ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΒ΄!!
ΦΩΚΑΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Καταβαλὼν τῶν εἰδώλων, τὴν ματαιότητα, τῷ ἱερῷ σου λόγῳ ἐβεβαίωσας πίστει, καρδίας ἀστηρίκτους, καὶ πρὸς ζωήν, Ἱεράρχα ὡδήγησας, καὶ ἐναθλήσας νομίμως Μάρτυς Φωκᾶ, τοῦ Κυρίου ἐχρημάτισας.
Τὴν ἱερὰν διπλοΐδα, βάψας ἐν αἵματι, τῆς ἱερᾶς σαρκός σου, Ἱερώτατε Πάτερ, διπλοῦς στεφάνους ὄντως, παρὰ Χριστοῦ, ὑπεδέξω πανόλβιε, καὶ σὺν Ἀγγέλοις χορεύεις ἐν οὐρανοῖς, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.
Ταῖς τῶν θαυμάτων ἀκτῖσι, πᾶσαν φωτίζεις τὴν γῆν, τοῖς ἐν θαλάσσῃ Πάτερ, βοηθεῖς καθ' ἑκάστην, νοσήματα διώκεις, παύεις ψυχῆς, καὶ σαρκὸς ἀρρωστήματα, παρὰ Κυρίου τὴν χάριν Μάρτυς Φωκᾶ, εἰληφὼς θεομακάριστε.
Ἀθλητικῶν ἐξ αἱμάτων κρατῆρα πλήσας πιστοῖς, ἰάσεις ἐπαρδεύει, καὶ τὰς νόσους ἐλαύνει, Φωκᾶς ὁ Χριστοῦ Μάρτυς ἐν ὑψηλῷ, μαρτυρίας κηρύγματι, πάντας καλεῖ οἱ διψῶντες δεῦτε πιστῶς, ποταμοὺς χαρίτων δρέψασθε.
Τῆς ἀθεΐας τὴν πλάνην θείᾳ ἐνστάσει σου, πολυθεΐας ζάλην, τῆς Τριάδος δυνάμει, Φωκᾶ Μάρτυς ἐκτρέψας ξίφους ἀκμήν, τοῦ πυρός τε τὴν ἔκκαυσιν, καὶ νιφετοὺς τῶν βασάνων τῶν ἀλγεινῶν, ὡς χρυσίον ἐκαρτέρησας.
Τοῦ Ζωοδότου σὺ κήρυξ Θεοῦ γενόμενος, θανάτου τὲ παρόπτης, Ἀθλητὰ ἀνεδείχθης, καὶ θεῖος Ἀθληφόρος· ὅθεν ζωήν, διὰ θανάτου ὠνούμενος, πρὸς τὴν ἀνέσπερον ἔβης μαρμαρυγήν, τοῦ Θεοῦ Φωκᾶ μακάριε.
Δόξα... Ἦχος δ' Κυπριανοῦ
Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς Χριστοῦ· τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ' ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς σωτηρίας, δι' ἧς τῶν Ἀγγέλων συνέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτὴς ὤφθης διαπρύσιος.
Καὶ νῦν... Θεοτοκίον
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Ἀγῶνα καλὸν ἠγωνίσω, καὶ δρόμον τετέλεκας τοῦ μαρτυρίου, Ἱερομάρτυς Φωκᾶ· διὸ ἐν Ὑψίστοις μετ’ Ἀγγέλων χορεύεις, ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω Βασίλεια. Ἀλλὰ πρέσβευε Φωκᾶ παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐν αἵματι βάψας σου, τὴν ἱερὰν διπλοΐδα, εἰσῆλθες εἰς ἅγια, τῶν ἁγίων Ἅγιος ἐμφανέστατα, Φωκᾶ θεσπέσιε· καὶ σαφῶς ἄληκτα, ἀπολαύεις τῆς θεώσεως υἱοθετούμενος, καὶ Θεὸς ὑπάρχων ἐν χάριτι· καὶ Ἄγγελος δεικνύμενος, ταῖς τοῦ βίου θείαις λαμπρότησιν· ὅθεν σὲ τιμῶμεν, καὶ πόθῳ ἑορτάζομεν τὴν σήν, ἱερωτάτην πανήγυριν, ὕμνοις εὐφημοῦντές σε
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πυρὶ προσριπτούμενος, ἀνεμποδίστως τὴν τρίβον, διώδευσας πάνσοφε, τὴν πρὸς τὴν οὐράνιον πόλιν φέρουσαν, καὶ ξίφει τεμνόμενος, ὡς ἀμνὸς ἄφωνος, τὴν σεπτὴν καὶ θείαν κάραν σου, Χριστὸς ὁ Κύριος, θείῳ διαδήματι ἐστεφάνωσεν, ὡς Μάρτυς οὖν ἀοίδιμος, καὶ ἱερουργὸς ἀξιώτατος, μέλπεις σὺν Ἀγγέλοις, μελώδημα τὸ θεῖον καθαρῶς, Ἅγιος Ἅγιος Ἅγιος, Τριὰς ὁμοούσιε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ποίμνης προϊστάμενος, τῆς λογικῆς ἱεράρχα, βακτηρίᾳ γνώσεως ἐπὶ χλόην ἔθρεψας, ταύτην πίστεως, καὶ καλῶς ἔσωσας, καὶ Θεὸν ἔτερψας, τὸν ἐξ ὕψους σε ποιμάναντα· ὃν κατ’ ἐνώπιον, τῶν ἀθεωτάτων ἐκήρυξας, ἀρνίον ὥσπερ ἄκακον, τέθυσαι Κυρίῳ γηθόμενος· καὶ νῦν μετ’ Ἀγγέλων, χορεύεις κατοικῶν τοὺς οὐρανούς, χεῖρας ἐκτείνων πρὸς δέησιν, ὑπὲρ τῶν ὑμνούντων σε.
Δόξα. Ἦχος δ΄.
Ὄντως ἐν σοὶ πεπλήρωται ἱεράρχα, ἡ τοῦ Εὐαγγελίου μακαρία φωνή, ἡ λέγουσα· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· καὶ γὰρ αὐτὸς ὁ εἰπών· Κύριος Ἰησοῦς, Ὃν ἐπόθησας ἀπὸ βρέφους. Προειδώς σου τὴν τῆς ψυχῆς εὐθύτητα, καὶ τὴν μέχρις αἵματος ὑπὲρ τῆς πίστεως ἀνταγώνισιν, δέδωκέ σοι τὴν χάριν, τοῦ ἐνεργεῖν θαυμάσια παράδοξα, οὐ μόνον ἔτι ζῶν ἐπὶ γῆς, ἀλλὰ καὶ μετὰ τέλος μακάριον, ὥσπερ ἔκ τινος ἀεννάου πηγῆς, Φωκᾶ τρισμάκαρ, παντοδαπὰ ἰάματα προχέων, εἰς ἔλεγχον τῆς ἑκατέρου πρὸς Θεὸν νομίμου διαγωγῆς σου· πρὸς Ὃν πρέσβευε ἑκάστοτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἱερομάρτυς Ἀθλητὰ γενναιόφρον, καταβαλὼν τῶν δυσμενῶν παρατάξεις, ὑπὲρ Χριστοῦ ἐνήθλησας στεῤῥότατα, ὅθεν εὐφημοῦμέν σε, ὡς λαμπρὸν ἀριστέα, ῥῦσαι τοὺς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου, ταῖς πρὸς Χριστὸν λιταῖς σου ὡς ποιμήν, Φωκᾶ παμμάκαρ, πιστῶν ἡ ἀντίληψις.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Λίθος τίμιος, τῆς Ἐκκλησίας, φυλαττόμενος, ἐν τοῖς ταμείοις, τοῖς οὐρανίους ἀνεδείχθης Φωκᾶ μέγιστε· τοὺς προσκυνοῦντας τοὺς λίθους κατέβαλες, καὶ μαρτυρίου ποτήριον ἔπιες, ὅπερ σοι ἄνωθεν δέδεικται· διὸ Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ζῆλον ἔνθερμον, ἐν τῇ ψυχῇ σου, ἔχων Ἅγιε, κατὰ τῆς πλάνης, τοὺς ἀνομοῦντας ἀνδρείως διήλεγξας, καὶ ἐναντίον βασάνων ὑπέστησας, τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι, Φωκᾶ παναοίδιμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τοὺς πόθῳ εὐφημοῦντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Παραμύθιον, τῶν θλιβομένων, ἱλαστήριον, ἁμαρτανόντων, σὺ ἀνεδείχθης Μητροπάρθενε Δέσποινα, τὴν γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος πιστοῖς μόνη γέγονας· ὅθεν κράζομεν· Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκβλαστήσας ὡς δένδρον πανευθαλές, ἐν τῷ οἴκῳ Κυρίου ἱερουργέ, πολλοὺς κατεφύτευσας, πρὸς τὴν γῆν τὴν σωτήριον, καὶ ὡς κριὸς ποιμνίου, καλῶς ἡγησάμενος, δεσμευθεὶς ἐσφάγης, θυσία γενόμενος, τῷ δι’ εὐσπλαγχνίαν, ὡς ἀρνίον σφαγέντι, καὶ χαίρων ἀνέδραμες, πρὸς Αὐτὸν Πάτερ Ἅγιε· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστὲ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν, δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Ἱερῶς τὴν ζωήν σου διατελῶν, ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐπὶ τέλει μάκαρ, ἐνθέως ἀπήστραψας· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν, ὦ Φωκᾶ ἱερώτατε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι τὴν ἁγίαν εἰκόνα σου.
Καὶ νῦν. Θεοτοκίον.
Διὰ κόσμον Παρθένε τὸν κοσμικόν, καὶ ταγμάτων τῶν ἄνω καλλωπισμόν, ἐν κόσμῳ ἐκύησας, τὸν τοῦ κόσμου κοσμήτορα, πρὸ γὰρ τούτου Κόρη, ὑπῆρχον ἀκόσμητα, τῶν βροτῶν μὴ βλέπειν δυναμένων τὸν Κύριον· ὅθεν ἀμφοτέρων, κοσμιότης κοσμία, ὡράθης Μητρόθεε, κοσμιότητι τόκου Σου· τὸν γὰρ κόσμον, τῷ κόσμῳ δι’ αὐτοῦ τῷ ἀρχαίῳ κοσμεῖς, καὶ Ἀγγέλων πάντα τὸν διάκοσμον, ἐν Σοὶ κατακοσμεῖς κοσμοσώτειρα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θυσίαν ἀναίμακτον Χριστῷ προσφέρων Φωκᾶ, θυσίαν προσέφερες σαυτὸν δι’ αἵματος, ἱεράρχα θεόληπτε· ὅθεν ἐν εὐφροσύνῃ, αὐλιζόμενος Πάτερ, μέμνησο τῶν ἐν πίστει, ἐκτελούντων τὴν θείαν, καὶ εὔσημον ἡμέραν τῆς σῆς ἀθλήσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ ἀπειρόγαμε χριστιανῶν ἡ ἐλπίς, πτωχῶν ἀντιλήπτρια τῶν θλιβομένων χαρά, πενθούντων παράκλησις, ῥῦσαί με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις, ἴασαί με νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα, πρὸς Σὲ γὰρ κατέφυγον μόνη πανάχραντε.
Εἶτα, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν φωστῆρα τὸν θεολαμπῆ, τὸν τοῦ Παύλου συνόμιλον, καὶ ἔργοις συμμέτοχον, Φωκᾶν τὸν ἀοίδιμον εὐφημήσωμεν· μετὰ Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν τὸ στέφος τῆς ἀφθαρσίας, παρὰ τοῦ μόνου Θεοῦ, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου Φωκᾶ, οὗ ἡ, Ἀκροστιχίς: Ὑμνεῖν σε Φωκᾶ προσθέτω Θεὸς χάριν. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον
Ὑμνῆσαι, προθυμουμένῳ σήμερον, τὴν θείαν μνήμην σου, φωτιστικαῖς τοῦ Πνεύματος αὐγαῖς, τὴν ψυχήν μου καταύγασον, ποιμὴν καὶ Μάρτυς ἔνδοξε, τοῦ Παντοκράτορος Θεοῦ ἡμῶν.
Μαρτύρων, περιφανῶς ἐπλούτησας, τὴν θείαν εὔκλειαν ποιμαντικαῖς ἐκπρέψας καλλοναῖς, καὶ φοινίξας ἐν αἵματι, τῆς ἱερᾶς ἀθλήσεως, σοῦ τὴν στολὴν θεομακάριστε.
Νευρώσας, τὸν λογισμὸν ταῖς κρείττοσιν, ἐλπίσι πάνσοφε, τὸν ἐν κακίᾳ ὄντα δυνατόν, παντελῶς ἐξενεύρισας, καὶ νικηφόρος ἄριστος, πρὸς οὐρανοὺς Φωκᾶ ἀνέδραμες.
Θεοτοκίον
Ἐλύθη, τῶν Προπατόρων ἄχραντε, τὸ ἐπιτίμιον· τὸν πρὸ αἰώνων τίκτεις γὰρ Θεόν, νέον βρέφος γινόμενον, καὶ νεουργοῦντα ἅπασαν, τὴν ἀνθρωπίνην ὄντως ὕπαρξιν.
ᾨδὴ γ' . Εὐφραίνεται ἐπὶ σοὶ
Ἰάσεις ἐπιτελῶν, τῇ ἐπικλήσει τοῦ Χριστοῦ Ὅσιε, πλάνης ἐχθροῦ ἔσωσας, πόλεις καὶ λαοὺς θείᾳ χάριτι.
Ναὸς ὑπάρχων Θεοῦ, εἰδωλικοὺς Μάρτυς ναοὺς ἔρριψας, τὴν παντουργὸν δύναμιν, ἔχων συνεργὸν καὶ συνέριθον.
Στρατὸς ὡράθη Φωκᾶ, ἀγγελικὸς καὶ φῶς Θεοῦ ἄπλετον, δικαστικῶν θρόνων σε, ἔναντι Κυρίου δοξάζοντος.
Θεοτοκίον
Ἐκ σοῦ Θεὸς σαρκωθείς, δι' εὐσπλαγχνίαν τοῖς βροτοῖς ἥνωται, καὶ τὴν ἀρὰν ἔλυσε, μόνη παντευλόγητε Δέσποινα.
Κάθισμα τοῦ Ἀποστόλου. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἡ χάρις τοῦ Πνεύματος, ἐν σοὶ σκηνώσασα, πηγήν σε ἀνέδειξε, πολλῶν χαρίτων Φωκᾶ, πλουσίως ἐκβλύζουσαν· ὅθεν καὶ τοῖς πλωτῆρσι, βοηθεῖς καθ' ἑκάστην, πίστει ἐπιζητοῦσι, σὴν βοήθειαν Πάτερ, σὺν τούτοις καὶ ἡμῖν, ἱλασμὸν νέμοις θεόσοφε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος, μόνη πανύμνητε.
ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα
Φαεινότατον ἀστέρα σὲ ἐν τῷ ὕψει, τῆς Ἐκκλησίας ἔθετο, Φωκᾶ ὁ Δεσπότης, ἄθλων ἱερώτατε, θαυμάτων τε λάμψεσι, πάντων τὰς καρδίας φωτίζοντα.
Ὡμολόγησας τὴν σάρκωσιν τοῦ Δεσπότου, τυραννικοῦ πρὸ βήματος, Μάρτυς ἀθλοφόρε, καὶ λαμπρῶς κατῄσχυνας, Ἑλλήνων σεβάσματα, καὶ πολυθεΐας τὸ ἄθεον.
Κορυφουμένην τὴν θάλασσαν τῆς ἀπάτης, πολυθεΐας λαίλαπι, θείᾳ κυβερνήσει, Ἔνδοξε παρέδραμες, λιμὴν γαληνότατος, πᾶσι γεγονὼς θαλαττεύουσιν.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ ε' . Σὺ Κύριέ μου φῶς
Πορείας τοῦ ἐχθροῦ, προφανῶς ὑπεσκέλισας, ἰθύνων σου τὰς πορείας, πρὸ Θεοῦ θελημάτων, τὰς τρίβους Ἱερώτατε.
Ῥηγνύμενον πληγαῖς, τὸ πολύαθλον σῶμά σου, διέρρηξεν ἀθεΐας, τοὺς δεσμοὺς θείῳ σθένει, Φωκᾶ θεομακάριστε.
Ὁλόκληρον Θεῷ προσενήνεξαι σφάγιον, Πανεύφημε τῷ τυθέντι, καὶ ἐναίμους θυσίας, εἰδώλων καταπαύσαντι.
Θεοτοκίον
Σοφίᾳ τοῦ Θεοῦ, ἑαυτῇ ᾠκοδόμησεν, ὦ Δέσποινα Θεοτόκε, ἐξ ἁγνῶν σου αἱμάτων, τὸν οἶκον ὡς ηὐδόκησεν.
ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς
Θάλασσαν, ἀθεΐας ἐξήρανας Πάνσοφε, πηγὴν ζωῆς ἀναβλύζων, διδαχῶν ὁσίων, νῦν δὲ θαυμάτων, ἐπομβρίαις, ἀποπλύνεις παθῶν πάντα βόρβορον.
Ἐπήρθης, ἐπὶ ξύλου δεινῶς σπαθιζόμενος, καὶ ἐξαρθρούμενος μάκαρ, καὶ φωνὴν ἐξ ὕψους σε δυναμοῦσαν, ἐνωτίσθης, Ἱεράρχα καὶ Μάρτυς πολύαθλε.
Τὸ πάθος, τοῦ ἀπαθοῦς Φωκᾶ μιμησάμενος, πάθη ποικίλα ἰᾶσαι, καὶ λυτροῦσαι ζάλης καὶ τρικυμίας, τοὺς πλωτῆρας, ταῖς πρὸς Θεόν σου θείαις ἐντεύξεσιν.
Θεοτοκίον
Ὡς ὄμβρος, ὁ σωτήριος Λόγος κεκένωται, ἐν τῇ ἀφθόρῳ σου μήτρᾳ, Παναγία Κόρη, καὶ τῆς κακίας, τοὺς χειμάρρους, θεϊκῇ δυναστείᾳ ἐξήρανε.
Κοντάκιον. Ἦχος β' Τοὺς ἀσφαλεῖς
Ὡς θεαυγῆ καὶ φωτοφόρον ἥλιον, σὲ νοητὸν τῇ Ἐκκλησίᾳ ἔθετο, ὁ Δεσπότης καταλάμποντα, πιστῶν τὰ πλήθη Μάρτυς ἔνδοξε· τὸν βίον γὰρ τὴν πίστιν καὶ τοὺς ἄθλους σου, ὡς μύρον εὐωδίας προσεδέξατο, ὁ μόνος ὑπάρχων πολυέλεος.
Ὁ Οἶκος
Φώτισόν με φωτὶ ἀνεσπέρῳ τῆς σῆς γνώσεως Σῶτερ, τὴν ἀχλὺν τῶν παθῶν σκεδάζων μου, καὶ σκοτόμαιναν, λόγον σοφίας δίδου μοι Λόγε, καὶ συνέσεως θείας ἐν κατανύξει, ὅπως τὸν σὸν παναοίδιμον Μάρτυρα στέψω Φωκᾶν, ἐν ὕμνοις καὶ μελῳδίαις· ἀπορούντων γὰρ πέλεις ἀντίληψις καὶ πλοῦτος πᾶσι πτωχεύουσι, καὶ πηγὴ ἀγαθῶν δωρεῶν, ὁ μόνος ὑπάρχων πολυέλεος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ
Θυμὸν τυράννων, οὐκ ἐδειλίασας πάνσοφε, ποίμνης προϊστάμενος δὲ τῆς λογικῆς, ὡς ἀρνίον προσενήνεξαι, τῷ ἀρχιποίμενι, μαρτυρικῶς Φωκᾶ κλεϊζόμενος.
Ἐδοκιμάσθης, ὡς ἐν χωνείᾳ Μάρτυς χρυσός, μέσον ἐμβληθεὶς ἀσβέστου φλογοειδοῦς, καὶ μηδόλως φλογιζόμενος· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Ὁ θεῖος πόθος, προσαναφλέγων τὴν καρδίαν σου, θείῳ δροσισμῷ σε ἔνδοξε συντηρεῖ, ἐν πυρὶ μὴ δαπανώμενον, τῆς ἀθεΐας δέ, Ἱεράρχα τὴν ὕλην συγκαίοντα.
Θεοτοκίον
Σεσαθρωμένον, τὸν τῆς ψυχῆς μου οἶκον πανάμωμε, Κόρη μετανοίας τρόποις ὡς ἀγαθή, ἀνακαίνισον ἡ ἅπασαν, τὴν ἀνθρωπότητα, τῷ τοκετῷ σου ἀνακαινίσασα.
ᾨδὴ η'. Χεῖρας ἐκπετάσας
Χάρις σου τοῖς χείλεσι σοφέ, Φωκᾶ ἐκκέχυται· ὅθεν ἐπέστρεψας, λαὸν πλανώμενον ὄφεως, ὑποθήκαις καὶ προσήγαγες, οἷα ποιμὴν ἀληθινός, Χριστῷ κραυγάζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἀκοίμητον ἔχει σε πιστῶν, Σοφὲ ὁμήγυρις πρέσβυν κοιμίζοντα, παθῶν θαλάσσης τὰ κύματα, πειρασμούς τε κατευνάζοντα, καὶ ὀδυνῶν παντοδαπῶν ἡμᾶς λυτρούμενον, τοὺς βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥεῖθρα ἰαμάτων ὁ ναός, ὁ σὸς τοῖς χρῄζουσι, πηγάζει πάντοτε, λιμὴν δεικνύμενος ἄκλυστος, καὶ παθῶν φυγαδευτήριον, τοῖς σὲ τιμῶσι, καὶ Χριστῷ Μάρτυς κραυγάζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἵνα σου τιμῶμεν τὸ σεπτόν, Φωκᾶ μνημόσυνον, πανηγυρίζοντες, τὸν ὑπεράγαθον Κύριον, ἐκδυσώπει προθυμότατα, ἀπαλλαγὴν τῶν δυσχερῶν, ἡμῖν δωρήσασθαι, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Νόμου σε ἐτύπου κιβωτός, καὶ στάμνος φέρουσα, τὸ μάννα Πάναγνε, ἡ θεία τράπεζα αὖθίς τε, καὶ λυχνία χρυσαυγίζουσα, εἰς ἀποκάλυψιν ἐθνῶν τὸ φῶς κυήσασαν, τὸ φωτίζον, θεογνωσίᾳ τοῦ κόσμου τὰ πέρατα.
ᾨδὴ θ'. Λίθος ἀχειρότμητος
Ἱερολογίαις ἐνθέοις, τοῦ ἱεροῦ δεῦτε Ποιμένος, πάντες τὴν πανίερον μνήμην, ἱερωτάτως πανηγυρίσωμεν, τὸν εὐεργέτην κύριον, ὑπὲρ ἡμῶν καθικετεύοντος.
Ὤφθης πυρακτούμενος ζήλῳ, τῷ τοῦ Δεσπότου ὁπηνίκα, Μάρτυς τὸ λουτρὸν ὑπεισῆλθες, ἐκκεκαυμένον, ἐν ᾧ τὸ πνεῦμά σου, Θεοῦ ἐπαγαλλόμενος, μάκαρ εἰς χεῖρας παραδέδωκας.
Σὲ Ἱεραρχῶν αἱ χορεῖαι, καὶ τῶν Μαρτύρων αἱ ἀγέλαι, καὶ τῶν ἱερῶν Ἀποστόλων, ἡ συναυλία πάντων Δικαίων τε, Μάρτυς Φωκᾶ τὰ πνεύματα, ἔχοντα μέσον ἐπαγάλλονται.
Ἥπλωται ἐν κόσμῳ ἡ μνήμη, ἡ σὴ ψυχὰς φωταγωγοῦσα, τῶν ἀνευφημούντων ἐν πίστει, τοὺς σοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν γενναίαν ἄθλησιν, ποιμὴν καὶ Μάρτυς ἀξιάγαστε.
Θεοτοκίον
Φώτισον Ἁγνὴ τὴν ψυχήν μου, ἐσκοτισμένην ἁμαρτίᾳ, καὶ αἰωνιζούσης φλογὸς με, καὶ σκότους ῥῦσαι τῇ μεσιτείᾳ σου, ἵνα τὴν σὴν γηθόμενος, ἀνευφημῶ μεγαλειότητα.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἱεραρχῶν ἀκρότης, καὶ Ἀθλοφόρων τὸ κλέος, Φωκᾶ καὶ μέγας προστάτης, τοῖς θαλαττεύουσι πέλων, περίσῳζε ἐκ κινδύνων, τοὺς εὐφημοῦντάς σε μάκαρ.
Θεοτοκίον
Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, τῇ κεφαλῇ σου Φωκᾶ, καταπτᾶσα ἐπέθηκε, περιστερὰ στέφανον, μαρτυρίου οὐράνιον, ποτήριόν σοι θεῖον κεκέρασται, καὶ τοῦτο δεῖ σε πιεῖν ἐφθέγγετο· ὢ πῶς σε Κύριος, θαυμαστῶς ἐκάλεσε, καὶ κοινωνόν, πάθους ἀπεφήνατο, καὶ θείας δόξης Αὐτοῦ. (Δίς)
Μάρτυς Φωκᾶ ἱερώτατε, σὺ ἐκ παιδὸς ἀληθῶς, ἀνεδείχθης θεόληπτος, μύστης παναοίδιμος, διδαγμάτων λαμπρότησι, περιαυγάζων, τοὺς προσιόντας σοι, καὶ ἐν θαλάσσῃ πολλοὺς λυτρούμενος· ὢ τῆς ἀφράστου, προμηθείας Ἅγιε, καὶ δωρεᾶς, ἧσπερ κατηξίωσαι, παρὰ τοῦ μόνου Θεοῦ.
Ἅπας ὀ βίος σου ἔνθεος, δι’ ἀρετῆς ὑψηλῆς, τὸ δὲ τέλος μακάριον, ἀνεδείχθη Ἅγιε, ἡ ἐνοικοῦσα θεία γὰρ χάρις σοι, κατέστεψέ σε, ποιμένα ἄξιον, καὶ Ἀθλοφόρον Χριστοῦ θαυμάσιον· ὢ τῆς ἐνθέου σου πολιτείας Ἅγιε, καὶ τῆς στεῤῥᾶς, πίστεως πρὸς Κύριον, ὑπὲρ οὗ ἤθλησας.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι, καὶ εὐφραινόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει τοῦ ἱερομάρτυρος Χριστοῦ. Ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ἐν ἀθλήσει ἐκλάμψαντα γενναίως, καὶ θαυμάτων τὴν χάριν δεξάμενον παρὰ Χριστοῦ, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημείτωσαν· οἱ πυρέττοντες τὴν ἀπαλλαγήν, οἱ δαιμονῶντες τὸν ῥύστην, οἱ ἐν συμφοραῖς τὸν Σωτῆρα, οἱ νοσοῦντες τὸν ἰατρόν, οἱ ἐν θαλάσσῃ τὴν εὐπλοΐαν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, οἱ ἐν κινδύνοις τὴν σωτηρίαν, οἱ πάντες τὸν πάντα πᾶσι γινόμενον γενναῖον ἱερομάρτυρα· ἐγκωμιάζοντες ἀνακράξωμεν· Φωκᾶ παμμακάριστε, μεσίτευε ὑπὲρ ἡμῶν πρὸς τὸν Θεὸν καὶ Δεσπότην, καὶ δίδου βοήθειαν ἐν περιστάσεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου