Σάββατο 23 Ιουνίου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 4. ΟΣΙΟΣ ΑΝΘΙΜΟΣ ΚΕΦΑΛΛΗΝΙΑΣ ΤΥΦΛΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΥ 4!!
ΑΝΘΙΜΟΥ ΟΣΙΟΥ ΚΕΦΑΛΛΗΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱερέως Χαραλάμπους Φλωρίου)

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακὸν ψάλλομεν τὴν α´ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, στῶμεν στίχ. ς΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖος ἐν Μάρτυσι.
Τῶν Ὁσίων ὁ σύλλογος, μοναζόντων τὸ σύστημα, συνελθόντες σήμερον εὐφημήσωμεν, Κεφαλληνίας τὸ καύχημα, ἀστέρα τὸν ἄδυτον, τὸν ποιμένα τὸν καλόν, τὸν ἐν δόξῃ ἀστράψαντα ὑπὲρ Ἥλιον, καὶ βοήσωμεν πάντες ὁμοφώνως, τὴν σὴν ποίμνην ἐκ παντοίων, πειρατηρίων ἐκλύτρωσαι. (δίς)

Ἡ σορὸς τῶν λειψάνων Σου, εὐωδίαν ἐκπέμπουσα, δαψιλῶς παρέχεται τὰ ἰάματα, τῆς μετὰ πίστεως, Ὅσιε, αὕτη προσπελάζουσιν. Ἱερώτατε Πατήρ, τῶν Ἀγγέλων συνόμιλε, θεῖε Ἄνθιμε ὁ φωστὴρ ὁ λαμπρὸς Κεφαλληνίας, καὶ τῶν νήσων τοῦ Αἰγαίου, θαυματουργὸς κῆρυξ ἔνδοξε. (δίς)

Ἀρετῆς ἐνδιαίτημα, ἀνεδείχθης φαιδρότατον, ὄντως σὺ θεότιμε, Πάτερ Ἄνθιμε, τῶν μοναζόντων ἀγλάϊσμα, καὶ δόξα καὶ καύχημα, τῆς σῆς ποίμνης ἀληθῶς, ἡ τιμῶσά σε, σήμερον ἀνακράζει σοι· ἐκ παντοίων μὲ ῥῦσαι πολεμίων, ὁρατῶν καὶ ἀοράτων, τῶν κυκλωσάντων με Ὅσιε.

Τὴν σορὸν τῶν λειψάνων σου, αἱ Μοναί σου Μακάριε, ὥσπερ πλοῦτον ἄσυλον ἀεὶ κέκτηνται, οἱ δὲ ἐκ πόθου καὶ πίστεως, αὐτὴ προσερχόμενοι, τὴν ὑγείαν τῶν δεινῶν, ἀρυόμενοι πάντοτε, σοι κρυαγάζουσιν· ὁ ποιμὴν ὁ καλὸς Ἀστυπαλαίας, καὶ προστάτης τε καὶ ῥύστης, σῶσον ἡμᾶς Πάτερ Ἄνθιμε.

Δόξα. Ἦχος β΄.
Τὸν ἐν ἀσκήσει ἰσάγγελον βίον σου, ἐθαύμασον Ἄγγελοι, Ἀρχιερεῖς, Ἱερεῖς καὶ Μονάζοντες ηὐλαβήθησαν, ἡ πόλις Ἱερουσαλὴμ ᾐδέσθη δέ, προσκυνητὴν θεωροῦσά σε, τὰ τῆς Ἄγαρ δὲ τέκνα, ὑπὸ τῶν σῶν διδαχῶν ἐφωτίσθησαν Θεὸς σὲ ἐδόξασεν, ὁ αὐτὸς ὑπὸ σοῦ κηρυχθεὶς· ὃν νῦν ἡμῖν ἐξιλέωσαι Ἄνθιμε Ὁσιώτατε.




Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Τάδε λέγει Κύριος· ἀκούσατέ μου Νῆσοι, καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ στήτεται, λέγει Κύριος· ἐκ κοιλίας μητρός μου ἐκάλεσέ με καὶ ἔσθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με· ἔθηκε μὲ ὡς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρα αὐτοῦ ἔκρυψέ με, καὶ εἰπέ μοι· δοῦλός μου εἰ σὺ καὶ ἐν σοι δοξασθήσομαι καὶ ἐγὼ εἶπα, κενῶς ἐκοπίασα εἰς μάταιον, καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ Κρίσις μου παρὰ τῷ Κυρίῳ καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου, καὶ εἶπε μοι μέγα σοι ἐστὶ τὸ κληθῆναι σὲ παῖδά μου δέδωκα σὲ εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν οὕτω λέγει Κύριος, ὁ ῥυσάμενος σὲ ὁ Θεὸς Ἰσραήλ.

Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα.
Τάδε λέγει Κύριος. Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὑ διελεύσῃ· καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου, καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου, καὶ ἐγενήθη ὁ λόγος Κυρίου πρὸς μὲ λέγων· λάβε τὸ περίζωμα περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς Πέτρας καὶ ἐπορεύθην, καὶ ἔκρυψα αὐτὸ ἐν τῇ πέτρα καθὼς ἐνετείλατο μοι Κύριος.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.
Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ ἐτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστὴς ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σοῦ· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου, καὶ ἔλπισον ἐπ᾿ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι τὸν Κύριον ἐλπίσατε εἰς ἀγαθά, καὶ εἰς εὐφροσύνην ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε· τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη, ἤ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη· ἤ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπέρειδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σῴζει ἐν καιρῷ θλίψεως ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτω καὶ τὸ ἔλεος αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ὅσιε Πάτερ, Θεομακάριστε Ἄνθιμε, τῆς Ἐκκλησίας τὸ εὐωδέστατον ἄνθος, καὶ τῆς Ἱερουσαλὴμ προσκυνητὴς ἀξιέπαινος· σὺ τὰς τῶν πιστῶν διανοίας, τοῖς ἠδυτᾶτοίς σου λόγοις κατεφώτισας σὺ καὶ τυφλὸς πέλων τοὺς ὀφθαλμοὺς τοῦ σώματος, ἐδίδου πᾶσι τὸν φωτισμόν, σῶν διδαχῶν φωταυγεία· διὸ πρέσβευε διηνεκῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὅμοιον.
Ὡς ἄνθος μυρίζουσιν οἱ καρποὶ τῶν ἀγώνων σου, Ὁσιώτατε Ἄνθιμε, καὶ ἡ ἁγία σοῦ ψυχὴ ἐν Οὐρανοῖς, ἀξίως ἀγάλλεται μετὰ τῶν Ἀγγέλων, μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ὑμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ἅπαντες πιστοί, ἐγκωμίων στεφάνους πλέξαντες, σὺν ἄνθεσι μυριπνόοις τὴν Ἁγίαν Κάραν, τοῦ χρυσαυγεστάτου ἄνθους, Ἀνθίμου
στεφανώσωμεν, λέγοντες πρὸς αὐτόν, ἱεροκήρυξ Ὅσιε, κατάπεμψον ἡμῖν σήμερον σωτηρίαν καὶ κινδύνων ἑξάρπασον, καὶ πάσης ἄλλης ἀνάγκης ἐξελοῦ, τοὺς ἐπιτελοῦντας, τὸ ἱερὸν σοῦ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.




















Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, πανηγυρίζοντες τὴν μνήμην σου ὅσιε ἡ Νῆσος Κεφαλληνία, Κύθηρα Κρήτη ὁμοῦ· σὺν Ἀστυπαλαία, Καστελλόριζος, καὶ Σίκινος ἄδουσιν ἐπινίκια σήμερον, ἀνευφημοῦσαι τοὺς ἀγῶνας καὶ ἆθλά σου, καὶ τιμῶσαί σου τὴν Πανήγυριν ἔνδοξε, ὅτι ἐπεδαψίλευσας, αὐταῖς τὰ χαρίσματα, καὶ θείοις θαύμασι Πάτερ, πάντας ἡμᾶς κατεφώτισας, καὶ τῆς τυραννίδος ἐκλυτρώνεις τοῦ δολίου, Παμμάκαρ Ἄνθιμε.

Στίχος: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἀπάντα τὰ τοῦ βίου τερπνά, καταλιπῶν ὥσπερ καπνὸν Πάτερ Ἄνθιμε, καὶ μόνον Χριστὸν ποθήσας, τὸν ἀληθῶς ἐκλεκτόν, αὐτῷ σὺ προθύμως ἠκολούθησας· ἐπ᾿ ὤμων δ’ ἀράμενος, τὸν Σταυρόν σου Μακάριε, αὐτοῦ τὸ πρᾶον καὶ ταπείνωσιν ἔδειξας, ὡς ἐκσφράγισμα, τοῦ Κυρίου καὶ ἔκτυπον, λύρα ἡ παναρμόνιος, κιθάρα τοῦ Πνεύματος, ἡ τῶν πιστῶν τὰς ἐννοίας γλυκαίνουσα ἐν τοῖς λόγοις σου, αὐτὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁ ἀπὸ βρέφους Θεῷ, ἀνατεθεὶς ὡς Σαμουὴλ ἀξιάγαστε, λαοῖς τε ὑποδεικνύων ὡς Ἰωάννης τὸ πρίν, τὴν ὁδὸν Κυρίου τὴν σωτήριον, δεινῶν ἐκλυτρούμενος, ἀνεδείχθης τοῖς λόγοις σου, καὶ πρὸς τὸ φέγγος ἐμβιβάζων τῆς γνώσεως, τοῖς πανσόφοις σοῦ θεοφόρε διδάγμασιν, ἀπαντᾷς τοὺς ἐν πίστει σου, καὶ πόθῳ προστρέχοντας, οὓς καὶ προσάξαι τῶν πάντων, Θεῷ ὦ Ἄνθιμε, θύματα, αὐτὸν ἱκετεύων, μὴ ἐλλίπῃς τῇ σῇ ποίμνῃ δοῦναι τὸ ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸ τοῦ Θεοῦ εὐωδέστατον ἄνθος ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Ἀνθιμον τὸν θεσπέσιον, τὸν ἐν τῷ ὄρει τοῦ Ἄθωνος ἀσκησάμενον, καὶ τοὺς διὰ Χριστὸν Σαλοὺς μιμησάμενον, καὶ ἀσκητικὰ ἔπαθλα ἐργασάμενον, καὶ ἀθροίσαντα ἑξαρίθμους μοναζόντων ἀγέλας, ἐν τῷ Αἰγαίῳ πελάγει· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Μοναζόντων τὸ κλέος, μετανοίας διδάσκαλε, θαυματουργιῶν ἐπιδείξει, πάντας κατηύγασας ἀνέτειλας ὡς ἥλιος ἡμῖν, διώκων τῶν παθῶν τὰς προσβολὰς· διὰ τοῦτο Ἄνθιμε Ὅσιε, τὴν θήκην τῶν σῶν λειψάνων ἀσπαζόμεθα. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν, σκέπην καὶ καύχημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὸν ἀσκήσεως δρόμον ἐπιποθῶν, εἰς τὸ ὄρος τοῦ Ἄθωνος τὸ σεπτόν, ἀνέδραμες Ἄνθιμε, ὡς ταχυδρόμος ἔλαφος, εἰς πηγὴν διψῶσαν, κακεῖθεν ἀνέβλυσας, νάματα δροσίζοντα, πάντας προστρέχοντας· ὅθεν ἀγελάρχης μοναζόντων ἐδείχθης, προθύμως δὲ ἤγειρας τὰ ἑξάριθμα ποίμνια, θεοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν σεβάσμιον μνήμην σου.
Δόξα, τὸ αὐτό. Καὶ νῦν Θεοτοκίον.
Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαὴς ἄσπιλε, ἀμόλυντε, Παναμώμητε, Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλη καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με καθαρόν, ἵνα πόθῳ κραυγάζω σοι, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν Πανάγιον τόκον σου.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐκλαμφθεὶς τῷ Πνεύματι ἐν τῇ κηρύξει, καθαρθεὶς τῇ χάριτι ὥσπερ ὁ Πρόδρομος τὸ πρίν, καταφωτίζεις τοὺς ψάλλοντας. Πατέρων δόξα, Πατὴρ ἡμῶν Ἄνθιμε.
Δόξα.
Ἐκ παιδὸς ὢ Ἄνθιμε ἐγκαταλείψας, τὸν τοῦ βίου τάραχον, καὶ ὡς ὁ Παῦλος ὁ φωστήρ, τὸ τῶν Θηβῶν ἐγκαλλώπισμα, τὴν ἡσυχίαν ἐπόθησας πανόλβιε.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, Μῆτερ Παρθένε, τοὺς εἰς σὲ ἐλπίζοντας σκέπασον φρούρησον Ἁγνή, καὶ τῆς κολάσεως λύτρωσαι, ἀδιαλείπτως τῷ σῷ Υἱῷ πρεσβεύουσα.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Τὸν ἐκλάμψαντα κόσμῳ ἀπείροις θαύμασι, τὸν ἡμᾶς ὁδηγούντα πρὸς τὴν μετάνοιαν, Κεφαλληνίας τὸν λαμπρὸν λύχνον τὸν ἄσβεστον, συνελθόντες εὐσεβῶς τὸν Ἄνθιμον ὦ πιστοὶ ὑμνήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν, Θεοτοκίον.
Ἵνα τὶ ῥᾳθυμοῦσα ψυχὴ ταλαίπωρε, ἐπελάθου Θεοῦ σου τοῦ ἐλεοῦντός σε; τὴν ἁγίαν ἐντολὴν καταφρονήσασα, ἐν ἀσωτίᾳ τὴν ζωὴν διατελεῖς φρενοβλαβῶς· ἀποστῆθι τῆς κακίας τῇ Θεοτόκῳ βοῶσα, ἀπεγνωσμένην ψυχὴν ἐλέησον.

Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς...
Σήμερον ἐξέλαμψεν ὑπὲρ τὸν Ἥλιον, ἡ σεβάσμιος μνήμη τοῦ Ποιμενάρχου, συγκαλοῦσα τοὺς φιλεόρτους, πρὸς εὐτυχίαν πνευματικήν· δεῦτε οὖν συνελθόντες ἐν πίστει, τὴν ἱερὰν σορὸν τῶν λειψάνων αὐτοῦ κατασπαζόμενοι κράξωμεν. Εὐωδέστατον ἄνθος, Πάτερ Ἄνθιμε, ὑπὲρ ἡμῶν πρὸς Κύριον πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Οἱ Κανόνες τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ τοῦ Ὁσίου εἰς στ΄.
Ὁ κανῶν τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χαρίτωσον Ὅσιε τὴν ἐμήν, διάνοιαν ὅπως ἀνυμνήσω τὰ σὰ λαμπρά, παλαίσματά τε καὶ ἀγῶνας, ἅπερ ἐν βίῳ ἐξετέλεσας.
Ἀρετῶν τραχεῖαν σὺ τὴν ὁδόν, βαδίσας παμμάκαρ, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου βασιλείας, ἡμῶν τὸ κλέος πανόσιε Ἄνθιμε.
Ῥῦσαι τοὺς ὑμνοῦντας σὲ ψαλμικώς, ὢ Ἄνθιμε Πάτερ, πάσης βλάβης τοῦ πονηροῦ, καὶ παντοίας νόσου καὶ κινδύνων, καὶ πειρασμῶν τοῦ ἀλάστορος.
Θεοτοκίον.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, ἄκουσον φωνῆς μου, ἐν τῷ δέεσθαι μὲ πρὸς σέ, καὶ ἐν τῷ τὰς χεῖράς μου ἐπαίρειν, πρὸς τὴν εἰκόνα τὴν σὴν Παντευλόγητε.













ᾨδὴ γ΄. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.
Τοῖς πιστοῖς ἐν Κυκλάσι, Δωδεκανήσῳ ὦ Ἄνθιμε, σὺ Εὐαγγελίου τὸν λόγον, ἀφθόνως ἐδίδαξας, πάντας ἐπλούτισας, τοῖς γλυκυτάτοις σου λόγοις, καὶ αὐτοὺς ἐποίησας σκεύη τοῦ Πνεύματος.
Ἀντιλήπτωρ γενοῦ μοι, ἡ σὴ ποίμνη θεόφρον κραυγάζει σοι· χαῖρε ἡ ἐμὴ προστασία καὶ ἡ ἀντίληψις, Ὅσιε Ἄνθιμε, τῶν μοναζόντων τὸ κλέος, καὶ πιστῶν τὸ καύχημα καὶ ἀγαλλίαμα.
Μιμητὴς τοῦ Δεσπότου, σὺ γεγονὼς ἔνδοξε, ποίμνην σου ἐποίμανας ὄντως Ὅσιε Ἄνθιμε, ἥλιε ἄδυτε, ἐπὶ νομὰς ζωηφόρους, καὶ σαυτὸν ἀπέφηνας σκεῦος τοῦ Πνεύματος.
Θεοτοκίον.
Τὴν Παντάνασσαν πάντες, τὴν τὸν Θεὸν τέξασαν, τὴν Ἀνατολὴν τοῦ Ἡλίου τὴν ἀπειρόγαμον, ὕμνοις δοξάσωμεν τὴν Ἀειπάρθενον κόρην, χαῖρε ἀνακράζοντες Πάναγνε Δέσποινα.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Φωστῆρα νοητόν, ἀληθῶς σὲ γινώσκει, Λεπέδων ἡ Μονή, ἐν τοῖς κόλποις τηροῦσα, τὴν θήκην τῶν λειψάνων σου, Ὁσιώτατε Ἄνθιμε· αἱ μονάζουσαι μετὰ δακρύων βοῶσι, σοὶ προσπίπτομεν τῷ ἡμετέρῳ Ποιμένι, ὑπὲρ ἡμῶν πρέσβευε.
Δόξα τὸ αὐτό. Καὶ νῦν Θεοτοκίον.
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχή, καὶ ἐκ βάθους καρδίας, στενάζουσα βόησον, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Ἐλευθέρωσον τῶν φοβερῶν μου βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, Πανάμωμε Δέσποινα.

ᾨδὴ δ΄. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.
Οἱ προστάτην πλουτοῦντές σε, πάσης δυσχερείας ἀπολυτρούμεθα, τῇ πρεσβείᾳ σου ὦ Ἄνθιμε, Ὅσιε παμμάκαρ ἀξιάγαστε.
Ὑπὸ τὴν σκέπην σου Ὅσιε, τὴν οἰκτρὰν ψυχήν μου ἀνάστησον, ταῖς πρεσβείαις σου καὶ λύτρωσαι, ἐκ βυθοῦ τελοῦσαν ἀπογνώσεως.
Κυθηραῖοι καὶ Σίφνιοι, Ἀστυπαλαιεῖς τε Καστελλορίζιοι, καὶ οἱ Κρῆτες ἀνυμνοῦσί σε, μετὰ Κεφαλλήνων Πάτερ Ἄνθιμε.
Θεοτοκίον.
Φωτισμὸν ἡμῖν δώρησαι, ἡ Θεὸν ἀσπόρως κυοφορήσασα, καὶ κολάσεως ἀπάλλαξον, Παναγία Κόρη Ἀειπάρθενε.







ᾨδὴ ε΄. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Πάτερ Ἄνθιμε, καὶ τῇ πρεσβείᾳ σου τῇ θερμῇ, τῆς τυραννίδος τοῦ δολίου ἐλευθέρωσον.
Ὤκτειρας λαόν, τὸν διψῶντα Πάτερ Ἄνθιμε, ὥσπερ Ἠλίας τὸν Ἀχαάβ, εἰς τὴν νῆσον μάκαρ Καστελλόριζον.
Ῥέθυμνον βοᾶ, τὰ θαυμάσια σοῦ Ἄνθιμε, καὶ τὰς κηρύξεις σου τὰς σοφάς· δι’ ὧν ἀπείρους λαοὺς ἔσωσας.
Θεοτοκίον.
Ἴασαι Ἁγνὴ, τῶν πληγῶν τοῦ πολεμήτορος, καὶ τῆς κολάσεως ἀπάλλαξον τοὺς Σὲ, Παρθένον Μητέρα κηρύττοντας.

Ὠδὴ στ΄. Ὁ Εἱρμός. Ἰλάσθητί μοι Σωτήρ.
Ὁδοιπορίαις πολλαῖς, καὶ πόνοις τε καὶ κηρύξεσι, καὶ κακουχίαις ἀεί, νηστείαις δεήσεσι, κατεβάλου ἔνδοξε, τῶν παθῶν ἀνδρείως, τὰς ὁρμὰς Ὅσιε Ἄνθιμε.
Ὕπνον τοῖς σοῖς ὀφθαλμοῖς, οὐκ ἔδωκας Πάτερ Ἄνθιμε, οὐδόλως δὲ νυσταγμόν, βλεφάροις σου Ὅσιε, ἕως Πάτερ ἔφθασας, ὡς Δαυΐδ ἐκεῖνος, οὐρανίους εἰς σκηνὰς σοφέ.
Ἰδών σου τὸ καθαρὸν, τοῦ βίου καὶ τὴν πραότητα, ὑπομονῆς τὸ στεῤῥὸν καὶ ζῆλον τὸν ἔνθεον, ὁ βλέπων τὰ κρύφια, μετὰ τέλους Πάτερ, σὲ ἐδόξασεν ὦ Ἄνθιμε.
Τριαδικόν.
Τριάδα τὴν τοῦ Θεοῦ, εὐσεβοφρόνως δοξάζομεν· μονάδα τριαδικήν, πανσόφως λατρεύομεν, ἀτμήτως μερίζοντες, καὶ ἀδιαιρέτως διαιροῦντες καὶ συνάπτοντες.
Θεοτοκίον.
Εὐλογημένη ἁγνή, Θεοχαρίτωτε Δέσποινα, τὸν ὑπερύμνητον σὺ, Θεὸν ἀπεκύησας· ὃν δυσώπει Ἄχραντε, ποίμνην καὶ λαόν Σου ἐν εἰρήνῃ διασῴζεσθαι

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ τιμίου σκήνους Σου τῇ ἐπανόδῳ, Πάτερ ἡμῶν Ἄνθιμε, ἡ θεία ποίμνη σου πιστῶς, ἀγαλλομένη κραυγάζει σοι· ἦλθες ἐφάνης, ὁ φύλαξ καὶ ῥύστης μου.
Ὁ Οἶκος.
Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, τὸ γλυκύτατον τῶν διδαχῶν, πῶς ἐξερεύξομαι; σὺ γὰρ τῷ τοῦ Κυρίου τάφῳ δίς προσκυνήσας τὴν Οὐράνιον Ἱερουσαλὴμ κατέλαβες· πάντα τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σαφῶς, καὶ σάρκα δουλαγωγήσας καθυπέταξας ταύτην τῷ πνεύματι. Εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες διὰ τοῦτο ἡ Σὴ Ποίμνη κραυγάζει σοι ἦλθες ἐφάνης, ὁ φύλαξ καὶ ῥύστης μου.

Συναξάριον.
Τῇ δ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου ἡμῶν Ἀνθίμου, τοῦ ἐκ Κεφαλληνίας, νέου ἀσκητοῦ, πατρὸς καὶ προστάτου Ἀστυπαλαίας.
Ἄνθος ὧν τοῦ Πνεύματος, ὢ Ἄνθιμε,
τὰς τῶν σὲ τιμώντων ψυχὰς εὐωδιάζεις.
Ὃς ἄνθος εὐωδέστατον ἐν Παραδείσῳ,
ἔνθα τὸ ἔαρ, δίχα τροπῆς ὑπάρχει.
Τῇ δὲ τετάρτῃ Ποιμενάρχην πότμος Ἄνθιμον εἷλε.
Ὁ Ὅσιος οὗτος ἐγεννήθη ἐν Ληξουρίῳ Κεφαλληνίας τὸ ἔτος 1727 ἐκ γονέων εὐσεβῶν, τὸ ἐπώνυμον Κουρούκλη λαβὼν, ἐν τῷ Ἁγίῳ Βαπτίσματι τὸ ὄνομα Ἀθανάσιος. Ἑπταετὴς ἐτυφλώθη ἐκ τῆς τότε ἐνσκηφάσης ἐπιδημίας τῆς εὐλογίας. Θαυματουργικώς, μετὰ τὴν τέλεσιν τεσσαρακονταλειτούργου ὑπὸ τῆς εὐσεβοῦς μητρὸς τοῦ ἐν νηστεία καὶ προσευχὴ εἰς τὸν Ἱερὸν Ναὸν τῶν Ἁγίων Ἀποστόλων ἐπανέκτησε τὸ φῶς διανοιγέντος τοῦ ἑνὸς ὀφθαλμοῦ. Μετῆλθεν ἐπ᾿ ὀλίγον τὸ ναυτικὸν ἐπάγγελμα, οἷον ἤσκει ὁ πατὴρ τοῦ, κατὰ τὴν διάρκειαν τοῦ ὁποίου ἀπώλεσε τὴν ὅρασιν ἡ ἐμειώθη εἰς τὸ ἐλάχιστον. Εἰς ἡλικίαν 2025 ἐτῶν ἐκάρη Μοναχὸς πιθανῶς εἰς Ἱ. Μονὴν Ἁγ. Παρασκευῆς Λεπέδων Κεφαλληνίας καὶ ἐν συνεχείᾳ μετέβη εἰς Ἅγ. Ὅρος λαβὼν τὸ μέγα σχῆμα. Ἀσκηθεῖς ἐν αὐστηρότητι ἐπὶ τινα ἔτη, ἀνεχώρησε ἐκεῖθεν καὶ διελθὼν τὴν Χίον, Σίφνον, Πάρον καὶ ἄλλας νήσους τῶν Κυκλάδων, ἔφθασεν εἰς Παλαιστίνην πρὸς προσκύνησιν τῶν Ἁγίων Τόπων. Ἔκτοτε ἀρχίζει ἡ Ἱεραποστολικὴ τοῦ δρᾶσις εἰς τὰς Νήσους τοῦ Αἰγαίου καὶ τὴν Πελοπόννησον, καθ᾿ ἧν ἐκήρυττεν καὶ ῲκοδόμει Μονάς. Ἔδρασεν εἰς Καστελλόριζον ὅπου ἔκτισε περίλαμπρον Ἱ. Μονὴν ἀνδρῶαν τοῦ Ἁγ. Γεωργίου καὶ εἰς Ἀστυπάλαιαν ὅπου ἀνήγειρεν Μονὴν γυναικείαν ἐπ᾿ ὀνόματι τῆς Ὑπ. Θεοτ. τῆς Πορταϊτίσσης. Διὸ τὰς δύο ταύτας Μονὰς ᾐτήσατο ἐκ τοῦ Πατριαρχικοὺ Θρόνου τὴν Σταυροπηγιακὴν ἀξίαν, ἥτις καὶ παρεχωρήθη αὐτῷ διὰ τοῦ Σιγγιλίου ἐπὶ ἀοιδίμου Πατριάρχου Ἰωαννικίου Γ᾿ , ἔνθα εὐφήμως μνημονεύεται ὁ βιογραφούμενος Ὅσιος Ἄνθιμος. Τελέσας πλεῖστα θαύματα καὶ νουθετήσας τοὺς πιστοὺς, ἰδίᾳ ἐν Ἀστυπαλαίᾳ, ἀνεκηρύχθη ὑπ᾿ αὐτῶν μετὰ τὴν ἐκδημίαν Τοῦ ὡς προστάτης καὶ τιμᾶται ὡς Πολιοῦχος ἐν τῇ νήσῳ ταύτῃ.
Μετὰ τοὺς καταστρεπτικοὺς σεισμοὺς τῶν ἐτῶν 1766-67 ἐν Κεφαλληνία ἐπεσκέφθη τὴν νῆσον πρὸς ἠθικὴν ἐνίσχυσιν τῶν πασχόντων, ἐγκατασταθεὶς ἐν τῇ ἠρειπωμένῃ Ἱ. Μονὴ Ἁγ. Παρασκευῆς τῶν Λεπέδων, ἥν ἐκ βάθρων ἀνεκαίνισεν, μετέτρεψεν ταύτην εἰς κοινόβιον γυναικεῖον. Ἐκ τῆς Μονῆς ταύτης περιώδευσεν εἰς Πελοπόννησον, τὴν Κρήτην, Κύθηρα καὶ ἄλλας νήσους τῶν Κυκλάδων. Εἰς τὰς τελευταίας δὲ ταύτας νήσους ἀνήγειρεν Ι. Μονάς. Ἐν Σφακίοις Κρήτης τὴν τοῦ Ὁσίου Ἀντωνίου, ἐν Κυθήροις τοῦ Τιμίου Προδρόμου, καὶ ἐν Σικίνῳ τῆς Ζωοδόχου Πηγῆς, τελέσας πλεῖστα θαύματα καὶ διδάξας τοὺς πιστούς.
Ἐχρηματίσθη αὐτῷ ὁ χρόνος τῆς ἐκδημίας τοῦ καὶ ἐπιστρέψας εἰς τὴν Ἱ. Μονὴν Ἅγ. Παρασκευῆς Λεπέδων καὶ νουθετήσας τὰς καλογραίας τῆς Μονῆς, ἐκοιμήθη τὴν 4 Σεπτεμβρίου τοῦ ἔτους 1782 καὶ ἐτάφη ἐκεῖ. Ὁ βιογραφούμενος Ὅσιος ἐκοσμεῖτο καὶ ὑπὸ προορατικοῦ χαρίσματος καὶ ἑαυτὸν ἐδουλαγώγει διὰ αὐστηρῶν πνευματικῶν καὶ σωματικῶν ἀσκήσεων. Οὕτως ἐτελειώθη ὁ Μοναχὸς Ἄνθιμος Κουρούκλης, ἀναδειχθεὶς ἀσκητῆς καὶ ἱεραπόστολος τῆς Ἐκκλησίας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οἷ ἐκ τῆς Ἰουδαίας.
Ῥήμασι τοῦ Κυρίου ἃ ἐβρόντησας Πάτερ Ὅσιε Ἄνθιμε, καὶ πόλεις τε καὶ νήσους, ἐφώτισας τὸν κόσμον, καὶ κραυγάζειν ἐδίδαξας· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἱ σὲ πρέσβυν πλουτοῦντες ἀγαλλόμενοι Πάτερ ἐν τοῖς λειψάνοις σου, ἀεὶ δὲ τῇ σῇ σκέπῃ, προστρέχοντες ἀθρόον, νῦν κραυγάζομεν Ἄνθιμε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σῶσον πάντας Παρθένε τοὺς ἐν πίστει Ἁγνὴν σὲ κηρύττοντα, Βασίλισσα τοῦ Κόσμου, Θεόνυμφε Κυρία, καὶ κραυγάζειν ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Ὁ Εἱρμός. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τῶν Ὀρθοδόξων, ἡμῶν ψυχὰς καταλάμπεις, ὧν ἀστὴρ φαεινότατος ἐδείχθης· ὅθεν σὲ τιμῶμεν, ὢ Ἄνθιμε παμμάκαρ.
Λύων δὲ Πάτερ, τὰς τῶν ψυχῶν ἀσθενείας, καὶ σαρκὸς τὰς ὀδύνας διώκεις, τῶν προσκαλουμένων σε, ἐν ὅλη τῇ καρδία.
Νῦν ὁλοψύχως, σοὶ ἐκβοῶ θεοφόρε, ἐκ κινδύνων καὶ νόσων ὀλεθρίων, τὴν σὴν ποίμνην ῥῦσαι, ταῖς σαῖς λιταῖς παμμάκαρ.
Θεοτοκίον.
Ῥήματα ἀκούσασα Ἀγγέλου, Οὐρανοῦ πλατυτέρα ἐδείχθης, Ἄχραντε Παρθένε, Ἁγνὴ δεδοξασμένη.

ᾨδὴ θ΄. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.
Νάματα προχέεις, πιστοῖς προσιοῦσι, τῇ σορῷ τῶν ἁγίων λειψάνων σου, καὶ ἀεννάως ἐκβλύζεις πᾶσι χαρίσματα.
Ὅσιε τρισμάκαρ, μὴ ἀποποιήσῃς τὸν συντεθέντα τοὺς ὕμνους καὶ ᾄσματα, ἀλλ᾿ ἐκ κινδύνων ῥῦσαι κατακρίσεως.
Ὕψωσον τὰς χεῖρας, ὑπὲρ τῶν σῶν δούλων, πρὸς οὐρανόν ὢ μακάριε Ἄνθιμε, ἵνα ῥυσθῶμεν ὀργῆς τε καὶ θλίψεως.
Θεοτοκίον.
Κυρία Θεοτόκε, Μῆτερ τοῦ Ὑψίστου, τὰ ἀγαθά σοῦ ἐλέη Παρθένε Ἁγνή, ἐπὶ τοῖς δούλοις σου ῥάνον Ἄχραντε Δέσποινα.










Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸ μέγα περιήχημα, φωστῆρα τὸν ὑπέρλαμπρον, Κεφαλληνίας τὸ κλέος, Ἄνθιμον νῦν εὐφημοῦμεν· φαιδρῶς ὡς παριστάμενον, Κυρίῳ Παντοκράτορι, νοερῶς τε φαινόμενον, καὶ ἐκ παντοίων κινδύνων, ῥυόμενον ὡς προστάτην.
Θεοτοκίον.
Παρθένον τὴν ἀπείρανδρον, Ἁγνὴν τὴν πολυύμνητον, μητέρα δεδοξασμένην, τοῦ Ποιητοῦ τῶν ἁπάντων, τὸ ὄρος τὸ κατάσκιον, λυχνίαν τὴν ἑπτάφωτον, Μαρίαν τὴν πανάσπιλον, μετ᾿ εὐλαβείας καὶ πόθου, ὑμνήσωμεν κατὰ χρέος.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀστυπαλαίας οἱ παῖδες δεῦτε συνδράμετε, καὶ ᾄσατε προθύμως, Ποιμενάρχην τὸν νέον, Ἄνθιμον τὸν μέγαν, τὸν εὐσεβῶς, ἐν τῷ βίῳ ἐκλάμψαντα, ἀναβοῶντες ἐν πίστει· σῶσον ἡμᾶς, τοὺς ὑμνοῦντάς σε θαυμάσιε.

Τὸν ἐν ἀσκήσει βιώσαντα νῦν τιμήσωμεν, Ἄνθιμον, ὃς ἐκλάμψας, ἐν τῷ Ὅρει τῷ θείῳ, τοῦ Ἄθῳ ὅθεν Γίγας ὥσπερ δραμῶν, εἰς τὰς νήσους ἐκήρυξε, τὴν σωτηρὶαν τοῖς πᾶσιν ὃν οἱ πιστοί, κατὰ χρέος εὐφημήσωμεν.

Ἡ τῶν Λεπέδων Μονή σε Παμμάκαρ Ἄνθιμε, ἀνευφημεῖ πλουτοῦσα, τῶν λειψάνων τὴν κόνιν, ὢ οὐρανοβάμων θεῖε ποιμήν, ἐκβοῶσα ἀοίδιμε, θαυματουργέ τε προστάτα καὶ ἀρωγέ, ὑπερεύχου τῶν τιμώντων σε.

Ἀστυπαλαίας ὁ δῆμος σήμερον ψάλλει σοι, ἐν τῇ Μονή σου Πάτερ, συνελθὼν τῇ Ἁγίᾳ, δυσώπησον αἰτοῦμεν ταῖς σαῖς εὐχαῖς, τὴν Πανάμωμον Δέσποιναν, ὅπως κινδύνων καὶ νόσων καὶ πειρασμῶν, τὴν ἡμῶν πόλιν λυτρώσηται.

Δόξα. Ἦχος δ΄.
Δεῦτε συνδράμετε πᾶσαι αἱ ἑξάριθμοι Μοναί, αἱ οἰκοδομηθεῖσαι ὑπὸ τοῦ ἀγελάρχου Ἀνθίμου, καὶ μελωδικῶς εὐφημήσατε κατὰ χρέος τὴν μνήμην αὐτοῦ, λέγοντες πρὸς αὐτόν· Χαῖρε ὢ Ποιμήν, καὶ οἰκοδόμε, καὶ προστάτα τῶν σῶν Ποιμνίων αἴτησαι δεόμεθα, τῷ Θεῷ καὶ Σωτῆρι, εἰρηνεῦσαι τὸν Κόσμον, καὶ ἡμῖν καταπέμψαι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη, καὶ ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ Ἀστυπαλαίας ἡ ὑπέρλαμπρος χαρμονή, χαίροις ὁ ζηλώσας, Ἠλίαν τὸν Θεσβίτην, ὢ Ἄνθιμε τρισμάκαρ, πάντας διάσωσον.
Ἄνθος εὐωδέστατον καὶ τερπνόν, ἐν τῇ Οἰκουμένῃ, ἀνεβλάστησε θαμαστῶς, Ἄνθιμος, ὁ νέος, λυτρούμενος τοὺς πάντας, ἐκ νόσων ὀλεθρίων, ὅν νῦν γεραίρομεν.
Ἄνθιμε ὁ κῆρυξ, ὁ φαεινός, λύτρωσαι καὶ σῶσον τοὺς τιμῶντας πανευλαβῶς, τὴν σεπτήν σου μνήμην, καὶ νῦν αὐτοῖς παράσχου, συγγνώμην τῶν πταισμάτων ψυχῶν τε καὶ κάθαρσιν.
Ἄνθιμε τὸ κλέος τῶν μοναστῶν, καὶ τῆς μετανοίας ὁ διδάσκαλος ὁ θερμός, φύλαττε καὶ σκέπε τὴν Ἀστυπάλαιάν σου, ἐκ νόσων ἁπαλάττων αὐτὴν ἐκ θλίψεων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου