ΣΕΠΤΕΜΒΡΙΟΣ Δ΄!!
ΜΩΫΣΗΣ ΠΡΟΦΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
ἐπινεύσει θεϊκῇ, ἐν τῷ ποταμῷ σε ἀνεῖρε, θυγάτηρ τοῦ Φαραώ, τότε σε ἀνέλαβεν
ὑιοθετήσασα, Μωϋσῆ παμμακάριστε, καὶ ἐν βασιλείοις, ἤθεσιν ἀνέθρεψε, καλῶς
παιδεύσασα· ὅθεν, Αἰγυπτίων τὴν γνῶσιν, πᾶσαν νουνεχῶς ἐμυήθης, καὶ Θεῷ
ἀμέμπτως εὐηρέστησας.
Ὅτε,
ἐν Χωρήβ σοι ὁ Θεός, ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ, καὶ σοὶ ὡμίλησε, τότε τῷ
προστάγματι, τούτου θερμότατα, καθυπείκων εἰς Αἴγυπτον, σπουδῇ ἐπανῆκες,
πληρωτὴς γενόμενος, θείων προστάξεων· ὅθεν, τὸν λαὸν τῶν Ἑβραίων, ἐν δυνάμει
θείᾳ δουλείας, τῆς πολυχρονίου ἠλευθέρωσας.
Ὅτε,
ἐν τῷ τύπῳ τοῦ Σταυροῦ, ἔτεμες Μωσῆ παραδόξως, θάλασσαν τὴν Ἐρυθράν, τότε πάντα
ἤγαγες, δι’ αὐτῆς Ἅγιε, τὸν λαόν σου, καὶ ἅπαντα, στρατὸν Αἰγυπτίων, ὕδασιν
ἐπόντισας, δυνάμει τῇ θεϊκῇ· ὅθεν, ἐπινίκιον ὕμνον, ἦσας τῷ Θεῷ εὐφροσύνως, τῷ
θαυμαστωθέντι ἐν σοὶ ἔνδοξε.
Μάννα,
ὑετίζων θαυμαστῶς, καὶ ὀρυγομήτραν ὑψόθεν, ὁ οὐρανὸς Μωϋσῆ, δι’ ὧν διετρέφετο,
ὁ σὸς ἀγνώμων λαός, τὴν σὴν πᾶσιν ἐδήλωσε, λαμπρότητα θείαν, καὶ τὴν παῤῥησίαν
σου, πρὸς τὸν Θεὸν τὴν πολλήν· ὅθεν, ἐκτενῶς δυσωποῦμεν, πρέσβευε διδόναι
ἀπαύστως, καὶ ἡμῶν πταισμάτων τὴν συγχώρησιν.
Δόξα.
Ἦχος α΄.
Ἐν
τῷ πάλαι νόμῳ δοξασθείς, ὡς Θεοῦ θεράπων, Μωϋσῆ παναοίδιμε, ἐν τῇ νέᾳ χάριτι
ἐλαμπρύνθης, ὡς Προφητῶν ἀκροθίνιον· ἐν Θαβὼρ γὰρ τῷ Ὄρει, εἶδες Θεὸν
σεσαρκωμένον, τὸν ἐν Σινᾶ τυπικῶς σοι λαλήσαντα· οὗ νῦν τῆς δόξης,
ἀνακεκαλυμμένως ἀπολαύων, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθη
σοι ἐν Σινᾷ, Θεὸς Μωσῆ ἐν τύπῳ, καὶ θείων μυστηρίων, διάκονόν σε θεῖον, καὶ
ὑποφήτην δείκνυσι.
Στ.: Μὴ ἅπτεσθαι τῶν χρηστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.
Ἔπληξας
ταῖς πληγαῖς, τὴν Αἴγυπτον θεόφρον, καὶ χαλεπῆς δουλείας, ἐξάγεις τὸν λαόν σου,
Μωσῆ θεομακάριστε.
Στ.: Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Θάλασσαν
Ἐρυθράν, τεμὼν ῥάβδῳ σου θείᾳ, διάγεις τὸν λαόν σου, καὶ ἐν αὐτῇ ποντίζεις,
Μωσῆ Αἰγύπτου στράτευμα.
Δόξα.
Τριαδικόν.
Ἔδειξας
ἐν Σινᾷ, Τριὰς Ὑπεραγία, ἐν τύποις τὴν Σὴν δόξαν, τῷ Μωϋσεῖ ὑμνοῦντι, τὰ θεῖα
μεγαλεῖά Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Εἶδεν
ἐν τῷ Σινᾷ, ἐν βάτῳ τοῦ Σοῦ τόκου, τὸ μέγα Κόρη θαῦμα, Μωσῆς ὁ θεοφόρος, καὶ
ὕμνησε τὴν δόξαν Σου.
Νῦν
ἀπολύεις, τρισάγιον.
Ἀπολυτίκιον.
Τοῦ Προφήτου. Ἦχος β'
Τοῦ
Προφήτου σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν·
Σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἕτερον, ἦχος δ΄.
Καὶ
ἐν πυρὶ ἀναδειχθείς, καὶ ἐν σαρκὶ φανερωθείς, τοῦ Μωσέως ἐδόξασας πρόσωπον. Τῆς
ἐν νόμῳ ἱερατείας τὸν Ἀαρῶν, τύπον τῆς καινῆς ἀνέδειξας χάριτος. Ταῖς αὐτῶν
ἱκεσίαις Χριστὲ ὀ θεός, σῶσον τὰς ψυχάς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου. Ἦχος α΄. Ὤ τοῦ
παραδόξου θαύματος.
Ὤ
τοῦ παραδόξου θαύματος, ὁ Θεοῦ λειτουργός, Μωσῆς ὁ θεσπέσιος, λογίζεται ἐν
νεκροῖς, νεκρὸς γινόμενος, ἀλλὰ θανάτου πικροῦ, διασαλεύει φρικτῶς τὸ
βασίλειον, τὴν θείαν τοῦ Ποιητοῦ, καταμηνύσας ἐκεῖθεν φανέρωσιν, ὅθεν καὶ ἡμῖν
τοῖς πόθῳ, τὴν αὐτοῦ μετάστασιν, εὐφημοῦσιν αἰτεῖται, ἱλασμὸν καὶ μέγα ἔλεος.
Ὤ
τοῦ παραδόξου θαύματος, ὁ Θεοῦ τῇ αἴγλῃ, λαμπρυνθεὶς τὸ πρόσωπον, Μωσῆς ὁ
περικαλλής, πρὸς τάφον σήμερον, ἐχώρησε τὸ πικρόν, ἀλλ’ οὐ τῆς λήθης τῶ λίθῳ
καλύπτεται, ὡς ἥλιος γὰρ φαιδρός, φαίνει αὐτοῦ τῇ δυνάμει καὶ χάριτι· ὅθεν καὶ
ἡμῖν τοῖς πόθῳ, τὴν αὐτοῦ μετάστασιν, ἀνυμνοῦσιν αἰτεῖται, ἱλασμὸν καὶ μέγα
ἔλεος.
Ὤ
τοῦ παραδόξου θαύματος, ὁ πιστὸς ἐν ὅλῳ, τῷ οἴκῳ τῆς χάριτος, θεράπων καὶ
ὑπουργός, τῶν μυστηρίων Θεοῦ, ὁ πᾶσαν κτίσιν λαβών, κατὰ Αἰγύπτου σαφῶς
ὑποχείριον, καὶ συυγκινήσας αὐτήν, εἰς ἐτασμὸν Φαραὼ τοῦ ἀλάστορος, σήμερον
νεκρὸς ὁρᾶται, ὑπὸ γῆν κρυπτόμενος, ἐξαιτεῖται δὲ πᾶσι, τοῖς πιστοῖς τὸ μέγα
ἔλεος.
Πάντες
συμφώνως τιμήσωμεν, οἱ πιστοὶ ἐν ὕμνοις, καὶ πιστῶς δοξάσωμεν, τὸν μύστην τῶν
τοῦ Θεοῦ, θείων ἐλλάμψεων, τὸν πάντων τῶν Προφητῶν, ὑπερβαλλόντως τοῖς πᾶσιν
ἀστράψαντα, καὶ πάντας τοὺς ἐπὶ γῆς, ἀειφανεῖ δαδουχίᾳ λαμπρύναντα, τὸν καὶ πρὸ
τοῦ νόμου πάλαι, καὶ ἐν νόμῳ λάμψαντα, καὶ τῆς χάριτος δῆλα, τὰ μυστήρια
ποιήσαντα.
Μῦστα
τῶν θείων Θεόπτα Μωσῆ, ὡς ποτὲ τῇ ῤάβδῳ, ἐρυθρὰν διένεμες, λαόν τε τοῦ Ἰσραήλ,
πεζῆ διήγαγες, καὶ Φαραὼ τὸν δεινόν, καὶ τὴν αὐτοῦ στρατιὰν κατεπόντισας. Καὶ
νῦν ἡμῶν τοὺς ἐχθρούς, σὺν ὁρατοῖς ἀοράτους κατάβαλλε, καὶ δίδου εὐθυπορεῖν,
ἀνεμποδίστως πρὸς τρίβον οὐράνιον, ὅπως τοῦ Θεοῦ τῆς δόξης, σαῖς πρεσβείαις
τύχωμεν, ἀνυμνοῦντες ἀπαύστως, τὴν αὐτοῦ μεγαλειότητα.
Τὴν
σὴν σεπτὴν καὶ πανέορτον, ὦ Θεόπτα μνήμην, ἐτησίως σήμερον, τελοῦμεν οἱ σοὶ
πιστοί, δοῦλοι ἀχρεῖοί τε, δεόμενοί σου θερμῶς, τοῦ διασώζειν ἡμᾶς ἐκ παντοίων
κακῶν, καὶ βλάβης τῶν ἀσεβῶν, τῶν περικύκλω ἡμῶν ὑλακτούντων ἀεί, ὅπως εἰς
αἰῶνας μένῃ, ἡ παροῦσα ποίμνη σου, ἀπερίκλυστος πάσης, διαβόλου ἐπιθέσεως.
Δόξα.
Ἦχος πλ. β΄.
Ἡ
πάνσεπτος ἐορτὴ νῦν ἐπεδήμησε τοῦ Προφήτου καὶ Θεόπτου Μωσῆ, προξενοῦσα πᾶσι
σωτηρίαν ἡμῖν. Μυστικῶς οὖν κροτἠσαντες τούτῳ θεσπέσιε. Χαῖρε μύστα τῶν θείων
τεράτων τε αὐτουργέ, τῶν τοῦ Ποιητοῦ θεῖον πεφῃνὸς καταγώγιον, πάρεσο μέσον
ἡμῶν ἀοράτως, πᾶσι παρέχων δωρεὰς χαρίτων, τοῖς τὴν πανέορτον νῦν, εὐφημοῦσι
μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Τῆς
Ἐξόδου τὸ Ἀνάγνωσμα.
Κατέβη
ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι παρεπορεύοντο ἐπὶ τὸν
ποταμόν, καὶ ἰδοῦσαν θήβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν.
Ἀνοίξασα δέ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θήβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραώ,
καὶ εἶπεν: Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ
θυγάτρι Φαραώ: Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ
θηλάσει σοι τὸ παιδίον; Καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραώ, προελθοῦσα δὲ ἡ νεάνις,
ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ: Διατήρησόν
μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Ἔλαβε
δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλαζεν αὐτό. Ἀνδρωθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν
αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωσῆν, λέγουσα: Ἐκ
τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
Τῆς
Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐν
ταῖς ἡμέραις ἐκείναις, εἰσῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ. Ὤφθη δὲ αὐτὸς
Ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου, καὶ ὁρᾷ ὅτι ἠ βάτος καίεται ουρί, ἡ
δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς: Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο,
τί ὅτι οὐ κατακαίεται ἡ βάτος; Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν
αὐτὸν ἐκ τῆς βάτου, λέγων: Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε: Τί ἐστι Κύριε; Καὶ εἶπε: Μὴ
ἐγγίσῃς ὦδε· λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἔστηκας,
γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ: Ἐγὼ εἰμὶ ὀ Θεὸς τοῦ Πατρός σου, ὁ Θεὸς Ἁβραάμ,
καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψεν δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ.
Ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν: Ἰδὼν
εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ
τῶν ἐργοδιωκτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ
χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν
αὐτοὺς εἰς γῆν ἀγαθῆν καὶ καλήν, εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα.
Τῆς
Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐλάλησε
Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς ἐαυτοῦ φίλον. Καὶ
ἀπελύετο εἰς τὴν παρεμβολήν. Ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος, οὐκ
ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κύριον: Ἰδοὺ σύ μοι λέγεις,
ἀνάγαγε τὸν λαὸν τοῦτον. Σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὅν συναποστελεῖς μετ’ ἐμοῦ. Σὺ
δέ μοι εἶπας, οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ’ ἐμοί. Εἰ οὖν ᾧ εὑρηκὼς
χάριν ἐνώπιόν σου, καὶ ἵνα , ἐμφάνισόν μοι σεαυτόν, ἵνα γνωστῶς ἰδω σε ὅπως ἄν
ᾧ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει
αὐτῷ Κύριος: Ἐγὼ αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. Καὶ εἶπε πρὸς
αὐτόν: Εἰ μὴ σὺ αὐτὸς συμπορεύσῃ μεθ’ ἠμῶν, μὴ μὲ ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς
γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὔρηκα χάριν παρὰ σοὶ ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ’ ἤ
συμπορευομένου σου μεθ’ ἠμῶν; Καὶ ἐνδοξασθησόμεθα ἐγὼ τε καὶ ὁ λαός σου παρὰ
πάντα τὰ ἔθνη, ὅσα ἄν ἐπὶ τῆς γῆς ἐστίν. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν: Καὶ τοῦτόν
σοι τὸν λόγον ὅν εἴρηκας, ποιήσω. Εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ. Καὶ οἶδάς δε
παρὰ πάντας. Καὶ λέγει Μωσῆς: Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν:Ἐγὼ
παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσεις τῷ ὀνόματί μου Κύριον
ἐναντίον σου. καὶ ἐλεήσω, ὅν ἄν ἐλεῶ, καὶ οἰκτειρήσω, ὅν οἰκτείρω. Καὶ εἶπεν:
Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου. Οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ
ζήσεται. Καὶ εἶπε Κύριος: Ἰδοὺ τύπος παρ’ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας. Ἡνίκα
δ’ ἄν παρέλθῃ ἡ δόξα μου. Καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί
μου ἐπὶ σέ, ἕως ἄν παρέλθῃ. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου.
Τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
Εἰς
τὴν Λιτήν, ἦχος β΄.
Χαίρετε
Προφῆται τίμιοι, Μωσῆ καὶ Ἀαρών, οἱ τὸν νόμον Κυρίου καλῶς διαταξάμενοι, καὶ τῇ
πίστει φανέντες ἀπόρθητοι στύλοι ἀκλινεῖς, ὑμεῖς γὰρ καὶ μεσίται ὤφθητε, τῆς
νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε,
εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχάς ἡμῶν.
Ὁ
αὐτός.
Ὑπὲρ
τὴν τῶν Αἰγυπτίων παιδείαν, τὴν θείαν καὶ οὐράνιον προείλου φιλοσοφίαν. Τὴν μὲν
γὰρ ἀπωσάμενος ὡς ματαίαν καὶ βέβηλον, καὶ δεισιδαίμονος πλάνης παιδαγωγόν. Τὴν
δὲ ἐνστερνισάμενος μυσταγωγὶαν πεφυκεῖαν μυστικῶν θαυμάτων. Ὧν ἄριστε Προφῆτα
φιλοθεάμων γεγονώς, πᾶσιν ἐρητόρευσας, τὴν δημιουργικὴν τοῦ Δεσπότου δύναμιν.
Ὁ
αὐτός.
Ἐκκαθάρας
σου τὸν νοῦν τῆς ὑλικῆς ἀχλύος, Μωσῆ Θεόπτα παμμακάριστε, πρὸς ὕψος θεωρίας
ἀνεπτερώθης, ὅθεν προτεθέασαι Θεοῦ τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, ὀπῇ τῆς πέτρας
ἐντεθείς, χειρὶ Κυρίου σκεπασθείς. Ταῦτα γὰρ τὰ ὀπίσθια, ἅ σοι Θεὸς ζητοῦντι
ἀποδείξειν ὑπέσχετο. ᾯ καὶ νῦν παριστάμενος, καὶ πρὸς πρόσωπον τοῦτον καὶ
ἀνώτερον ὁρῶν, πρέσβευε ὐπὲρ τῆς ποίμνης σου, ἵνα ῥυσθῶμεν πάσης προσβολῆς
ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν πανεύφημε.
Ἦχος
πλ. β΄.
Σήμερον,
ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ νομοθέτου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία,
τοῖς ἄνθεσιν ὡραϊζομένη, εὐφροσύνως κραυγάζει· Μωσῆ θεράπων τοῦ μόνου Θεοῦ, μὴ
ἐλλείπῃς πρεσβεύειν ὑπὲρ τῆς ποίμνης σου.
Δόξα,
ὁ αὐτός.
Τῆς
ἐκλεκτῆς χορείας τῶν θεοπνεύστων Προφητῶν, πανευκλεὴς ἀπαρχὴ χρηματίσασα, ἡ
αὐτάδελφος ξυνωρὶς καὶ ὁμότροπος, Ἀαρὼν ὁ περίβλεπτος, καὶ Μωσῆς ὁ
θεοπτικώτατος. Οἱ παμφαεῖς Θεοῦ Προφῆται, καὶ ἱερεῖς φανέντες ὑπέρτατοι. Οὕς ἐν
εὐφήμοις ωδαῖς, ὁ τῶν πιστῶν σύλλογος καταστέψωμεν. Χαίρετε βοῶντες αὐτοῖς, οἱ
τῶν ὑπερφυῶν, καὶ φρικτῶν Θεοῦ τεραστίων ἐπόπται καὶ αὐτουργοί, καὶ τῆς
ἀποῤῥήτου σαρκώσεως προσημάντορες διαπρύσιοι. Χαίροις πανσέβαστε Ἀάρών, ὁ τῷ
ὄντι πρόκριτος ἐν ἱερεῦσιν ἀναδειχθείς. Τῷ γὰρ βλαστῷ τῆς ἀνίκμου σοὶ ῥάβδου,
σαφῶς προετιμήθης. Δι’ ἧς ὁ τὰ πάντα ὑπὲρ λόγον ποιῶν καὶ μετασκευάζων, την
ἑαυτοῦ ἐπ’ ἐσχάτων συμβολικῶς ἐτεκμήρατο, ἄσπορον ἐκ Κόρης κυοφορίαν. Χαίροις
Μωσῆ πολυθαύμαστε, ὁ πάσης ὑλώδης σχέσεως μυηθεὶς ἐν Σιναίῳ τῷ ὄρει, διὰ τῆς
ἐκφανθείσης σοι φλογοφόρου, καὶ ἀειθαλοῦς ἀκαταφλέκτου Βάτου. Διὸ ἱκετεύσατε,
ὡς παῤῤησίαν πρὸς Θεὸν κεκτημένοι, ἀπὸ πάσης ῥυσθῆναι προσβολῆς ἐναντίας, τὴν
ἐκ πόθου τιμῶσαν ὑμᾶς, ποίμνην θεοσύλλεκτον.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε
Δέσποινα, μετὰ τῶν Σοῦ Προφήτου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν στίχον, ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θεόπτα
μακάριε Μωσῆ, Βάτον πρὶν τεθέασαι, ἐνθάδε Κόρην τὴν Ἄχραντον, σπαργανωμένην, τῷ
πυρὶ τῷ θείῳ, τὸ καθόλου δι’ ἄφλεκτον, ὑπάρχουσα δυνάμει τοῦ Κτίσαντος, ὅν
καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Μὴ ἄπτεσθε τῶν χριστῶν, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθαι.
Ἐμάστιξας
Αἴγυπτον σοφέ, καὶ τὸν ταύτης ἔξαρχον, πολλοῖς κατέπληξας τέρασι, καὶ τούτου
γέγονας, ὡς Θεὸς Θεόπτα, μεταλλάττων ἅπασαν, τὴν φύσιν τῶν στοιχείων ὡς ἔφη
σοι, ὁ πάντων πρύτανις, καὶ τοῦ γένους προμηθούμενος, τῶν ἀνθρώπων, ὡς μόνος
φιλάνθρωπος.
Στ.: Σὺ ἱερεῦς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Νῦν
οὐκ ἐν αἰνίγμασιν ὀρᾷς, οὐδ’ ἐσόπτροις πάνσοφε, οὐδὲ σκιαῖς ὡς τὸ πρότερον, τὸν
σοὶ ποθούμενον, Μωσῆ νομοθέτα, ἀλλὰ μᾶλλον πρόσωπον, πρὸς πρόσωπον λυθέντων
θεόπνευστε, τῶν πρὶν ἐμφάσεων, ὧν ἱκέτευε δωρήσασθαι, τῇ σῇ ποίμνῃ, ἔλεος καὶ
λύσιν δεινῶν.
Δόξα,
ἦχος δ΄.
Δεῦτε
τῶν ὀρθοδόξων τὸ σύστημα, τῶν Προφητῶν τὸ ἀκροθίνιον τερπνῶς εὐφημήσωμεν, Μωσῆν
τὸν ὄντως πολυθρύλητον, τὸν γνήσιον τοῦ Δεσπότου φίλον, καὶ ὐπουργὸν τῶν αὐτοῦ
ἐνταλμάτων, τὸν ἐν πολλαῖς καὶ ποικίλαις τεραστίων δυνάμεσι μαστίξαντα
Αἴγυπτον, καὶ ταύταις τὸν ὀλέθριον ἐκδειματώσας Φαραώ, τὸν ποδηγέτην τοῦ
παλαιοῦ Ἰσραήλ, τὸν διατεμόντα τὸ ἐρυθραῖον μέγα πέλαγος, τῇ θεόθεν αὐτῷ
δοθείσῃ σταυροτύπῳ βακτηρίᾳ, καὶ τὸν μὲν περιούσιον λαὸν Θεοῦ διεβίβασεν, ὀν
αὐτῷ δὲ τὸν ἀντίπαλον κατεβύθισε τύραννον, σὺν τοῖς στρατεύμασιν αὐτοῦ ἅρμασί
τε, καὶ ἀναβάταις. Ὅθεν ὑπέρτερος χρηματίσας τῶν χαμαιζήλων παθῶν, ἀκηλίδωτον
ἔσοπτρον τοῦ παναγίου γέγονε Πνεύματος, καὶ τοῖς Ἀγγέλοις ὑφέστιος διαπρύσιος,
ἐν τῷ ὄρει δὲ προβάς, καὶ τὸν ἄδυτον ὑπεισελθὼν γνόφον, τὸν ἀπρόσιτον ὡς οἷόν
τε κατοπτεύσατο, καὶ ὡς φίλος γνήσιος, ἐνώπιος ἐνωπίῳ αὐτῷ προσεφθέγξατο. Παρ’
οὗ τὴν καρδίαν σὺν τῷ προσώπῳ δοξασθείς, καὶ θέσει Θεὸς ὀνομασθείς,
πνευματέμφορος ὤφθη, τὰ θεότευκτα πυξία τῶν ἐντολῶν, ἀξίως χειρισάμενος, καὶ ὡς
ἔνθεος μύστης, τὴν φύσιν τῶν ὄντων ἐτράνωσεν. Ὅθεν καὶ τῷ σαρκωθέντι Θεῷ δι’
εὐσπλαγχνίαν, ἐν Θαβώρ μεταμορφουμένῳ θεοπρεπῶς συμπαρέστηκον, ὅν καὶ πρεσβεύει
ἀδιαλείπτως τυχεῖν καὶ ἡμᾶς τῆς θείας δόξης αὐτοῦ.
Καὶ
νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις, τρισάγιον.
Ἀπολυτίκιον.
Τοῦ Προφήτου. Ἦχος β'
Τοῦ
Προφήτου σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν·
Σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἕτερον, ἦχος δ΄.
Καὶ
ἐν πυρὶ ἀναδειχθείς, καὶ ἐν σαρκὶ φανερωθείς, τοῦ Μωσέως ἐδόξασας πρόσωπον. Τῆς
ἐν νόμῳ ἱερατείας τὸν Ἀαρῶν, τύπον τῆς καινῆς ἀνέδειξας χάριτος. Ταῖς αὐτῶν
ἱκεσίαις Χριστὲ ὀ θεός, σῶσον τὰς ψυχάς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογία, κάθισμα, ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τὸν
πάντων Προφητῶν, ὑπερέχοντα πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς, εὐφημήσωμεν πόθῳ,
Μωσέα τὸν θεόληπτον, τὸν καὶ νόμου ἐκφάντορα, τὸν ἐκλάμψαντα, ὥσπερ ἀστέρα ἐν
κόσμῳ, καὶ φαιδρύνοντα, τὰς τῶν πιστῶν διανοίας, δυνάμει τοῦ Πνεύματος.
Δόξα,
ἦχος γ΄. Τὴν ὡραιότητα.
Θεὸν
ἑώρακας, μακαριώτατε, τὸν ἀθεώρητον, ὡς ἐφικτόν ἐστι, σὺ ἐν τῷ ὄρει τοῦ Σινᾷ,
καὶ φίλος καθὰ πρὸς φίλον, τούτῳ διαλέγεσθαι, ἠξιώθης τρανώτατα, πρόσωπον πρὸς
πρόσωπον, ὦ φρικτῆς ὄντως χάριτος, ἧς ἔτυχες Κυρίου Προφῆτα, Μωσῆ Θεόπτα, Προφητῶν
ὁ πρώτιστος.
Καὶ
νῦν. Θεοτοκίον.
Μωσῆς
Θεόνυμφε, τὸν τῆς λοχείας σου, τόκον ἑώρακεν ὁ ἀξιόθεος, Προφήτης μέγας ἐν
Σινᾷ, τῷ ὄρει προτυπωθέντα, Βάτον ἀκατάφλεκτον διεσκόπει γὰρ φέρουσαν, αἴγλῃ
τῆς θεότητος, θεῖα σύμβολα Ἄχραντε. Σὺ γὰρ πρὸ τόκου Παρθένος ὤφθης, καὶ μετὰ
Τόκον Παρθένος ἔμεινας.
Μετὰ
τὴν β΄ στιχολογία, κάθισμα, ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν
θεῖον ἐν σώματι, γνόφον εἰσδυς ἀληθῶς, τὸν νόμον ἐν γράμμασι, τῆς θείας
χάριτος, ἐδέξω μακάριε, ἤκουσας ἐν Σιναίῳ, τοῦ Θεοῦ σοὶ λαλοῦντος, εἶδες ἐν Θαβωρίῳ,
καὶ τὴν ἄῤῥητον δόξαν. Διὸ ταῖς πρὸς Θεόν σου λιταῖς, σῶζε τὴν ποίμνην σου.
Δόξα.
Ὀ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀναβὰς
θεοπρεπῶς, ἐν τῶ Σινᾶ θεῖε Μωσῆ, καὶ τὸν γνόφον εἰσελθών, εἶδες τὴν δόξαν τοῦ
Θεοῦ, καὶ ὐπεδέξω τὸν νόμον τὸν τοῦ Πνεύματος, ὅθεν τοῦ Χριστοῦ βλέπεις τὴν
Σάρκωσιν, Βάτῳ καὶ πυρὶ προγραφεῖσάν σοι, καὶ ἐν Θαβὼρ προέστης, καὶ τὴν
ἄῤῤητον κατεῖδες δόξαν τοῦ Κτίστου σου, αὐτὴν δυσώπει, παντὸς κινδύνου,
σώζεσθαι τοὺς ὑμνοῦντάς σε.
Καὶ
νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν,
καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε,
βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ
σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν
μένει παρθένος.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα, ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν
Μωσέα τὸν πάντων τῶν Προφητῶν, ὑπερέχοντα πάντες ᾀσματικῶς, ἐνθέως ὑμνήσωμεν,
καὶ τὸν τοῦτον δοξάσαντα, ἐν σημείοις πᾶσι, καὶ τέρασι σήμερον, τὴν αὐτοῦ
τελοῦντες ὑπέρτιμον κοίμησιν. ᾯ καὶ ἐκβοῶμεν, εὐελπίστῳ καρδίᾳ, θεόπτα μακάριε,
ποδηγὲ καὶ προστάτα ἡμῶν, νομοθέτα παγκόσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτάζουσιν πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον, ἦχος δ΄: Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.
Στ.: Διέῤῤηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον: Τῷ καιρῷ ἐκείνῳ, ἔρχονται Σαδδουκαῖοι
πρὸς τὸν Ἰησοῦν, οἵ τινες λέγουσιν ἀνάστασιν μὴ εἶναι...
Ὁ Ν΄.
Δόξα: Ταῖς τοῦ σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προτέθεικας
τὴν ψυχήν σου χριστομιμήτως Θεόπτα, τοῦ λαοῦ προκινδυνεύων. Καὶ Θεὸν μὲν
προέτρεπες ἐάσαι αὐτόν, παμμάκαρ εἰς ἐξάλειψιν αὐτῶν, πάσης κατακρίσεως ὄντων
ἐπαξίων, ἐν τοῖς ἔργοις αὐτῶν, τοὺς εἰς ἔθνος μέγα σε, ἀναδεῖξαι Μωσῆ θεσπέσιε.
Αὐτὸς δὲ προέκρινας συναπολέσθαι θεοφόρε αὐτοῖς, πράγμα δεικνύων ποιμένος
ἀρίστου, σώζεσθαι μόνου καλῶς οὐ φιλοῦντος, ὡς αὐτὸς οὖν καὶ ἠμᾶς σῶζε
προστασίαις σου.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τοῦ εἱρμοῦ εἰς στ΄· καὶ τοῦ
Ἀγίου β΄, εἰς η΄.
Ὁ α΄ Κανὼν τοῦ Ἀγίου.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Σταυρὸν χαράξας Μωσῆς.
Τῆς
φύσεως ὀδηγός, προβληθεὶς θεόθεν, Μωσῆ θεομακάριστε, πατάσσεις τὸν Αἰγύπτιον,
καὶ τοῦτον ἐν τῷ βαθεῖ, κατακρύπτεις λάκκῳ, τὸν Κύριον μιμούμενος, τὸν
κτείναντα τὸν ὄφιν, ἐν χειρὶ τῇ κρυφαίᾳ. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι
δεδόξασται.
Ὁ
Λόγος ὁ τοῦ Θεοῦ, ὁ τὴν κτίσιν πᾶσαν, καλλύνας ὡραιότητι, ἐν σοὶ ἐπανεπαύσατο,
καὶ ὄργανον τοῦ σεπτοῦ, καὶ Ἁγίου Πνεύματος, εἰργάσατο Μακάριε, τὴν γνῶσιν
ἐντιθείς σοι, φανερὰν τῶν κτισμάτων. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Νεκρᾶς
θρησκείας σοφέ, τῶν προσοχθισμάτων, κατακρατούσης πάσης γῆς, ἐν σοὶ ὁ θησαυρὸς
τῆς ζωῆς, ἐγκείμενος δαψιλῶς, ἐξεχύθη πᾶσι, τοῖς πέρασιν ἐν χάριτι, πολὺ
καθάπερ ὕδωρ, πλημμυροῦν ἐν θαλάσσαις. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι
δεδόξασται.
Θεοτοκίον.
Τὴν
ἔμψυχον Κιβωτόν, τὴν Ἁγίαν Κόρην, προέβλεψας ἀοίδιμε, ἐξ ἧς ὁ τοῦ παντὸς
Ποιητής, τὴν στάμνον προσειληφώς, τῆς Σαρκὸς προῆλθε, λιμώττοντα τὸν ἄνθρωπον,
ζωῆς ἄρτον ἐμπλῆσαι, διὰ σπλάγχνα ἐλέους. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι
δεδόξασται.
Ἕτερος, οὗ ἠ Ἀκροστιχίς: Μωσῆν γεραίρω τὸν Προφήτην προφρόνως.
ᾨδὴ
α΄, ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μεθέξει θεούμενος, τῆς πρὸς
Θεόν σου ἐγγύτητος, φωτὸς ὅλως ἔμπλεως, θεόπτα πέφυκας, ἀλλὰ δέομαι, καταύγασον
τὸν νοῦν μου, τὴν σὴν μνήμην σήμερον πανηγυρίζοντος.
Ὡς θεῖον θησαύρισμα,
ἐγκεκρυμμένον εὑράμενοι, τῇ θήβῃ τοῦ Πνεύματος, αἱ γενικαὶ ἀρεταί, τῇ προνοίᾳ
σε, καθάπερ Βασιλίσσῃ, ἐν γάλακτι πίστεως ἐτιθηνήσαντο.
Συνέσει κοσμούμενος, καὶ τῇ
τοῦ Πνεύματος χάριτι, ἐνθέῳ λαμπόμενος, τοῦ συγγενοῦς Ἰσραήλ, ἐχρημάτισας,
δημαγωγὸς καὶ ῥύστης, ἐκ πάντων λυτρούμενος αὐτὸν κακώσεων.
Θεοτοκίον.
Ἡ Βάτος ἥν ἔβλεψεν, ὁ
Μωϋσῆς ἀκατάφλεκτον, κατάφλεξον Πάναγνε, τὰς ἁμαρτίας μου, καὶ τοῦ μέλλοντος,
πυρὸς ἐξάρπασόν με, λαβὶς ἡ τὸν ἄνθρακα τὸν θεῖον φέρουσα.
ᾨδὴ
γ ΄. Ῥάβδος εἰς τύπον.
Ὡς
ἐθεάσω, τὴν τοῦ Κυρίου ἡμέραν πάνσοφε, ἐν χαρᾷ ἀνεκλαλήτω ἐχάρης, καὶ τὴν
κοινὴν σωτηρίαν, καταγγέλλων ἀνεκραύγαζες· Σὺ εἶ Χριστέ, τὸ κράτος καὶ
στερέωμα.
Νοήσας
πάλαι, τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, τὴν σὴν χεῖρα ἠλλοιώθης θεόφρων, καὶ
δι’ αὐτῆς ἐθεάσω, τῶν ἀνθρώπων τὴν ἀνάκλησιν, εἰς τὸ ἀρχαῖον κάλλος καὶ ἀξίωμα.
Πυρὸς
τοῦ θείου, πλησθεὶς Θεόπτα κατεδαπάνησας, σοῦ τῇ ῥάβδῳ τοὺς ὄφεις τῶν
Αἰγυπτίων, τὴν ἐν θαλάσσῃ μηνύων σωτηρίαν, ἥν πεποίηκας τῷ σῷ λαῷ, βυθίσας τοὺς
ἀλάστορας.
Θεοτοκίον.
Ῥομφαίαν
πάλαι, τὴν στρεφομένην σὺ ἐθεώρησας, θεοφόρε τὴν φυλάττουσαν πύλην, τὴν τῆς
Ἐδέμ, ἥν ὁ τόκος τῆς Παρθένου διεκώλυσε, λόγχῃ πλευρᾶς, πλευρὰν ἐπανορθούμενον.
Ἕτερος.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Νοός σου προχὼν ὁ
παντεπόπτης, τῇ θείᾳ λαμπρότητι σοφέ, συλλαλητήν σε δείκνυσιν, ἐπόπτην τε τῆς
δόξς αὐτοῦ, καὶ ἀκουστὴν φωνῶν αὐτοῦ, καὶ θείας χάριτος μέτοχον.
Γνησίως κολλώμενος τῷ
Κτίστῃ, καὶ τούτῳ ἀμέσως ὁμιλῶν, ὡς ὄντως καθαρώτατος, Θεὸς ἐδόκεις Φαραώ,
τερατουργῶν ἐξαίσια, καὶ τοῖς σημείοις κοσμούμενος.
Ἐκόλασας Αἴγυπτον τῇ ῥάβδῳ,
τὴν χάριν προφαίνων τοῦ Σταυροῦ, τὰς Αἰγυπτίους ῥάβδους γάρ, ὡς ὄφεις
φαντασμάτων ἡ σή, ῥάβδος σοφὲ κατέπιε, Θεοῦ δοξάζειν σε θέλοντες.
Θεοτοκίον.
Ῥιφθεὶς τὴν καρδίαν καὶ τῆς
ὕλης, Μωσῆς γυμνωθεὶς τοὺς ἀληθεῖς, τύπος ὁρᾷ ἐν Πνεύματι, καὶ βλέπειν τὴν
ἀπόῤῤητον, τοῦ Λόγου συγκατάβασιν, καὶ τῆς Παρθένου τὴν γέννησιν.
Κάθισμα,
ῆχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ
βρέφους ἀστεῖος ἀναφανείς, καὶ ψυχῆς προσδεικνύων τὸ εὐγενές, γέγονας μακάριε,
τοῦ Κυρίου ἐπάξιος. Διὰ τοῦτο ποιμένα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς ἐκλεκτόν σε πῖστει
σαφῶς ἐδικαίωσεν, ὅθεν τῆς δουλείας, λυτρωσάμενος τοῦτον, Αἰγύπτου διέσωσας, ὀν
σημείοις καὶ τέρασιν, ἀπαστράπτων θεόπνευστε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτάζουσιν πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα,
ἦχος γ΄. Θείας πίστεως.
Νοῦν
καθάρας σου τῆς ἀχλυώδους, ἐπιθέσεως Μωσῆ Θεόπτα, τὸν ἀόρατον ἐν γνόφῳ
τεθέασαι, καὶ τὰς γραφείσας δακτύλῳ τοῦ Πνεύματος, τῶν ἱερῶν νόμων πλάκας
εἰσδέδεξαι, ἀλλ’ πρέσβευε Χριστῷ τῶ Θεῷ, δωρήσασθαι τῷ νέῳ Ἰσραὴλ τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ
τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν
ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον,
πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Ὠδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ὁ
βυθὸς ἐχερσοῦτο μέν, πέτρα δὲ εἰς ὕδωρ μετεσκευάζετο, τοῦ Σταυροῦ γὰρ
διεγράφετο ἰσχὺς θεοφόρε ἐν τῇ ῥάβδῳ σου.
Φῶς
τὸ ἄϋλον ἔγνωκας, σώματι ἐνύλω ἐνωθησόμενον, διὰ τῦτο καὶ φωτὸς αἰσθητοῦ, τὴν
δημιουργίαν ἀνιστόρησας.
Ἡ
κακῶς ἀγνοήσασα, καὶ τ ῶ γογγυσμῷ τὴν λέπραν αἰσθήσασα, τὸν λαόν σου
προεμήνυσε, τὸν ἀποκτείνοντα τὴν ζωὴν αὐτοῦ.
Θεοτοκίον.
Τὴν
οὐράνιον κλίμακα, ἐν τῶ Ἰακὼβ πανσόφως ἐτράνωσας, ὦ Θεόπτα τὴν ἀπόῤῥητον, τοῦ
Θεοῦ κατάβασιν αἰνιττόμενος.
Ἕτερος.
Ὁ καθήμενος ἐν δόξῃ.
Ἀμειφθείσης
τῆς σῆς γλώττης, τῆς ἰσχνότητος ἔνδοξε, τοῦ Θεοῦ προνοίᾳ, ῥήτωρ μυστηρίων
γεγένησαι, καὶ τοῖς σοῖς ῥήμασι πᾶσαν σὺ τὴν Αἴγυπτον, ἐν πληγαῖς παραδόξως
ἐμάστιξας.
Ἰσραὴλ Σωτὴρ ἐδείχθης, καὶ
ἐπάταξας ἔνδοξε, θείᾳ δυναστείᾳ , τῆς Αἰγύπτου ἅπαν πρωτότκον, ὠς ὁ Χριστὸς τῶν
δαιμόνων κράτος ἔθραυσε. Καὶ γὰρ τύπος μελλόντων τὰ σοὶ ἐνεργούμενα.
Ῥάβδῳ θάλασσαν μαστίζεις,
καὶ ξηραίνεις τὴν ἄβυσσον, καὶ διαβιβάζεις, ὅλον Ἰσραὴλ ἀκατάκλυστον. Τοὺς δ’
Αἰγυπτίους βυθίζεις σὺν τοῖς ἅρμασι, καὶ τοῖς ἵπποις, καὶ πᾶσιν αὐτῶν τοῖς
στρατεύμασιν.
Θεοτοκίον.
Ὡς παράδοξον τὸ θαῦμα, ὁ
Μωσῆς προερώακε. Τὴν γὰρ Βάτον βλέπων, ὅλην ἀκατάφλεκτον Δέσποινα, σὲ τηλαυγῶς
ἐμυεῖτο τὴν βαστάσασαν, τῆς Θεότητος Κόρη τὸ πῦρ τὸ ἀκήρατον.
ᾨδὴ
ε΄. Ὦ τρισμακάριστον Ξύλον.
Ὡς
ἐν κοινῇ πολιτείᾳ, τῶν κοσμικῶν πλατυσμῶν, τοῖς πᾶσι διεσάφησας, τὰ πρακτέα τῶν
ζῶων ἑκατέρω, ἀσεβῶν καταστροφήν, ἐνδίκως ἐκτιθέμενος, καὶ πρὸς ἔνθεον βίον,
μάκαρ προηγούμενος.
Νυκτομαχούντων
ἀνθρώπων, ἐν τῷ πελάγει δεινῶς, σοφὲ τῆς ἀθεότητος, σὺ ὡς ἥλιος λάμψας πρὸς
τοὺς λιμένας, ἀευθύνεις ἀσφαλῶς, τῆς θείας ἐπιγνώσεως. Διὰ τοῦτό σε, καταχρέως
μακαρίζομεν.
Προφήτην
προδιαβλέπεις, καὶ προαγγέλεις Χριστόν, ἐν σώματι φανήσεσθαι, ὡς Θεὸν δὲ τοῦτον
διετράνωσας πάλιν, πάντα φέροντα σαφῶς, τῷ λόγῳ τῆς ἰσχύος αὐτοῦ. Διὰ τοῦτό σε,
καταχρέως μακαρίζομεν.
Θεοτοκίον.
Ἄγραφος
Λόγος ὑπάρχων, δακτύλῳ τῷ τοῦ Πατρός, λιθίναις ἐτυπώθης πλαξί, Μωϋσῆ
ἐπιδιδόμενος Σῶτερ, ἐν ἐσχάτῳ δὲ καιρῷ, σεσάρκωσαι δι’ ἔλεον, καὶ ἐπήγασας,
ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς τῆς
ἀῤῥήτου γνώσεως, ὅλως πεπλησμένος ὦ Θεόπτα, ἔσχες μυοῦν σε καὶ ἐκκαλύπτον σοι,
πᾶσαν τῶν ἀρχαίων ἐμφανῶς, γνῶσίν τε καὶ μύησιν, διαγγέλλων σαφέστατα.
Οὐκ εἶδες σκεπόμενος, τῇ
πέτρᾳ Θεοῦ πρόσωπον, κρύφιον καθάπερ ὦ Θεόπτα, καὶ τοῖς Ἀγγέλοις αὐτοῖς
ἀθέατον, Σάρκωσιν τοῦ Λόγου δὲ τρανῶς, ἔγνως ὡς ὀπίσθια, καὶ φρικτὴν
συγκατάβασιν.
Νοὸς καθαρότητι, ἐν ὄρει
ἀναβέβηκας μάκαρ τῷ Σιναίῳ, καὶ τὸν νόμον, ἐγγεγραμμένον χειρὶ τοῦ Κτίσοτυ σου,
πίστει ὑπεδέξω ἐν πλαξί, πᾶσί τε κατήγγειλας, τὸ αὐτοῦ θεῖον βούλημα.
Θεοτοκίον.
Ποικίλοις αἰνίγμασιν, ὁ
Μωϋσῆς τὸν Τόκον σου, πᾶσι διετράνωσε Παρθένε, Βάτον πυρφόρον σὲ θεασάμενος,
στάμνον τε χρυσῆν, καὶ κιβωτὸν, τράπεζάν τε Πάναγνε, καὶ λυχνία πολύφωτον.
ᾨδὴ
στ΄. Νοτίου θηρὸς ἐν σπλάγχνοις.
Μορφώσας
ἐν τῇ ψυχῇ σου τὸ κάλλος, ἐναρέτως θεοφόρε τῆς Τριάδος, ἐπεσκέψω τὰ ὄντα μετὰ
συνέσεως, καὶ ἄφησες τὸν κοσμικὸν οἶκον, καὶ τὸ πολύφωτον ἐστιατόριον, ἐν ᾧ ὁ
Βαιλεὺς προητοίμασε, τῆς ὑψηλῆς εὐωχίας, τὴν θείαν ἀπόλαυσιν.
Μεγάλην
τὴν σωτηρίαν Θεόπτα, προδεικνύων τοῦ Δεσπότου τῶν ἀπάντων, ἐν τῆ θήβῃ εὐρέθης,
τῇ θυγατρὶ Φαραώ, τῆ ἐξ ἐθνῶν συναγωγῇ, τὸ τοῦ Θεοῦ γὰρ παραδόξως ἐπιστώθης
μαρτύριον, εἰργασμένον δι’ οἶκτον ἀμέτρητον, δι’ οὗ εἰς χάος ἐῤῥίφθη, ὀ δράκων
ὁ δόλιος.
Ἐκτείνας
ἐπὶ τοῦ ὄρους τὰς χεῖρας, Θεοφόρε τὸν λαόνξ σου διεσώσω, Ἀμαλὴκ τὸν πανώλην
κατατροπούμενος, ἀλλὰ καὶ νῦν ὑπὲρ ἡμῶν, τῶν μεμνημένων ἐν τῇ ποίμνῃ σου τὰς
χεῖρας ἔπαρον, ἱκετεύων τὸν Πλάστην καὶ Κύριον, καὶ πειρασμῶν πολυτρόπων ἡμᾶς
ἐκλυτρούμενος.
Θεοτοκίον.
Γονίμους
τὰς διανοίας εἰργάσω, τῶν ἀνθρώπων ἐναρέτοις εὐκαρπίαις, τῷ τῶν λόγων σου σπόρῳ
Θεομακάριστε. Τὸν γὰρ Υἱὸν τὸν τοῦ Θεοῦ, λαβὼν ἐγγάστριον Πνεῦμα διεζωγράφησας,
ἐπὶ τῆς σωτηρίας καὶ γνώσεως, ὅθεν ἡμῶν τὰς καρδίας, πλῆσον τῆς σῆς χάριτος.
Ἕτερος.
Ἐβόησε, προτυπῶν τὴν ταφήν.
Ῥαδίως σοι, ἐξιῶνται καὶ οἱ
ὀφιόδηκτοι, ἐγκαρσίως, ἐπὶ ξύλου χαλκοῦν ὄφιν βλέποντες, ἀπηωρημένον, τὸν
Σταυρὸν προτυποῦντα τὸν τίμιον.
Ὁ Κτίστης σου, τῶν εὐχῶν
ἐπακούσας θεόπνευστε, οὐρανόθεν, καταπέμπει καὶ μάννα σοι ἔνδοξε, καὶ
ὀρτυγομήτραν, πρὸς τροφὴν Ἰσραὴλ τῷ γογγύζοντι.
Φυλάσσοντος, τοῦ Θεοῦ σοι
σοφὲ τὸ αἰδέσιμον, κατηνέχθη, ἕως ᾍδου Κορὲ ζῶν ὀ δείλαιος, ὡς ἰερατεύειν, κατὰ
σοῦ θρασυνθεὶς καὶ ἀπώλετο.
Θεοτοκίον.
Ἡ Βάτος σε, ἡ πυράφλεκτος
Κόρη διέγραψε, συλλαμβάνειν, τῆς θεότητος πῦρ Παναμώμητε, ἡ δὲ θεία στάμνος,
τὸν τροφέα τοῦ Κόσμου πανύμνητε.
Κοντάκιον,
ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Ὡς
θεωρὸν τῆς τοῦ Θεοῦ ἐνανθρωπήσεως, καὶ μυστογράφον τῆς αὐτοῦ συγκαταβάσεως,
ἐκθειάζει σε ἡ ποίμνη σου θεοῤῥήμων, ἀλλ’ ὡς πέφυκας μεσίτης ἀξιόθεος, ἐκ
παντοίων ἡμᾶς κινδύνων ἐλευθέρωσον, ἵνα κράζωμέν σοι· Χαίροις Μωϋσῆ θεσπέσιε.
Ὁ
Οἶκος.
Ἄνωθεν
παραδόξως, ὁ Θεοῦ Θεὸς Λόγος, κατέπτη ἐπὶ σὲ θεοφόρε, καὶ τὴν ἠλογημένην
μορφήν, ἐπεσκέψατό τε καὶ ἐμνηστεύσατο. Διό σοι καταρτίζοντες τὸν ἔπαινον,
βοῶμεν οὕτως·
Χαῖρε
δι’ οὗ ὁ Θεὸς ἐγνώσθη·
χαῖρε δι’ οὗ ὁ ἐχθρὸς ἐπτώθη.
Χαῖρε ἐναρέτου ζωῆς ἐργαστήριον·
χαῖρε οὐρανίου τροφῆς καταγώγιον.
Χαῖρε ξένην εἰσηγούμενος τοῖς ἐν γη καταλλαγήν·
χαῖρε μόνης ἐφιέμενος τῆς ἀῤῥήτου καλλονῆς.
Χαῖρε τῆς εὐσεβείας μεγαλόφωνος κῆρυξ·
χαῖρε τῆς ἀληθείας ἡθεόφθογγος σάλπιγξ.
Χαῖρε κρατὴρ εὐφραίνων συνείδησιν·
χαῖρε νιπτὴρ καθαίρων ἐνθύμησιν.
Χαῖρε δι’ οὗ ἡ Ἐδὲμ ἠνεώχθη·
χαῖρε δι’ οὗ ὁ Ἀδὰμ ἀνεκλήθη.
Χαίροις Μωσῆ θεσπέσιε.
χαῖρε δι’ οὗ ὁ ἐχθρὸς ἐπτώθη.
Χαῖρε ἐναρέτου ζωῆς ἐργαστήριον·
χαῖρε οὐρανίου τροφῆς καταγώγιον.
Χαῖρε ξένην εἰσηγούμενος τοῖς ἐν γη καταλλαγήν·
χαῖρε μόνης ἐφιέμενος τῆς ἀῤῥήτου καλλονῆς.
Χαῖρε τῆς εὐσεβείας μεγαλόφωνος κῆρυξ·
χαῖρε τῆς ἀληθείας ἡθεόφθογγος σάλπιγξ.
Χαῖρε κρατὴρ εὐφραίνων συνείδησιν·
χαῖρε νιπτὴρ καθαίρων ἐνθύμησιν.
Χαῖρε δι’ οὗ ἡ Ἐδὲμ ἠνεώχθη·
χαῖρε δι’ οὗ ὁ Ἀδὰμ ἀνεκλήθη.
Χαίροις Μωσῆ θεσπέσιε.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Προφήτου Μωϋσέως τοῦ Θεόπτου
Οὐκ ἐκ πέτρας
νῦν, ουδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς,
ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.
Οὗτος
ἐγεννήθη εἰς τὴν Αἴγυπτον τὸ 1569 π. Χ. καὶ διὰ τὸν φόβον τοῦ Φαραὼ ἐῤῥίφθη εἰς
τὰς ὄχθας τοῦ Νείλου, ἐγκεκλεισμένος εἰς μίαν θίβιν, ἤτοι κιβώτιον πεπλεγμένον
ἀπὸ παύρι, καὶ ἔξωθεν δὲ ἐκ τοῦ ποταμοῦ ἀπὸ τὴν θυγατέρα τοῦ βασιλέως Φαραὼ
Θέρμουθιν ὀνομαζομένη καὶ ἀνετρέφεται ὡς υἱὸς αὐτῆς, φιλοτίμως καὶ βασιλικῶς,
καὶ μανθάνει ὅλην τὴν σοφίαν τῶν Αἰγυπτίων, ὅταν δὲ ἔγινε τεσσαρακοντούτης,
ἐθανάτωσε ἕνα ἄνθρωπον Αἰγύπτιον, ὅς τις ἀδίκως καὶ παραλόγως ἔδερνε ἕνα
Ἐβραῖον. Διὰ τὸν φόνον λοιπὸν τοῦτον φοβηθείς, ἔφυγε καὶ πήγε εἰς γῆν Μαδιάμ,
καὶ ἐκεῖ ἔλαβε γυναῖκα Σεπφώραν, τὴν θυγατέρα τοῦ Ἱοθόρ.
Ἐσχόλαζε
δὲ καὶ προσηύχετο πάντοτε εἰς τὸν Θεόν, καὶ διὰ τῆς μελέτης καὶ προσευχῆς
ἐκαθάριζε τὸν νοῦν καὶ τὴν καρδίαν του· ὅθεν εἶδε τὸν Θεὸν εἰς τὸ ὄρος τοῦ
Σινᾶ, καθὼς ἦτο δυνατὸν νὰ ἰδῇ ἄνθρωπος τὸν Θεόν. Καὶ γίνεται μὲ τοὺς ἰδίους
του ὀφθαλμοὺς θεατὴς τοῦ ἐν τῇ βάτῳ θαύματος, ἥτις καιομένη μέν, μὴ
κατακαιομένη δέ, ἤτοι μὴ χωνευομένη, προεικόνιζε τὴν ἐν τῇ Παρθένῳ πραγματικὴ
καὶ οὐσιώδη κατοίκησιν τῆς θεότητος. Διατρίψας δὲ ἄλλους τεσσαράκοντα χρόνους
ἐν τῇ γῇ Μαδιάμ, κατέβη εἰς τὴν Αἴγυπτον κατὰ προσταγὴν τοῦ Θεοῦ, ὀγδοήκοντα
ἐτῶν γέρων, διὰ νὰ ἐλευθερώσῃ τὸν ἰσραηλιτικὸν λαὸν ἀπὸ τὰς χεῖρας τῶν
Αἰγυπτίων.
Ἐπειδὴ
δὲ ὀ Φαραὼ δὲν ἐπείθετο νὰ ἐλευθερώσῃ τὸν Ἰσραήλ, διὰ τοῦτο τιμωρεῖ ὁ Μωϋσῆς
τὴν Αἴγυπτον μὲ τὰς δέκας ἐκείνας πληγάς· ὅθεν, μὲ τὴν βοήθειαν καὶ θέλησιν τοῦ
Θεοῦ, παραλαβὼν τὸν ἰσραηλιτικὸν λαὸν ἀπὸ τὴν Αἴγυπτον, ὁμοῦ μὲ ἀργύριον καὶ
χρυσίον πολύ, διεπέρασεν αὐτὸν παραδόξως διὰ μέσου τῆς Ἐρυθρᾶς θαλάσσης. Καὶ ἐν
τῇ ἐρήμῳ ἐπαίδευσεν αὐτὸν ἄλλα τεσσαράκοντα ἔτη μὲ τὸν γραπτὸν νόμον, καὶ μὲ
διάφορα σημεία καὶ θαύματα. Ἐπειδὴ δὲ καὶ αὐτὸς ὡς ἄνθρωπος παρώξυνε τὸν Θεόν,
διότι ἐλάλησε καὶ εἶπε μὲ δισταγμόν: Ἀκούσατέ μου ὦ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας
ταῦτης ἐξάξομεν ὑμῖν ὕδωρ; (Ἀριθμῶν κ΄, 10)· ἀνταποκρινόμενος δηλαδὴ πρὸς τὸν
λαόν, ὅπου τὸν ἠνάγκαζε· διὰ τοῦτο δὲν ἐμβῆκεν εἰς τὴν Γῆν τῆς Ἐπαγγελίας· ἀλλ’
ἀναβὰς εἰς τὸ Ὅρος Ναβαῦ, ἐκεῖ ἀπέθανεν, ἑκατὸν καὶ εἴκοσιν ἐτῶν. Προέλαβε δὲ
τὴν παρουσίαν τοῦ Χριστοῦ ἔτη χίλια τετρακόσια ὀγδοήκοντα πέντε. Ἔγραψε δὲ τὴν
Πεντάτευχον.
Σημείωσε
ὅτι, κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου ἐφέρθη ἡ θαυματουργὸς Ῥάβδος
τοῦ Προφήτου Μωϋσέως εἰς Κωνσταντινούπολιν. Καὶ ἐξῆλθεν ὁ βασιλεὺς πεζὸς καὶ
προϋπάντησεν αὐτήν. Κτίσας δὲ Ναὸν τῆς Θεοτόκου, ἔβαλε τὴν Ῥάβδον μέσα· ἔπειτα μετέφερε
αὐτὴν εἰς τὸ παλάτιον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἱερουσαλήμ, καὶ τῶν τριῶν τέκνων
αὐτῆς Κεγούρου, Σεκενδίνου καὶ Σεκένδου τῶν Μαρτύρων
Πόλον
Ἱερουσαλὴμ ἄνω σὺν τέκνοις,
ᾤκησε Παύλου
τὴν ἐπώνυμον πόλιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου
Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων Ἀμμωνίου, Δονάτου
καὶ Φαῦστου, οἳ διὰ ξίφους ἐτελειώθησαν.
Ὁ Χριστὸν
αὐτὸν Bαβύλας θύων πάλαι,
Χριστῷ
προθύμως θύεται διὰ ξίφους.
Ὑπὲρ μεγίστου
Δεσπότου Θεοῦ Λόγου,
τρέχουσι
θερμῶς πρὸς ξίφος τὰ παιδία.
Οὗτος
ὁ Ἅγιος ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως Νουμεριανοῦ, ἐν ἔτει σπδ΄ (284),
γέγονε δὲ Ἐπίσκοπος τῆς Ἀντιοχείας, τὸν Ζεβῖνον διαδεξάμενος, κατὰ τὸν
Εὐσέβιον. Λοιπὸν μαθών, ὅτι ὁ βασιλεὺς ἀπανθρωπότατα ἔσφαξε τὸν υἱὸν τοῦ
βασιλεὼς Περσῶν, τὸν ὁποῖον εἶχε λάβη ἐνέχυρον καὶ ὅμηρον τῆς πρὸς τοὺς Πέρσας
εἰρήνης, καὶ ὅτι θυσιάσας εἰς τὰ εἴδωλα ὁ ἄθλιος καὶ ἐλεεινὸς οὗτος
Νουμεριανός, ἐπεχείρει ἀκόμη νὰ μολύνῃ καὶ τὴν ἱερὰν Ἐκκλησίαν τῶν χριστιανῶν,
ὠς ζητῶν νὰ ἔμβῃ μέσα εἰς αὐτὴν τοιοῦτος φονεὺς καὶ εἰδωλολάτρης, τούτου ἕνεκα
ἐστάθη εἰς τὴν θύραν τῆς Ἐκκλησίας ἀνδρειότατα ὁ Βαβύλας, καὶ διασχίσας τοῦς
σωματοφύλακας καὶ δορυφόρους, ἐξήπλωσε τὴν δεξιάν του χεῖρα εἰς τὸ στῆθος τοῦ
μιαροῦ βασιλέως. Καὶ ἀφ’ οὗ ἐπετίμησεν ἱκανῶς, ἐδίωξεν αὐτὸν καὶ ἀπέκλεισεν ἔξω
ἀπὸ τὴν ἐκκλησίαν· ὁ δὲ Νουμεριανὸς κατὰ τὸ παρὸν μὲν ἐσιώπησε, καὶ δὲν ἔκαμε
κανὲν κίνημα, φοβούμενος, μὴπως γίνη καμμία μεγάλη ἐπανάστασις ἀπὸ τὸ πλῆθος
τῶν χριστιανῶν. Βαρέως ὅμως καὶ πικρῶς τὴν ὕβριν ταύτην καὶ ἀτιμίαν ὑπέμεινε.
Μετὰ δὲ μίαν ἡμέραν προσεκλήθη ὁ Ἅγιος, καὶ παρασταθεὶς ἔμπροσθεν τοῦ βασιλικοῦ
βήματος, ἠρωτήθη ἀπὸ τὸν βασιλέα. Καὶ ἐπειδὴ κατέπληξεν αὐτὸν μὲ τὰς σοφὰς
αὐτοῦ ἀντιῤῥήσεις, καὶ οὔτε μὲ κολακείας, οὔτε μὲ δυνατοὺς φοβερισμοὺς ἔστερξε
νὰ ἀφήσῃ τὴν εἰς Χριστὸν πίστιν, τούτου ἕνεκα ἐδέθη ἀπὸ τὸν λαιμὸν καὶ ἀπὸ τοὺς
πόδας μὲ σιδηρᾶς ἁλυσίδας. Καὶ οὕτω ἁλυσίδετος, ἐπεράσθη ἀπὸ τὸ μὲσον τῆς
πόλεως, καὶ ἐῤῥίφθην εἰς φυλακήν.
Εἶχε
δὲ ὀ Ἅγιος ἀκολουθοῦντα αὐτὸν καὶ τρία παιδία, ἀδέλφια κατὰ σάρκα, τὰ ὁποῖα
κατὰ μὲν τὴν ἡλικίαν ἦσαν πολὺ νέα, κατὰ δὲ τὴν γνώσιν ἦσαν γέροντες. Ταῦτα
λοιπόν, δὲν ἤθελαν νὰ χωρισθοῦν ἀπὸ τὴν ἱερὰν καὶ γλυκυτάτην διδασκαλία τοῦ
διδασκάλου των· ὅθεν ὁ Βασιλεὺς παραστήσας αὐτὰ ἔμπροσθέν του, καὶ ἐρωτήσας ἐὰν
ἀρνῶνται τὸν Χριστὸν καὶ τὸν διδάσκαλόν των Βαβύλαν, καὶ ἄν θυσιάζουν εἰς τὰ
εἴδωλα, εὗρεν αὐτὰ στερεὰ καὶ ἀνδρειωμένα. Καλέσας δὲ τὴν μητέρα των, καὶ εὑρὼν
καὶ αὐτὴν βεβαίαν καὶ ἀμετάθετον εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἐπρόσταξε, τὴν μὲν
μητέρα νὰ κτυπήσουν εἰς τὸ πρόσωπον, εἰς δὲ τὰ παιδία νὰ δώσουν τόσους
ῥαβδισμούς, ὅσων ἐτῶν ἦτον ἕκαστος.
Ἔπειτα,
ἐκβάλλει μὲν τὰ παιδία ἔξω, φέρει δὲ ἔσω τὸν διδάσκαλον αὐτῶν Βαβύλαν, καὶ
λέγει εἰς αὐτόν, θέλων νὰ τὸν ἀπατήσῃ: Ἰδού, τὰ παιδία εἶναι ἔτοιμα νὰ
θυσιάσουν εἰς τοὺς θεούς. Ὁ δὲ Ἅγιος ἤλεγξεν αὐτόν, ὅτι ψευδῶς τοῦτο λέγει.
Ὅθεν, προστάζει ὁ ἀπάνθρωπος τύραννος νὰ κρεμασθῇ ὁ Ἅγιος, ὁμοῦ μὲ τὰ τρία
παιδία ἐπάνω εἰς ξύλα, καὶ νὰ καταξέηται μὲ σιδηρᾶ ὀνύχια. Ἔπειτα, τὸν μὲν
διδάσκαλον Βαβύλαν κλείει μέσα εἰς ἕνα μικρὸν παρακείμενον οἴκον, τοὺς δὲ
παίδας ἐπεχείρη νὰ κολακεύσῃ μὲ διαφόρους καὶ πολυτρόπους κολακείας, ἀφ’ οὗ δὲ
ἐγνώρισεν ὅτι ματαίως κοπιάζει, ἔφερε πάλιν ἔμπροσθέν του τὸν Ἅγιον, καὶ
ἐσυμβούλευεν αὐτὸ διὰ νὰ διδάξῃ τὰ παιδία νὰ ἀρνηθοῦν τὴν εὐσέβειαν.
Ἐπειδὴ
δὲ εἶδεν αὐτὸν προθυμότερα παρὰ πρῶτα ἀντιλέγοντα καὶ ἀπολογούμενον, ἤναψεν ἀπὸ
τὸν θυμόν, καὶ ἀποφασίζει νὰ θανατωθῇ μὲ τὸ ξίφος καὶ λοιπὸν ὁ μακάριος
Βαβύλας, βαλὼν ἔμπροσθέν του τὰ τρία ἄκακα παιδία. Ὄταν εἶδεν αὐτὰ πρότερον
ἀποκεφαλισθέντα, εἶπεν ἐκεῖνο τοῦ Ἡσαΐου: Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ
Θεός. εἶτα ἀκολούθως ἀπεκεφαλίσθη καὶ αὐτὸς ἐν ἔτει σπγ΄ (283) καὶ ἐτάφη ἀπὸ
τοὺς χριστιανούς καθὼς ἤτο μὲ τὰς ἀλυσίδας εἰς τὸν λαιμὸν καὶ εἰς τοὺς πόδας,
ὅπως εἰς αὐτοὺς παρήγγειλεν ἔτιν ζῶν ὁ Ἄγιος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαβύλας, ὁ διδάσκαλος ἐν Νικομηδείᾳ καὶ οἱ
Ὀγδοήκοντα Τέσσαρσι Μαθητῶν αὐτοῦ, ξίφει τελειοῦνται.
Μαθήσεώς σοι
μισθὸς ἐκ τῶν παιδίων,
Βαβύλα θεῖε
τῆς τομῆς κοινωνία.
Αῖνον
προσῆξαν τῷ Θεῷ παῖδες πάλαι,
οἱ νῦν δὲ
παῖδες τὰς ψυχὰς αὐτῶν ξίφει.
Ὅταν
ὁ βασιλεὺς Μαξιμιανὸς εὐρίσκεται εἰς τὴν Νικομηδείαν, καὶ ἐκίνει διωγμὸν κατὰ
τῶν χριστιανῶν, ἐν ἔτει 298, ἀπὸ τὸν φόβον των ἐκρύπτοντο οἱ χριστιανοί. Τότε
λοιπόν, προσελθὼν εἰς αὐτὸν ἕνας ἀπὸ τοὺς εἰδωλολάτρας λέγει: Βασιλεῦ, ὑποκάτω
εἰς μίαν κρυπτὴν γέφυραν κάθηται γέρων τις ὀνόματι Βαβύλας, καὶ διδάσκει τὰ τῶν
ἀφρόνων χριστιανῶν παιδία, νὰ σέβωνται μὲν τὸν Ἐσταυρωμένον, νὰ ἀποστρέφονται
δὲ τοὺς θεούς. Παρευθὺς λοιπόν, ἐστάλησαν μετ’ αὐτοῦ στρατιῶται, καὶ ἔφεραν
ἔμπροσθέν του τὸν διδάσκαλον Βαβύλαν ὁμοῦ μὲ τοὺς μαθητάς του,
ὀγδοηκοντατέσσαρας ὄντας τὸν ἀριθμόν. Ὅθεν ὁ Μαξιμιανὸς λέγει πρὸς αὐτόν:
Διατί, ὦ γέρον, εἶσαι τόσον πεπλανημένος, καὶ πιστεύεις ἕνα ἄνθρωπον βιοθανῆ
καὶ κακοθάνατον, τὸν ὁποῖον ἐσταύρωσαν οἱ Ἰουδαίοι; Διατὶ δὲν προσκυνεῖς τοὺς
θεούς, τοὺς ὁποίους προσκυνεῖ ὅλη ἡ οἰκουμένη; Ἤ διατὶ γελᾷς τὰ νήπια τῶν
ἀνοήτων χριστιανῶν, καὶ διδάσκεις αὐτὰ νὰ μὴν προσκυνοῦν τοὺς θεούς; Ὀ Ἅγιος
ἀπεκρίθη: Οἱ θεοὶ τῶν ἐθνῶν, βασιλεῦ, εἶναι δαιμόνια, ὁ δὲ ἰδικός μας Θεὸς
ἐποίησε τοὺς Οὐρανούς. Σὺ δὲ καὶ οἱ μετὰ σοῦ εἰδωλολάτραι, τυφλοὶ ὄντες, δὲν
βλέπετε τὴν ἀλήθειαν.
Ταῦτα
ὡς ἤκουσεν ὁ βασιλεύς, ἤναψεν ἀπὸ τὸν θυμόν. Καὶ εὐθὺς προστάζει νὰ κτυποῦν
τέσσαρες στρατιῶται μὲ πέτρας εἰς τὰς παρειάς, εἰς τὰ πλευρά, καὶ εἰς τὰς
κνήμας τοῦ Ἁγίου· ὁ δὲ Ἅγιος βλέπων τὸ σῶμά του, ὅπου ἐκοκκίνισεν ὅλον ἀπὸ τὸ
αἷμα, ἐφώναξεν: Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἐμὲ τὸν γέροντα καὶ ἀσθενῆ ἔδειξας
δυνατώτερον ἀπὸ βασιλέα νέον καὶ δυνατόν· ὄθεν, ἐπειδὴ εἶπε ταῦτα, διὰ τοῦτο μὲ
τοὺς αὐτοὺς λίθους κτυπᾶται ὁ Ἅγιος κατὰ τοὺς ἀστραγάλους καὶ κατὰ τοὺς ὤμους.
Καὶ ἀφ’ οὗ ἐσυντρίφθησαν ὅλα τὰ ἄρθρα καὶ αἰ ἁρμονίαι τοῦ σώματός του, δέχεται
ἀλυσίδας βαρείας εἰς τὸν λαιμόν. Καὶ οὕτω τίθενται οἱ πόδες του εἰς τὸ
τιμωρητικὸν ξύλον, καὶ κλείεται εἰς φυλακήν.
Τότε,
ἤρχισεν ὁ βασιλεὺς νὰ κολακεύῃ τὰ ὀγδοηκοντατέσσαρα παιδία, καὶ νὰ τὰ παρακινῇ
νὰ θυσιάσουν εἰς τοὺς θεούς. Τὰ δὲ παιδία ἀπεκρίνοντο εἰς αὐτόν παντάπασιν,
ἀλλὰ συχνάκις ἔστρεφον καὶ ἔβλεπον ἄλληλα. Χωρίσας δὲ ἀπὸ αὐτὰ δέκα, τὰ πλέον
μεγάλα, κατὰ τὴν ἡλικίαν, λέγει πρὸς αὐτά: Σεῖς, ὦ τέκνα μου, ὡς φρόνιμα ὅπου
εἶσθε, καταπεισθῆτε εἰς τοὺς λόγους μου, καὶ θυσιάσατε εἰς τοὺς θεούς· καὶ θὰ
κατοικῆτε μὲ ἐμὲ εἰς τὸν ἀνάκτορον διὰ νὰ ἀπολαμβάνητε πολλὰ ἀγαθά. Δύο δὲ ἀπὸ
αὐτά, Ἀμμώνιος καὶ Δονᾶτος ὀνομαζόμενα, εἶπον πρὸς τὸν βασιλέαν: Ἡμεῖς, εἴμεθα
πιστοὶ χριστιανοί, καὶ διὰ τοῦτο δὲν θὰ ὑποφέρωμεν ποτὲ νὰ θυσιάσωμεν εἰς
κωφοὺς καὶ ἀλάλους δαίμονας. Ὅθεν, διὰ τὰ λόγια ταῦτα δέρονται ὑπὸ τῶν
στρατιωτῶν τὰ τοῦ Χριστοῦ ἀρνία. Καὶ δερόμενα, περισσότερον ἀνδρειώνοντο καὶ
ἐφώναζον συνεχῶς: Χριστιανοὶ εἵμεθα, καὶ δὲν θυσιάζομεν, ἀλλὰ ἄς εἶναι ἀνάθεμα
εἰς σὲ καὶ εἰς τοὺς θεούς σου. Τότε προστάζει ὁ τύραννος νὰ δαρθοῦν ὅλα δυνατά,
καὶ νὰ ῤιφθοῦν εἰς τὴν φυλακήν. Καὶ κανεὶς νὰ μὴ δώσῃ ψωμὶ εἰς αὐτά, ἕως οὗ
ἀποθάνουν ἀπὸ τὴν πεῖναν.
Ἔπειτα
προστάζει, νὰ κρεμασθῇ μὲν ὁ διδάσκαλος αὐτῶν Βαβύλας, καὶ νὰ καταξανθῇ μὲ ὠμὰ
νεῦρα βοῶν· ἠρώτα δὲ ἕκαστον παιδίον, ἐὰν ἀρνῆται τὸν Χριστὸν καὶ τὸν
διδάσκαλόν του. Ἐπειδὴ δὲ ἐκεῖνα εἰς τοῦτο δὲν ἐπείθοντο, διὰ τοῦτο ἐπρόσταξεν
ὁ τύραννος νὰ θανατωθοῦν διὰ ξίφους, τόσον αὐτά, ὅσον καὶ ὁ διδάσκαλός των.
Ἀπαγόμενος λοιπὸν ὁ Ἄγιος, ὁμοῦ μὲ τοὺς ὀγδοηκοντατέσσαρας μαθητάς του, εἰς τὸν
τόπον τῆς καταδίκης, ἔψαλλεν ἡσύχως μὲ ἡδονὴν μεγάλην; Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία,
ἅ μοι ἔδωκεν ὁ Θεός. πρῶτος λοιπὸν ὁ θεῖος Βαβύλας ἀπεκεφαλίσθη, κατὰ τὴν
προσταγὴν τοῦ βασιλέως· ἔπειτα ἀπεκεφαλίσθησαν καὶ τὰ παιδία. Χριστιανοὶ δέ
τινες, ἐλθόντες διὰ νυκτός, ἔθηκαν τὰ λείψανα τῶν Ἁγίων ἐντὸς μικροῦ πλοίου,
καὶ τὰ ἔφεραν εἰς τὴν Κωνσταντινούπολιν. Καὶ οὕτω θέσαντες αὐτὰ μέσα εἰς τρία
κιβώτια, τὰ ἐνεταφίασαν ἔξω τοῦ τείχους τῆς Πόλεως κατὰ τὸ βόρειον μέρος, ὅπου
εἶναι Μοναστήριον, Χώρα ἐπονομαζόμενον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας
Ἑρμιόνης, θυγάτηρ τοῦ Ἀποστόλου Φιλίππου τοῦ Διακόνου
Χωρεῖς πρὸς
αὐτοὺς οὐρανοὺς Ἑρμιόνη,
Ἑρμαῖον
εὑρηκυῖα τὴν σωτηρίαν.
Φίλιππος
ὁ ἀγιώτατος Ἀπόστολος, ὀ ἐκ τῶν ἑπτὰ Διακόνων, ὁ τὸν Εὐνοῦχον τῆς Κανδάκης
βαπτίσας, εἶχε θυγατέρας τέσσαρας, περὶ ὧν ὁ Εὐαγγελιστὴς Λουκᾶς εἰς τὰς
Πράξεις μαρτυρεῖ, ὅτι ἦσαν παρθένοι προφητεύουσαι (Πράξ. κα΄. 9). Ἐξ ὧν ἡ
Ἑρμίονη καὶ ἡ Εὐτυχὶς ὑπῆγαν εἰς τὴν Ἀσίαν καὶ ἐζήτουν Ἰωάννη τὸν Θεολόγον. Μὴ
εὑροῦσαι δὲ αὐτόν, ἐπειδὴ καὶ μετέθηκε αὐτὸν ὁ Θεὸς ὡς τὸν Ἐνὼχ καὶ Ἡλίαν,
εὗρον ἀντὶ ἐκείνου Πετρώνιον τὸν μαθητὴν τοῦ Ἀγίου Παύλου. Καὶ διδαχθεῖσαι ἀπὸ
αὐτόν, ἐσπούδαζον νὰ μιμῶνται καὶ τὰς ἀρετὰς καὶ τὴν γνώμην αὐτοῦ. Ἡ δὲ Ἐρμιόνη
μετεχειρίζετο τὴν ἰατρικὴν τέχνην· διὰ τοῦτο καὶ ἔτρεχεν εἰς αὐτὴν πλῆθος
ἀνθρώπων πολύ, καὶ ὅλοι ἰατρεύοντο μὲ τὴν ἐπίκλησιν τοῦ ὀνόματος τοῦ Χριστοῦ.
Ὅταν δὲ ὁ βασιλεὺς Τραϊανὸς διέβαινε διὰ νὰ ὑπάγῃ νὰ πολεμήσῃ κατὰ τῶν Περσῶν,
τότε διεβλήθη εἰς αὐτὸν ἡ Ἁγία Ἐρμιόνη ὡς χριστιανή· ὅθεν παραστήσας αὐτὴν
ἔμπροσθέν του ὁ βασιλεύς, ἐδοκίμαζε νὰ τὴν ἀπατήσῃ μὲ κολακείας, καὶ νὰ τὴν
χωρίσῃ ἀπὸ τὴν πίστιν τοῦ Χριστοῦ· ἀλλ’ ἐπειδὴ νὰ τὴν καταπείσῃ δὲν ἐδυνήθη,
διὰ τοῦτο ἐπρόσταξε νὰ ῥαπίζουν αὐτὴν εἰς τὸν πρόσωπον ὥρας ἀρκετάς, ἀλλ’ ἡ
Μάρτυς, βλέπουσα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καθήμενον ἐν τῷ κριτηρίῳ εἰς
σχῆμα τοῦ Πετρωνίου, συνομιλοῦντα καὶ ἐνδυναμώνοντα αὐτήν, ἐκ τοῦτου ἐνόμιζε τὰ
ῥαπίσματα ὡς οὐδέν· ὅθεν καὶ ὁ βασιλεύς, βλέπων τὸ στερεὸν καὶ ἀμετάβλητον τοῦ
νοός της, καὶ ἐντραπεὶς ἀφῆκεν αὐτήν.
Ἀπὸ
τότε λοιπὸν ἡ Ἁγία Ἐρμιόνη, ἤνοιξεν εἰς τὴν Ἀσίαν ἕν ἱερὸν πανδοχεῖον· καὶ
δεχομένη ὅλους τοὺς ξένους, παρηγόρει αὐτοὺς ψυχικὰ καὶ σωματικά· ἠδύνατό τις
νὰ ἴδῃ, ὅτι ἐκεῖ ἐδοξάζετο ὁ Κύριος καθ’ ἑκάστην ἡμέραν ἀπὸ ἕκαστον ἄνθρωπον,
ἕως οὗ ἀπέθανεν ὁ Τραϊανός. Ἀφ’ οὗ δὲ ἐβασίλευεν Ἀνδριανὸς ὁ γαμβρὸς τοῦ
Τραϊανοῦ, ἐν ἔτει 117, καὶ ἔμαθε τὰ περὶ τῆς Ἁγίας Ἐρμιόνης, εὐθὺς ἔστειλε καὶ
τὴν ἔφερε, καὶ λέγει πρὸς αὐτήν: Λέγε μοι, ὦ γραΐδιον, πόσον ἐτῶν εἶσαι; Καὶ
ἀπὸ ποῖον γένος ὑπάρχεις; Ἡ δὲ Ἁγία ἀπεκρίθη: Ὁ Χριστός μου ἠξεύρει πόσον ἐτῶν
εἶμαι, καὶ ἀπὸ ποῖον γένος ὑπάρχω. Ὁ δὲ βασιλεὺς εἶπεν: Ἐκβάλλετε τὸ παλλίον,
ἤτοι τὸ ἐπανωφόριόν της, καὶ δέρετε αὐτὴν ἄσπλαγχνα λέγοντες: Εἰς ὅ,τι ἐρωτᾷ ὁ
βασιλεύς, ἀποκρίνου μὲ σεμνότητα. Ἐν ὅσῳ δὲ καιρῷ ἐδέρετο ἡ Ἁγία, δὲν ἔλειπεν ὁ
ψαλμὸς ἀπὸ τὸ στόμα της· ἀφ’ οὗ δὲ οἱ δήμιοι ἀπέκαμαν δέροντες, ἐπρόσταξεν ὁ
βασιλεύς νὰ βάλουν περόνια ὑποκάτω εἰς τοὺς πόδας τῆς μάρτυρος, ἐπειδὴ δὲ ἡ
Ἁγία, λαμβάνουσα τὴν βάσανον ταύτην, εὐχαρίστει περισσότερον τὸν Θεόν, διὰ
τοῦτο ἤναψεν ὁ βασιλεὺς ἀπὸ τὸν θυμόν. Καὶ προστάζει νὰ ὑποκαύσουν λέβητα
γεμᾶτον ἀπὸ πίσσαν καὶ θεῖον, καὶ ἄσφαλτον καὶ μολύβι, καὶ οὕτω νὰ ῤιφθῇ μὲσα
εἰς αὐτὸν ἠ Ἁγία· ὅθεν, ἀναβλέψασα εἰς τὸν Οὐρανόν, καὶ ζητήσασα δύναμιν ἀπὸ
τὸν Θεόν, ἐσφράγισε τὸν ἐαυτόν της μὲ τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ οὕτω ἐμβῆκε
μὲσα εἰς τὸν ἀναμμένον λέβητα. Καὶ ὤ τοῦ θαύματος! Παρευθὺς ἔσβησε τὸ πῦρ, καὶ
ἐχύθησαν ἔξω τὸ μολύβι καὶ τὰ λοιπὰ εἶδη· καὶ ἡ μάρτυς ἔμεινεν ἀβλαβής.
Ὁ
δὲ βασιλεύς, βλέπων τὸ τοιοῦτον θαῦμα, ὠργίσθη περισσότερον. Καὶ προστάζει νὰ
καύσουν δεύτερα τὸν λέβητα τόσον πολύ, ὥστε νὰ χωνεύσουν μέσα εἰς αὐτὸν τὰ
κόκκαλα τῆς Μάρτυρος. Τοῦτο δὲ ποιήσαντες οἱ δήμιοι, ἔβλεπον τὴν Ἁγίαν, ὅπου
ἐστέκετο εἰς τὸν μέσον τοῦ λέβητος ὡς νὰ ἐστέκετο μέσα εἰς δρόσον· ἥτις καὶ
εἶπε πρὸς τὸν τύραννον: Βασιλεῦ, ζῇ Κύριος ὁ Θεός! ἄν σὺ μακρὰν αὐτόθι
καθήμενος, δὲν αἰσθάνεσαι τὴν καῦσιν τοῦ λέβητος τούτου, οὐδὲ ἐγὼ αἰσθάνομαι
αὐτήν. Ὁ δὲ βασιλεὺς θαυμάσας εἰς τοῦτο, ἐσηκώθη ἀπὸ τὸν θρόνον του καὶ
ἐπλησίασε. Καὶ ἐγγίσαντος τὴν χεῖρά του εἰς τὸν λέβητα, εὐθὺς ἀπεσπάσθη τὸ
δέρμα καὶ τὰ ὀνύχια τῆς χειρός του.
Τότε,
ἡ Ἁγία ἐφώναξε μέσα ἀπὸ τὸν λέβητα: Μέγας εἶναι ὀ Θεὸς τῶν Χριστιανῶν. Ὁ δὲ
βασιλεὺς τοῦτο ἀκούσας, ἐθυμώθη δυνατά, καὶ προστάζει νὰ καῇ ἕν τηγάνι μεγάλον
ἕως νὰ σπινθηροβολῇ, καὶ μέσα εἰς αὐτὸν νὰ βάλουν γυμνὴν τὴν Ἁγίαν· ὅταν λοιπὸν
ἐμβῆκεν ἡ Ἁγία εἰς τὸ ἀναμμένο τηγάνι, Ἄγγελος Κυρίου, ὁ φυλάττων αὐτήν,
ἐσκόρπισε τὴν φωτίαν ἀπὸ τὸ ἕν καὶ ἀπὸ τὸ ἄλλο μέρος τοῦ τηγανίου. Καὶ τοὺς μὲν
παρευθέντας ἐκεῖ κατέκαυσε, τὴν δὲ Ἁγίαν ἐτήρησε μέσα εἰς τὸ τηγάνι ὡς εἰς
χλοηφόρον τόπον, ὑμνοῦσαν καὶ δοξάζουσαν εὐχαρίστως πρὸς Κύριον.
Τοῦτο
τὸ παράδοξον θαῦμα βλέπων ὁ Ἀνδριανός, ἐτρόμαξε. Καὶ προστάζει νὰ ἐκβάλουν τὴν
μάρτυρα ἀπὸ τὸ τηγάνι, φοβούμενος μήπως κατακαῇ καὶ αὐτὸς εἰς τὸ πῦρ· ὅταν
λοιπὸν ἐξῆλθεν ἡ Ἁγία, λέγει πρὸς τὸν Ἀνδριανόν: Βασιλεῦ, ἤξευρε, ὅτι ὁ Κύριός
μου μὲ ἔκαμε νὰ ὑπνώσω μέσα εἰς τὸ τηγάνι, καὶ λοιπὸν εἶδα εἰς τὸν ὕπνον μου,
ὅτι ἐπροσκύνουν τὸν μεγάλον θεὸν Ἡρακλήν. Ὁ δὲ βασιλεὺς τοῦτο ἀκούσας ἐχάρη.
Καὶ προστάζει αὐτὴν νὰ ἔμβῃ μέσα εἰς τὸν ἐλληνικὸν ναόν. Εἰσελθούσης δὲ τῆς
Ἀγίας καὶ προσευξαμένης εἰς τὸν ἀληθῆ καὶ φιλάνθρωπον Θεόν, εὐθὺς ἔγινε βροντὴ
ἀπὸ τὸν Οὐρανόν, καὶ μαζὶ μὲ τὴν βροντὴν ἔπεσαν ὅλα τὰ εἴδωλα, ὅπου εὐρίσκοντο
εἰς τὸν ναόν, καὶ κατασυντριφθέντα ἔγιναν ὥσπερ κονιορτός.
Τότε
ἡ Ἀγία ἐξῆλθε ἀπὸ τὸν ναὸν καὶ λέγει εἰς τὸν βασιλέα: Ἔμβα, ὦ βασιλεῦ, εἰς τὸν
ναόν, καὶ βοήθησον τοῦς θεούς σου, διότι αὐτοὶ ἔπεσαν, καὶ δὲν ἠμπόρουν νὰ
ἐγερθῶσιν. Εἰσερχόμενος δὲ ὁ βασιλεύς, καὶ βλέπων τὴν συντριβὴν καὶ τὸν
κατακερματισμὸν τῶν εἰδώλων, ἐπρόσταξε νὰ ἀποκεφαλίσουν τὴν Ἁγίαν ἔξω τῆς
πόλεως· ἔλαβον λοιπὸν αὐτὴν Θεόδουλος καὶ Θεότιμος οἱ δήμιοι, καὶ ἐξῆλθον τῆς
πόλεως. Καὶ ἐπειδὴ ὥρμησαν νὰ ἀποκεφαλίσουν αὐτὴν πρὸ τοῦ νὰ προσευχηθῇ,
ἐξηράνθησαν αἱ χεῖρες αὐτῶν· ὅθεν προσπεσόντες εἰς τὴν Ἁγίαν, ἐπίστευσαν
ὁλοψύχως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εὐθὺς ἔγιναν ὑγιείς.
Παρακαλέσαντες δὲ τὴν Ἁγίαν, νὰ προσευχηθῇ καὶ δι’ αὐτούς, ἵνα παραδώσωσι τὰς
ψυχάς των εἰς τὸν Κύριον ἔμπροσθέν της, ἐκοιμήθησαν τὸν αἰώνιον ὕπνον καὶ
ἔλαβον μακάριον τέλος· ἔπειτα καὶ ἡ Ἁγία ἐκοιμήθη εἰς τὸν ἴδιον τόπον. Τινὲς δὲ
εὐλαβεῖς χριστιανοὶ λαβόντες τὰ τίμια αὐτῶν λείψανα ἐνεταφίασαν αὐτὰ εἰς τὴν
πόλιν τῆς Ἐφέσου, ἐν τόπῳ σεμνῷ καὶ τιμίῳ, εἰς δόξαν Πατρός, Υἱοῦ, καὶ Ἁγίου
Πνεύματος. Ἀμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Θεότιμος καὶ Θεόδουλος, οἱ δήμιοι, ἐν εἰρήνῃ
τελειοῦνται.
Θεότιμος
τέθνηκε σὺν Θεοδούλῳ,
τιμὴν σὺν
αὐτῷ δουλικὴν δοὺς Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Κεντυρίωνος, Θεοδώρου, Ἀμμιανοῦ, Ἰουλιανοῦ
καὶ Ὠκεανοῦ
Ὁ Κεντυρίων
πῦρ πόθου θείου πνέων,
ψυχὴν
προθύμως εἰς τὸ πῦρ ἀποπνέει.
Τριττοῖς
ἀθληταῖς, ἡ πυρὰ κλῖμαξ ξένη,
δι' ἧς
ἀνῆλθον οὐρανοῦ πρὸς τὸ πλάτος.
Οὗτοι
οἱ Ἅγιοι, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν βασανίζονται. Πρῶτον μὲν διαφόρους
βασάνους ὑπὸ Μαξιμιανοῦ βασιλέως ἐν ἔτει 288, ἔπειτα ῥίπτονται μὲσα εἰς λουτρὸν
ἀναμμένον, καὶ διαφυλαχθέντες ἀβλαβεῖς ὑπὸ θείου Ἀγγέλου, κόπτονται τοὺς πόδας
μὲ πέλεκυν· καὶ ῥιφθέντες μέσα εἰς τὴν πυράν, τελειοῦνται ἐν Κυρίῳ.
Τῇ αὐτῇ, ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης,
Ζαρβήλου (ἢ Σαρβήλου), Θαθουήλ, καὶ Βεβαίας.
Ὑπῆρχε
Χριστὸς τῷ Πετρωνίῳ πέτρα,
ἀνωτέρῳ
μένοντι πειρασμῶν βίας.
Ὅπερ δι’
ἐυχῆς εἶχε σαρκὸς τὴν λύσιν,
ἰδοὺ δι’
εὐχῆς λαμβάνει Χαριτίνη.
Τμηθέντες
ἄμφω Θαθουὴλ καὶ Βεβαία,
Ζωὴν βεβαίαν
εὗρον ἀντ᾿ ἐψευσμένης.
Βέβηλον ὁ
Ζάρβηλος οὐ σέβων σέβας,
ἀνδρῶν
βεβήλων χερσὶ βάλλεται λίθοις.
Οὗτοι
οἱ Ἅγιοι ἦσαν εἰς τὸν καιρὸν Ἀδριανοῦ βασιλέως ἐν ἔτει 117, ἀπὸ τοὺς ὁποίους, ὁ
Θαθουὴλ ἦτον ἱερεὺς τῆς δαιμονικῆς πλάνης. Διδαχθεὶς δὲ ἀπὸ ἕνα Ἐπίσκοπον,
προσέδραμε εἰς τὴν πίστιν τοῦ Χριστοῦ· ὅθεν διὰ τὴν αἰτίαν ταύτην δέρεται μὲ
ῥαβδία ἀπὸ Αὔγαρον τὸν Τοπάρχην, καὶ καίεται εἰς τὰ ὄμματα. Εἶτα, δεθεὶς ὁπίσω
τὰς χεῖρας, πλήττεται εἰς τὴν κοιλίαν. Κρεμασθεὶς δὲ ἀπὸ τὴν μίαν χεῖρα, ξέεται
καὶ καίεται ὑποκάτω μὲ πῦρ· ἔπειτα, τεθεὶς εἰς ὄργανον μηχανικόν, πριονίζεται
ἀπὸ τὴν κεφαλήν. Καὶ φονεύονται μὲ μάχαιραν, ὁμοῦ μὲ τὴν ἀδελφήν του Βεβαίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Τριῶν Χιλιάδων Ἑξακοσίων Εἰκοσιοκτὼ Μαρτύρων τῶν ἐν
Νικομηδείᾳ
Ἑξακοσίους
Χριστὲ καὶ τρισχιλίους,
σὺν συνάθλοις
ἥνωσας Ἀγγέλοις ἄνω
Οὗτοι
οἱ Ἅγιοι εὐρέθησαν κεκρυμμένοι εἰς βουνὰ καὶ σπήλαια τῆς Νικομηδείας ἐν ἔτει
290, τοὺς ὁποίους, ἀφ’ οὗ πρότερον ἐβασάνισεν ὁ βασιλεὺς Μαξιμιανὸς μὲ
διαφόρους βασάνους, τελευταῖον τοὺς ἐθανάτωσε. Καὶ οὕτω ἔλαβον τῆς ἀθλήσεως
τοὺς ἀμαράντους στεφάνους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Ἀνθίμου τοῦ ἐν Κεφαλληνίᾳ
Ἄνθιμος
ἀνθήσας ἐν οἴκῳ Κυρίου,
ἀνθεῖ
θαυμάτων τὴν μυρίπνοον χάριν.
Ὁ
Ὅσιος οὗτος ἐγεννήθη ἐν Ληξουρίῳ Κεφαλληνίας τὸ ἔτος 1727 ἐκ γονέων εὐσεβῶν, τὸ
ἐπώνυμον Κουρούκλη λαβὼν, ἐν τῷ Ἁγίῳ Βαπτίσματι τὸ ὄνομα Ἀθανάσιος. Ἑπταετὴς
ἐτυφλώθη ἐκ τῆς τότε ἐνσκηφάσης ἐπιδημίας τῆς εὐλογίας. Θαυματουργικώς, μετὰ
τὴν τέλεσιν τεσσαρακονταλειτούργου ὑπὸ τῆς εὐσεβοῦς μητρὸς τοῦ ἐν νηστεία καὶ
προσευχὴ εἰς τὸν Ἱερὸν Ναὸν τῶν Ἁγίων Ἀποστόλων ἐπανέκτησε τὸ φῶς διανοιγέντος
τοῦ ἑνὸς ὀφθαλμοῦ. Μετῆλθεν ἐπ᾿ ὀλίγον τὸ ναυτικὸν ἐπάγγελμα, οἷον ἤσκει ὁ
πατὴρ τοῦ, κατὰ τὴν διάρκειαν τοῦ ὁποίου ἀπώλεσε τὴν ὅρασιν ἡ ἐμειώθη εἰς τὸ
ἐλάχιστον. Εἰς ἡλικίαν 2025 ἐτῶν ἐκάρη Μοναχὸς πιθανῶς εἰς Ἱ. Μονὴν Ἁγ.
Παρασκευῆς Λεπέδων Κεφαλληνίας καὶ ἐν συνεχείᾳ μετέβη εἰς Ἅγ. Ὅρος λαβὼν τὸ
μέγα σχῆμα. Ἀσκηθεῖς ἐν αὐστηρότητι ἐπὶ τινα ἔτη, ἀνεχώρησε ἐκεῖθεν καὶ διελθὼν
τὴν Χίον, Σίφνον, Πάρον καὶ ἄλλας νήσους τῶν Κυκλάδων, ἔφθασεν εἰς Παλαιστίνην
πρὸς προσκύνησιν τῶν Ἁγίων Τόπων. Ἔκτοτε ἀρχίζει ἡ Ἱεραποστολικὴ τοῦ δρᾶσις εἰς
τὰς Νήσους τοῦ Αἰγαίου καὶ τὴν Πελοπόννησον, καθ᾿ ἧν ἐκήρυττεν καὶ ῲκοδόμει
Μονάς. Ἔδρασεν εἰς Καστελλόριζον ὅπου ἔκτισε περίλαμπρον Ἱ. Μονὴν ἀνδρῶαν τοῦ
Ἁγ. Γεωργίου καὶ εἰς Ἀστυπάλαιαν ὅπου ἀνήγειρεν Μονὴν γυναικείαν ἐπ᾿ ὀνόματι
τῆς Ὑπ. Θεοτ. τῆς Πορταϊτίσσης. Διὸ τὰς δύο ταύτας Μονὰς ᾐτήσατο ἐκ τοῦ
Πατριαρχικοὺ Θρόνου τὴν Σταυροπηγιακὴν ἀξίαν, ἥτις καὶ παρεχωρήθη αὐτῷ διὰ τοῦ
Σιγγιλίου ἐπὶ ἀοιδίμου Πατριάρχου Ἰωαννικίου Γ᾿ , ἔνθα εὐφήμως μνημονεύεται ὁ
βιογραφούμενος Ὅσιος Ἄνθιμος. Τελέσας πλεῖστα θαύματα καὶ νουθετήσας τοὺς
πιστοὺς, ἰδίᾳ ἐν Ἀστυπαλαίᾳ, ἀνεκηρύχθη ὑπ᾿ αὐτῶν μετὰ τὴν ἐκδημίαν Τοῦ ὡς
προστάτης καὶ τιμᾶται ὡς Πολιοῦχος ἐν τῇ νήσῳ ταύτῃ.
Μετὰ
τοὺς καταστρεπτικοὺς σεισμοὺς τῶν ἐτῶν 1766-67 ἐν Κεφαλληνία ἐπεσκέφθη τὴν
νῆσον πρὸς ἠθικὴν ἐνίσχυσιν τῶν πασχόντων, ἐγκατασταθεὶς ἐν τῇ ἠρειπωμένῃ Ἱ.
Μονὴ Ἁγ. Παρασκευῆς τῶν Λεπέδων, ἥν ἐκ βάθρων ἀνεκαίνισεν, μετέτρεψεν ταύτην
εἰς κοινόβιον γυναικεῖον. Ἐκ τῆς Μονῆς ταύτης περιώδευσεν εἰς Πελοπόννησον, τὴν
Κρήτην, Κύθηρα καὶ ἄλλας νήσους τῶν Κυκλάδων. Εἰς τὰς τελευταίας δὲ ταύτας
νήσους ἀνήγειρεν Ι. Μονάς. Ἐν Σφακίοις Κρήτης τὴν τοῦ Ὁσίου Ἀντωνίου, ἐν
Κυθήροις τοῦ Τιμίου Προδρόμου, καὶ ἐν Σικίνῳ τῆς Ζωοδόχου Πηγῆς, τελέσας πλεῖστα
θαύματα καὶ διδάξας τοὺς πιστούς.
Ἐχρηματίσθη αὐτῷ ὁ χρόνος τῆς ἐκδημίας τοῦ καὶ ἐπιστρέψας εἰς τὴν Ἱ. Μονὴν Ἅγ. Παρασκευῆς Λεπέδων καὶ νουθετήσας τὰς καλογραίας τῆς Μονῆς, ἐκοιμήθη τὴν 4 Σεπτεμβρίου τοῦ ἔτους 1782 καὶ ἐτάφη ἐκεῖ. Ὁ βιογραφούμενος Ὅσιος ἐκοσμεῖτο καὶ ὑπὸ προορατικοῦ χαρίσματος καὶ ἑαυτὸν ἐδουλαγώγει διὰ αὐστηρῶν πνευματικῶν καὶ σωματικῶν ἀσκήσεων. Οὕτως ἐτελειώθη ὁ Μοναχὸς Ἄνθιμος Κουρούκλης, ἀναδειχθεὶς ἀσκητῆς καὶ ἱεραπόστολος τῆς Ἐκκλησίας.
Ἐχρηματίσθη αὐτῷ ὁ χρόνος τῆς ἐκδημίας τοῦ καὶ ἐπιστρέψας εἰς τὴν Ἱ. Μονὴν Ἅγ. Παρασκευῆς Λεπέδων καὶ νουθετήσας τὰς καλογραίας τῆς Μονῆς, ἐκοιμήθη τὴν 4 Σεπτεμβρίου τοῦ ἔτους 1782 καὶ ἐτάφη ἐκεῖ. Ὁ βιογραφούμενος Ὅσιος ἐκοσμεῖτο καὶ ὑπὸ προορατικοῦ χαρίσματος καὶ ἑαυτὸν ἐδουλαγώγει διὰ αὐστηρῶν πνευματικῶν καὶ σωματικῶν ἀσκήσεων. Οὕτως ἐτελειώθη ὁ Μοναχὸς Ἄνθιμος Κουρούκλης, ἀναδειχθεὶς ἀσκητῆς καὶ ἱεραπόστολος τῆς Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Γεωργίου
τουπικλῆν Καρασταμάτη, ἐξ Ἁγίας Παρασκευής Κρήνης Μικρᾶς Ἀσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Νεομάρτυρος
Θεοδώρουν τοῦ Μυτιληναίου, ἐν ἔτει 1967.
Ἐκ λαγόνων
γῆς, ἱερῶς ἀνεγάνη,
ἡ σὴ νῦν
σορὸς λειψάνων, Νεομάρτυς.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ωδὴ
ζ΄. Ἔκπνοον πρόσταγμα τυράννου.
Σὺ
τὸν ἐγκάρσιον, θεσπέσιε Μωσῆ, ὄφιν ἐστήλωσας, ἄψυχὸν ποτὲ ἐν τῇ ἐρήμῳ
θεραπευτήν, τὸν σὸν λαὸν τὸν ἀγνώμονα, γυμνάζων ἐντεῦθεν, εἰς προσκύνησιν τοῦ
σταυρωθέντος, καὶ τὸν ὄφιν κτείναντος, καὶ σώσαντος τοὺς ψάλλοντας· Ὁ
Ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ταύτην
τὴν ποίμνην σου, σκηνῆς τῆς παλαιᾶς οὖσαν ἀντίτυπον, σῶζε πειρασμῶν, καὶ
πολυτρόπων ἐξ ἀναγκῶν, τειχίζων ταύτην τῇ μεσιτείᾳ σου, καὶ τῇ ἐποπτείᾳ Μωσῆ
πάνσοφε. Καὶ γὰρ ἐνταῦθα τῷ Θεω ὡμιλήσας, καὶ ψάλλων διετέλεσας· Ὁ Ὑπερύμνητος
τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἵλεων
ἔργασαι, εὐχαῖς σου τὸν Χριστὸν θεομακάριστε, ὅν ἐν τω Θαβὼρ Θεὸν ἀνήγγειλας
ἀληθῆ, καὶ τὴν λαχοῦσάν σοι ποίμνην φύλαξον, ὡς πάλαι λαοῦ σου ἐν μέσῳ ἔστησας,
κρίμα θανάτου τοῦ παραπικράναντος, καὶ ψάλλειν μὴ συνήσαντος· Ὁ Ὑπερύμνητος τῶν
Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὅτε
ἑώρακας, τὴν πάλην Ἰακὼβ μακαριώτατε, ἔγνωκας Θεὸν μετὰ ἀνθρώπων εἰλικρινῶς,
καὶ τοῦ λαοῦ σου τὴν ἔννοιαν χωλάνασαν εἶδες. Διὸ εὔθυνον ἡμῶν τρίβους, πρὸς
ζωὴν ἐνάρετον, καὶ σῶσον ἀναμέλποντας· Ὁ Ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν Θεὸς
εὐλογητὸς εἶ.
Ἕτερος.
Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Τῇ ἀπλότητι παμμάκαρ τῆς
καρδίας σου, καὶ καθαρότητι, τῆς ιερᾶς σου ψυχῆς, ἐμφόβως πρὸς Κύριον, ἔφης εἰ
ἔγνως με, νῦν παρὰ πάντας, Λόγε γνωστός μοι φάνηθι, ὅπως ὄδω σου τὴν δόξαν.
Ἡδυνθείς σου τῆς ψυχῆς τῇ
καθαρότητι, σὲ κατενώπιον μάκαρ παντὸς τοῦ λαοῦ, Θεὸς τῆς φωνῆς αὐτοῦ, ἀκούει
ἵστησιν, ὡς αἰδέσιμον, πᾶσιν ὁρῶσι δείξῃ σε, καὶ φρικτὸν τὸν αὐτοῦ μύστην.
Νομοθέτην παραδόξων
δυσεφίκτων τε, θεομακάριστε, διαταγμάτων αὐτοῦ, Θεός σε ἀνέδειξε, καὶ εἰς
ἐπίγνωσιν, θείας χάριτος, καθοδηγοῦντα ἔνδοξε, τὸν λαὸν αὐτοῦ ἐμφρόνως.
Θεοτοκίον.
Πικρογόνους ἁμαρτίας σὺ
μετέβαλες, μόνη κυήσασα, τὸν γλυκασμὸν τοῦ παντός. Σὲ γὰρ προετύπωσεν, ἠ ῥάβδος
Πάναγνε, ἡ γλυκάνασα, πάλαι Μεῤῥᾶς τὰ νάματα, ἐν χειρὶ τῇ τοῦ Μωσέως.
ᾨδὴ
η΄. Εὐλογεῖτε παῖδες.
Νεύματι
ὁ πάντων φέρων Ἅγιε, σὲ προειδὼς ἐκ μήτρας, ἡγίασέ σε, θέμενος ἀρχετυπίαν, ἐναρέτου
βίου, ἐν μετεώρῳ τῆς γῆς, ὅθεν ἁρμονίαν πλουτοῦντες ἀναβοῶμεν, ὕμνον τρισάγιον
εἰς τοὺς αἰῶνας.
Αἵματος
ἀθώου χεομένου μακάριε, καὶ τῶν βρεφῶν ἀδίκως ἀναιρουμένων, ἐκ τυραννικῆς
ἀνοίας, τῆς μητρὸς ὠδῖνας, λύεις τικρόμενος, καὶ τῆς Ἐκκλησίας τὸ βάπτισμα
διαγράφεις, ἐν τῷ ἐκτίθεσθαι παρὰ τὸ ὕδωρ.
Ἰοβόλον
ὄφιν τὸν τὴν Εὔαν πτερνίσαντα, ἐν τῇ ἐρήμῳ πάνσοφε θριαμβεύεις, χάλκεον αὐτὸν
στυλώσας. Τὰς γὰρ χαμαιζήλους ὁρμὰς τοῦ σώματος, δι’ ὐπερβαλλούσης ἀσκήσεως
ἀποκτείνας, ζωὴν διήνυσας οὐρανοδρόμον.
Θεοτοκίον.
Νέμοις
σαῖς πρεσβείαις, τῆς εἰρήνης τὸν Ἄγγελον, ὡς τὸν λαόν σου πάλαι περιφρουροῦντα,
ταύτην τὴν σεπτήν σου ποίμνην, τὴν ἐγκαυχωμένην τῷ σῷ ὀνόματι, καὶ καθιδρυμένην
ἐν τόπῳ, ἐν ᾧ προεῖδες τῆς Θεομήτορος τὸ μέγα θαῦμα.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Ῥάβδῳ σου καὶ πέτρα
ῤασπισθεῖσα Θεόπτα, ἐκ παραδόξου πρὶν ἐξέβλυσε, ῥεύματα ποτάμια, καὶ λαὸν
ἐκόρεσε, καὶ αὐχμηρίαν ἔλυσε, Μωσῆ ψυχόλεθρον. Τὸν τύπον τοῦ Σταυροῦ γὰρ
ἐδήλου, δι’ οὗ κατηρδεύθη πᾶσα πιστῶν καρδία.
Ὅπλον τοῦ Σταυροῦ πρὸς
ἀντιπάλους, τῷ θείῳ προχαράξας μάκαρ σώματι, χεῖρας διεπέτασας, σταυρικῶς
πανόλβιε, καὶ Ἀμαλὴκ τὸν ὐπερήφανον, καὶ πᾶσαν τὴν αὐτοῦ δυναστείαν, ἔθραυσας
δυνάμει τοῦ Σταυρωθέντος Λόγου.
Φρύαγμα δεινὸν τοῦ
ἀρχεκάκου, θρασέως ἀντιλογοῦντος πρὶν κατήσχυνε, Μιχαὴλ ὁ μέγιστος, ἄρχων
ἱερώτατε, τῶν οὐρανίων τάξεων συστρατηγῶν σοι ποτέ, ὡς ὤφθη καὶ φρουρὸς τοῦ σοῦ
σκήνους, τὴν ὀφρύν τε τούτου κατέβαλεν ἐνδίκως.
Θεοτοκίον.
Ῥάβδος Ἀαρὼν ἡ πρὶν
ἀνίκμως, βλαστήσασα προεδήλου σὲ Πανάμωμε, τὴν ἀσπόρως τέξασα, ἄνθος τὸ
ἀμάραντον, τὸ ταῖς σκιαῖς τῆς χάριτος τὴν κτίσιν ἅπασαν, καλύψας καὶ τὸν
καύσωνα πάντας, τῆς πολυθείας ἐξάραν θείῳ σθένει.
ᾨδὴ
θ΄. Μυστικὸς εἶ Θεοτόκε.
Ὦ
Μωϋσῆ Θεοῦ θεράπων ἰέμενος, τῆς ζωηφόρου καὶ θείας ἀστραπῆς, τὸν γνόφον
διελθῶν, τῶν ἀγίων ἰχνῶν ἐπορεύθης ὀπίσω. Διὸ τοὺς ὑμνοῦντάς σε, μιμητάς σου
πρεσβείαις ἀνάδειξον.
Σήμερον
χαίρει σου ἡ ποίμνη τῇ μνήμῃ σου, πανηγυρίζουσα πάνσοφε φαιδρῶς, ἐν ᾗ πρὸς τὸν
Θεὸν ἐπορεύθης, λιπὼν τὸ γεῶδες σαρκίον, ἀλλὰ μὴ διαλίπῃς πρέπων αὐτὴν τῇ
μεσιτείᾳ σου.
Ἡ
Τρισυπόστατος Θεότης ἐμπλήσασα, τῆς σῆς αὐγῆς τὸν Προφήτην σου Μωσῆν, ἐξῆρας
δι’ αὐτοῦ τὴν βαθεῖαν ἐκ γῆς, καὶ πολύθεον νύκτα. Αὐτοῦ ταῖς ἱκεσίαις, καὶ ἠμῶν
τὴν ζωὴν γαλήνης πλήρωσον.
Θεοτοκίον.
Νικητικὰ
βραβεῖα δίδου τοῖς δούλοις σου, Θεοκυήτωρ Παρθένε Μαριάμ, κατὰ τοῦ πονηροῦ, ὅτι
σὺ τῶν πιστῶν τῆς καυχήσεως στέφος, ἵνα σε κατὰ χρέος, εὐφημοῦμεν ἀεὶ καὶ
μεγαλύνωμεν.
Ἕτερος.
Ἅπας γηγενής.
Ὄρει ἐπιβάς, Θεόπτα τῷ
πνεύματι, εἶδες πραέων τὴν γῆν, τοῦ Θεοῦ προστάξαντος, ἐπαγγελίας δὲ
κατενόησας, πανευσεβῶς πανόλβιε, πάσαν τὴν γῆν αἰσθητῶς, μεταστὰς δέ, νῦν πρὸς
τὰ οὐράνια, σὺν Ἀγγέλοις αὐλίζῃ μακάριε.
Νεύματι σοφέ, τοῦ φέροντος
ἅπαντα, καὶ μετὰ θάνατον, ἤχθης καὶ παρέστηκας, σὺν τῷ Θεσβίτῃ καὶ κατενόησας,
οὐχ ὡς τῇ πέτρᾳ πρότερον κρύβεις θεόσοφε, καὶ αὐτόπτης γέγονας θεόπνευστε, τῆς
Θεοῦ πρὸς ἀνθρώπους ἐλεύσεως.
Ὤφθης θεατής, Θεοῦ πρὸ
σαρκώσεως, καὶ μετὰ σάρκωσιν, εἶδες ἅπερ ἔβλεψεν, οὐδεὶς τῶν πάλαι οὐδὲ
ἀκήκοεν, ἀλλ’ σεμνῶς προσβλέψας μοι, νῦν δεομένῳ σου, τῆς φωνῆς μου ἄκουσον
θεόπνευστε, καὶ πταισμάτων μοι δίδου τὴν ἄφεσιν.
Θεοτοκίον.
Στάμνον σε χρυσῆν, καὶ
πλάκα καὶ τράπεζαν προδιεγράψατο, Μωϋσῆς Πανάμωμε, καὶ βάτον Κόρη ὅλην
πυράφλεκτον, ὧν νῦν ἠμεῖς τὴν ἔκβασιν πιστῶς θεώμενοι, Θεοτόκον εὐσεβῶς
δοξάζομεν, ὡς Θεὸν τῶν ἁπάντων γενήσασα.
Ἐξαποστειλάρια.
Φῶς ἀναλλοίωτον Λόγε.
Σὺ
τὸν Ουρανῶν ἄρτον, ἐπόμβρησας ἐν ἐρήμῳ, τροφῆς ἁγίας Θεόπτα, διάκονος
χρηματίσας, καὶ νῦν ἡμᾶς ταῖς εὐχαῖς σου, δεῖξον μετόχους, τῆς οὐρανῶν
Βασιλείας.
Διὰ
ζωῆς ἀνοιγμένης, καὶ μεταρσίου πορείας, εἰς τὴν Οὐράνιον λῆξιν, κατέπαυσας
θεοφόρε, ὅθεν ἡμᾶς ἀπευθύνεις, εἰς τοὺς λιμένας, τῆς ἀληθοῦς κληρουχίας.
Θεοτοκίον.
Ἡ
Βάτος ἐν τῷ Σιναίῳ, σὲ προετύπου Παρθένε, τὸ πῦρ τῆς θείας Οὐσίας, ἀφλέκτως
ἐγγυμονοῦσα, διὸ ἡμᾶς τοὺς σοὺς δούλους, ποίησον οἴκους, τοῦ Πνεύματος τοῦ
Ἁγίου.
Εἰς
τοὺς Αἴνους, ἦχος δ΄. Ως γενναῖον ἐν Μάρτυσιν.
Ἐν
θυέλλῃ τὸν ἄσαρκον, καὶ ὲν γνόφῳ τὸν ἄϋλον, Μωϋσῆ τεθέασαι ὡς χωρεῖν ἰδεῖν,
θεοειδὴς δὲ γενόμενος, τῇ δόξῃ τῇ κρείττονι, τῷ σαρκίνῳ Ἰσραήλ, νομοθέτης
κεχείρισαι, ἀλλ’ οὐ πέφυκε, νοῦς γεώδης τοῖς θείοις ἐμβατεύειν, ἡ γὰρ χάρις τοῖς
ὁρώσι, τὰ λίαν κρείττονα δίδοται.
Ἱερεὺς
ἐννομώτατος, στρατηγὸς γενναιότατος, τῷ παραπικραίνοντι ἀναδέδειξαι, Μωσῆ
μαστίζων τὴν Αἴγυπτον, τῇ ῥάβδῳ δὲ θάλασσαν, διαιρῶν τὴν ἐρυθράν, καὶ βυθίζων
ἀλάστορα, καὶ ὑψαύχονα, Φαραὼ σὺν τριστάταις, καὶ διάγων ἐν ἐρήμῳ καὶ ἐκτρέφων,
τὸν Ἰσραὴλ τὸν ἀγνώμονα.
Μωϋσῆ
τὸ ὑπόδημα, τῶν ποδῶν λῦσον τάχιστα, ὁ γὰρ τόπος ἅγιος, ὅν πεπάτηκας, μήτι
νεκρώσας σύμβολον, ὀν σοὶ περιφέροιτο, ἐν γὰρ βάτῳ καὶ πυρί, μυστικῶς σοὶ
ὀπτάνεται, τὰ παράδοξα, τῆς Θεόπαιδος Κορης ἐν τῷ ὄρει, τῲ Χωρὴβ ὁ χρηματίζων,
τῷ νομοθέτῃ ἐφθέγγετο.
Μωϋσῆς
ὁ θαυμάσιος, ἐλλαμφθεὶς θείῳ πνεύματι, καθαρῶς τῷ κτίσαντι προσωμίλησε, καὶ
βάτον εἶδε πυράφλεκτον, τοῦ Λόγου τὴν ἄῤῥητον, συγκατάβασιν ἡμῖν, προδηλοῦσαν
σαφέστατα, καὶ ἐκόλα σε, πᾶσαν Αἴγυπτον ῥάβδῳ, προτυπώσας, τοῦ Σταυροῦ τὴν
δυναστείαν, καὶ Ἀμαλὴκ ἐτροπώσατο.
Δόξα,
ἦχος πλ. δ΄.
Τῶν
Προφητῶν τὸν ἀκρέμονα, καὶ παμφαῆ ἀστέρα τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν
πιστοί, Μωσέα τὸν νομοθέτην, καὶ Χριστῷ ἐκβοήσωμεν μελωδικῶς· εὔσπλαγχνε Κύριε,
παράσχου τῷ λαῷ σου, ἱκεσίαις τοῦ σοῦ Προφήτου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν
θεοπτικώτατον οἱ πιστοί, Προφητῶν τὸ κλέος, τὸν ἐν ὄρει πάλαι Σινᾶ, Θεῷ
συλλαλοῦντα, ἐν γνόφῳ καὶ ἐν βάτῳ, καὶ Νόμον διδαγμένον, Μωσῆν τιμήσωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου