Σάββατο 30 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 14. ΟΣΙΟΣ ΚΟΣΜΑΣ ΠΟΙΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΔ΄!!
ΚΟΣΜΑΣ ΟΣΙΟΣ ΠΟΙΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Κοσμᾶ ὁ Τριάδος τῆς σεπτῆς, αἴγλῃ ἐλλαμπόμενος, φωστὴρ τοῦ Πνεύματος πάμφωτε, καὶ ἀμαρύγμασιν, ὕμνων σου παντέρπνων, καταυγάζων σύλλογον, πιστῶν Θεὸν αἰνούντων ἀείποτε, ἡμῶν διάλυσον, τῆς χαμαιζηλίας ζόφωσιν, καὶ τὸ σκότος, παθῶν τὸ ψυχόλεθρον.

Κοσμᾶ τοῦ σεπτοῦ Δαμασκηνοῦ, Ἰωάννου σύνοικε, καὶ ἀσκητοῦ Λαύρας Ὅσιε, Σάββα τοῦ ἔμφρονος, Ἁγιοπολίτης, ὁ ὀνομαζόμενος, καὶ πέλων κληρονόμος θειότατος, τῆς ἄνω πόλεως, Ἐκκλησίας στῦλος πέφηνας, καὶ χειμάῤῥους, χαρίτων πολύῤῥυτος.

Κοσμᾶ μελῳδὲ Μαϊουμᾶ, Ἱεράρχα ἔνθεε, ὁ μυηθεὶς τὰ ἀπόῤῥητα, καὶ εἰς τοῦ Πνεύματος, ὁ εἰσδὺς τὸν γνόφον, ᾄσματα συνέθεσας, μελίῤῥυτα καὶ τὴν καλλιέπειαν, Πάτερ θειότατε, μουσικὴν σὺ διεσάφησας, ὁ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κοσμᾶ θείου Πνεύματος πυρσέ, ἀστραπαῖς τῶν ὕμνων σου, τῶν ἱερῶν κατεφώτισας, κόσμου τὰ σύμπαντα, ὡς συνδεδεμένος, τῇ πηγῇ μακάριε, φωτὸς τοῦ ἀϊδίου τῷ Κτίσαντι, Χριστῷ φωτόλαμπρος, ὅλος γέγονας καὶ χάριτος, θείας πάσας ἀκτῖνας ἐξήστραπτες.

Δόξα. Ἦχος β΄.
Τὸν θετὸν ἀδελφὸν Δαμασκηνοῦ Ἰωάννου, τὸν αὐτῷ ἁμιλλώμενον τῇ συγγραφῇ ὕμνων, καὶ ἀναβάσει τῆς τῶν ἀρετῶν κλίμακος, Κοσμᾶν τὸν Ἁγιοπολίτην τιμήσωμεν εὐσχημόνως, καὶ αὐτῷ ἐκ μέσης καρδίας εἴπωμεν· ὁ οὐρανοπολίτης γενόμενος, καὶ τοῦ ἀδελφοῦ σου ἰσότιμος τῇ δόξῃ, μὴ παύσῃ σὺν αὐτῷ Χριστὸν ἱλεούμενος, τοῖς σὲ ἐν ὕμνοις τερπνοῖς μακαρίζουσι.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις σεπτὲ Κοσμᾶ, λαμπρὲ ᾀσματογράφε, Χριστοῦ τῆς Ἐκκλησίας, οὗ τὴν γραφίδα χάρις, τοῦ Πνεύματος ἐκίνησεν.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Χαῖρε Μαϊουμᾶ, ὁ θεῖος Ἱεράρχης, Κοσμᾶ πνευματοφόρε, ὁ ἐπὶ σὲ ἑλκύσας, ἀφθόνως Πνεῦμα Ἅγιον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαῖρε ὁ ἀσκητής, τῆς Λαύρας θείου Σάββα, καὶ ποιητὴς ᾀσμάτων, μελισταγῶν καὶ ὕμνων, Κοσμᾶ πνευματοφόρητε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, ὁ τὸν Κοσμᾶν φωτίσας, συγγράψαι θείους ὕμνους, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς λαμπρὰ καὶ πάνσεπτε.

Καὶ νῦν. Θεοτοκίον.
Φώτισον τὰς ὁδούς, ἐζοφωμένων δούλων, τῆς χάριτός Σου Μῆτερ, Θεοῦ τοῦ φωτοδότου, Κυρία Μητροπάρθενε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸ θεόφθογγον στόμα καὶ αὐλὸν τὸν γλυκύλαλον, τὴν πνευματοφόρον κινύραν καὶ τὸ εὔηχον ὄργανον, τιμήσωμεν συμφώνως οἱ πιστοί, Κοσμᾶν τὸν μελουργὸν καὶ ποιητήν, τὸ τῆς χαρίτος δοχεῖον, τὸ τιμαλφὲς καὶ πίστει ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐμπιπλῶντι εὐσεβεῖς, πνεύματι ζέοντι.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον ἅμιλλαν διατυπῶν ἐν σαρκί, ἐπίγειον αἴνεσιν τῷ ἐν ὑψίστοις Θεῷ, πανσόφως συνήρμοσας, σὺ γὰρ ὥσπερ κιθάρα, τῆς εὐσήμου σοφίας, ἤνεσας ὑψηγόρως, τοῦ Σωτῆρος τὴν δόξαν. Διὸ σὲ Κοσμᾶ θεηγόρε, ὕμνοις γεραίρομεν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ταῖς ἀκτῖσι τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν,φωτοφόρος γέγονας, Ἀξιάγαστε, καταφαιδρύνων τὰ σύμπαντα, τῷ κάλλει τῶν λόγων σου, καὶ διδάσκων ἀνυμνεῖν, τοῦ Σωτῆρος τὰ θαύματα, ἃ εἰργάσατο, θεϊκῇ δυναστείᾳ, καὶ τὰ πάθη, ἃ ὑπέστη ἑκουσίως, ὑπὲρ ἡμῶν ὡς φιλάνθρωπος. 

Ἐκκλησία λαμπρύνθητι, καὶ τὰ τέκνα σου κάλεσον, ὑψηλῷ κηρύγματι, συνευφραίνεσθαι· ἡ γὰρ κιθάρα τοῦ Πνεύματος, ἡ λύρα ἡ ἔνθεος, συγκαλεῖται μυστικῶς, εἰς ἑστίασιν ἅπαντας, τὰ μελλίρρυτα, καὶ θεόφθεγκτα ταύτης τῶν ᾀσμάτων, μελῳδήματα προθεῖσα, Κοσμᾶς ὁ θεῖος καὶ ἔνδοξος. 

Σάλπιξ γέγονας Ὅσιε, κελαδῶν τὰ σωτήρια, τοῦ Χριστοῦ παθήματα, καὶ τὰ θαύματα, καὶ τῆς Πανάγνου τὴν κοίμησιν, καὶ πάντας εὐφραίνουσα, ἡδυφθόγγοις σου Κοσμᾶ, καὶ εὐήχοις τοῖς ῥήμασι· διὸ πάντες σε, κατὰ χρέος τιμῶμεν ἀνυμνοῦντες, τὴν πανεύφημον καὶ θείαν, καὶ ἱεράν σου μετάστασιν. 

Ἕτερα. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ἐν προσευχαῖς καὶ νηστείαις, καὶ ἀγρυπνίαις πολλαῖς, τὰ τῆς σαρκὸς τελείως, ἀπενέκρωσας πάθη, ψυχὴν δὲ ἀπαθείᾳ, μάκαρ Κοσμᾶ, ἐναρέτοις ἐν πράξεσιν, εὐσεβοφρόνως ἐζώωσας καὶ ζωήν, πρὸς ἀγήρω μεταβέβηκας.

Τοῖς θεοφθόγγοις σου λόγοις, τὰς τοῦ Χριστοῦ καὶ Θεοῦ, ἐναρμονίως Μάκαρ, ἑορτὰς συνεγράψω, εὐρύθμοις μελῳδίαις, καὶ τῆς σεπτῆς, καὶ πανάγνου θεόπαιδος, ὡς ἐτησίως γεραίρωνται παρ' ἡμῶν, καὶ κοσμῶνται σοῦ τοῖς ᾄσμασιν.

Ὡς παριστάμενος Μάκαρ, τῷ οὐρανίῳ φωτί, τοὺς ἐπὶ γῆς ὑμνοῦντας, τὴν σεπτὴν καὶ φωσφόρον, καὶ θείαν Ἑορτήν σου φαίδρυνον σαῖς, φωτοβόλοις πρεσβείαις Κοσμᾶ, καὶ τὴν τῶν θλίψεων νύκτα, καὶ τῶν παθῶν, τὴν ὁμίχλην διασκέδασον. 





Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, τὸν μελῳδὸν Κοσμᾶν εὐφημήσωμεν, ὡς ὀξυγράφον γραμματέως κάλαμον διατυπώσαντα, Δεσποτικοὺς καὶ Θεομητορικοὺς Κανόνας μελιῤῥύτους, δι’ ὧν εὐφραίνονται εἰς τοὺς αἰῶνας Ὀρθοδόξων οἱ δῆμοι, καὶ αὐτῷ ἐν κατανύξει βοήσωμεν· θεόσοφον στόμα θείας γνώσεως, καὶ γραφὶς θεοκίνητος ἱερῶν ᾀσμάτων, Μαϊουμᾶ Ἐπίσκοπε ἀναδέδειξαι, ὁ πρεσβεύων Χριστῷ ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. ζ’, 29-36)
Τέκνον, ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Δεῦτε πιστοὶ τὸν κατακοσμήσαντα τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, κάλλει τῶν ὕμνων καὶ λαμπρότητι ᾀσμάστων, δι’ ὧν τὰς καρδίας τῶν εὐσεβῶν κατευφραίνει, ἐφυμνίοις καταστέψωμεν καὶ οὕτως εἴπωμεν· οἶκε τοῦ παντουργοῦ Πνεύματος, καὶ σάλπιγξ θεόπνευστε τῆς τοῦ Θεοῦ σοφίας καὶ γνώσεως, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ἔρωτι τρωθεὶς θείῳ σὺν τῷ θερῷ ἀδελφῷ σου Ἰωάννῃ, Δαμασκὸν κατέλιπες καὶ ἀγγελικὴν ὑπῆλθες πολιτείαν, ἐν τῇ Λαύρᾳ τοῦ Ὁσίου Σάββα Κοσμᾶ πανιερώτατε· ὡς φοῖνιξ γὰρ ὑψίκομος ἀρετῆς καὶ σοφίας, καρποὺς ἐξήνεγκας γλυκυτάτους ἀπαθείας καὶ νήψεως, δι’ ὧν ἔθρεψας τὴν λαχοῦσάν σοι τοῦ Μαϊουμᾶ ποίμνην τὴν ἔλλογον, καὶ νῦν τῶν σῶν ὕμνων τῷ πλούτῳ, εὐφραίνεις πιστῶν τὰς διανοίας καὶ ἡδύνεις ἀκοὰς εὐσεβούντων, ἐν ᾠδαῖς πνευματικαῖς ψαλλόντων· Κύριε, δόξα Σοι.

Ἦχος γ΄.
Ὡς ῥεῖθρον διειδὲς τοῦ Παναγίου Πνεύματος, ἐδρόσισας πιστῶν τὰς καρδίας νάμασι σῶν ποιημάτων, Κοσμᾶ μελῳδὲ ἱερώτατε· ὅθεν ὡς ἐνδιαίτημα χάριτος σὲ καθ’ ἑκάστην μεγαλύνοντες, καὶ ὡς λύραν θεόφθογγον τῶν τοῦ Θεοῦ μεγαλείων γεραίροντες, τὰς ἀδιαλείπτους σου εὐχὰς ἐξαιτούμεθα, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.




Δόξα. Ἦχος δ΄.
Χαίρει ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἣν ἐφαίδρυνας ἐνθεαστικώτατα ὕμνοις σου θεοπνεύστοις, τῇ σῇ σεβασμίᾳ μνήμῃ Κοσμᾶ παναοίδιμε, αὐτῆς οὖν καὶ ἡμεῖς ὡς μέλη εὐπειθέστατα ἀγαλλόμενοι, τοὺς καμάτους σου πρὸς θέωσιν μεγαλύνομεν, καὶ Χριστὸν δοξάζομεν τὸν παρέχοντα ἡμῖν εὐχαῖς σου, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς ὑμνῳδός, ὁ ποιητὴς τῆς Ἐκκλησίας ὁ πάνσεπτος, τὸ στόμα τῆς εὐσεβείας, ἡ ἅρπα ἡ μελουργός, τῆς Θεοῦ σοφίας, καὶ χρηστότητος, ἡ γλῶσσα τοῦ Πνεύματος, τοῦ Ἁγίου ἡ πάνσεπτος, τῆς οὐρανίου, ἐπιπνοίας τὸ ὄργανον, τὸ ἡδύφθογγον, τῶν δογμάτων ψαλτήριον, Πάτερ πανιερώτατε, Κοσμᾶ ἐφαλτήριον, καλῶν ἀγώνων καὶ λύχνε, φωτολαμπὲς ἀγαθότητος, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ Ἱεράρχης Χριστοῦ, Μαϊουμᾶ ὁ ἀρχιθύτης ὁ Ὅσιος, τῆς Λαύρας Ἁγίου Σάββα, ὁ ἀσκητὴς ὁ σεπτός, ταπεινοφροσύνης, ἐγκαλλώπισμα, συνέσεως μάργαρον, προσευχῆς ἐργαστήριον, νηστείας βάθρον, ἀπαθείας κειμήλιον, καὶ ἀπαύγασμα, ἱερῶν ἀναβάσεων· ὅθεεν τὴν θείαν μνήμην σου, Κοσμᾶ ἐνθεώτατε, ἐπιτελοῦντες ἐν ὕμνοις, μελισταγέσιν καὶ ᾄσμασι, τὰς σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς Κτίστην, τὸν πολυεύσπλαγχνον.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Μνήμην, ἐπιτελοῦντες Κοσμᾶ, πνευματοφόρε τὴν σεπτήν σου καὶ πάμφωτον, οἱ δῆμοι τῶν Χριστωνύμων, σὴν ἀκραιφνῆ ἀγωγήν, ἐγκωμίων ῥόδοις, καταστέφομεν, καὶ πόθῳ βοῶμέν σοι· ὑμνογράφε θεόπνευστε, τῆς Ἐκκλησίας, ἀδιάσειστον στήριγμα, καὶ θειότατε, ὑποφῆτα τῆς χάριτος, μέμνησο τῶν τιμώντων σε, καὶ πίστει ὑμνούντων σου, τὴν πανσεβάσμιον μνήμην, μελισταγέσιν ἐν ᾄσμασι, σοφὲ Ἱεράρχα, καὶ τερπνὲ ᾀσματογράφε, Χριστοῦ τῆς πίστεως.
Δόξα. Ἦχος πλ. δ'
Δαυϊτικοῖς ᾄσμασι, τὸν πνευματικόν ᾀσματογράφον, εὐφημήσωμεν λέγοντες· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου Ὅσιε Πάτερ, καὶ ἀνεδείχθη ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, καλλιγραφοῦσα ἡμῖν μέλη τὰ σωτήρια, δι' ὧν τὴν κατὰ Χριστὸν οἰκονομίαν, καὶ τῆς Ἁγίας Τριάδος τὸ μέγα μυστήριον, ᾀσματικῶς δοξολογεῖν διδασκόμεθα, αἰτούμενοι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸ θεόφθογγον στόμα καὶ αὐλὸν τὸν γλυκύλαλον, τὴν πνευματοφόρον κινύραν καὶ τὸ εὔηχον ὄργανον, τιμήσωμεν συμφώνως οἱ πιστοί, Κοσμᾶν τὸν μελουργὸν καὶ ποιητήν, τὸ τῆς χαρίτος δοχεῖον, τὸ τιμαλφὲς καὶ πίστει ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐμπιπλῶντι εὐσεβεῖς, πνεύματι ζέοντι.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον ἅμιλλαν διατυπῶν ἐν σαρκί, ἐπίγειον αἴνεσιν τῷ ἐν ὑψίστοις Θεῷ, πανσόφως συνήρμοσας, σὺ γὰρ ὥσπερ κιθάρα, τῆς εὐσήμου σοφίας, ἤνεσας ὑψηγόρως, τοῦ Σωτῆρος τὴν δόξαν. Διὸ σὲ Κοσμᾶ θεηγόρε, ὕμνοις γεραίρομεν.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.









ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῆς χάριτος φωτί, αὐγασθεὶς θεοφόρε, διάνοιαν Κοσμᾶ, ἄστρον ὤφθης φωσφόρον, Χριστοῦ θείας πίστεως, καὶ φωστὴρ θεαυγέστατος, ἀναδέειξαι, φωτίζων ἅπαντα κόσμον, σοῖς ποιήμασι, καὶ ἱεραῖς ὑμνῳδίαις, θεόσοφε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πιστῶν καταφυγή, ἐν δεινοῖς καὶ κινδύνοις, Παρθένε ἀγαθή, προστασία ἑτοίμη, τῶν ἐν περιστάσεσι, καὶ ἀνάγκαις προσφύγων Σου, διασκέδασον, ἡμῶν παθῶν σκοτομήνην, ἀμαρύγμασι, φιλανθρωπίας Σου Μῆτερ, σεπτὴ ὑμνηπόλων Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡμῖν ἐξανέτειλεν ὥσπερ ἀστὴρ ὀρθρινός, ἡ πάνσεπτος μνήμη σου πνευματοφόρε Κοσμᾶ, φωτίζουσα ἅπαντας, ὕμνων μελῳδικῶν σου, ἀστραπαῖς καὶ ᾀσμάτων, μελισταγῶν ἀκτῖσιν, ἱερὲ ὑμνογράφε, ποιμὴν Μαϊουμᾶ ἐκλεκτέ, καὶ θεοπρόβλητε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν σωματώσασα ὑπερφυῶς ἀγαθή, ἐθεώσας φύραμα βροτῶν ἁγνὴ Μαριάμ, τὸ νῦν μεγαλῦνόν Σε, κλεῖδα ὡς Παραδείσου, δι’ ἡμᾶς κεκλεισμένου, ἄχραντε Θεοτόκε, σωτηρίας αἰτία, πιστῶν δοξολογούντων ἀεί, Τόκον τὸν θεῖόν Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐν ταπεινότητι, καὶ ὁσιότητι, βίον ἰσάγγελον, ὑπῆλθες πάνσοφε, Ἀρχιερεῦ Μαϊουμᾶ, ἐν Λαύρᾳ Ὁσίου Σάββα, θεῖον ἐνδιαίτημα, καὶ σεπτὸν θείου Πνεύματος, ὁ συνθέσας ᾄσματα ἱερὰ καὶ μελίῤῥυτα, καὶ πάντας διεγείρας κραυγάζειν· χαῖρε πνευματοφόρε Πάτερ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτης τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν κτησάμενον τὴν θύραθεν παιδείαν, καὶ γεγονότα ἐραστὴν τῆς οὐρανίου γνώσεως, Κοσμᾶν τὸν θετὸν αὐτάδελφον, καὶ ὁμόζηλον τοῦ Δαμασκηνοῦ Ἰωάννου, μελῳδικῶς ἀνυμνήσωμεν κράζοντες· ὁ βίου λαμπρότητι καὶ ᾀσμάτων φαιδρότητι, καταγλαΐσας Χριστοῦ τὴν Ἐκκλησίαν, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Ὡς θεῖος,ὡς φωτοφόρος Ὅσιε, πᾶσιν ἐξέλαμψας, φωταγωγίαις Μάκαρ τῶν λαμπρῶν, καὶ πανσόφων ῥημάτων σου· ὑφ' ὧν καταφωτίζεσθαι, πάντας εὐχαῖς σου Κοσμᾶ αἴτησαι.
Τριάδος τῆς ὑπερθέου γέγονας, σάλπιγξ θεόφθογγος, ἀναφωνοῦσα πᾶσι τὰ σεπτά, καὶ σωτήρια δόγματα, καὶ τὰς ψυχὰς εὐφραίνουσα, τῶν ὀρθοδόξων Παναοίδιμε.
Οὐδόλως, τοῖς σοῖς βλεφάροις δέδωκας, ὕπνον μακάριε, ἕως οὗ ὄντως ἔφθασας σαφῶς, ὀρεκτῶν τὸ ἀκρότατον, παρ᾿ οὗ τὴν χάριν εἴληφας, τῆς ἀληθοῦς Πάτερ νοήσεως.
Θεοτοκίον
Παρθένος, καὶ μετὰ τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν, ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε. 











ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Ἐπ' ὤμων ἄρας Σοφέ, τὸν τοῦ Κυρίου σου σταυρὸν ἔκραζες· Κόσμῳ κἀγὼ ἐσταύρωμαι, σάρκα καθηλώσας τῷ φόβῳ σου.
Ὡς χείμαρρος τῆς τρυφῆς, πᾶσι προχέεις τὰ σεπτὰ νάματα, ἄρδων ἀεὶ Ὅσιε, φρένας καὶ ψυχὰς τῶν ὑμνούντων σε.
Ἡ χάρις ἡ τοῦ Θεοῦ, ἐπισκιάσασα ἐν σοὶ Πάνσοφε, ἄλλον ἡμῖν ἔδειξε, θεῖον Χρυσορρόαν τοῖς φθέγμασι.
Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα Πανάμωμε.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Ἠ λύρα τῆς σεπτῆς, καὶ Ἁγίας Τριάδος, Κοσμᾶς ὁ ἱερός, μελῳδῶν ἰδοὺ ἧκε, τὸ μέλος τὸ Τρισάγιον· Σὺν αὐτῷ οὖν βοήσωμεν· Ὁ Πατὴρ Υἱός, καὶ θεῖον Πνεῦμα τόν κόσμον, σοῦ εἰρήνευσον, καὶ τὸν Σατὰν ὑπὸ πόδας, ἡμῶν ταχὺ σύντριψον.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Φωτί σου ἀγαθή, τὴν ἐν σκότει ψυχήν μου, καταύγασον Ἁγνή, καὶ τὴν πώρωσιν λῦσον, καὶ δίδαξον πράττειν με, τοῦ Υἱοῦ σου τὸ θέλημα, ὅπως ἄφεσιν, τὴν τῶν πολλῶν μου πταισμάτων, εὓρω Πάναγνε, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, ῥυσθῶ ταῖς πρεσβείαις σου.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.
Ὀξυγράφου ὡς κάλαμος σοῦ ἡ γλῶσσα, παναληθῶς γεγένηται, ἄριστα Παμμάκαρ, γράψασα ὡς ἐν πίνακι, Χριστοῦ τὰ σεβάσμια, καὶ σωτηριώδη παθήματα.
Ἀνυψούμενος ὡς φοῖνιξ ταῖς θεωρίαις, τῶν ἀρετῶν ὑψίκομον, δένδρον καθωράθης, γλυκασμὸν σωτήριον, παρέχων τοῖς μέλπουσι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὑψηγορίᾳ τῶν λόγων σου θεοφάντορ, τὰς τῆς Πανάγνου ὕμνησας, καὶ πάντων Ἁγίων ἑορτὰς λαμπρότατα, κραυγάζων γηθόμενος· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Ὁ κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἐπτώχευσε, χρηστότητος πλούτῳ Μήτηρ ἀειπάρθενε, ἐκ σοῦ καθ' ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἡμέτερον. 







ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.
Σὺ ὥσπερ παμφαής, ἑωσφόρος ἀνέτειλας· σὺ ῥήμασι καταυγάζεις, τῶν πιστῶν τὰς καρδίας, βολίσι τῶν ῥημάτων σου.
Σὺ ὥσπερ ἀριστεύς, τῇ σφενδόνῃ χρησάμενος, τῶν λόγων σου θεομάκαρ, τὰ τῶν αἱρετιζόντων, κατέβαλες φρυάγματα.
Τὶς ὄντως ἐξειπεῖν, τοὺς σοὺς πόνους δυνήσεται, ἀγῶνάς τε καὶ ἱδρῶτας, ἑκουσίως οὓς ἔτλης, σαρκὸς ἔξω γενόμενος;
Θεοτοκίον
Νοῦς οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται, τὸ ἄφραστον ἑρμηνεῦσαι, καί παράδοξον θαῦμα, τοῦ τόκου σου Πανάχραντε. 

ᾨδὴ ς'. Ἐβόησε προτυπῶν.
Σὺ τὸν Ἄβελ, παρεζήλωσας φέρων τὰς ἀπαρχάς, τῶν σῶν λόγων, ὡς θρεμμάτων θυσίας Κοσμᾶ προφανῶς, προτιθεὶς εἰς βρῶσιν, τῶν ᾀσμάτων τὰ μέλη τὰ κάλλιστα.
Μαρτυρίᾳ, συνειδήσεως ἔτλης τὸν βίον σου, θυσιάζων, Ἰσαὰκ ὥς περ ἄλλον τὸ πρόθυμον, Ἀβραὰμ ἐνθέως ἀληθῶς μιμησάμενος Πάνσοφε.
Ἀναβάσεις, ψυχοσώστους ὑπέθου ὡς κλίμακα, Πατριάρχης, ἣν ἑώρα τὸ πάλαι Κοσμᾶ τηλαυγῶς, ἀνελκύων πάντας, ἡδυφθόγγοις βαθμίσι σου εὔθετα.
Θεοτοκίον
Μὴ ἐλλίπῃς, ἱλεοῦσθαι Παρθένε τῶν δούλων σου, τὸν Υἱόν σου, τὰς οὐλὰς ἐξαλείφειν πταισμάτων ἡμῶν, τῶν ὀρθὰ φρονούντων, Θεοτόκον σε Κόρη Πανύμνητε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
ᾈσματογράφον Ἐκκλησίας τὸν θεόπνευστον, ὡς θείου Πνεύματος ψαλτήριον ἁρμόνιον, ἀκοὰς τὸν καθηδύνοντα εὐσεβούντων, ποιητὴν οὐρανοβάμονα τιμήσωμεν, ἱερὸν Κοσμᾶν Ὁσίων ἐγκαλλώπισμα, πόθῳ κράζοντες· Χαίροις σάλπιγξ τῆς χάριτος.
Ὁ Οἶκος.
Ἄγγελος καθωράθης, θεωρὸς ἀποῤῥήτων, Κοσμᾶ καὶ ὑμνῳδὸς μυστηρίων, σωτηρίας τοῦ γένους βροτῶν, Ἁγιοπολῖτα θαυμαστὲ σκήνωμα, τοῦ Παρακλήτου Πνεύματος· διό σοι ἐν χαρᾷ βοῶμεν·
Χαῖρε, ἡ σάλπιγξ τῆς εὐσεβείας·
χαῖρε, ὁ τέττιξ Θεοῦ σοφίας.
Χαῖρε, Παρακλήτου ψαλτήριον εὔηχον·
χαῖρε, τοῦ Ὑψίστου Θεοῦ στόμα ἔμμουσον.
Χαῖρε, λύρα παναρμόνιος, ἐνσαρκώσεως Θεοῦ·
χαῖρε, αὔρα ζωοπάροχος, εὐσεβόφρονος λαοῦ.
Χαῖρε, ὁ ἀνακρούων σωτηρίας τὴν ἅρπαν·
χαῖρε, ὁ μεγαλύνων Θεανθρώπου τὴν δόξαν.
Χαῖρε, οἰκήτωρ Μονῆς Σάββας ἔμφρονος·
χαῖρε, κοσμήτωρ ποιμένων θεόσοφος.
Χαῖρε, ᾀσμάτων γραφὶς μελιῤῥύτων·
χαῖρε, ἀγώνων κρηπὶς θεαρέστων.
Χαίροις, σάλπιγξ τῆς χάριτος.

Συναξάριον.
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου.
Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης,
Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν.
Ἀηδὼν Ἐκκλησίας, Κοσμᾶ, ᾠδαῖς σου,
ὦτα ἡδύνεις καὶ ψυχὰς εὐσεβούντων.
Οὗτος ὁ Ἅγιος, ἔμεινεν ὀρφανὸς ἐνῷ ἤτο πολὺ νέος, ὅθεν ἔλαβεν αὐτὸν ὁ πατὴρ τοῦ Ὁσίου Ἰωάννου τοῦ Δαμασκηνοῦ ὀνόματι Σέργιος καὶ τὸν υἱοθέτησεν διὰ ψυχικήν του σωτηρίαν, ἔχων πολλὴν πρόνοιαν περὶ αὐτοῦ καὶ κηδεμονίαν. Ἐπειδὴ δὲ ὁ πατὴρ τοῦ Δαμασκηνοῦ εἶχε πλοῦτον καὶ δόξαν πολλήν, διὰ τοῦτο προσέλαβε εἰς τὸν οἶκόν του, ἕνα πολυμαθῆ καὶ σοφὸν διδάσκαλον, ἀξίωμα ἔχοντα τῶν Ἀσιγκριτῶν μοναχὸν καὶ ὀνομαζόμενον καὶ αὐτὸν Κοσμᾶν. Εἰς τοῦτον λοιπὸν παρέδωκε καὶ τὸν κατὰ φύσιν υἱόν του Ἰωάννην, καὶ τὸν κατὰ θέσιν υἱόν του Κοσμᾶν. Ὅθεν, αὐτὸς ἐδίδαξεν κάθε σοφίαν θείαν καὶ ἀνθρωπίνην τοὺς νέους τούτους, οἵτινες, τυχόντες φύσεως δεξιᾶς, ἔμαθον παρ’ ἐκείνου ἐν ὀλίγῳ χρόνῳ ὅλην τὴν γραμματικὴν καὶ τὴν φιλοσοφίαν, πρὸς τούτοις δὲ καὶ ἀστρονομίαν, μουσικὴν καὶ γεωμετρίαν, καὶ ἐκ τούτου ἔγιναν εἰς ὅλους αἰδέσιμοι καὶ σεβάσμιοι. Ἔπειτα, μεταβάντες ἀμφότεροι εἰς τὴν Λαύραν τοῦ Ἁγίου Σάββα, ἔγιναν μοναχοί.
Μετὰ ταῦτα, ὁ μὲν μακάριος Ἰωάννης ἐχειροτονήθη Πρεσβύτερος ὑπὸ τοῦ Ἰωάννου Πατριάρχου Ἱεροσολύμων, ὀ δὲ ἀοίδιμος Κοσμᾶς, πολὺ παρακινηθεὶς ἀπὸ ὅλην τὴν Σύνοδον Ἱεροσολύμων, ἐν ἔτει 743, ἔγινεν ἐπίσκοπος Μαϊουμᾶ. Δύναται δὲ ἕκαστος νὰ γνωρίσῃ μὲ τὴν πεῖραν, πόσον μέγας καὶ θαυμάσιος ὑπῆρξε κατὰ τὸν λόγον καὶ τὴν γνῶσιν ὁ θεῖος οὗτος Κοσμᾶς, ἐὰν ἀναγνώσῃ ἐπιμελῶς τοὺς κανόνας καὶ τὰ τροπάρια, καὶ τὰ ἄλλα συγγράμματα ὅσα ἐφιλοπόνησεν ὁ ἀοίδιμος. Ὅθεν, ἐγένετο ἄριστος ᾀσματογράφος, ἀφ’ οὗ καὶ ποιητὴς καὶ μελῳδὸς ἐπονομάζεται. Καλῶς λοιπὸν καὶ θεαρέστως ποιμάνας τὸ ποίμνιόν του, καὶ εἰς βοσκὴν σωτηρίας αὐτὸν ὁδηγήσας, φθάσας δὲ εἰς γῆρας βαθύ, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰγνατίου, ἀρχιεπισκόπου Μηθύμνης τοῦ Ἀγαλλιανοῦ.
Ἔπαινον ᾄδω ἱερῷ Ἰγνατίῳ,
ἀνθ’ ὧν ἐς ἀεὶ τοῖς ἅπασιν ἀρήγει.
Τὴν καταγωγὴν ἕλκων πιθανώτατα ἐκ Βυζαντίου, ἐγεννήθη ὁ φωστὴρ οὗτος τῆς Ἐκκλησίας Ἰγνάτιος εἰς Φάραγγα τῆς Λέσβου. Ὁ πατὴρ αὐτοῦ, Μανουὴλ Ἀγαλλιανός ὀνομαζόμενος ἧν ἱερεύς, δι’ ὅ καὶ ὁ υἱὸς αὐτοῦ τὴν ἱερωσύνην ἠγάπησεν ἐκ παιδός. Ἔφερε δὲ οὗτος τὸ ὄνομα Ἰωάννης, ὅπερ διετήρησεν γενόμενος ἱερεύς, μετωνομάσθη δὲ Ἰγνάτιος ὅτε ἐγένετο Ἐπίσκοπος. Οὗτος ὁ μακάριος κτήτωρ τῆς σεβασμίας ἱερᾶς Μονῆς Λειμῶνος γενόμενος, καὶ τὴν ἑτέραν ἐν Καλλονῇ Μονὴν τῆς Μυρτιδιωτίσσης ἐν πατρώῳ χωρῷ ἱδρυμένην ἀνεκαίνισε καὶ ἐν ἀμφοτέραις θείῳ ζήλῳ πυρπολούμενος, τοὺς αἱρουμένους τῆς ἰσαγγέλου μοναχικῆς πολιτείας συνήγαγεν, τὰς δὲ Μονὰς Πατριαρχικοῖς γράμμασι εἰς τὸ διηνεκὲς κατοχυρώσατο. Τότε δέ, καὶ τῆς Ἐπισκοπῆς τῆς ἱστορικῆς καὶ παλαιφάτου ἱερᾶς Μητροπόλεως Μηθύμνης ἀξιοῦται ἥν καὶ ποίμανε θεοφιλῶς καὶ θεαρέστως τέτταρσιν ἔτεσιν. Οἷον δὲ ἄμεπτον βίον καὶ πολιτείαν ἐνάρετον ἔδειξεν ἐν τῷ μοναχικῷ ἐπαγγέλματι, τοιαύτην διετράνωσε καὶ ἐπὶ τῆς ἀρχιερατικῆς αὐτοῦ διὰ τῆς πληθύος τῶν θεαρέστων πράξεων καὶ κατορθωμάτων. Ἐξαιρέτως δὲ τῇ παιδείᾳ μεγάλα προσενεγκὼν καὶ πλεῖστα ὑπὲρ αὐτῆς διαθέσας καὶ σχολὴν περιώνυμον Λειμωνιάδα ἐγκαθιδρύσας, τῆς ὑποδούλου Λέσβου ὄντως φωτιστὴς ἐγένετο. Τοσαύτας καὶ τηλικαύτας ὑπηρεσίας τῇ Ἐκκλησίᾳ καὶ τῷ Ἔθνει ὁ Ἅγιος Ἰγνάτιος προσενεγκών, ἐν εἰρήνῃ τελειοῦται ἔτει 1567.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.
Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα,
Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος.
Οὗτος ἦτον ἐκ τῆς Ῥώμης, βασιλεύοντος τοῦ Νέρωνος ἐν ἔτει νζ΄ (57), γόνος πλουσίων καὶ εὐσεβῶν, μαθητῶν τοῦ Ἀποστόλου Πέτρου. Κατὰ τὸν εἰκοστὸν χρόνον τῆς ἡλικίας του, πωλήσας ὅλον τὸ πρᾶγμά του, ἐπῆρε τὰ ἀργύρια, καὶ περιπατῶν ἀπὸ πόλεως εἰς πόλιν, ἔδιδεν ἐλεημοσύνην εἰς πένητας, διδάσκων ἀποστολικῶς τὴν εὐσέβειαν. Ἀπῆλθεν μετὰ δέκα ἔτη πρὸς τὴν πόλιν Πλακεντίαν καὶ Μεδιολάνων καὶ ἐκεῖ εὗρε φυλακωμένους δύο Ἁγίους χριστιανούς, τὸν Προτάσιον καὶ τὸν Γερβάσιον, με τοὺς ὁποίους ἐφιλιώθη. Τοῦτο μαθῶν ὁ ἄρχων τῆς Ἰταλίας Ἀνουλίνος, τὸν ἐσυμβούλευε νὰ μὴν ὑβρίζῃ τοὺς θεούς του, ἀφοῦ γνωρίσας τὴν γνώμην του, τοῦ ἔδωκεν πολλὰ ῥαπίσματα εἰς τὸ πρόσωπον, καὶ τὸν ἔδιωξεν ἀπὸ τὴν πολλὴν μὲ πολλὴν ἀτιμίαν ὡς μίασμα. Ἐξῆλθε, καὶ ἀπὸ ἐκεῖ πηγαίνει εἰς τὴν πόλιν Κίμελιν, διδάσκων καὶ βαπτίζων. Εἰς ὀπτασίαν ἐκεῖ βλέπει τὴν Θεοτόκον, καὶ τοῦ λέγει νὰ ὑπάγῃ εἰς τὴν Γαλλίαν. Ἐγερθείς, ἀπῆλθεν εἰς μίαν πόλιν τῆς Γαλλίας Μελίαν ὀνόματι, καὶ εἰς ὀλίγον καιρὸν τοὺς ἔφερεν σχεδὸν ὅλους εἰς τὴν ἀλήθειαν. Ἦτο δὲ ἐκεῖ μία γυνὴ ἐπιφανής, ἥτις εἶχε παιδίον τριῶν ἐτῶν, τὸ ὁποῖον τὸ ἐμπιστεύθῃ εἰς τὸν Ἅγιον, ὁ ὁποῖος τὸν ἐβάπτισε Κέλσιον. Ὑπῆγε δὲ καὶ εἰς ἄλλας πόλεις τῆς Γαλλίας. Μαθῶν δὲ τοῦτο ὁ ἄρχων Δεινόβαος, τὸν ἐξέτασεν μαζὶ μὲ τὸν Κέλσιον. Ἀφοῦ ὀ Ναζάριος ὁμολόγησε τὸν Χριστόν, ἐθυμώθῃ ὁ θηριόγνωμος, ἅρπαξεν ἀπὸ τὰς χεῖρας αὐτοῦ τὸν Κέλσιον, καὶ τὸν ἔδηρε ἀνηλεῶς. Τὸ δὲ παιδίον ἐδέχετο τὰς ἀνυπίστους πληγὰς μὲ ἀγαλλίασιν, λέγων· Αὐτὸς ὁ Θεὸς ὅπου λατρεύω νὰ σὲ κρίνῃ ἄδικε δικαστά, ὡς Κριτὴς δικαιότατος. Μετὰ ταῦτα τοὺς ἐφυλάκωσεν. Ἡ δὲ συμβία τοῦ ἄρχοντος τὸν παρακάλεσε ὅπως λυπηθῇ τὸ βρέφος, καὶ διὰ τοῦτο αὐτὸς ἀπέλυσεν αὐτούς. Ὑπήγαν δὲ οἱ Ἅγιοι εἰς ἄλλην χώραν τοῦ Τιβερίου, τὴν Τίμεριν, ἐπιστρέφων πολλοὺς πρὸς ἐπίγνωσιν. Μαθὼν δὲ τοῦτο ὁ Νέρων, ἔστειλε πρόσταγμα νὰ τοὺς φέρουν ἐνώπιόν του, ὅστις ἐδοκίμασε νὰ τους διαστρέψῃ. Ἀλλὰ δὲν ἐδυνήθη νὰ ἐκφοβήσῃ κἄν τὸ παιδίον. Ὅθεν, προστάσσει νὰ τοὺς ῥίψουσιν εἰς τὸ πέλαγος, καὶ οὕτως ἐβύθισαν αὐτούς. Ἀλλά, ἦλθεν Ἄγγελος καὶ τοὺς ἔβγαλεν εἰς τὴν γῆν χωρὶς βλάψιμον. Τοῦτο τὸ θαῦμα ἔσυρε πολλοὺς εἰς τὴν πίστιν. Ὁ δὲ Ναζάριος ὑπῆγε εἰς τὴν Γένουαν καὶ εἰς τὰ Μεδιόλανα. Ἐκεῖ ὁ ἄρχων Ἀνουλῖνος τὸν ἐφυλάκωσεν, καὶ κατ’ ἐντολὴν τοῦ Νέρωνος, ἐθανατώθῃ διὰ ξίφους μαζί με τὸν συνάθλους του Κέλσιον, Προτάσιον καὶ Γερβάσιον. Φιλόχριστός τις, κατὰ θείαν ἐντολὴν ἔβρήκε τὰ Ἅγια Λείψανα, καὶ τὰ ἔφερε εἰς τὸν οἶκόν του, καὶ τότε ἰατρεύθη μία θυγάτηρ, ἥν εἶχε παράλυτον. Ἐκρύπτοντο αὐτὰ ἕως τὸν καιρὸν τοῦ Μεγάλου Θεοδόσιου, καὶ τὰ ἔφερε εἰς τὰ Μεδιόλανα. Καθὼς τὰ ἅγια Λείψανα εἰσῆλθον εἰς τὰς πύλας τῆς πόλεως, ἐτέλεσαν θαυμάσια ἄπειρα· τυφλοὶ ἐφωτίσθησαν, χωλοὶ ἐπεριπατοῦσαν, λεπροὶ ἐκαθαρίσθησαν, καὶ οἱ δαίμονες ἀπὸ τοὺς πάσχοντας ἔφευγον, καὶ ἁπλῶς ὅλοι οἱ ἀσθενεῖς ὅπου ἠσπάθησαν αὐτά, ἐθεραπεύθησαν. Ὁ δὲ Θεοδόσιος, ἔκτισε καὶ εἰς τὸ Βυζάντιον ναὸν περιβόητον ἐπ’ ὀνόματι τῶν Ἁγίων.









Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ τοῦ γέροντος, τοῦ διὰ ξίφους τελειωθέντος.
Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος,
Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη.
Οὗτος ὁ Ἅγιος κατήγετο ἀπὸ τὴν χώραν τῆς Παλαιστίνης Γάζης, ἥτις καὶ Κωνσταντία ὠνομάσθη, ἦτο δὲ ἄνθρωπος πρᾷος καὶ ἄκακος, γηραλέος τὴν ἡλικίαν, στρατιώτης μὲν πρότερον, εἶτα δέ, διὰ τὴν ὑψηλὴν καὶ καθαράν του ζωήν, ἔγινε Πρεσβύτερος τῆς ἐν Γάζῃ Ἐκκλησίας. Οὗτος λοιπὸν παρασταθεὶς εἰς τὸν ἄπιστον λαὸν τῶν Καισαρέων, καὶ ἐλέγξας αὐτῶν τὴν ἀσέβειαν, ἐδάρη πικρῶς καὶ κατεξεσχίθη εἰς τὰς πλευράς. Ἔπειτα, κατεδικάσθη νὰ δουλεύη εἰς τὰ μεταλλεῖα τοῦ χαλκώματος, τὰ εὑρισκόμενα εἰς τοὺς τόπους τοὺς καλουμένους Ζωόρους. Ἐκεῖ δὲ εὑρισκόμενος, γίνεται Ἐπίσκοπος διὰ τῆς παροτρύνσεως τοῦ ἐκεῖ λαοῦ. Μετ’ ὀλίγον δὲ καιρόν, κατεξηραμμένος ὤν, τόσον ἐκ τοῦ γήρατος, ὅσον καὶ ἐκ τῆς ἀσθενείας, ἀπεκεφαλίσθη παρὰ τῶν εἰδωλολατρῶν, καὶ οὕτως ἔλαβεν ὁ ἀοίδιμος τοῦ μαρτυρίου τὸν στέφανον. Σὺν αὐτῷ ἀπεκεφαλίσθησαν καὶ ἄλλοι τεσσαράκοντα Μάρτυρες, ἐκ τῶν ὁποίων, ἄλλοι μὲν ἦσαν ἀπὸ τὴν Αἴγυπτον, ἄλλοι δὲ ἀπὸ τὴν Παλαιστίνην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται.
Ἤνεγκε διπλῇ Μαρτύρων εἰκὰς ξίφος,
Αἴγυπτος οὕς ἤνεγκε καὶ Παλαιστίνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου, πυρὸς τελειωθέντος.
Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος,
Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου.
Οὗτος, ἦτο ἀπὸ τὰ μέρη τῆς Ἐλευθερουπόλεως, ἐκ κώμης καλουμένης Ἀνίας (ἤ Ἀνέας), ἀνδρεῖος μὲν κατὰ τὴν ψυχήν, νέος δὲ ἅμα καὶ δυνατὸς κατὰ τὸ σῶμα. Ἀφ’ οὗ δὲ δοκίμασε πολλοὺς ἀγῶνας διὰ τὴν εὐσέβειαν, καὶ κατεφρόνησεν ὅλα τὰ ἐπίγεια, τελευταῖον ἔγινε θυσία καὶ ὁλοκαύτωμα εἰς τὸν Χριστόν, κατὰ τὸ ἕκτον ἔτος τῆς βασιλείας τοῦ Διοκλητιανοῦ, ἤτοι ἐν ἔτει 292, διὰ πυρὸς γὰρ τὸν τοῦ μαρτυρίου ἐκομίσατο στέφανον, ἀφ’ οὗ πρότερον ἔλαβε διάφορα βάσανα ὁ ἀοίδιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τῆς νέας τῆς Ἐπιβατινῆς.
Παρασκευὴν ὡς σκεῦος ἐκλελεγμένον,
Χριστὸς τίθησιν, ἐν ταμείῳ τοῦ πόλου.










Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παχωμίου, τοῦ ἐν Χίῳ.
Ὡς ἄλλος ὑψίκομος φοῖνιξ ἐν Χίῳ,
ἤνθησεν ἄρτι Παχώμιος ὁ νέος.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Παχώμιος ἐγεννήθη ἐν Ἐλάτῃ τῆς νήσου Χίου τῷ 1840 ἐκ γονέων πτωχῶν μὲν εἰς ὑλικὸν πλοῦτον, πλουσίων ὅμως εἰς πίστιν καὶ εὐσέβειαν. Μὴ τυχῶν παιδείας τῆς θύραθεν διὰ τὴν ἔνδειαν τῶν αὐτοῦ γονέων, ἐνωρὶς κατέφυγεν εἰς τὴν πάλαι κλεινὴν Βασιλεύουσαν δι᾿ ἐξεύρεσιν ἐργασίας. Αὐτόθι περιφερόμενος ἀνὰ τὰς ῥύμας ἐπώλει τοὺς τῆς λεμονέας καρποὺς καὶ ἐκέρδιζε τὰ πρὸς τὸ ζῆν ἀναγκαία. Ἐλθών, ὅμως, μίαν τῶν ἡμερῶν εἰς ἀντιπαράθεσιν μετὰ τίνος Ἀγαρηνοῦ καὶ ἐν ἀμύνῃ εὑρισκόμενος ἐφόνευσεν αὐτόν. Πολλὰ ἐκ τοῦ γεγονότος αὐτοῦ ὑπέμεινε βασανιστήρια καὶ ἐνεκλείσθη εἰς φυλακήν, ἔνθα ἀδιακόπως ηὔχετο πρὸς Κύριον ὑποσχόμενος αὐτῷ καὶ τῇ Κυρίᾳ Θεοτόκῳ τὴν ὁλικὴν αὐτοῖς ἀφιέρωσιν. Ἀξιωθεὶς ὅθεν οὑ μόνον ἐκφυγεῖν τῆς θανατικὴς καταδίκης, ἀλλὰ καὶ δραπετεῦσαι ἐκ τῆς φυλακῆς, ἴθυνε τὰ διαβήματα αὐτοῦ εἰς τοὺς Ἁγίους Τόπους, ἔνθα προσκυνήσας τὸν Φρικτὸν Γολγοθὰν καὶ τὸν Πανάγιον Τάφον, ὑπετάχθη τῇ μονῇ τοῦ Ὁσίου Σάββα. Ἐν αὐτῇ πρότυπον γενόμενος ὑπακοῆς τὴν κλίμακα ἀνήρχετο τῶν ἀρετῶν ἑαυτὸν σκληραγωγῶν καὶ καταστέλλων πᾶσαν σαρκὸς ἐπιθυμίαν. Λαβὼν τὸ μέγα ἀγγελικὸν σχῆμα, θεία βουλήσει καὶ εὐλογία τοῦ αὐτοῦ Γέροντος, ἦλθεν εἰς Χῖον, ἔνθα ἠσκήτευσεν ἐν τῷ σπηλαίῳ τῶν τριῶν ὁσίων Πατέρων, τῶν κτητόρων τῆς Νέας Μονῆς, παρὰ τὸ Προβάτειον ὅρος.
Ἐν τῇ εὐλογημένη αὐτοῦ πατρῷα νήσῳ, διὰ τῶν νυχθημέρων αὐτοῦ ἀσκητικῶν καμάτων ἤρθη εἰς ὕψος ἀρετῆς δυσαντίβλεπτον, ἐφάμιλλος γενόμενος τῶν πάλαι τῆς ἐρήμου ὁσίων καὶ ἰθύντωρ ἀπλανέστατος ψυχῶν πρὸς σωτηρίαν. Ἠξιώθη δομῆσαι οὑ μόνον τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα πλῆθος συνέλεξε μονοτρόπων ποθούντων τὴν θέωσιν, ἀλλὰ καὶ τὸν ἱερὸν παρθενῶνα τῶν ἁγίων Κωνσταντίνου καὶ
Ἑλένης, ὡς καὶ τὸν περικαλλῆ ναὸν τῆς Ἁγίας Τριάδος ἐν τῇ πατρίδι αὐτοῦ Ἐλάτῃ.
Τὸν πνευματικὸν ἀγῶνα τελέσας καὶ τὴν ὀρθόδοξον πίστιν τηρήσας ἀνόθευτον ὁ διορατικὸς καὶ προορατικὸς Γέρων ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων ἐν τῷ ὑπ᾿ αὐτοῦ δομηθέντι παρθενῶνι τῇ 14ῃ Ὀκτωβρίου τοῦ 1905. Ἐτάφη εἰς τὴν ἱερὰν Σκήτην τῶν Ἁγίων Πατέρων, ἔνθα ὁ τάφος αὐτοῦ καὶ ἡ θήκη τῶν χαριτοβρύτων αὐτοῦ λειψάνων ὡς χείμαῤῥοι ἀστείρευτοι παρέχουσι τοῖς πιστοῖς τὰ ἰάματα. Αἱ πνευματικαὶ αὐτοῦ νουθεσίαι, οἱ συμβουλευτικοὶ κανόνες καὶ τὸ τυπικὸν τῆς μονῆς αὐτοῦ δεικνύασι πᾶσι τὴν πνευματικὴν αὐτοῦ τελειότητα, δι᾿ ἧς ἠξιώθη σκεῦος γενέσθαι τοῦ Παρακλήτου διαυγέστατον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς παραδόξου σωτηρίας τὴν ὁποίαν ἐτέλεσε ἐν τῇ Νήσῳ τῆς Χίου, ἡ Ἁγία καὶ ἔνδοξος Ὁσιομάρτυς Παρασκευὴ χαλινώσασα τὴν ὁρμὴν τῆς θαλάσσης, καὶ εἰς τὰ ὀπίσω αὐτὴν ἀποστρέψασα, ἥτις ὡς ἐφάνη ὥρμησεν ὑπὸ θεϊκῆς ὀργῆς, διὰ νὰ καταποντίσῃ τὴν χώραν ὅλην.
Κατὰ τὸ ἔτος 1442, ὅταν ἐβασίλευεν ὁ λατινόφρων Ἰωάννης ὁ Παλαιολόγος, ὅστις ἔκαμε βιαίως τὴν ἕνωσιν εἰς τὴν Φλωρεντίαν τῆς Ἰταλίας, καὶ μετὰ ταῦτα ἐσπούδαζε νὰ τὴν στερεώσῃ εἰς κάθε τόπον, τότε ὁ φιλάνθρωπος Κύριος ἔδειξεν μεγάλην ἀγανάκτησιν κατὰ τῆς νήσου ταύτης, ὥστε ὁποῦ ἐφάνη πῶς νὰ ἐβουλήθῃ νὰ τὴν καταποντίσῃ μὲ ἕνα μερικὸν κατακλυσμόν, διὰ νὰ πλύνῃ τὰς ἁμαρτίας καὶ παρανομίας τῶν ἀνθρώπων, ὁποῦ τόσον πολλὰ τὸν ἐπαρώργιζον. Ἑσπέρα ἥτον ὁποῦ ἐξημέρωνεν ἡ ΙΔ΄ Ὀκτωβρίου, καὶ κάποιος ἱερομόναχος Ἀμβρόσιος, ἐπῆγε νὰ ψάλῃ κατὰ τὴν συνήθειαν τὸν ἑσπερινὸν εἰς τὴν ἐφημερίαν του ὁποῦ ἦτον ὁ ναὸς τῆς Ὁσιομάρτυρος Παρασκευῆς, ὅστις εὑρίσκεται εἰς τὸ ἀνώτερον καὶ ἀκρότατον μέρος τοῦ παλαιοκάστρου. Ὁ ἱερομόναχος ἔψαλλε τὸν ἑσπερινόν, καὶ βροχὴ ἄρχισε νὰ πίπτῃ, τόσον πολλὴ καὶ ῥαγδαία καὶ ἀδιάκοπος, ὥστε ὁποῦ δὲν ἐφαίνετο νὰ ἔπιπτε βροχή, ἀλλὰ πῶς ἐχύνοντο ποταμοί. Ὁ ἱερομόναχος, δὲν ἐδυνήθη πλέον νὰ ὑπάγῃ εἰς τὸ κελλίον του, ἀλλ’ ἔμεινεν εἰς τὴν Ἐκκλησίαν, καὶ τοῦ ἐφαίνετο ὅτι ὀργὴ θεϊκὴ εἶναι καὶ βούλεται ὁ Θεὸς νὰ καταποντίσῃ τὸ νησί, ὅθεν, καὶ κυριευμένος ἀπὸ φόβον μέγαν, ἤρχισε νὰ προσεύχεται καὶ νὰ παρακαλῇ τὸν φιλόψυχον Δεσπότην νὰ παύσῃ τὸν θυμόν του, καὶ νὰ μεταβάλλῃ τὴν δικαίαν του ἀγανάκτησιν εἰς οἰκτιρμοὺς καὶ ἔλεος πρὸς τὸν λαόν του, μὴν ἠξεύρων ἀκόμα, ὅτι καὶ ἠ θάλασσα εὐγῆκεν ἀπὸ τὰ ὅριά της, καὶ ὥρμησε μανικὴ τὸν ἀνήφορον πρὸς τὴν ξηράν, διὰ νὰ καταποντίσῃ τὴν χώραν.
Φαίνεται δὲ καθὼς ἔδειξαν τὰ πράγματα, ὁ ἱερεῦς ἐκεῖνος ὁ καλὸς Ἀμβρόσιος, ἦτον ἄνθρωπος εὐλαβὴς καὶ φοβούμενος τὸν Θεόν, καὶ τῇ ἀληθείᾳ Θεοῦ ἄνθρωπος, ἄξιος δηλαδὴ διὰ νὰ ἰδῇ μυστήρια Θεοῦ. Ὅτι, ἐκεῖ προσευχόμενος καὶ δεόμενος τοῦ Θεοῦ ὅλην τὴν νύκτα, διὰ νὰ κοπάσῃ τὴν μεγάλην του ὀργήν, κάποιαν ὥραν ἐκατέβασε τὸ στασίδι, καὶ ἐκάθισε διὰ νὰ λάβῃ μικρὰν ἄνεσιν ἀπὸ τὸν πολὺν κόπον, καὶ καθίσας ἀφύπνωσε μικρόν. Καὶ ἰδού, τοῦ ἐφάνη ἡ στέγη τῆς Ἐκκλησίας ἀνεωγμένη, καὶ ἐκεῖ εἰς τὸ ὕψος ἕνα φωτεινότατον σύννεφον, εἰς τὸ ὁποῖον μέσα εἶδε μίαν σεμνοτάτην γυναῖκα, ἡ ὁποία εἶχε τὰς χεῖράς της ὑψηλὰ ἐκτεταμένα πρὸς τὰ Οὐράνια, μὲ σχῆμα καὶ τάξιν, πῶς προσηύχετο. Ταῦτα ἰδὼν ὁ πρεσβύτερος ἐφοβήθη, καὶ ἔτρεμεν ἡ καρδία του, καὶ ἰδού, φωνὴ ἠκούσθη πρὸς αὐτὸν λέγουσα· Ἀμβρόσιε, μὴ φοβοῦ, ἐγὼ εἶμαι ἡ Ὁσιομάρτυς Παρασκευή, σέσωσταί σου ἡ πατρίς. Ταῦτα ἰδὼν καὶ ἀκούσας ὁ ἱερὸς Ἀμβρόσιος, ἀπετείναξεν ἀπὸ τοὺς ὀφθαλμούς του καὶ ἐκεῖνον τὸν ὀλίγον ὕπνον, μὲ δύο ἐναντιώτατα πάθη, ἤγουν μὲ φόβον καὶ χαρὰν εἰς τὴν καρδίαν του. Καὶ οὕτως ἄρχισε νὰ ψάλλῃ καὶ τὸν Ὄρθρον του μὲ περισσοτέραν εὐλάβειαν, καὶ ἐν τοσούτῳ ἔγινεν ἡμέρα, καὶ ἰδού, ἄνθρωποι ἐλθόντες ἀπὸ τὰ κάτω μέρη, (ἤδη γὰρ καὶ ἡ βροχὴ ἐκόπασεν ὀλίγον) ἀνήγγειλαν μὲ φόβον καὶ τρόμον, ὅτι ἡ θάλασσα εὐγῆκεν ἀπὸ τὰ φυσικά της ὅρια, καὶ ἔφθασεν ἕως τὴν Παναγίαν, τὴν καλουμένην Ἐλεημονίτριαν, καὶ φαίνεται πῶς ἀπηλεῖ νὰ καταποντίσῃ ὅλην τὴν χώραν, διὰ τὰς ἁμαρτίας τῶν κατοικούντων ἐν αὐτῇ. (Διηγοῦνται δὲ οἱ παλαιότεροι ἐξ ἀρχαίας παραδόσεως, ὅτι καὶ ἕως ἐπάνω εἰς τὸν Χριστὸν ἔφθασεν ἡ θάλασσα, καὶ μὲ ὁρμὴν μεγάλην ἀνέβαινε). Τότε, καὶ ὁ ἱερὸς Ἀμβρόσιος ἐδιηγήθη τὸ ὅραμα τῆς Ἁγίας Παρασκευῆς, καὶ ὁ λόγος διεδόθη κάτω εἰς τὴν χώραν, καὶ λαβόντες ὅλοι οἱ Χριστιανοὶ καλὰς ἐλπίδας ἀπὸ τὴν ὑπόσχεσιν τῆς Ἁγίας, ἐπρόσπεσαν εἰς τὸν Θεόν καὶ εἰς τὴν Ὁσιομάρτυρα Παρασκευήν, καὶ κάνοντες κοινὴν λιτανείαν μὲ τὴν εἰκόνα τῆς Ἁγίας, καὶ χύνοντες θερμὰ δάκρυα, ἐξιλέωσαν τὴν θείαν ἀγανάκτησιν, διὰ τῶν εὐπροσδέκτων πρεσβειῶν τῆς Ἀθληφόρου δούλης του, καὶ οὕτως ἔπαυσεν ἡ ἀγριαίνουσα θάλασσα, καὶ ἐστράφη πάλιν εἰς τὸν πρῶτόν της τόπον καὶ ἔμεινεν ἀβλαβὴς ἡ πόλις κατὰ τὴν ἀπόφασιν τῆς Ὁσιομάρτυρος. Καὶ οὐ μόνον δὲ τὴν ἐτήσιον μνήμην τοῦ τοιούτου θαύματος οἱ τότε χριστιανοὶ ἐπαράδωκαν εἰς ἡμᾶς, ἀλλὰ καὶ ναὸν περικαλλῆ ἐπ’ ὀνόματι τῆς Ἁγίας ἔκτισαν κάτω εἰς τὸ χεῖλος τῆς θαλάσσης διὰ νὰ κρατῇ εἰς τὸ ἑξῆς χαλινωμένην τὴν ἁγριότητα τῆς θαλάσσης. Ἐσώζετο δὲ εἰς πολλοὺς χρόνους ὕστερον ὁ ναὸς ἐκεῖνος, καὶ πολλὰ θαύματα καὶ ἰάματα ἐγίνοντο εἰς αὐτὸν μέσα. Ἀφ’ οὗ δὲ ὁ τόπος ἐπέρασεν εἰς ἄλλην ἐξουσίαν, ἐμεταβλήθη διὰ τὰς ἁμαρτίας μας καὶ ὁ θεῖος ναὸς ἐκεῖνος εἰς μιαρὸν καὶ βέβηλον ἐργαστήριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ ἁπλοῦ, Δουκὸς Τζερνηγοβίας τοῦ ἐν Σπηλαίῳ θαυματουργοῦ τοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.









ᾨδὴ ζ'. Ὁ διασώσας ἐν πυρί
Ἐπὶ τὸ ὄρος ἀνελθών, Πάτερ ἀρετῶν ἐκομίσω, νόμον Θεοῦ καὶ ὡς Μωσῆς, πλανηθέντας ἐφείλκυσας εὔθετα, μελῳδῶν Ἀξιάγαστε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Λύμην αἱρέσεως δεινήν, ἔστησας φαρμάκῳ τῶν λόγων, τῶν σῶν δογμάτων μελῳδῶν, ἐπινίκιον ὕμνον τῷ Κτίσαντι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Πηγὴ θεόβρυτος ἡ σή, Πάτερ ἀναδέδεικται γλῶσσα, φλογιζομέναις ἐκ παθῶν, ταῖς ψυχαῖς, αἱ πιοῦσαι κραυγάζουσιν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Ὡς κιβωτὸν σε καὶ σκηνήν, κλίνην τε τοῦ Λόγου ὑμνοῦμεν, κῆπον ἀνθοῦντα τὸν Χριστόν, τὴν τερπνὴν εὐωδίαν, ᾧ ψάλλομεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. 

ᾨδὴ η'. Λυτρωτὰ τοῦ παντός.
Καθαρθεὶς τὴν ψυχὴν παναοίδιμε, ἀνεδείχθῃς δοχεῖον τοῦ Πνεύματος· καὶ φωτισμοῦ πληρούμενος, κατεφώτισας πάντας, μέλπειν ἀξίως· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Τοῖς ἐπαίνοις σε στέφειν μὴ σθένοντες, πρὸ τοὺς σοὺς ἀποβλέποντες Ὅσιε, χάριν αἰτοῦμεν ἄνωθεν, δωρηθῆναι ποθοῦσι νῦν ἐξυμνῆσαι, τὴν σὴν εὔσημον μνήμην Μακάριε.
Νῦν αὐλίζῃ τοῖς ἄνω γηθόμενος, σὺν χοροῖς τῶν Ἁγίων πανόλβιε, ὧν τοὺς λαμπροὺς ἀγῶνάς τε, καὶ τοὺς ἄθλους ἀνύμνεις, πόθῳ κραυγάζων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον
Ἱλασμὸν τῶν πταισμάτων μοι δώρησαι, καὶ κακῶν ἀποχὴν Παναμώμητε, ταῖς μητρικαῖς πρεσβείαις σου, Θεοτόκε Παρθένε εὐλογημένη, τῶν πιστῶν ἡ βεβαία ἀντίληψις.














ᾨδὴ θ'. Εὔα μέν.
Ἰδοὺ νῦν ἐπέλαμψεν ἡμῖν εὐφρόσυνος, θεῖα μνήμη καὶ πανάγαθος, πάντας εὐφραίνουσα ἀξίως, Κοσμᾶ τοῦ θαυμαστοῦ καὶ θεόφρονος, τοῦ θείου μελῳδοῦ καὶ τρισμάκαρος, ἣν ἐπαξίως εὐφημήσωμεν.
Χάριν ἰαμάτων εἰληφὼς πανόλβιε, ἐν μεθέξει θείου Πνεύματος, λῦσον τὸν ζόφον τῆς ψυχῆς μου, τὰ νέφη τῶν παθῶν ἀποδίωξον, πρὸς τρίβους εὐθυπορεῖν μὲ εὐόδωσον, τὰς οὐρανίους Ἀξιάγαστε.
Νόμοις καθεπόμενοι τοῖς σοῖς Μακάριε, ἐξυμνῆσαι προεθέμεθα, σὴν πρὸς τὰ ἄνω ἐκδημίαν, βεβαίας ἀντιδόσεις ἐλπίζοντες, λαμβάνειν παρὰ σοῦ ἀξιύμνητε, τὸν στεφοδότην ἱκετεύοντος.
Θεοτοκίον
Νεύρωσον ἡμῶν τὴν τῆς ψυχῆς ἀσθένειαν, Θεομῆτορ τῇ δυνάμει σου, λῦσον τὸ βάρος Παναγία, τῶν ἐπιτιθεμένων τοῖς δούλοις σου, ἡ κόσμῳ δικαιοσύνης τὸν Ἥλιον, ἀνερμηνεύτως ἀνατείλασα.

Ἐξαποστειλάριον τοῦ Ὁσίου, καὶ Θεοτοκίον, ὁμοῦ. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὑμνῳδιῶν ἐν κάλλεσι, τῆς ἡδίστης σου γλώττης, καὶ θεοφθόγγοις ᾄσμασι, τὴν Ἁγνὴν καὶ Παρθένον, ἀνύμνησας Θεοτόκον, ἀληθῶς καὶ κυρίως, μεθ' ἧς Κοσμᾶ θεόληπτε, παρεστὼς τῇ Τριάδι, σοῦ μιμητήν, κατὰ νοῦν καὶ πρᾶξιν καὶ θεωρίαν, κἀμὲ γενέσθαι πρέσβευε, ἱερώτατε Πάτερ. 

Αἶνοι. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Ὁ παμφαέστατος λυχνος, καὶ τηλαυγέστατος, ἡ μελουργὸς κιθάρα, ἡ νευρὰ τῶν εὐσήμων, τοῦ Πνεύματος λογίων πᾶσιν ἡμῖν, τὰς αὐτοῦ παρατίθεται, μελῳδικὰς εὐωχίας καὶ δι' αὐτῶν, κατευφραίνει τοὺς θεόφρονας. (Δίς)

Ὁ μουσουργέτης ἡ λύρα, τοῦ θείου Πνεύματος, ἡ ἀηδὼν ὁ τέττιξ, ὁ τῶν θείων ᾀσμάτων, αὐλὸς τῆς Ἐκκλησίας ᾄδει τερπνῶς, ἐκδιδάσκων τὰ πέρατα, ἐν θεοπνεύστοις τοῖς ὕμνοις δοξολογεῖν, τὴν Τριάδα τὴν ὑπέρθεον.

Σὺν ταῖς ἀΰλοις οὐσίαις, ὡς παριστάμενος, τῷ τῶν ἁπάντων Κτίστῃ, καὶ Θεῷ θεῖε Πάτερ, Κοσμᾶ τῶν ἐκτελούντων μνήμην ποιοῦ, τὴν φαιδράν σου πανήγυριν, τοῦ λυτρωθῆναι κινδύνων καὶ πειρασμῶν, καὶ παντοίων περιστάσεων. 






Δόξα. Ἦχος πλ. δ'
Τὸν θεωρὸν τοῦ ἀθεωρήτου, καὶ λειτουργὸν τοῦ ἐν πόλῳ θυσιαστηρίου, Κοσμᾶν τὸν Ἁγιοπολίτην μελῳδὸν εὐφημήσωμεν, ὡς σάλπιγγα καλλικέλαδον τοῦ Παρακλήτου Πνεύματος, οὕτω λέγοντες· πολύῤῥυτε ποταμὲ τῆς χάριτος, ὁ τοῖς νάμασι σῶν ᾀσμάτων πιαίνων χοϊκῶν τὰς καρδίας, πρὸς ἐκβλάστησιν πόθου ζωῆς τῆς σὺν Χριστῷ αἰωνιζούσης, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ ποιήμασι καὶ ᾠδαῖς, καὶ ψαλμοῖς κοσμήσας, Ἐκκλησίαν τὴν τοῦ Χριστοῦ· χαίροις Ἱεράρχα, Μαϊουμᾶ τρισμάκαρ, Κοσμᾶ χοροῦ Ὁσίων, τίμιον κόσμημα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου