ΑΥΓΟΥΣΤΟΣ ΙΑ΄.
ΕΥΠΛΟΣ ΔΙΑΚΟΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν διακόνων Κατάνης σεπτὸν καλλώπισμα καὶ Μεγαλομαρτύρων, Εὖπλον, καύχημα μέγα, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν ὡς εἰδώλων κατάπτωμα καὶ ἀριστέα σταδίου, ὑπὲρ Χριστοῦ παναλκίμως ἐναθλήσαντα.
Ὁ παρεστὼς ἀθλοθέτῃ Χριστῷ σταζόμενος αὐτοῦ ῥοαῖς αἱμάτων, γενναιότατε Μάρτυς, Διάκονε θεόφρον, Εὖπλε στεῤῥέ, παρ’ Αὐτοῦ ἀγαλλόμενος ἔλαβες στέφος ἀμάραντον ἀληθῶς ἀντιμίσθιον ὡς ἄθλων σου.
Κλίνας αὐχένα τῷ ξίφει ἀνόμων, ἔνδοξε, καὶ ἐκτμηθεὶς τὴν κάραν προθυμότατα, Εὖπλε, μετέστης πρὸς λιμένα τῶν οὐρανῶν ἀκλυδώνιστον Κτίσαντος ἐπαπολαῦσαι τῆς δόξης καὶ τῆς χαρᾶς τῆς ἀφθίτου, Μάρτυς ἄριστε.
Χαῖρε, Διάκονε Εὖπλε, Μαρτύρων πρότυπον, ὁ ἀτραποὺς βαδίσας τῶν βασάνων προθύμως, σαρκίου δι’ ὀνύχων ὀδυνηρᾶς σοῦ σεπτοῦ ἀποξέσεως, Κατάνης γόνε πανεύφημε, σιδηρῶν, καὶ αὐχένος σου ἐκτμήσεως.
Δόξα. Ἦχος β΄.
Ὁλοθύμως τὸν διακονήσαντα τῇ ἐν Κατάνῃ Ἐκκλησίᾳ καὶ μαρτυρίου τὰς τρίβους βαδίσαντα, ὑπεριδόντα βασάνων πολυωδύνων, Εὖπλον τὸν ἀήττητον, εὐφημήσωμεν ὡς ἀκρότητα μεγαλάθλων οὕτω λέγοντες· Ὁ πορφύραν περιβεβλημένος ἐξ οἰκείων αἱμάτων καὶ στεφηφόρος παρεστὼς τῷ θρόνῳ τῆς δόξης σκήπτρῳ φέρων μαρτυρίου ἀρίστου, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'
Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν σου ὑπὲρ τὸν ἥλιον καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε, ὁ εὐσταλὴς τῶν διακόνων Μάρτυς, σταδίου πρῶτε, Εὖπλε, ἀξίως οὐρανόθεν στεφάνους ὁ δεξάμενος.
Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ
Μάρτυς πανευκλεές, ὁ τῆς διακονίας τὸ σκῆπτρον περιφέρων βαφὲν ῥοαῖς σου, χαῖρε, αἱμάτων, Εὖπλε πάντιμε.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἤνεγκας ἀκλινῶς βασάνους, τοῦ σαρκίου τὴν ξέσιν καὶ τὴν τμῆσιν τῆς κεφαλῆς σου, Εὖπλε διάκονε, ὡς ἄσαρκος.
Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεός, ἰσχὺς τῶν διακόνων καὶ στηριγμὸς μαρτύρων, Τριὰς ὑπεραγία, ἡμῶν τὸ παραμύθιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος δ’. Ταχὺ προκατάβαλε.
Ὡς θεῖος διάκονος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁσίως διήγαγες, τὰ πρὸς Θεὸν καὶ πιστῶς, καὶ ἤθλησας ἄριστα, σὺ γὰρ ἐν τῷ πελάγει, τῶν ποικίλων ἀγώνων, εὔπλοος ἀνεδείχθης, παμμακάριστε Εὖπλε. Καὶ νῦν πρὸς λιμένας ἠμᾶς, θείους κυβέρνησαν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρύς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς ἑορτῆς γ' Ἦχος πλ. β' Τριήμερος ἀνέστης
Μορφούμενος
δι' οἶκτον Χριστέ, Ἀδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ Παρθένου, ὤφθης δεύτερος Ἀδάμ, ἐν
ὄρει δὲ Σωτήρ μου, Θαβὼρ μετεμορφώθης, παραγυμνῶν σου τὴν Θεότητα.
Ἐξέστησαν
ὁρῶντες τὴν σήν, τῆς χάριτος οἱ πρόκριτοι, καὶ τοῦ νόμου, Μεταμόρφωσιν Χριστέ, ἐν
ὄρει τῷ ἁγίῳ, μεθ' ὧν σε προσκυνοῦμεν, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι.
Λαμπρύνεται
ἡ κτίσις φαιδρῶς, τῇ σῇ Μεταμορφώσει Χριστέ, ἣν τοῖς θείοις, Ἀποστόλοις ἐν Θαβώρ,
Μωσεῖ τε καὶ Ἠλίᾳ, ὑπέδειξας Θεὸς ὤν, ἀῤῥήτως λάμψας ὑπὲρ ἥλιον.
Προσόμοια τοῦ Ἁγίου Μάρτυρος Ἦχος α' Πανεύφημοι Μάρτυρες
Εὖπλε
παναοίδιμε ἐχθροῦ, δυσμενοῦς κατέβαλες, τὰς μηχανὰς ἀνδρειότατε, στεῤῥᾷ ἀθλήσει
σου, προσπαλαίσας τοῦτον, καὶ Χριστῷ τῷ Κτίστῃ σου, θυσία καθαρὰ καὶ εὐπρόσδεκτος,
καθιερώθης νῦν, τῷ τῶν ὅλων βασιλεύοντι, δι' αἰῶνος συναγαλλιώμενος.
Εὖπλε
παναοίδιμε Σταυρῷ τοῦ Χριστοῦ φραξάμενος, τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὸν ἀντίπαλον,
ἑκουσίᾳ γνώμῃ, καρτερῶς ἐχώρησας, καὶ τοῦτον προφανῶς τροπωσάμενος, συμβασιλεύεις
νῦν, τῷ, τῶν ὅλων βασιλεύοντι, δι' αἰῶνος συναγαλλιώμενος.
Εὖπλε παναοίδιμε Χριστόν, ἀρωγὸν κτησάμενος, τῶν ὑλικῶν κατεφρόνησας, καὶ σῶμα δι' αὐτόν, τῷ διώκτῃ Μάρτυς, παραδοὺς εἰς μάστιγας, ἀντέστης ἐναθλῶν μέχρις αἵματος· διὸ στεφάνῳ σε, τῷ τῆς νίκης κατεκόσμησεν, ὁ Δεσπότης καὶ Σωτὴρ καὶ Κύριος.
Δόξα. Ἦχος πλ. β΄.
Εὐαγγελικῶν ἀρχῶν τηρητὴς ὑπάρχων ἀκλινέστατος πρὸ Καλβιασιανοῦ ὑπερεμάχησας τῆς ἀληθείας καὶ διελέγξας αὐτοῦ τὴν ἀσέβειαν ὡς ἄσαρκος φρικτὰς ὑπέμεινας βασάνους, Εὖπλε, διάκονε Ἐκκλησίας θειότατε· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες καὶ μεγαλύνοντες τὰς ἐν τῷ σταδίῳ ἀριστείας σου Χριστὸν δοξάζομεν τὸν παρέχοντα ἡμῖν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν, Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Καθολικῆς Β΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 3 -11)
Ἀδελφοί, ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι' ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 25-32)
Ἀδελφοί, ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἰ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ· γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ εὔσημος τῆς Μεγάλης Ἑλλάδος Κατάνη πανηγυρικῶς τελοῦσα τοῦ διακόνου σου τὴν πανσεβάσμιον μνήμην, Εὔπλου, τοῦ ἐν σταδίῳ ἀριστεύσαντος, καὶ τοὺς εἰδωλόφρονας θριαμβεύσαντος· οὗτος γὰρ καλῶς διακονήσας τῇ Ἐκκλησίᾳ σου Χριστοῦ τὴν κλῆσιν ἄθλοις ἐμεγάλυνε καὶ τὸ βραβεῖον τῆς ἄνω ἀπείληφε κλήσεως· καὶ νῦν Ἀγγέλοις συναυλιζόμενος ἐκτενῶς Χριστῷ, τῷ οὐρανίῳ ἀθλοθέτῃ, πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μαρτύριον.
Ἦχος β΄.
Ἐξέστησαν οἱ ἐν Κατάνῃ οἰκοῦντες γνῶντες τὴν ἐν τῇ Ἐκκλησίᾳ προσφοράν σου, ὅτε σε εἶδον ἀθλοῦντα γενναίως ὑπὲρ τῆς ἀληθείας, Εὖπλε, ἀλκίφρον μεγάλαθλε· σὺν αὐτοῖς καὶ Ἄγγελοι οὐρανόθεν ἀπεθαύμασαν τὴν εὐτολμίαν σου καὶ τὸ ἄχρις αἵματος βάθος τῆς πίστεώς σου, ἀγγελόμορφε διάκονε· σὺν αὐτοῖς καὶ ἡμεῖς χαίροντες τῇ πρὸς Θεὸν παῤῥησίᾳ σου μεγαλύνομεν τοὺς ἀθλητικούς σου πόνους καὶ τὰς θεοπειθεῖς σου εὐχὰς ἀπεκδεχόμεθα.
Ἦχος γ΄.
Αἱ μαστιγώσεις, τοῦ σαρκίου σου αἱ ξέσεις, ἡ εἱρκτὴ, ἡ ἐπὶ ὀρθοῦ ξύλου κρέμασίς σου καὶ ἡ ἀποτομὴ τῆς τιμίας κεφαλῆς σου μαργαρῖται γεγόνασιν ἐν τῷ διαδήματι τῆς νίκης σου, Εὖπλε, καλλιμάρτυς διάκονε· αὐτὸ οὖν φέρων ἀξίως ἐπὶ τῆς κεφαλῆς σου ἀπῆλθες ὑπαντῆσαι τῷ Ἐφετῷ τῆς καρδίας σου, ᾯ καὶ πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Διακονικῇ σου προθυμίᾳ εὐαρεστήσας τοὺς ἐν Κατάνῃ οἰκοῦντας καὶ τοὺς θαυμάζοντάς σε Ἀγγέλους χαροποιήσας εἰς τὸ στάδιον τῶν ἀγώνων εἰσῆλθες περιφανοῦς νίκης λαβεῖν τὸν κότινον, Εὖπλε τρισμακάριστε· δοξασθεὶς οὖν θεόθεν ἀφθαρσίας στέφει χάριν εἴληφας δαψιλῶς πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Εἰς τὸν Στίχον. Στιχηρὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῶν διακόνων λαμπὰς παμφαεστάτη, ἡ φωτίζουσα σύμπαντα ἀκτῖσι τῆς σῆς ἀνδρείας καὶ παῤῥησίας πολλῆς πρὸ ἀσεβεστάτου, οἴμοι, βήματος τυράννων τὰ εἴδωλα λατρευόντων τὰ ἄψυχα, Μεγαλομάρτυς τοῦ Χριστοῦ, Εὖπλε πάντιμε, ὁ σαρκίου σου χοϊκοῦ μὴ φεισάμενος καὶ εἰσελθὼν εἰς στάδιον ἐνδόξου ἀθλήσεως καὶ ἐκτομῆς κεφαλῆς σου τῆς σεβασμίας, πανύμνητε, τῷ ξίφει ἀπίστων, ὧν ὀφρὺν τὴν ἐπηρμένην λόγοις ἐπάτησας.
Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ
Χαίροις, ὁ τῷ Σταυρῷ τοῦ Χριστοῦ διακονίας σου ἐν χρόνοις φραξάμενος αἰσθήσεις τὰς τῆς ψυχῆς σου καὶ εὐθαρσῶς πρὸς ἐχθρὸν ἑκουσίως, Εὖπλε θεοτίμητε, διάκοσμε πάντιμε ἀθλοφόρων, ἐχώρησας, οὗ σῇ ἐνστάσει κατεπάτησας ἔπαρσιν καὶ ἀθλήσει σου εὐσθενεῖ ὅνπερ ᾔσχυνας· ὅθεν σε μεγαλύνοντες τελοῦμεν τὴν μνήμην σου τὴν ἱερὰν καὶ φωσφόρον μελισταγέσιν ἐν ᾄσμασι καὶ δοξολογοῦμεν τὸν λαμπρῶς δοξάσαντά σε ποικίλοις θαύμασι.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις, ὁ ὑπομείνας εἱρκτήν, σαρκίου ξέσιν, ἐπ’ ὀρθοῦ ξύλου κρέμασιν καὶ τμῆσιν τῆς κεφαλῆς σου, Εὖπλε, Μαρτύρων πυρσέ, τῆς διακονίας ἄνθος ἥδιστον, ὁ ἄπιστον τύραννον προσπαλαίσας καὶ Κτίσαντι εὐαρεστήσας πάντων τῷ βασιλεύοντι, Οὗ ἠξίωσαι ἀπολαύειν λαμπρότητος θείας μορφῆς ἐν δώμασι τοῦ πόλου καὶ τάγμασι συνεπαγάλλῃ Ἀγγέλων καὶ μεγαλάθλων τῆς πίστεως ἡμῶν τοῦ Σωτῆρος, ἐγκαλλώπισμα Κατάνης ἀξιοσέβαστον.
Δόξα. Ἦχος πλ. δ΄.
Συντρίψας ἀνδρειότατα τὰς τοῦ δυσμενοῦς παγίδας καὶ τῶν ἀναισθήτων εἰδώλων τοὺς λάτρεις αἰσχύνας ἐνστάσει τιμίᾳ σου, Εὖπλε διάκονε, τρόπαιον ἤγειρας περίλαμπρον δι’ ἀθλητικῶν σου παλαισμάτων· ὅθεν τὴν μνήμην σου οἱ πιστοὶ ἑορτάζοντες καὶ τιμῶντες τὴν καθαρὰν καὶ εὐαπόδεκτον θυσίαν σου τὰς πρὸς Κύριον εὐχάς σου ἐξαιτούμεθα πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν
γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς
καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς
ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. Ἦχος δ’. Ταχὺ προκατάβαλε.
Ὡς θεῖος διάκονος, τῆς Ἐκκλησίας Χριστοῦ, ὁσίως διήγαγες, τὰ πρὸς Θεὸν καὶ πιστῶς, καὶ ἤθλησας ἄριστα, σὺ γὰρ ἐν τῷ πελάγει, τῶν ποικίλων ἀγώνων, εὔπλοος ἀνεδείχθης, παμμακάριστε Εὖπλε. Καὶ νῦν πρὸς λιμένας ἠμᾶς, θείους κυβέρνησαν.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρύς
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Διάκονε Χριστοῦ Ἐκκλησίας τρισμάκαρ, μαρτύρων καλλονὴ ἀληθῶς ἀνεδείχθης καὶ κάραν ὑπέκλινας τῇ ἀκμῇ ξίφους, ἔνδοξε, τῶν τὰ εἴδωλα, οἴμοι, σεβόντων ὡς ἄλλου, Εὖπλε, πάσχοντος, καὶ στεφηφόρος ἀνῆλθες πρὸς πόλιν οὐράνιον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Λαβὼν τῶν μαθητῶν, τοὺς προκρίτους οἰκτίρμον, εἰς ὄρος τὸ Θαβώρ, ἀνελήλυθας Σῶτερ, καὶ τούτοις καθυπέδειξας, τῆς Σῆς δόξης τὴν ἔλλαμψιν, ὑπὲρ ἥλιον, ὑπερφυῶς ἀπαστράψας· ὅθεν λάμπρυνον, τὴν σκοτισθεῖσαν ψυχήν μου, καὶ σῶσόν με Κύριε.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Κατάνης διάκονε, μὴ δειλιάσας πληθὺν βασάνων πρὸ βήματος δικαστικοῦ ἀληθῶς Χριστὸν ὡμολόγησας, Εὖπλε γενναιομάρτυς, καὶ ἀνόμων τὸ ξίφος μὴ φοβηθεὶς τὴν πλάνην ἐθανάτωσας τάχος εἰδώλων· ὅθεν πίστει τοὺς σοὺς ἄθλους γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ἑορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε· δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ Χριστὸν ἐποψόμενοι
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν κρατυνόμενον δυνάμει κρείττονι καὶ τὸν Θεάνθρωπον ὁμολογήσαντα μέσον ἀρχόντων ἀσεβῶν, ὧν ἤλεγξε τὴν ἀπάτην, εὐσταλῆ διάκονον τῆς Κατάνης τιμήσωμεν ὡς μεγαλομάρτυρα τοῦ Χριστοῦ θείας πίστεως ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· Χαῖρε, σταδίου, Εὖπλε, πρῶτε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὴν Σὴν λαμπρότητα, Σῶτερ μὴ φέροντες, ἣν ἐφανέρωσας, ὥσπερ ηὐδόκησας, τοῖς μαθηταῖς Σου ἐν Θαβὼρ ἐξέστησαν καθορῶντες, καὶ εἰς γῆν κατέπιπτον, καὶ τὴν δόξαν Σου ᾔνεσαν, καὶ τὴν Σὴν υἱότητα, ἐμυήθησαν ἄνωθεν, ὡς ἤκουσαν φωνῆς τῆς πατρώας, προσμαρτυρούσης Σοι Λόγε ἄναρχε.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ...
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Εὐαγγέλιον· κατὰ Λουκᾶν (Κεφ. ι΄ 16 - 21 ).: Εἶπεν ὁ Κύριος τοῖς αὐτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει... Ζήτει τῇ Η΄ Νοεμβρίου.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός…
Ὁ διακονήσας τῇ τοῦ Χριστοῦ ἐν Κατάνῃ Ἐκκλησίᾳ καὶ αὐτὴν κατακοσμήσας σαπφείροις αἱμάτων σου, Εὖπλε, σταδίου πρώταθλε, ἐπάκουσον ἡμῶν δεομένων σου καὶ πιστῶς βοώντων σοι· Πολύαθλε μάρτυς, ὁ ὑπερμαχήσας τῆς εὐσεβείας ἄχρι θανάτου, ἐκτενῶς ἱκέτευε τὸν δοξάσαντά σε Κύριον ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τοῦ Ἁγίου Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Τὸν κλεινὸν Εὖπλον εὐσεβῶς ἐπαινέσω. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ' Τριστάτας κραταιούς
Τῷ ὅπλῳ τοῦ Σταυροῦ, εὐπλοήσας εἰσῆλθες, εἰς λιμένα τῆς ζωῆς, ἐν ᾧ περιχαρῶς, αὐγαζόμενος ἔνδοξε, κόπασόν μου τῆς καρδίας, πολυτάραχον κλύδωνα, γαληνῶς τοῦ δοξάζειν τὴν μνήμην σου.
Ὁλόφωτος ἀστήρ, ἀρετῶν δᾳδουχίαις, καταυγάζων τοὺς πιστούς, ἀνέτειλας σοφέ, τῷ σεπτῷ στερεώματι, Εὖπλε τῷ τῆς Ἐκκλησίας, καὶ τὸν ζόφον ἀπήλασας, τῶν δαιμόνων δυνάμει τοῦ Πνεύματος.
Νευρούμενος σοφέ, θεϊκῇ δυναστείᾳ, θαρσαλέῳ λογισμῷ, Θεὸν τὸν ἐκ Θεοῦ, γεννηθέντα ἐκήρυξας, σταύρωσιν ἐθελουσίως, ὑπομείναντα ἔνδοξε, καὶ θανάτῳ τὸν θάνατον λύσαντα.
Κινείσθω πρὸς τὴν σήν, εὐφημίαν πᾶν στόμα, ὅτι στόματος ἐχθροῦ, ἐνθέοις διδαχαῖς, θεοφόρε ἐξήρπασας, πάντας τοὺς εὐπειθεστάτως, δεξαμένους τοὺς λόγους σου, ἀθλοφόρε Χριστοῦ γενναιότατε.
Θεοτοκίον
Λαμπρύνας σου Χριστός, τὴν νηδὺν τὴν φωσφόρον, τῇ καθόδῳ τῇ φρικτῇ, ὡς ἥλιος Ἁγνή, τοῖς ἐν κόσμῳ ἀνέτειλε, λύων τῆς πολυθεΐας, τὴν ἀχλὺν τὴν καχέσπερον, καὶ φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν θεῖον Εὖπλον, εὐπλόως ἐπαινέσω.
ᾨδὴ α΄. Ἦχος γ΄. Τῷ ῥυσαμένῳ.
Ταῖς φωτοβόλοις, καὶ λαμπροτάταις λαμπάσι, καταυγασθεὶς πανόλβιε ταῖς τοῦ Σωτῆρος, Εὖπλε στεφανηφόρε Χριστοῦ, αὐτοπροαίρετος Μάρτυς ἀνεδείχθης.
Ὁ θεῖος πόθος, τὴν σὴν ψυχὴν ἀναφλέξας, καρτερικὴν εἰργάσατο καὶ στεῤῥοτάτην· ὅθεν καὶ προσεχώρησας σοφέ, κῆρυξ αὐτόκλητος βασάνων πόνοις.
Νενευρωμένος, τῇ τοῦ σταυροῦ πανοπλίᾳ, τὴν τετρακτὺν θεόπνευστε τῶν θεοπνεύστων, Μάρτυς εὐαγγελίων Χριστοῦ, ἐπιφερόμενος ἐπέστης χαίρων.
Θεοτοκίον
Θεοῤῥημόνων, τὰς ἐπὶ Σοὶ προφητείας, τὸν τῷ Πατρὶ συνάναρχον Υἱὸν τεκοῦσα, χρόνων νῦν ἐπ’ ἐσχάτων ἁγνή, πάσας ἐπλήρωσας Παρθενομῆτορ.
ᾨδὴ γ', Ὅτι στεῖρα ἔτεκεν
Ἑαυτὸν ἐξέδωκας, ὥσπερ ἀμνὸς ἑκουσίως, σφαγιασθῆναι θέλων, ὑπὲρ Χριστοῦ τοῦ διὰ σέ, ἐθελοντὶ πτωχεύσαντος καὶ σφαγέντος, Εὖπλε παμμακάριστε.
Ἱερεῖον ἄμωμον, εὐωδεστάτη θυσία, καὶ προσφορὰ τελεία, προσανηνέχθης τῷ Θεῷ, περιχαρῶς μακάριε, ἀναμέλπων· Ἅγιος εἶ Κύριε.
Νόμοις κρατυνόμενος, Εὐαγγελίου θεόφρον, μέσον ἀνδρῶν ἀνόμων, ἐπέστης κράζων ἐμφανῶς· Τοῖς μὴ ζητοῦσι πάρειμι, διελέγξαι τούτων τὴν δυσσέβειαν.
Θεοτοκίον
Ὁ Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας, οὐδόλως τῆς παρθενίας κλεῖθρα, τῆς σῆς ἐσάλευσεν Ἁγνὴ ὃν ἐκτενῶς ἱκέτευε, στηριχθῆναι πάντας τους ὑμνοῦντάς σε.
Ἕτερος. Ἐστερώθη ἡ καρδία μου ἐν Κυρίῳ.
Ἐστερεώθη ἡ καρδία σου τῇ ἐλπίδι, ὑψώθη ἔνδοξε τῇ ἀγάπῃ, καὶ καρτερίας ἔμπλεως, Μάρτυς γέγονας.
Ὑποδεικνὺς τὸ εὐαγγέλιον τῆς εἰρήνης, θεομάχους φάλαγγας ἐτροπώσω, τῶν πολεμίων ἔνδοξε, θείᾳ χάριτι.
Θεοτοκίον
Πεποικιλμένη ἐν στολίσματι διαχρύσῳ, Θεοτόκε πάναγνε τοῦ Υἱοῦ Σου, ἐκ δεξιῶν Σὺ παρέστηκας, ὡς βασίλισσα.
Κάθισμα τοῦ Μάρτυρος Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Τοὺς νόμους τοῦ Χριστοῦ, ἐν χερσὶ περιφέρων, ἐπέστης ἐκβοῶν, τοῖς ἐχθροῖς ἐν σταδίῳ. Αὐτόκλητος πάρειμι, ἐναθλήσων στεῤῥότατα· ὅθεν κλίνας σου, περιχαρῶς τὸν αὐχένα, ὑποδέδεξαι, τὴν ἐκτομὴν τὴν τοῦ ξίφους, τελέσας τὸν δρόμον σου.
Δόξα. Καὶ νῦν ... Τῆς Ἑορτῆς Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ
Τῇ
ἀπροσίτῳ Ἰησοῦ, δόξῃ τοῦ θείου σου φωτός, μεταμορφούμενος τοῖς σοῖς, ἔλαμψας θείοις
Μαθηταῖς, τῷ Ἰωάννῃ καὶ Πέτρῳ καί, Ἰακώβῳ, ἐξέστησας αὐτούς, τῇ θείᾳ χάριτι·
φωνῆς γὰρ πατρικῆς, ἀγαπητὸν σε Υἱόν, προσμαρτυρούσης ἤκουον, καὶ εἶδον τὴν τοῦ
προσώπου σου δόξαν φρικτήν, Σωτὴρ ὁ πάντας, θέλων σωθῆναι, φώτισον τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ', Δι' ἀγάπησιν Οἰκτίρμον
Ναὸς ἔμψυχος Τριάδος τῆς παναγίας, ὡς ἀληθῶς ἐδείχθης καὶ ναοὺς τῶν εἰδώλων, Εὖπλε κατηδάφισας, τῷ ὅπλῳ τῆς πίστεως.
Ἐνηδόμενος τῷ κάλλει τῷ θείῳ Εὖπλε, τῶν αἰκισμῶν καὶ πόνων, τῶν ἀπείρων βασάνων, μάκαρ κατεφρόνησας, καὶ χαίρων ἐνήθλησας.
Ὑψηλόφρονα καρδίαν τοῦ παλαμναίου, ταπεινωθεὶς θεόφρον, ἐταπείνωσας μάρτυς, καὶ πρὸς τὸν ὑψώσαντα, βροτοὺς ἀνελήλυθας.
Πυρακτούμενος τῷ φίλτρῳ τῷ τοῦ Δεσπότου, πᾶσαν τὴν πλάνην μάρτυς, ἐνεπύρισας ὄντως, καὶ πρὸς τὸ μαρτύριον, προθύμως ἐχώρησας.
Θεοτοκίον
Λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου, σὲ τὴν Τεκοῦσαν Κόρη, τὸν πλουτίσαντα πάντας, θείαις ἐπιγνώσεσι, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Ἕτερος. Τὴν ἀκοήν σου Κύριε.
Λελαμπρυσμένος αἵματι, τοῦ τῷ ξύλῳ παγέντος δεσπότου, ἐξέχεας, παναοίδιμε τὸ σὸν αἷμα, τὴν δι’ αὐτόν, ὑποστὰς ἑκουσίως, τελευτὴν Ἀθλοφόρε, Μαρτύρων τὸ καύχημα.
Ὅλον σαυτὸν εὐπρόσδεκτον, προσενήνοχας Θεῷ θυσίαν· βασάνοις γάρ, ἀναιρούμενος Ἀθλοφόρε, μαρτυρικῆς ἠξιώθης χορείας, εὐπρεπείας στεφάνοις, κοσμούμενος ἔνδοξε.
Θεοτοκίον
Νενεκρωμένην πταίσμασι, τὴν ψυχήν μου καὶ ταῖς ἁμαρτίαις, ὡς εὔσπλαγχνος, ἐξανάστησον Θεομῆτορ, τῇ τῆς ζωῆς, ἐνεργείᾳ Παρθένε, τῆς ἐκ Σοῦ σαρκωθείσης, δι’ ἄφατον ἔλεος.
ᾨδὴ ε', Ἀσεβεῖς οὐκ ὄψονται
Ὁλικῶς ταῖς νεύσεσι, ταῖς θείαις λαμπρυνθείς, καὶ ἀνδρείᾳ ὀχυρωθείς, ὥσπερ λέων ἄριστε, σὺ πρὸς τὸ στάδιον, πεποιθὼς εἰσέδραμες, τὴν δυσσέβειαν τροπούμενος.
Νέμει σοι τὴν ἄλυπον, ζωὴν ὁ λυτρωτής, δι' αὐτὸν θάνατον πικρόν, ἀθλοφόρε ἔνδοξε, καθυπομείναντι, καὶ χοροῖς συνάπτει σε, τῶν μαρτύρων ἀριστεύσαντα.
Ἔκλινας αὐχένα σου, προθύμῳ λογισμῷ, καὶ τὴν κάραν ἀφαιρεθείς, τῷ Χριστῷ τρανότερον, καὶ καθαρώτερον, συνεδέθης Ὅσιε, ἀπολαύων τῆς θεώσεως.
Θεοτοκίον
Ὑπερτέρα πέφηνας, Ἀγγέλων ἀληθῶς, τῶν Ἀγγέλων τὸν ποιητήν, ὑπὲρ νοῦν κυήσασα, τὸν δοξάσαντα τοὺς Ἁγίους μάρτυρας, Παναγία Μητροπάρθενε.
Ἕτερος. Ὀρθρίζοντες.
Ἐπέστη σου, ἡ χαρμόσυνος μνήμη, φωτιστικαῖς μαρμαρυγαῖς, καταλαμπρύνουσα σαφῶς, καὶ φωτίζουσα ψυχάς, τῶν ἀνυμνούντων σε, τοῦ Χριστοῦ στρατιῶτα.
Ὑπέμεινας, σταθηρᾷ διανοίᾳ, τῶν σῶν μελῶν τὴν ἐκκοπήν, καὶ τῶν βασάνων τὰς πληγάς, αἰωνίων ἀγαθῶν, διὰ τῆς πίστεως, προορῶν τὰς ἐλπίδας.
Θεοτοκίον
Πανύμνητε, Θεοτόκε Παρθένε, ἡ ὑπὲρ νοῦν τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις ἀληθῶς, μεσιτεύσασα ἁγνή, τοὺς ἀνυμνοῦντάς Σε, τοῦ σωθῆναι δυσώπει.
ᾨδὴ ς', Ἦλθον εἰς τὰ βάθη
Σταζόμενος αἵματι παρέστης, τῷ σῷ ἀγωνοθέτῃ, γενναιότατα Εὖπλε θεόφρον, καὶ παρ' αὐτοῦ, τοὺς στεφάνους εἴληφας, τοὺς τῆς νίκης ἀγαλλόμενος.
Ἔστης πρὸ τοῦ βήματος ἀνδρείως, τοὺς τοῦ Δεσπότου νόμους, ταῖς ἀγκάλαις σου Εὖπλε κατέχων, καὶ προφανῶς, τοὺς ἀνόμους Ὅσιε, διελέγχων προθυμότατα.
Βασάνων πληθὺν μὴ δειλιάσας, μὴ φοβηθεὶς τὸ ξίφος, τὴν ἀλήθειαν σὺ πρὸ βημάτων δικαστικῶν, εὐσεβῶς ἐκήρυξας, καὶ τὴν πλάνην ἐθανάτωσας.
Θεοτοκίον
Ὦ θαῦμα παράδοξον, πῶς τίκτεις, πεῖραν ἀνδρὸς μὴ γνοῦσα; πῶς θηλάζεις δὲ Παρθενομῆτορ, τὸν χορηγόν, ἀληθῶς τοῦ γάλακτος, καί τροφέα πάσης κτίσεως;
Ἕτερος. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.
Λόγῳ Θεοῦ κεκοσμημένος, καὶ σοφίᾳ λαμπρυνόμενος, θεογνωσίας φωτισμῷ, τῆς ἀπάτης τὴν σκοτόμαιναν, ἠμαύρωσας κραυγάζων· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.
Ὁ πυρπολούμενός σου ζῆλος, εὐσεβείας ἀμαρύγμασι, τῆς ἀσεβείας τὸν κρυμόν, τὸν ψυχόλεθιρον διέλυσε· Χριστῷ γὰρ ἀνεβόας· σῶσον Σωτήρ, ὡς ἔσωσας τοῦ θηρὸς τὸν προφήτην.
Θεοτοκίον
Ὡς Θεοτόκον ὑπερέβης, τῶν Ἀγγέλων τὴν εὐπρέπειαν· πλὴν γὰρ τοῦ πάντων Ποιητοῦ, ἀνωτέρα πάντων πέφυκας· διό Σοι νῦν βοῶμεν· σῶσον ἡμᾶς, Παρθένε ἡ τὸν Θεὸν συλλαβοῦσα.
Κοντάκιον. Τοῦ Μάρτυρος. Ἦχος πλ΄ δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱερώτατον διάκονον καὶ μάρτυρα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἐγκωμιάσωμεν, θεῖον βλάστημα Κατάνης τῆς Σικελίας καὶ σταδίου ἴον εὔοσμον τὰ σύμπαντα καθηδῦναν εὐωδίᾳ γενναιότητος πόθῳ κράζοντες· Χαίροις, Εὖπλε ἀοίδιμε.
Ὁ Οἶκος.
Ἄγγελος διακόνων καὶ μαρτύρων ἐπώφθης, πολύαθλε καὶ πάντιμε Εὖπλε, ὁ τὴν κλῆσιν Χριστοῦ τοῦ Θεοῦ μεγαλύνας πίστει πρὸ ἐχθρῶν βήματος καὶ κατευφράνας τάγματα Κατάνης εὐσεβῶν βοώντων·
Χαῖρε, ἀκρότης καλλιμαρτύρων·
χαῖρε, σεμνότης τῶν διακόνων.
Χαῖρε, Ἐκκλησίας Χριστοῦ σεμνολόγημα·
χαῖρε, ἀριστείας ἐν στίβῳ θησαύρισμα.
Χαῖρε, ὅτι καθυπέμεινας κολασμούς τε καὶ εἱρκτήν·
χαῖρε, ὅτι ξίφει ἔκλινας σὴν τιμίαν κεφαλήν.
Χαῖρε, ῥόδον εὐῶδες τὴν Κατάνην ἡδύναν·
χαῖρε, βάκτρον ἀγάπης κλονουμένους στηρίξαν.
Χαῖρε, πιστῶν τραπέζης διάκονος·
χαῖρε, ἐχθρῶν ἀπάτης ἀντίπαλος.
Χαῖρε, ἀνδρείως ἀγῶνα τελέσας·
χαῖρε, εὐτόλμως πρὸς στίβον χωρήσας·
Χαῖρε, Εὖπλε ἀοίδιμε.
Συναξάριον.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὔπλου τοῦ Διακόνου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Νέοι τρεῖς ἐν Βαβυλῶνι
Στάξαν σου ἐν γῇ τὸ αἷμα, ἀπέσβεσε τὴν πυράν, τῆς πλάνης πανόλβιε, τὴν δὲ τοῦ Χριστοῦ Ἐκκλησίαν, πλουσιωτάτως ἤρδευσεν, εὐσεβῶς ἀνυμνοῦσάν σε.
Ἔχων φρόνημα γενναῖον, καὶ ἄσειστον λογισμόν, τὴν πλάνην κατέσεισας, καὶ προϊσταμένους τοῦ ψεύδους, τοῖς ἀψευδέσιν ἤλεγξας, διδαχαῖς Εὖπλε πάνσοφε.
Πύλη σοι τοῦ Παραδείσου, Εὖπλε μάρτυς τοῦ Χριστοῦ, ἠνοίχθη μακάριε, κεκαλλωπισμένον ἰδοῦσα τῷ θείῳ πάθει, καὶ τῷ νικητικῷ διαδήματι.
Ἄνθρακι κεκαθαρμένος, θείῳ μάρτυς τὴν ψυχήν, ἄνθρακας κατέσβεσας, τῆς πολυθεΐας κραυγάζων· Εὐλογητὸς εἶ Κύριος ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον
Ἵνα σου τὴν θείαν μήτραν, κάμινος ἡ Περσική, τυπώσῃ Πανάμωμε, σῴζει Νεανίας ἀφλέκτους ἀναβοῶντας· Κύριε ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἕτερος. Τὴν ἐν καμίνῳ φλόγα.
Στεφηφορῶν διέβης, τὴν θύραν τοῦ θανάτου, καὶ πρὸς ἀθάνατον δόξαν, μετέβης Ἀθλοφόρε.
Ἐν εὐφροσύνῃ χαίρων, παρέστης τῷ Δεσπότῃ, δικαιοσύνης στεφάνοις, κοσμούμενος τρισμάκαρ.
Θεοτοκίον
Παρθενομήτωρ ὤφθης, ἀσπόρως συλλαβοῦσα, τὸν ἐνυπόστατον Λόγον, Παρθένε Παναγία.
ᾨδὴ η', Λυτρωτὰ τοῦ παντὸς
Νοσημάτων παντοίων καθάρσιον, καὶ πνευμάτων δεινῶν ἐλατήριον, τὸ σὸν ὑπάρχει Λείψανον, ὃ κυκλοῦντες βοῶμεν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἐπὶ σοὶ τῶν πιστῶν δῆμος γέγηθε, πρὸς Χριστὸν σε μεσίτην κτησάμενος, καὶ πρεσβευτὴν θερμότατον, καὶ προστάτην παμμάκαρ Εὖπλε Λευῖτα, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.
Συνελθόντες ἀρύσασθε ἄνθρωποι, νοσημάτων κατάλληλον ἴαμα, ἐκ τῆς σοροῦ τοῦ μάρτυρος, καὶ βοήσατε πίστει· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Ὡραιώθης Ἁγνὴ παναμώμητε, ὑπὲρ πᾶσαν Ἀγγέλων εὐπρέπειαν, τὸν ποιητὴν κυήσασα, τῶν βροτῶν καὶ Ἀγγέλων, ᾧ μελῳδοῦμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ἕτερος. Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός.
Ἀναλαβὼν τὴν τοῦ σταυροῦ, πανοπλίαν ἐταπείνωσας, τὴν ἐπηρμένην, ὀφρὺν τῶν δαιμόνων, ὅμμα τε μετέωρον, κατέβαλες ἔνδοξε, αἰκισμοῖς ἐγκαρτερῶν, καὶ κράζων· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἱερουργὸς τῶν τοῦ Χριστοῦ, μυστηρίων ὡς ὑπάρχων σαφῶς, προδιεσκόπεις, τὴν ἀποκειμένην, σοὶ μακαριότητα, καὶ χαίρων ὑπέμεινας, τῶν μελῶν τὴν ἐκκοπήν, κραυγάζων· εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Νόμου τὸ πλήρωμα Χριστόν, συλλαβοῦσα διεσκέδασας, τὴν πρὶν κατάραν, τοῦ νόμου Παρθένε· πᾶσι γὰρ ἐπήγασας, τὴν θείαν χρηστότητα, καὶ χειμάῤῥουν τῆς τρυφῆς· διό Σε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', Εὔα μὲν τῷ τῆς παρακοῆς
Ἰδεῖν ἠξιώθης ἀληθῶς πανόλβιε, τὰ μακρόθεν σοι ποθούμενα, ἔστης ἐφέσεως ὡς φθάσας, αὐτὸ τῶν ὀρεκτῶν τὸ ἀκρότατον, τοῦ πόθου σου σαφῶς τὸ συμπέρασμα, Εὖπλε Λευΐτα ἀξιάγαστε.
Ὡς σκῆπτρον κατέχων τὸν Σταυρὸν μακάριε, τῇ χειρί σου τὴν πορφύραν δέ, ἣν ἐξ αἱμάτων ἱερῶν σου, ἐφοίνιξας λαμπρῶς περικείμενος, Χριστῷ τῷ Βασιλεῖ νῦν παρίστασαι, Εὖπλε μαρτύρων ἀκροθίνιον.
Σήμερον Κατάνη ἡ σεπτὴ μητρόπολις, πολιοῦχον ταύτης ἄριστον, σὲ κεκτημένη ἑορτάζει, τὴν θείαν ἐκτελοῦσά σου ἄθλησιν, σὺν πάσαις ἐπαρχίαις καὶ πόλεσιν, ἥν περιέποις σαῖς δεήσεσιν.
Ἥλιος ὁλόφωτος σαφῶς γεγένησαι, καὶ πρὸς φέγγος κατεσκήνωσας, Μάρτυς τὸ θεῖον τῇ μεθέξει, θεούμενος τῇ θείᾳ μακάριε, καὶ νῦν φωταγωγεῖς τοὺς ὑμνοῦντάς σου, τὴν φωτοφόρον μάκαρ ἄθλησιν.
Θεοτοκίον
Φωτός, τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον, ἐχθροὺς καταισχύνουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.
Ἕτερος. Σὲ τὴν ἀκατάφλεκτον βάτον.
Ἕστης τῆς ἐφέσεως Εὖπλε, τῷ Χριστῷ προσπελάσας, καὶ τυχὼν τῶν ἀγαθῶν, τοῦ ἀκροτάτου, καὶ τοῦ θείου παμμάκαρ φωτὸς ἐμφορούμενος.
Στίφει συγχορεύων Μαρτύρων, ὡς καλλίνικος Μάρτυς, τοὺς τελοῦντάς σου πιστῶς, τὴν θείαν μνήμην, ἱκετεύων ὡς Μάρτυς Χριστοῦ περιφρούρησον.
Θεοτοκίον
Ὤφθης καὶ παρθένος καὶ μήτηρ, συλλαβοῦσα τὸν Λόγον, τὸν τῶν ὅλων ποιητήν, εὐλογημένη· διό πάντες πιστοί Σε ἀεὶ μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Μάρτυρος Ἦχος β' Γυναῖκες ἀκουτίσθητε
Διόλου ἀνακείμενος, Θεῷ τῷ παντοκράτορι, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενος ἀθλοφόρε, τῶν ἐκτελούντων μέμνησο, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων Ἅγιε, ὡς τοῦ Χριστοῦ Μυστηρίων, Διάκονον μάρτυς Εὖπλε.
Ἐξαποστειλάριον Ἦχος γ' αὐτόμελον
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος !
Εὖπλε, διακόνων σέμνωμα, Κατάνης γόνε σεμνέ, ἀτραποὺς τῆς ἀθλήσεως ὁ βαδίσας ἄσμενος καὶ αἰσχύνας ἐνστάσει σου ἀψύχους λίθους, οἴμοι, τοὺς σέβοντας καὶ κατευφράνας πιστῶν ὁμήγυριν ἐγκαυχωμένην σοι καὶ λαμπρῶς τὴν μνήμην σου τὴν ἱερὰν ἐκτελοῦσαν, πρέσβευε ὑπὲρ προσφύγων σου.
Δεῦτε, ὁλοθύμως μέλψωμεν Εὖπλον, Χριστοῦ τοῦ Θεοῦ Ἐκκλησίας διάκονον τὸν σεπτὸν καὶ μάρτυρα εὐσεβείας ἀήττητον, τὸν καθελόντα ἀπίστων ἔπαρσιν στεῤρᾷ ἐνστάσει καὶ ῥείθροις αἵματος καὶ κατευφράναντα εὐσεβούντων σύλλογον ἄθλοις αὐτοῦ ἄχρι θανατώσεως ὑπὲρ τῆς πίστεως.
Εὖπλε, καλλιμάρτυς ἔνδοξε, ἐν τῷ πελάγει τῶν σῶν παλαίσματων, μακάριε, ἀνεδείχθης εὔπλοος καὶ πρὸς ὅρμον κατηύθυσας εὔδιον, πάτερ, ψυχῆς σου ἄκατον, Χριστῷ συγχαίρειν καὶ συναγάλλεσθαι, ᾯ ἱλεούμενος σὲ τοῖς μεγαλύνουσι διηνεκῶς μὴ ἐλλείπῃς, Ἅγιε, τοῦ πόλου ἔνοικε.
Ὕμνοις καὶ ᾠδαῖς καὶ ᾄσμασι μελισταγέσι χορὸς εὐσεβῶν μεγαλύνει σε, Εὖπλε τρισμακάριστε, ὡς τῆς πίστεως πρώταθλον και ἀριστέα σταδίου πάγκαλον, Θεοῦ δυνάμει τὸν καταισχύναντα πάντας τοὺς σέβοντας εἴδωλα ἀναίσθητα καὶ τοὺς πιστοὺς μύρῳ καθηδύναντα πανσέπτων ἄθλων σου.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἐστῶτα ἀνδρείως πρὸ εἰδωλολατρῶν βήματος καὶ ὑπερμαχήσαντα Χριστοῦ τῆς ἀληθείας ἄχρις αἵματος, Εὖπλον, τὸν ἐνθεώτατον διάκονον καὶ ἀήττητον μάρτυρα, καταστέψωμεν ἀξίως τῶν ὕμνων ἄνθεσι καὶ αὐτῷ μεγαλοφώνως βοήσωμεν· Ὁ προθύμως διελέγξας ἀπίστους καὶ ξίφει ὡς ἀμνὸς ἀποκτανθεὶς ἐνιαύσιος, μὴ παύσῃ Χριστὸν ἐκδυσωπῶν τὸν εὔσπλαγχνον εὐπλοΐας ἡμᾶς ἀξιῶσαι ἐν τῷ πελάγει βιοτῆς τῆς προσκαίρου καὶ ἀξιῶσαι τῆς γαλήνης τοῦ οὐρανίου λιμένος, πανεύφημε.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου, μεθ' ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Εὔπλοος ἐδείχθης, Μάρτυς Χριστοῦ, ἐν τοῦ μαρτυρίου τοῖς
ἀγῶσι καὶ οὐρανῶν εἰς λιμένα, Εὖπλε Διάκονε στεῤῥόφρον, κατήντησας Ἀγγέλοις
συνεπαγάλλεσθαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου