδῶν στεηρθεῖσα, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ  Ἁγία Μάρτυς Μαμέλχθα, λίθοις βληθεῖσα τελειοῦται.
«Ὁμοῦ λελουμένην με Χριστὲ προσδέχου,
(Μαμέλχθα φησὶ) καὶ λίθοις βεβλημένην».
Αὕτη ὑπῆρχεν ἐκ Περσίδος, ἱέρεια τοῦ ναοῦ τῆς Ἀρτέμιδος, ἔχουσα καὶ ἀδελφὴν Χριστιανήν. Εἶδε δὲ ἐν ὀνείρῳ Ἄγγελον Θεοῦ, δεικνύοντα αὐτῇ τὰ μυστήρια τῶν Χριστιανῶν· καὶ ἀναστᾶσα ἔμφοβος, διηγεῖται τῇ ἀδελφῇ. Ἡ δὲ ἄγει αὐτὴν πρὸς τὸν ἐπίσκοπον· καὶ βαπτισθεῖσαν, ἐδέξατο αὐτὴν ἐκ τῆς ἀναγεννήσεως ἡ ἰδία ἀδελφή. Ὅθεν μανέντες οἱ Ἕλληνες, λίθοις αὐτὴν ἀπέκτειναν, ἔτι τὰ ἄμφια τοῦ Ἁγίου Βαπτίσματος περιφέρουσαν, καὶ εἰς λάκκον βαθύτατον ἔῤῥιψαν· ἐξ οὗ μόλις οἱ Χριστιανοὶ ταύτην ἀνενεγκεῖν ἠδυνήθησαν. Ὁ γοῦν ἐπίσκοπος, προσελθὼν τῷ βασιλεῖ τῶν Περσῶν, ἔλαβεν ἐξουσίαν, τοῦ καταλύσαι τὸν ναὸν τῆς Ἀρτέμιδος, καὶ οἰκοδομῆσαι Ἐκκλησίαν τῇ Ἁγίᾳ Μάρτυρι· ὃ καὶ ποιήσας, ἐν αὐτῷ τὸ τίμιον αὐτῆς κατέθετο λείψανον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις Ὀπτασίας Κοσμᾶ μοναχοῦ, φοβερὰ καὶ ὠφέλιμος.
Πενθώ κολάσεις τας ξένας ώδε βλέπων.
χαίρω δε αύθις τας αναπαύσεις βλέπων.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Εύδοκίμου τοῦ Βατοπεδινοῦ
Πῶς ἠθέλησας Εὐδόκιμε λανθάνειν,
ὅπου τὸ θεῖον Ἁγίοις δοξάζεται;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μεθοδίας τῆς ἐν Κιμώλ
Μέθοδον ζωῆς ὁσίας ἠσκημένη,
Χριστῷ πρόσεισιν ὁσίως Μεθοδία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρλαὰμ τοῦ Σικίζσκ, τοῦ ἐρημίτου


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Γεωργιανοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀποῤῥήτων θαυμάτων αὐτουργὸς Ἱεράρχα παρὰ Χριστοῦ γεγονώς, ἐφώτισας τὸν κόσμον, τῇ πράξει καὶ τῷ λόγῳ, ἐκδιδάξας βοᾶν εὐσεβῶς· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνθεὶς τῇ ἀγάπῃ τοῦ τῶν ὅλων Δεσπότου Μάρτυς Ἑρμόγενες, ὑπέκλινας αὐχένα, τὴν κάραν γὰρ ἐτμήθης, τῷ Κυρίῳ ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γενναιότητι Πάτερ τῆς ψυχῆς καὶ ἀνδρείᾳ θράσος ἀντίπαλον, τυράννων ἀνομούντων, διήλεγξας θεόφρον, καὶ Χριστῷ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Δεδεμένον σειραῖς με ἀμυθήτων πταισμάτων λῦσον πανάμωμε, παρέχουσά μοι ὄμβρους, δακρύων μελῳδοῦντι, τῷ ἐκ Σοῦ ἀνατείλαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
Ὁ θάνατος γέγονεν, ἐν σοὶ πορεία τῶν τῇδε Ἅγιε, ἀρθεὶς πρὸς οὐρανόν τε, ὡς ὑψιβάμων πρὸς τὰ οὐράνια, καὶ νῦν χορεύεις Ἀγγέλις συμψάλλουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁδὸν μαρτυρίου σου, ὁ Ἱεράρχης τρέχων διήνυσε, πλατυνθεὶς τὴν καρδίαν, τῇ ἐνεργείᾳ τοῦ θείου Πνεύματος· καὶ νῦν προθύμως κραυγάζειν Σοι Δέσποτα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν.
Νοῦν πρῶτον καὶ ἄναρχον, γεγεννηκότα Λόγον συνάναρχον, ἀπαθῶς καὶ ἀχρόνως, καὶ προβαλόντα Πνεῦμα Πανάγιον, Σὲ τὸν Πατέρα εἰδότες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἀμφότερα πέφυκας, Παρθένος Μήτηρ, Θεοκυῆτορ ἁγνή, ἐν γαστρὶ συλλαβοῦσα, Θεὸν ἀφράστως ἐκ Σοῦ σαρκούμενον, ἐν ἑκατέρᾳ μορφῇ γνωριζόμενον, θεανδρικῶς ἐπὶ γῆς πολιτευσάμενον.

ᾨδὴ η’. Τὸν Βασιλέα.
Τὰς ἀναιμάκτους, εἰλικρινῶς τῇ Τριάδι, ἀναφέρων θυσίας παμμάκαρ, σφάγιον ἐγένου, Χριστοῦ Ἱερομάρτυς.
Τὴν ἱεράν Σου, βάψας στολὴν τῷ οἰκείῳ, θεοφόρε αἵματι προθύμως, στέφανον ἐδέξω, διπλοῦν Ἱερομάρτυς.
Ὡς Ἱεράρχης, ὄντως Χριστοῦ ἐκμιμήσει, συμπαθείας θνήσκων ὑπερηύχου, σοῦ τοὺς φονευτάς, τεύξεσθαι σωτηρίας.
Θεοτοκίον.
Λόγον συνείληφας, ἐν γαστρὶ ὑπὲρ λόγον, καὶ τεκοῦσα πάλιν παρθενεύεις· πάντα ὑπὲρ φύσιν, τὰ Σὰ Θεογεννῆτορ!

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Ἁγιωσύνης τέμενος, Ἱεράρχα Ἑρμόγενες, πάντας ἁγιάζεις, τοὺς τῷ σῷ ὀνόματι, καλεῖσθαι σπουδάζοντας· καὶ τὴν εἰκόνα Πάτερ τὴν σήν, σχέσει τῇ πρὸς σέ, διαχαράττοντας πόθῳ, καὶ πίστει μελῳδοῦντας· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μυστικωτέρα κλίμακι, κεχρημένος τῷ αἵματι, πρὸς τὸν ὑπὲρ σοῦ διὰ Σταυροῦ ἐκχέαντα, τὸ αἷμα τὸ ἴδιον, σφαγιασθεὶς ἀνῆλθες φαιδρῶς, τὰς τῶν δυσμενῶν, διεκφυγὼν μεθοδείας, καὶ χαίρων ἀνακράζεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μυσταγωγίαις ἄριστα, τὴν σὴν ποίμνην ἐφώτισας· νῦν δὲ τῶν πρωτοτόκων, Ἐκκλησίαν ηὔξησας, προσθήκη γενόμενος, τοῖς ἀπ’ αἰῶνος λάμψασιν ἱεραρχικαῖς, καὶ μυστικαῖς λειτουργίαις, μεθ’ ὧν βοᾷς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱερωτέρα πέφηνας, Θεοτόκε πανύμνητε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως, τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς οὐσίαις, ἀσυγχύτως ἀτρέπτω, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.














ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱστίῳ πτερωθεῖσά σου ἡ ψυχή, τοῦ Ἁγίου τρισόλβιε Πνεύματος, τὸ χαλεπόν, πέλαγος διῆλθε τῶν αἰκισμῶν, καὶ τοὺς λιμένας ἔφθασε, τοὺς ἐπουρανίους περιχαρῶς, βυθίσασα τοῦ πλάνου, δολίας παρατάξεις, θείᾳ πλημμύρᾳ τῶν αἱμάτων σου.
Ἡ θήκη σου πηγάζει μύρα ζωῆς, καὶ ἐκβλύζει ὡς νάματα θαύματα, ἣν οἱ πιστοί, πάντοτε κυκλοῦντες περιχαρῶς, καὶ πόθῳ ἀσπαζόμενοι, τὸν ἁγιασμόν τε καὶ φωτισμόν, ἀντλοῦσι τὴν ἁγίαν, δοξάζοντές σου μνήμην, Ἱερομάρτυς παμμακάριστε.
Στησώμεθα χορείαν πνευματικήν, τὸν στεῤῥὸν Ἑρμογένην καὶ Μάρτυρα, χαρμονικῶς, νῦν ἀνευφημοῦντες καὶ τοῖς αὐτοῦ, κατατρυφῶντες σήμερον, πόνοις οἷς ὑπέστης διὰ Χριστόν, γενναίως ἐναθλήσας, καὶ τῆς πολυθεΐας, καταστρεψάμενος τὸ ἄθεον.
Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι ταῖς μυστικαῖς, τοῦ νοός μου τὸ σκότος ἀπέλασον, Μῆτερ Θεοῦ, καὶ τῶν λογισμῶν μου τὸ χαλεπόν, κλυδώνιον κατεύνασον, καὶ πρὸς τοὺς λιμένας τοὺς γαληνούς, ὁδήγησόν με μόνη, ἡ πάντων σωτηρία, ὅπως ἐν πίστει μακαρίζω Σε.

Ἕτερος. Ὁ αὐτός.
Ἐπέστη ἡ φωσφόρος σου ἑορτή, παμμακάριστε Πάτερ Ἑρμόγενες, πλήρης χαρᾶς, πλήρης εὐφροσύνης πνευματικῆς, πλήρης Ἁγίου Πνεύματος, πλήρης εὐωδίας καὶ φωτισμοῦ· καὶ νῦν σε κεκτημένοι, ἀθλήσεως κανόνα, τῶν σῶν θαυμάτων ἀγαλλόμεθα.
Μὴ παύσῃ ἱκετεύων τὸν Λυτρωτήν, ἱερώτατε Πάτερ δωρήσασθαι, τοῖς εὐλαβῶς, μνήμην σου τελοῦσι τὴν ἱεράν, τὴν τῶν πταισμάτων ἄφεσιν, τὴν τῶν χαρισμάτων διανομήν, τὴν θείαν προστασίαν, ψυχῶν τὴν σωτηρίαν, καὶ αἰωνίαν ἀπολύτρωσιν.
Ἀγῶνας διανύσας τοὺς εὐαγεῖς, καὶ τὸν δρόμον τελέσας τὸν κάλλιστον, καὶ τὴν ὀρθήν, πίστιν ἐκδιδάξας πανευσεβῶς, δικαιοσύνης στέφανον, παρὰ τοῦ τῶν πάντων Δημιουργοῦ, ἐδέξω Ἱεράρχα, διπλοῦς καὶ τοὺς καμάτους, ὕμνοις ἐξ ὕμνων προπεμπόμενος.
Θεοτοκίον.
Ῥαδίως Θεοτόκε διαπερᾶν, τὸν τοῦ βίου παράσχου μοι κλύδωνα, τῶν πειρασμῶν, τὰς ἐπαναστάσεις καὶ τῶν παθῶν, ὡς ἀγαθὴ πραΰνουσα, καὶ καθοδηγοῦσα πρὸς ἀρετῆς, οὐράνιον πορείαν, ὅπως ὡς εὐεργέτιν, ἀκαταπαύστως μεγαλύνω Σε.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ παμφαὴς ἐπέστη, τοῦ Ἱεράρχου ἑορτή· δεῦτε προθύμως ἐν ταύτῃ, ἀνευφημήσωμεν Χριστόν, τὸν θαυμαστὸν ἐν Ἁγίοις, καὶ μόνον Κύριον ὄντα.
Θεοτοκίον.
Ἐλπὶς ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, σὺν Ἀποστόλοις Προφήταις, καὶ τῷ σοφῷ Ἱεράρχῃ, τὸν Σὸν Υἱὸν ἐκδυσώπει, ὑπὲρ τῶν Σὲ προσκυνούντων.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Ἑρμόγενες Χριστοῦ, τὸν ζυγὸν ἠγάπησας, τὸν ἐλαφρὸν καὶ χρηστότατον, κόσμον δὲ ἔλιπες, καὶ Χριστὸν ἐζήτεις, οὗπερ καὶ ἐπέτυχες, ποιμήν τε ἀληθὴς Αὐτοῦ γέγονας· διὸ νῦν πρέσβευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἀρνίον ὡς ἄκακον Χριστοῦ, τὰ πάθη μιμούμενος, σφαγὴν καὶ τρώσεις μακάριε, γενναίως ἔφερες, ἐκτμηθεὶς τὴν κάραν, καὶ τὰς χείρας Ὅσιε, δοράν τε ἀπεκδάρης τοῦ σώματος, λώροις οὓς ἔῤῥιψας, ἐν προσώπῳ γενναιότατα, τοῦ τυράννου· ὅθεν εὐφημοῦμέν σε.

Ὕμνοις εὐφημήσωμεν πιστοί, τὸν Ἱερομάρτυρα, ἀνδρειοτάτως ἀθλήσαντα, ὑπὲρ τῆς πίστεως, καὶ τῆς ἀληθείας, καὶ νῦν ἐνσκηνώσαντα, ὅπου τὸ φῶς ὑπάρχει τὸ ἄληκτον· αὐτὸν αἰτούμενοι, δυσωπεῖν Χριστὸν τὸν Κύριον, ὑπὲρ πάντων τῶν ἀνευφημούντων αὐτόν.

Ἡ θάλασσα εἶδέ σε ποτέ, ἀετὸν ὑπόπτερον, διαπερῶντα τὰ ὕδατα, οὗ πτέρυξι σοφέ, λάρνακι δὲ μᾶλλον, ὡς ἡ θεία Πρόνοια ηὐδόκησε, παμμάκαρ Ἑρμόγενες, ἧς καὶ πειθόμενος, τοὺς λιμένας νῦν κατέλαβες, νήσου Κύπρου· ταύτην ἀεὶ φύλαττε.

Δόξα. Ἦχος πλ. δ΄.
Θεοφόρε Ἑρμόγενες, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, ἆθλον ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι’ αἵματος· διὸ μιμητὴς τῶν δεσποτικῶν παθῶν ἀναδειχθείς, ὑπὸ χειρῶν ἀνόμων τὴν κάραν ἀπετμήθης, σκεῦος δ’ ὥσπερ ἀπαίσιον ἐν θαλάσσῃ ῥιφείς, λίθος τίμιος ἀπεφάνθης· πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου