Παρασκευή 29 Ιουνίου 2018

ΟΚΤΩΒΡΙΟΣ 11. ΟΣΙΟΣ ΘΕΟΦΑΝΗΣ ΓΡΑΠΤΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΑ΄!!
ΘΕΟΦΑΝΗΣ ΟΣΙΟΣ ΓΡΑΠΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξαἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας· τῇ πυριφθόγγῳ γὰρ γλώττῃ σου, τὰ θεῖα ἑβρόντησας, καὶ κατέφλεξας ἐχθρῶν, δυσσεβῶν τὰ ζιζάνια, τῶν μὴ χρώμασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου, καὶ Θεοῦ ἡμῶν τὸ εἶδος, καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ. 

Ὡς φωστὴρ διαυγέστατος, τῷ πυρσῷ τῶν δογμάτων σου, καταλάμπεις ἅπασαν τὴν ὑφήλιον. Δαυϊτικῶς τὴν κινύραν σου, κινῶν ἐμελῴδησας, τῶν Ἁγίων τοῦ Χριστοῦ, ἀξιέπαινα ᾄσματα, καὶ ἐξέπεμψας, εἰς τὴν ἤπειρον πᾶσαν, διὰ τοῦτο, ἐδοξάσθης ἐπαξίως· Ἱερομύστα Θεόφανες. 

Ἱερέων ἐν τάγμασιν, Ἀσκητῶν ὁμηγύρεσι, καὶ χοροῖς Μαρτύρων σὺ καταλέλεξαι, ὑπὲρ Χριστοῦ μέχρις αἵματος, στερρῶς ἀνθιστάμενος, παρανόμου δικαστοῦ, διελέγχων ἀπόνοιαν, καὶ προστάγματι, ἀσεβοῦς Βασιλέως τῷ μετώπῳ , ὡς ἐν τίτλῳ διεγράφης, σημειωθεὶς θείᾳ χάριτι. 

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, ποιητὰ Θεόφανες, Πνεύματι θείῳ ἀρθείς, τῶν Ἀγγέλων τὴν αἴνεσιν, ἱερῶς μεμύησαι, καὶ τῷ κόσμῳ ἐξήγγειλας, ᾄσματα θεῖα πιστοὺς εὐφραίνοντα, καὶ ὑπὲρ μέλι ψυχὰς ἡδύνοντα, δι’ ὧν ἀνύμνησας, τοὺς Ἁγίους ἅπαντας, καὶ τὴν αὐτῶν, πολιτείαν Ὅσιε, πανσόφοις ῥήμασι.

Πάτερ, ὑμνῳδὲ Θεόφανες, ὄργανον ὤφθης Θεοῦ, καὶ κιθάρα θεόπνευστος, καὶ αὐλὸς ἡδύφωνος, τὰ οὐράνια ᾄσματα· ὅθεν τῷ κόσμῳ ὡς ἐνθεώτατος, καὶ καταθέλγων πιστῶν διάνοιαν· ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ μακάριε! ὢ ἱερᾶς, γλώσσης ἧς ἐπλούτησας, ἐνθέῳ ἔρωτι!

Ὁμολογητὰ Θεόφανες, ὁμολογίας φωτί, τὴν ἀπάτην διέλυσας, καὶ τιμᾶν ἐκήρυξας, τὴν Εἰκόνα τὴν ἄχραντον, τοῦ Βασιλέως Χριστοῦ καὶ σέβεσθαι, καὶ τῷ μετώπῳ γραφὴν τὴν ἄδικον, χαίρων ὑπέμεινας, ὥσπερ ἄλλου πάσχοντος· ὅθεν πολλῶν, παρὰ τοῦ παντάνακτος, τιμῶν ἠξίωσαι.


Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς ἑωσφόρος ἔλαμψε φαεινός, ἡ τοῦ ἱεροῦ Θεοφάνους μνήμη, ὁμολογίας ἀκτῖσι, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα· θεοφανείας γὰρ μυστικῆς, πλουτήσας τὰς χάριτας, πρὸς θεῖον πόθον διεγείρει, ζηλοῦν τὰ κρείττονα χαρίσματα, τοὺς βοῶντας αὐτῷ· χαίροις, Ὀρθοδοξίας θεῖος φωστήρ, ὁ λόγῳ καὶ ἔργῳ βεβαιώσας, τῶν πιστῶν τὴν διάνοιαν, τοῖς θείοις ἐμμένειν δόγμασι· χαίροις, ὁ δι’ ἀγώνων ἱερῶν, τὴν ἐν σαρκὶ τοῦ Σωτῆρος Εἰκόνα, τιμᾶν καὶ προσκυνεῖσθαι, ὀρθῶς διδάξας· χαίροις, ὁ τοῦ Δαβὶδ τὴν λύραν μιμούμενος, καὶ ὕμνους οὐρανίους, καὶ ᾄσματα ἡδυεπῆ, ἐν Ἐκκλησίᾳ ᾄσας Ὁσίων. Ἀλλ’ ὦ Ἱεράρχα σοφέ, καὶ Ὁμολογητὰ περίδοξε, ἀδιαλείπτως πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Χριστοῦ ἡ Ἐκκλησία· Ἀσία νῦν χόρευε, πίστει λαμπροφοροῦσα, Θεοφάνην σὸν γόνον γεραίρουσα, ὃν Θεὸς ἐδόξασε πάσῃ τῇ γῇ· τῇ συγγραφῇ γὰρ τῶν Κανόνων, ὢν πᾶσι περίβλεπτος, καὶ τῶν ᾠδῶν τῇ τέχνῃ ἄφθαστος, ἐν τοῖς ὕμνοις τούτου, καὶ τῇ τῶν ἐγκωμίων ἡδύτητι, τὴν οὐράνιον μετέδιδε τοῖς πιστοῖς ἀγαλλίασιν· οὗ ἀπόλαυε τῶν ᾀσμάτων αὐτοῦ καλλιέπειαν, καὶ εὐχαρίστως τῷ Σωτῆρι βόησον· φιλάνθρωπε Κύριε δόξα Σοι.

Ἦχος γ΄.
Τῶν Ἀποστολικῶν παραδόσεων, καὶ τῆς ὀρθῆς ἐν Ἐκκλησίᾳ Πατέρων λατρείας, σὺν ἀδελφῷ Θεοδώρῳ, τῆς Ὀρθοδόξου πίστεως ὑπέρμαχος ὤφθης, καὶ θεηγόρος ὑφηγητὴς καὶ Ἱεράρχης θεόσοφος· ἐν δυνάμει γὰρ λόγου, καὶ σοφίᾳ θείᾳ, Εἰκονομάχων τὴν πλάνην διήλεγξας, καὶ ποικίλων αἱρέσεων, τὸ κράτος ᾔσχυνας, θεσπέσιε Θεόφανες· τὸ γὰρ Ἅγιον Πνεῦμα, διὰ τῆς γλώσσης σου λελάληκεν, ὅτι θεῖον στόμα πέφηνας, καὶ πάντας διήγειρας ψάλλειν· Κύριε δόξα Σοι.

Ἦχος δ΄.
Ὡς ψαλτήριον τερπνόν, ἡ ἡδύφθογγος γλῶσσά σου, πᾶσι τοῖς Ἁγίοις Ἅγιε, τῶν θεοπρεπῶν ᾀσμάτων τὰ μέλη ᾖσε, τὰς αὐτῶν ἀρετᾶς Δαβιτικῶς μελῳδήσασα· πολυπληθέσι γὰρ ᾄσμασι, σὺ γεγονὼς περιβόητος, ἁρμονίας ὄργανον Πάτερ ὤφθης δεκάχορδον, καὶ τὴν χεῖρά σου κινήσας εἰς γραφὴν θεοπνεύστων ᾠδῶν καὶ ἐγκωμίων, ἐβόας Θεόφανες, τῷ σὲ δοξάσαντι Θεῷ· Κύριε δόξα Σοι.

Δόξα. Ἦχος πλ. β΄.
Πρῶτος ἐν ὑμνῳδία ἀνεδείχθης, ὑμνογράφος Θεόφανες, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ, σοὶ ἐδωρήσατο τὸ ὑμνογραφεῖν, καὶ τὸ συνθέτειν τοὺς Κανόνας, καὶ τὰς ὑμνῳδίας πάντων Ἁγίων καὶ Ἀγγέλων τε. Ὕμνους οὖν τῷ Βασιλεῖ τῶν Ἀγγέλων, ὡς ἄλλος ἄγγελος τῇ Ἐκκλησίᾳ προσήνεγκας, καὶ ἐδίδαξας ψάλλειν, τῆς Τριάδος τὴν αἴνεσιν καὶ τῆς Θεομήτορος, καὶ πάντων τῶν Ἁγίων, ὧν τὰ ᾄσματα, ἀναρίθμητα μύρια, Παρακλήτου τῇ χάριτι.




Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Νικαίας ποιμήν, θεοφανείας μυστικῆς τὸ θησαύρισμα, δογμάτων ἁγίων στήλη, ὁμολογίας στεῤῥᾶς, τὸ πυρίπνουν στόμα καὶ θεόσοφον, σοφίας τοῦ Πνεύματος, ἱερὸν ἐνδιαίτημα, θεσμῶν τῶν θείων, καὶ σεπτῶν παραδόσεων, νοῦς ὁ ἔνθεος, καὶ φωτὸς θείου ἔμπλεως, στῦλος ὁ ἀῤῥαγέστατος, καὶ λύχνος ἀείφωτος, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἱερομύστα Θεόφανες· ἀεὶ ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, θείων ᾀσμάτων αὐλός, τοῦ Παρακλήτου παναρμόνιον ὄργανον, κινύρα ἡ ἐνηχοῦσα, ἐν ταῖς καρδίαις ἡμῶν, οὐρανίου μέλους τὴν ἡδύτητα, ψαλτήριον ἔμψυχον, τῶν ᾠδῶν τῶν τῆς χάριτος, κιθάρα ἔμπνους, ἁρμονίας τῆς ἄνωθεν, σκεῦος τίμιον, ἐνεργείας τῆς κρείττονος, νάβλα ἡ δωδεκάχορδος, καὶ τέττιξ ἡδύφωνος, καὶ ἀηδὼν θείων ὕμνων, ὦ ὑμνογράφε Θεόφανες· ἀεὶ γὰρ εὐφραίνει, ἡ τῆς γλώττης σου γλυκύτης, πιστῶς τὸ πλήρωμα.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Λόγῳ, ἱερομύστα σοφῷ, καὶ περιόντι τῆς σοφίας σου Ἅγιε, καὶ σθένει τῷ ἀηττήτῳ, τῆς σῆς ἁγίας ψυχῆς, ἐνεὸς ἐδείχθη καὶ ἐμβρόντητος, ὁ ἄναξ ὁ ἄνομος, θεηγόρε Θεόφανες, καὶ πλείστοις πόνοις, ὑποβάλλει καὶ θλίψεσι, σὲ τὸν ἄμαχον, εὐσεβείας ὑπέρμαχον· ὅθεν καὶ ἐπιγράψας σου, τὸ τίμιον μέτωπον, μείζονος δόξης σε Πάτερ, ὁμολογίας ἠξίωσε. Καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ τοῦ Πνεύματος φωτί, καταυγασθεὶς τὴν διάνοιαν, ὄργανον ὤφθης θεόπνευστον, θεηγόρε Θεόφανες· ὁ γὰρ φθόγγος τῆς γλώσσης σου, τὴν Ἐκκλησίαν εὐφραίνει, καὶ ἡ τῶν ὕμνων καλλιέπεια, τῶν εὐσεβῶν τὰς ψυχάς, πρὸς ὑπερκόσμιον ἀναπτεροῖ λαμπρότητα, παναρμονίως γὰρ ᾔνεσας, τῶν Ἀγγέλων τὰ Τάγματα, καὶ θείῳ στόματι ἐφθέγξω, τῶν Ἁγίων τὴν αἴνεσιν. Ἀλλ’ ὡς ᾀσμάτων θείων λύρα, καὶ Ὁμολογητὴς ἱερώτατος, πρέσβευε Ἱεράρχα, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μυηθεὶς τῶν Ἀγγέλων Πάτερ τὸ σύντονον, θεοφανείας ἀῤῥήτου ἐδείχθης σάλπιγξ χρυσῆ, περιούσιον λαὸν τρέφων τοῖς λόγοις σου, τῶν γὰρ πανσόφων σου ᾠδῶν, ἡ πανεύσημος μολπή, εὐφραίνει τὴν Ἐκκλησίαν, δι’ ἣν λαμπρῶς ἠγωνίσω, θεομακάριστε Θεόφανες.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνέτειλας ὡς φωστὴρ ἐκ Παλαιστίνης σοφέ, ἐξήστραψας ὕμνοις σου Πάτερ Ἀσίας τῇ γῇ, Ἠπείροις τε ἅπασι, σὺ γὰρ πεπυρωμένῳ, ἐχαράθης μετάλλῳ, ὄψει στίχοις ἰάμβων, ὑπὲρ τιμῆς τῶν Εἰκόνων· διό σε πάντες Θεόφανες, πίστει γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ ἡμᾶς πρόφθασον Παρθενομῆτορ ἁγνή, ἐχθρῶν ἡμᾶς λύτρωσαι τῶν βλασφημούντων εἰς Σέ, καὶ μὴ προσκυνούντων Σε, θραῦσον τὰς γλωσσαλγίας, τῶν αἱρέσεων πάσας, γνώτωσαν ὅτι μόνη, Θεομήτωρ ὑπάρχεις, πρεσβείαις Σου Ὀρθοδόξων, τὸ σύστημα σώζουσα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ
Θεράπων τοῦ Θεοῦ, ἀληθῶς ἀνεδείχθης, Θεόφανες σοφέ, ἀρετῶν δι’ ἐνθέων, καὶ λόγοις τῆς σοφίας σου, τὴν Εἰκόνα τὴν ἄχραντον, τοῦ παντάνακτος, ὀρθῶς τιμᾶσθαι ἐν κόσμῳ, ἀνεκήρυξας, Εἰκονομάχων ἐλέγξας, τὸ δόγμα τὸ ἄθεον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ Σὲ δοξάζουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὅμοιον.
ᾈσμάτων ἱερῶν, καὶ ᾠδῶν μελιῤῥύτων, ἐπλήρωσας σοφέ, τὴν Χριστοῦ Ἐκκλησίαν, ὡς πλήρης θείου Πνεύματος, Ἱεράρχα Θεόφανες, ἅπερ ᾄδοντες, ψυχὰς τερπόμεθα Πάτερ, καὶ τὴν θείαν σου, καὶ ἀξιέπαινον μνήμην, τελοῦμεν γηθόμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκύησας ἡμῖν, τὸν ὑπέρθεον Λόγον, σαρκὶ τῇ καθ’ ἡμᾶς, ἀναπλάττοντα κόσμον, δι’ ἔλεος ἀμέτρητον, Θεοτόκε πανάχραντε· ὅθεν πάντες Σε, ὡς σωτηρίας αἰτίαν, μεγαλύνομεν, καὶ τῇ θερμῇ Σου πρεσβείᾳ, ἀεὶ καταφεύγομεν.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὡς ψαλτήριον τερπνόν, ἡ ἡδύφθογγος γλῶσσά σου, θείῳ κινουμένη Πνεύματι, τῶν θεοπρεπῶν ᾀσμάτων τὰ μέλη ᾖσε, τὰς ὑψώσεις τοῦ Θεοῦ Δαβιτικῶς μελετήσασα, ζήλῳ γὰρ θείῳ πτερούμενος, ὡς τῶν κάτω ἀφιστάμενος, τὴν πρὸς τὰ οὐράνια κοινωνίαν ἐπόθησας, καὶ τὴν χεῖράν σου κινήσας εἰς γραφὴν θεοπνεύστων ᾠδῶν καὶ ἐγκωμίων, τῆς θείας μεγαλοπρεπείας τὴν δόξαν ὑμνῶν, μελῳδὲ Θεόφανες, ἐκτενῶς πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ.
Τὸν τῆς ἐμῆς διανοίας ταῖς σαῖς λιταῖς , ζόφον ἐξαφάνισον, Ἱεράρχα τοῦ Χριστοῦ, ὅπως μέλπω ἔνδοξε τὴν σήν, φωτοφόρον ἑορτήν, Πάτερ Θεόφανες.
Ταῖς θεϊκαῖς λαμπηδόσι τὴν σὴν ψυχήν, αὐγασθεὶς Θεόφανες, τῶν παθῶν τὰς ἡδονάς, ἐγκρατείας ἔφλεξας πυρί, μελῳδῶν εἰλικρινῶς· ᾌσωμεν ᾄσμα Χριστῷ.
Οἷά περ ἄνθραξ ἐν κόσμῳ ἐκ τῆς Σιών, ἀνατείλας δέδειξαι, καὶ κατέφλεξας πυρί, ἐξαφθεὶς ἐν Πνεύματι Θεοῦ, τῶν αἱρέσεων Σοφέ, τὴν ὕλην ἅπασαν.
Θεοτοκίον
Φαεινοτάταις ἀκτῖσι τοῦ σοῦ Υἱοῦ, Θεοτόκε φώτισον, τὴν ζοφώδη μου ψυχήν, καὶ παθῶν τὸν τάραχον τῇ σῇ, μεσιτείᾳ πρὸς τὸν Θεόν, κόπασον Δέσποινα. 










ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Δογμάτων θείας ἀστραπάς, ἐξαστράπτων παμμάκαρ, ἐφυγάδευσας πᾶσαν, τῆς αἱρέσεως ἀχλύν, τῷ ζωοδότῃ Χριστῷ, ἀναμέλπων· Ἅγιος εἰ Κύριε.
Ὑπάρχων ἔμπλεως Σοφέ, θείου Πνεύματος ὤφθης, διατρέφων πλουσίως, εὐσεβείας γλυκασμῷ, τῷ λόγῳ τῷ ζωτικῷ, τὰς καρδίας, τῶν προσανεχόντων σοι.
Εἰς ὄρος θείων ἀρετῶν, ἀνελθὼν ἱεράρχα, καὶ εἰς γνόφον εἰσδύσας, συνανεκράθης Θεῷ, καὶ διανοίας πλαξίν, ἐκομίσω, νόμον τὸν τῆς χάριτος.
Θεοτοκίον
Ἰδοὺ ἡ κλῖμαξ, Ἰακώβ, ἣν ἑώρακε πάλαι, ἱδρυμένην ἐν ᾗ περ, ἐπεστήρικτο Θεός, ἡ φωτοφόρος ἁγνή, Θεοτόκος, ὤφθη παρθενεύουσα.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ τῆς χάριτος λόγῳ τὰς ἀκοάς, τῶν πιστῶν ἐνηδύνων ταῖς διδαχαῖς , ταῖς σαῖς Παναοίδιμε, ἐτροπώσω τὸν τύραννον, καὶ καλῶς τὸν δρόμον, τελέσας τῆς πίστεως, ἐπὶ τέλει δόξης, Μαρτύρων ἠξίωσαι· ὅθεν κατὰ χρέος, τὴν ἁγίαν σου μνήμην, τιμῶμεν ἀοίδιμε, τὸν Σωτῆρα δοξάζοντες, Θεοφόρε Θεόφανες. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε Ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανύμνητε.

ᾨδὴ δ'. Χριστός μου δύναμις.
Ἀσκήσει πάνσοφε, Πάτερ Θεόφανες, σεαυτὸν ἐκκαθάρας ὅλος φωτός, ἔμπλεως γεγένησαι, ὅλος Θεοῦ χωρητικός, ὅλος Πνεύματος συμμέτοχος.
Λιμῷ τηκόμενος, δειναῖς βαλλόμενος, ἐξορίαις Παμμάκαρ ἀθλητικῶς, πάσχων ἐκαρτέρησας, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἀγαλλόμενος.
Ἀστράψας ἔνδοξε, τοῖς κατορθώμασι, τεθηγμένη ἐδείχθης οἷα Θεοῦ, μάχαιρα συγκόπτουσα, αἱρετικῶν τὰς μηχανάς, θείῳ Πνεύματι ῥωννύμενος.
Θεοτοκίον
Λυχνία πάμφωτος, ἡ θεία τράπεζα, τοῦ Θεοῦ τὸ χωρίον ἡ κιβωτός, ῥάβδος ἡ βλαστήσασα, ἄνθος ἐν κόσμῳ τὸν Χριστόν, σὺ ἐδείχθης Μητροπάρθενε. 

ᾨδὴ ε'. Τῶ θείῳ φέγγει σου.
Ταῖς φωτοβόλοις σου ἀστραπαῖς , Πάτερ ἱερώτατε ἀχλύν, τὴν ζοφερὰν ἐξηφάνισας, τῶν αἱρετιζόντων θεογνωσίας φωτί, αὐγάζων διδαχαῖς σου, κόσμου τὰ πέρατα.
Τῶν δυσσεβῶν οἱ προασπισταί, σὲ τὸν ἀξιάγαστον ὄντα, δειναῖς αἰκίαις ἐτίτρωσκον. ὃν Ἀγγέλων τάξεις περιεπτύσσοντο, Χριστοῦ ὡς ἱεράρχην, καὶ θεῖον Μάρτυρα.
Ὑπήρξας Πάτερ φωτοειδής, τῶν πεπλανημένων ὁδηγός, ἀδικουμένων κυβέρνησις, τῶν σαλευομένων Πάτερ Θεόφανες, ἑδραίωμα καὶ τεῖχος ἀκαταμάχητον.
Θεοτοκίον
Ἡ καλλονὴ ἡ τοῦ Ἰακώβ, ἣν Θεὸς ἠγάπησε σαφῶς, καὶ κατοικεῖν ᾑρετίσατο, πιστῶν δὲ τὸ κλέος καὶ καταφύγιον, Παρθένε Θεοτόκε σὺ ἀναδέδειξαι. 

ᾨδὴ ς'. Τοῦ βίου τὴν θάλασσαν.
Ὑπάρχων ὡς ἥλιος, θεαυγεὶς μαρμαρυγάς, παμμάκαρ ἐξαπέστειλας, ἀνυμνῶν τῶν Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μάστιγας, καὶ τοὺς ξένους ἀγῶνας ἱεράρχα Χριστοῦ.
Τὴν πάναγνον Δέσποιναν, εὐφημῶν εἰλικρινῶς, τῇ γλώσσῃ σου Θεόφανες, ἐκελάδησας λόγους φωτοειδεῖς, πιστῶν τὰ συστήματα, καὶ σοφῶν τὰς καρδίας ἱλαρύνοντας.
Γραφείς σου τὴν πάνσεπτον, καὶ σεβάσμιον Σοφέ, ὄψιν τυράννων γράμμασιν, ἐξαλείφεις τὰ τούτων θεοστυγῆ, καὶ ἄθεα δόγματα, καταγγέλλων, τιμᾶσθαι τὴν εἰκόνα Χριστοῦ.
Θεοτοκίον
Ὁ πάντα βουλήματι, συστησάμενος Θεός, καὶ περιέχων Πάναγνε, περιγραφῇ τοῦ σώματος ἐν ταῖς σαῖς, ἀγκάλαις βαστάζεται, ὁ τῇ θείᾳ οὐσίᾳ ἀπερίγραπτος.

Κοντάκιον τοῦ Ὁσίου. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἀνεφάνης Ὅσιε, τῇ Ἐκκλησίᾳ ὥσπερ ἄλλος ἥλιος, ταύτην φωτίζων ἀστραπαῖς , τῶν σῶν δογμάτων Θεόφανες, ὡς θυηπόλος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν 









Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.
Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης,
Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.
Οὗτοι, γονέων εὐσεβὼν ὑπάρχοντες, τὴν Παλαιστίνην οἰκούντων, καὶ τὴν φιλοξενίαν ἐπιμελουμένων, τῇ τῶν γονέων σπουδῇ πᾶσαν φιλοσοφίαν ἐξεπαίδευθησαν, τήν τε ἱερὰν καὶ τῆν τῶν Ἑλλήνων, καὶ τὸν μοναστὴν ὑπῆλθον βίον, εἶθ’ οὗτω χειροτονοῦνται πρεσβύτεροι. Θεοφίλου δὲ τοῦ δυσσεβοῦς κατὰ τῶν Ἁγίων Εἰκόνων λυττήσαντος καὶ κωλύοντος ταύτας προσκυνεῖν, ἀποστέλλονται οὗτοι οἱ πάνσοφοι παρὰ τοῦ τηνικαῦτα πατριαρχοῦντος τῆς Ἁγίας Πόλεως πρὸς τὸν μισόχριστον βασιλέα μετὰ Λιβέλλου. Οὗ, κατὰ πρόσωπον στάντες, καὶ θεόμαχον αὐτὸν ἀπελέγξαντες, ἐγκλείονται ἀμφότεροι ἐν τῇ εἱρκτῇ ἐπὶ πολὺν χρόνον. Εἶτα, τὸν μακάριον Θεόδωρον ἐκ τοῦ δεσμωτηρίου ὁ ἀνόσιος ἐφ’ ἑαυτὸν καλέσας καὶ τύψας σφοδρῶς καὶ ταῖς ὄψεσιν αὐτοῦ ἐγκολάψας στίχους ἰάμβους, πάλιν τῆ φρουρᾷ παραπέμπει.
Θεοφάνην δὲ τὸν Ἅγιον, τὰ αὐτὰ τῶ ἀδελφῶ πεπονθότα, εἰς Θεσσαλονίκην ὑπερορίζει· ὅς, μετὰ τὴν καταστροφὴν τοῦ δυσσεβοῦς Θεοφίλου, ἀνακληθεὶς ὑπὸ Μιχαὴλ καὶ Θεοδώρας τῶν εὐσεβῶν βασιλέων, προβάλλεται Μητροπολίτης τῆς κατὰ Νίκαιαν Ἐκκλησίας παρὰ Μεθοδίου Πατριάρχου, τοῦ τὴν χριστιανομάχον αἵρεσιν καταλύσαντος. Καὶ οὕτω θεοφιλῶς τὴν Ἐκκλησίαν καὶ τὸ ποίμνιον κυβερνήσας, τῆς παρούσης ζωῆς ὑπεξίσταται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων,
Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις.
Οὗτος, ἦτον ἀπὸ τὴν Καισάρειαν τῆς Παλαιστίνης, τέσσαρας θυγατέρας ἔχων προφητευούσας, καθὼς περὶ τούτου ἀναφέρει ὁ θεῖος Λουκᾶς εἰς διάφορα μέρη τῶν Πράξεων, καὶ Εὐαγγελιστὴν αὐτὸν ὀνομάζει λέγων· Τὴν ἐπαύριον ἐξελθόντες οἱ περὶ τὸν Παῦλον, ἤλθομεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ Εὐαγγελιστοῦ (τοῦ ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ’ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες προφητεύουσαι (Πράξεις κα΄, 8). Μαρτυρεῖ δὲ ὁ αὐτός, καὶ ὅτι ὁ Ἀπόστολος οὗτος κατεστάθη διάκονος ὑπὸ τῶν Ἀποστόλων, ἐπὶ τὰς χρείας καὶ τραπέζας τῶν πτωχῶν καὶ χηρῶν, ὁμοῦ μὲ τὸν Στέφανον καὶ τοὺς ἄλλους πέντε (Πράξεις στ΄). Οὗτος, ἐνέπλησε τὴν Σαμάρειαν ἀπὸ τὸ κήργμα τοῦ Εὐαγγελίου τῷ 35 ἔτει, καὶ τὸν Σίμωνα μάγον ἐβάπτισεν, ὑποκριθέντα ὅτι ἐδέχθη τὴν πίστιν τοῦ Χριστοῦ. Ἁρπαγεὶς δὲ ἀπὸ Ἄγγελον Κυρίου, ἔφθασεν εἰς τὸν δρόμον τὸν εὐνοῦχον τῆς βασιλίσσης Κανδάκης, καὶ κατηχήσας αὐτόν, ἐβάπτισε. Ἔπειτα πάλιν, ἐφέρθη ἀπὸ τὸν Ἄγγελον εἰς τὴν Ἄζωτον, καὶ ἐφώτισεν αὐτὴν μὲ τὴν διδασκαλία τοῦ Εὐαγγελίου. Μετὰ ταῦτα, ὑπῆγεν εἰς τὴν Τράλλην, τὴν εὑρισκομένην ἐν τῇ Μικρᾷ Ἀσίᾳ, καὶ διὰ τῆς διδασκαλίας του, ἔπεισεν ὅλους τοὺς ἐκεῖ εὑρισκομένους νὰ πιστεύσωσιν εἰς τὸν Χριστόν. Εἰς αὐτὴν δὲ τὴν πόλιν, κτίσας καὶ Ἐκκλησίαν, πρὸς Κύριον ἐξεδήμησε.











Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωνᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν χωρίῳ Περγάμῳ.
Εἰ καὶ μετέστης πρὸς τὸν πόλον ,
Ἰωνᾶ θαυμάσιε πρὸς τὴν ἀγήρω.
Ἔκθανεν Ἰωνᾶς Ὀκτωβρίου δέκα πρὸς μίαν.
Ἅγιοι τριακόσιοι, ἐκ διαφόρων τόπων, ἦλθον εἰς τὴν Ἁγίαν Ἱερουσαλὴμ διὰ χάριν προσκυνήσεως. Καὶ εἰσερχόμενοι μὲ τὸ πλοῖον εἰς τὴν Κύπρον, εἰς τὸ μέρος τῆς Πάφου, ἀπὸ ἐνάντιον ἄνεμον ἔσπασεν τὸ πλοῖον, Θεοῦ συνεργοῦντος ἐβγῆκαν οἱ Ἅγιοι καλὰ γεροί, καὶ διεσκορπίσθησαν εἰς ὅλον τὸ νησὶ τῆς Κύπρου. Ὁ δὲ Ἅγιος Ἰωνᾶς, ἦλθεν εἰς τὰ μέρη τῆς Τραχιάδος, εἰς χωρίον λεγόμενον Πέργαμον, ἔμεινεν ἐκεῖ, δὲν ἔχοντας οὔτε σπήλαιον, οὔτε σκηνήν, οὔτε καλύβην νὰ ἠμπορῇ μὲ τοῦτο νὰ ἀποκρίνῃ τὰς ἀνάγκας τῆς φύσεως. Διατί, κάποιαν φορὰν ἔξαφνα νὰ τοῦ ἔλθῃ μία ἀῤῥώστια κοιλιακή, μετὰ βίας τὸν ἐκατάπεισε νὰ ἀφήσῃ ἐκείνους ὅπου ἐπηγαίνασιν πρὸς αὐτὸν νὰ στραφοῦσιν εἰς τὴν κατοικίαν αὐτῶν, διδάσκοντάς τους τὸν περὶ εὐσεβείας λόγον. Μάλιστα, μισεύοντας καὶ ἐκεῖνοι, ἐβασάνιζον τὸν ἑαυτόν τους, παρακινώντας τοὺς καὶ ἡ φύσις ὥστι ὅπου ἔφθασεν ἡ ἑσπέρα. Οὗτος καθὼς εἴπομεν,ἔχοντας στέγασιν τὸν οὐρανόν, τόσον ἦτον ὑπομονητικὸς εἰς ὅλα τὰ πράγματα, εἰς τὸ κείμενον, ὡσὰν νὰ ἤθελεν ἀγωνίζεται εἰς ξένον κορμίν. Ἐβάρυνε δὲ τὸ κορμί του μὲ σίδηρα ἀπὸ μέσα, μὲ τριψίας ὅπου εἴχασι δύο τερτζέλια καὶ δύο ζώματα ἀπ’ ἐμπρὸς καὶ ἀπὸ πίσω καὶ δὶς τοὺς βραχίονας ἕνα καθένα. Τροφὴν δὲν εἶχε κάθε βράδυ φακῆν ζεστήν. Καὶ ἀπὸ τούτους τοὺς κόπους ἐπῆρε τὰ θεῖα χαρίσματα, διότι ἔτυχεν νὰ ποθάνῃ ἕν παιδίον, καὶ νὰ κλαίῃ ὁ πατέρας του, καὶ νὰ λέγῃ πρὸς τὸν Ἅγιον· Ἠξεύρω δοῦλε τοῦ Θεοῦ, ὅτι δύνασαι νὰ ἐπικαλεσθῇς εἰς τὸν Θεόν, καὶ ἀναστήσῃς τὸν υἱόν μου. Βλέπων ὁ Ἅγιος τὴν πίστιν ὅπου εἶχεν, καὶ κλίνας τὰ γόνατα ἐπικαλούμενος τὸν Θεόν, ἀνέστησεν τὸ παιδίον καὶ τὸ παρέδωκεν ὑγιῆ εἰς τὸν πατέραν του.
Εἶναι δὲ πολλὰ τὰ τοῦ Ἁγίου ἀνδραγαθήματα, ἀλλὰ διὰ τὸ πλῆθος ἀφήοντες τὰ πολλά, ἄς εἴπωμεν τοῦτο· Ὁ Ἅγιος, πειρασθεῖς πολλὰ ὑπὸ τοῦ δαίμονος, τὸν ἐδίωξεν μὲ τὴν προσευχήν καὶ τὸν ἀπομάκρυνεν. Κάποιος δέ, φέρνων τοῦ Ἁγίου νερὸν ἀπὸ μακρόθεν ἑκάστη ἑβδομάδα, ἐζήλευσεν ὁ διάβολος καὶ ἤθελεν νὰ ὐστερήσῃ τὸ νερόν. Μετεμορφώθη ὡσὰν ὁ Ἅγιος, καὶ ἐπήγαινεν κάθε μέρα ἐμπρὸς τοῦ ἀνθρώπου καὶ τοῦ ἔπαιρνε τὸ νερόν. Ἰδὼν δὲ ὀ δαίμων, ὅτι δὲν κατόρθωσεν τὸν Ἅγιον νὰ τὸν φέρῃ εἰς τὰ νερά του, ἔφυγεν ἄπρακτος. Εἰς καιρόν, ὁ ὑπηρέτης φέρων νερὸν πάλιν εἰς τὸν Ἅγιον, τοῦ ἀπεκρίθη οὗτος λέγων· Ὦ τέκνον, ἐπέρασεν πολὺ καιρὸς ποῦ δὲν ἦλθες νὰ φέρῃς νερόν, καὶ ἦλθον εἰς μεγάλον θυμὸν ἕνεκα τῆς δίψας. Ἐκεῖνος δὲ ἀπεκρίθη καὶ εἶπεν· Ὦ Πάτερ, ἔφερνον τὸ νερόν κατὰ τὴν ὁρισμένην ὥραν καὶ ἡμέραν καὶ ἐρχόσουν ἐμπρός μου, πότε ἐδῶ καὶ πότε ἐκεῖ, καὶ δὲν τὸν ἄφηνες νὰ ἔλθω εἰς τὴν κατοικίαν σου, νὰ φέρω τὸ νερόν. Ἐννοήσας ὁ Ἅγιος τὸ γενόμενον λέγει εἰς τὸν ἄνθρωπον· Ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς ἐὰν μὲ δῇς καὶ χίλιες φορὲς εἰς τὸν δρόμον σου, οὐδέποτε νὰ μου δώσῃς τὸ πρᾶγμα δίχως νὰ ἔλθῃς εἰς τὴν κατοικίαν μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων.
Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι,
Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο.
Αὕται αἰ Ἅγιαι γυναῖκες, ἦσαν ἀπὸ τὴν Ταρσὸν τῆς Κιλικίας, συγγενεῖς Παύλου τοῦ Ἀποστόλου. Ἀφήσασαι δὲ τὴν πατρίδα των, καὶ ἀρνηθεῖσαι τὰ ὑπάρχοντά των μετεχειρίζοντο κατὰ μὲν τὸ φαινόμενον τὴν ἰατρικὴν τέχνην, κατὰ δὲ τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, ἐποίουν ἔργον ἀποστολικὸν κηρύττουσαι τὸν Χριστόν. Ὑπῆγαν λοιπὸν εἰς τὴν πόλιν Δημητριάδα καλουμένην, καὶ ἐισελθοῦσαι ἐντὸς σπηλαίου, ἐνήστευον καὶ ἡγρύπνουν, καὶ ἰάτρευον πᾶσαν ἀσθένειαν πολυχρόνιον καὶ πᾶσαν μαλακίαν, ἦτοι ἀῤῤώστιαν ὀλιγοχρόνιον. Ἐνήργουν δὲ καὶ ἄλλα διάφορα θαύματα, ὅθεν διαλάμψασαι μὲ ζωὴν ἐνάρετον, μὲ λόγον εὐαγγελικὸν καὶ μὲ θαύματα, καὶ πολλοὺς ἀπίστους ἐπιστρέψασαι εἰς τὴν πίστιν τοῦ Χριστοῦ, ἐν εἰρήνῃ πρὸς Κύριον ἐξεδήμησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.
Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε,
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.
Ὁ ἐν Ἁγίοις Πατὴρ ἠμῶν Νεκτάριος, πατρίδα μὲν εἶχε τὴν ἐν Κιλικίᾳ Ταρσόν, Συγκλητικὸς δὲ τὸ γένος, καὶ ἐπιεικὴς τὸν τρόπον, ὥστε παρ’ ὅλων ἐθαυμάζετο, εἶχε δὲ καὶ τὸ τοῦ Πραίτορος ἀξίωμα, καὶ ἀδελφὸς κατὰ σαρκὰ ἧν τοῦ Ἀρσακίου, τοῦ μετὰ τὸν Ἅγιον Ἰωάννην τὸν Χρυσόστομον πατριαρχεύσαντος. Τὸν καιρόν, καθ’ ὅν ὁ Ἅγιος Γρηγόριος ὁ Θεολόγος διὰ τὸ σκάνδαλον τινῶν ἀρχιερέων, (Αἰγυπτίων ὡς ἐπὶ τὸ πλεῖστον), παρητήθη τοῦ πατριαρχικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως, καὶ σκέψις ἐγένετο περὶ ἐκλογῆς νέου, τότε ὁ θεῖος Νεκτάριος ἔτυχε διατρίβων ἐν Κωνσταντινουπόλει. Καὶ ἐτοιμασθεὶς ἴνα ἐπιστρέψῃ εἰς τὴν ἑαυτοῦ πατρίδα, ὑπῆγε πρὸς τὸν Διόδωρον, τὸν ἐπίσκοπον τῆς Ταρσοῦ, καὶ ἠρώτησεν αὐτόν, ἐὰν ἔχῃ ἐπιστολὰς ἀποστεῖλαι εἰς τὴν πατρίδα, διότι βούλεται ἐκεῖ ἀπελθεῖν. Ὁ δὲ Διόδωρος, ἔτυχε τότε διανοούμενος καθ’ ἑαυτὸν περὶ τῆς ἐκλογῆς πατριάρχου, καὶ τίνα χρὴ προβάλλεσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. Ὤς δὲ εἶδε τὸν Νεκτάριον, εὐθὺς ἔκρινε καὶ ἀπεφάσισεν εἰς ἑαυτόν, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης, εἰδὼς τὴν πολιὰν τοῦ ἀνδρός, καὶ τὸ ἱεροπρεπὲς εἶδος, καὶ τὸ προσηνὲς τῶν τρόπων. Ὅθεν, λαβὼν αὐτόν, ἔφερε πρὸς τὸν πατριάρχην τῆς Ἀντιοχείας Ἅγιον Μελέτιον, ὄντα τότε καὶ αὐτὸν ἐκεῖσε, καὶ ἤρξατο ἐπαινῶν αὐτὸν καὶ λέγων, ὅτι αὐτὸς εἶναι ἄξιος διὰ πατριάρχης. Ὁ δὲ θεῖος Μελέτιος ἀνάρμοστον ἐνόμισε τούτο τὸ πρόβλημα, ἤ μᾶλλον γελοῖον, διότι ὁ Νεκτάριος οὐχὶ μόνον οὐκ εἰσέτι κληρικός, ἀλλ’ οὐδὲ βεβαπτισμένος, καὶ ὅτι ὑπάρχουσι πολλοὶ ἕτεροι κρείττονες αὐτοῦ, καὶ εἰς τὴν τοῦ κλήρου τάξιν ἐντεταγμένοι. Ὅμως, διὰ χάριν τοῦ Διοδώρου, ἤ καὶ διὰ θείαν ἔμπνευσιν, καλέσας τὸν Νεκτάριον, ἐκέλευσεν αὐτὸν περιμένειν βραχύ τινα χρόνον. Ὅταν δὲ ἦλθεν ὁ διορισμένος καιρὸς περὶ ἐκλογῆς καὶ ψήφου τοῦ πατριάρχου, συνήθροισεν ὁ τότε βασιλεὺς Μέγας Θεοδόσιος ὅλους τοὺς τότε ἐκεῖ εὑρισκομένους ἀρχιερεῖς, καὶ ἐπρόσταξεν ἵνα εἰς ὅν ἕκαστος βούλεται δώσῃ τὴν ψήφον, ἑαυτὸν δὲ ἐφύλαξεν εἰς τὸ τέλος. Ὅθεν, οἱ άρχιερεῖς ἔγραψαν ὁ καθεὶς ὅντινα ἐβούλετο. Ὁ δὲ τῆς Ἀντιοχείας πατριάρχης, ἔγραψε καὶ αὐτός τινας οὕς ἠθέλησεν, ἔσχατον δὲ πάντων ἔθηκε καὶ τὸν Νεκτάριον, διὰ τὴν πρὸς τὸν Διόδωρον χάριν. Τούτου γενομένου, λαβὼν ὁ βασιλεὺς τὸν κατάλογον ἀνεγίνωσκεν. Ὅταν δὲ ἔφθασεν εἰς τὸν Νεκτάριον, ἐστάθη ἐκεῖ συλλογιζόμενος καθ’ ἑαυτόν, καὶ ἐπιθεὶς ἐκεῖ τὸν δάκτυλον, ἤρξατο πάλιν ἀπ’ ἀρχῆς ἀναγινώσκειν, καὶ ὅταν ἔφθασε πάλιν ἐπὶ Νεκτάρι0ον ἐστάθη. Ὅθεν, καὶ εἰς θαυμασμὸν παρεκίνησε τοῦτο τοὺς ἀρχιερεῖς, ἐρωτῶντος δὲ τοῦ βασιλέως, τίς ἐστιν οὗτος ὁ Νεκτάριος καὶ πόθεν, καὶ ὁποῖος τὸ ἐπιτήδευμα, ἔμαθον ὅτι εὐγενὴς πάνυ έστιν, καὶ Πραίτορος ἀξίωμα ἔχων, ἀβάπτιστος ὅμως εἰσέτι, διὸ καὶ περισσότερον ἐθαύμασαν, μάλιστα δὲ καὶ αὐτὸς ὁ τῆς Ταρσοῦ Διόδωρος, διότι καὶ αὐτὸς οὐκ ἐγνώριζεν ὅτι ὁ Νεκτάριος ἧν ἀβάπτιστος, εἰμὴ οὐκ ἔδιδεν εἰς τοῦτον τὴν ψῆφον. Τοῦτο τὸ περίεργον ἐθεωρήθη ὡς θαῦμα, καὶ παρεκίνησε τὸν βασιλέα ἵνα ψηφίσῃ τὸν Νεκτάριον, καὶ κατ’ ἀρχὰς μὲν ἀντέτεινον τινὲς ἀρχιερεῖς εἰς τοῦτο, ὕστερον δὲ ὅλοι συνεφώνησαν. Ὅθεν, βαπτισθεὶς ὁ θεῖος Νεκτάριος, καὶ ἔτι τὰ τοῦ βαπτίσματος λευκὰ ἐνδύματα φορῶν, κοινῇ ψήφῳ τῆς Συνόδου, Πατριάρχης Κωνσταντινουπόλεως ἐχειροτονήθη. Μετὰ δὲ ταῦτα, συνελθόντες αὐτός τε ὁ θεῖος Νεκτάριος καὶ οἱ ἄλλοι ἀρχιερεῖς, ἐψηφίσαντο τὰ τῆς ἐν Νικαίᾳ Οἰκουμενικῆς πρώτης Συνόδου, πραχθέντα βέβαια καὶ ὀρθὰ εἶναι, καὶ τὴν τοῦ Ἀρείου καὶ Μακεδονίου καὶ πᾶσαν ἄλλην αἵρεσιν ἀπεκήρυξαν καὶ ἀνεθεμάτισαν, καὶ τὸ Σύμβολον τῆς Πίστεως ἀνεπλήρωσαν. Ἐδιώρισαν δὲ καὶ ἐνομοθέτησαν, ἵνα ὁ Πατριάρχης Κωνσταντινουπόλεως Νεκτάριος καὶ οἱ μετὰ τοῦτον, τὰ ἴσα πρεσβείᾳ ἔχειν τῆς τιμῆς τοῦ τῆς παλαιᾶς Ῥώμης ἀρχιεπισκόπου, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην. Ὅμοίως, καὶ εἰς τοὺς ἄλλους Πατριάρχας έθέσπισαν, τὸν Ἀντιοχείας λέγω, Ἀλεξανδρείας τε καὶ Ἱεροσολύμων, ἵνα δηλαδὴ ἔχωσι καὶ αὐτοὶ εἰς τὰς ἑαυτῶν ἐπαρχίας, τὴν ἰδίαν τιμὴν καὶ ἰσχύν. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ βασιλεὺς Μέγας Θεοδόσιος, ἔβαλε πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν, ἵνα ὅλους τοὺς αἱρετικοὺς ἑνώσῃ μετὰ τῶν ὀρθοδόξων, ὅθεν, ἐκοινολόγησε τὸν ἑαυτοῦ σκοπὸν πρὸς τὸν Πατριάρχην Νεκτάριον, καὶ παρήγγελεν αὐτόν, ὅπως οἵῳ τρόπῳ καὶ μηχανῇ δυνηθείη ποιῆσαι τοῦτο, καὶ ἑνωθήσεται ἡ Ἐκκλησία, καὶ παύσουσιν αἱ αἱρέσεις καὶ τὰ σχίσματα. Τούτου ἀκούσας ὁ θεῖος Νεκτάριος, ἔμφροντις καὶ ἐναγωνίος διὰ θεῖον ζῆλον ἐγένετο. Ὅθεν, πρῶτος προσεκάλεσε τὸν τῶν Ναυατιανῶν Πατριάρχην Ἀγέλιον καὶ τοὺς σὺν αὐτῷ, καὶ πολλὰ εἰς αὐτοὺς ὡμίλησε περὶ τῆς Ὀρθοδόξου πίστεως. Μετὰ ταῦτα δέ, καὶ τοὺς τῶν ἄλλων αἰρέσεων ἐπισκόπους προσεκάλεσε, Δημόφιλον δηλαδὴ τῶν Ἀρειανῶν, καὶ Εὐνόμιον τὸν Εὐνομιανῶν, καὶ Ἐλεύσιον τῆς τῶν Μακεδονιανῶν, καὶ γενομένης πολλῆς καὶ ἐκτεταμένης συνδιαλλέξεως, παρὼν ὁ εὐσεβὴς βασιλεὺς ἐκέλευσεν, ἴνα ἕκαστος τούτων γράψῃ εἰς χάρτην τὸν ἑαυτοῦ ὅρον. Καὶ τούτου γενομένου, ἔλαβεν αὐτοὺς εἰς χεῖρας ὁ βασιλεύς, καὶ ἀφ’ οὗ ἐκτενῶς ηὔξατο πρὸς τὸν Θεὸν εἰς τὸ συνεργῆσαι αὐτῷ πρὸς τὴν τῆς ἀληθείας ἐπιλογήν, εἶτα, ἀναγνοὺς τούτους, τοὺς μὲν τῶν αἱρετικῶν μεμψάμενος ἀπέῤῥιψε, ὡς χωρισμὸν τῆς Παναγίας Τριάδος ποιοῦντας, τὸν δὲ τῆς Ὀρθοδόξου πίστεως ἐκράτησε, καὶ ἐπῄνεσε. Διὰ τούτου τοῦ τρόπου, πολλοὶ τῶν αἱρετικῶν ἔγιναν ὀρθόδοξοι, ὅσοι δὲ μὴ στέρξαντες, ἐξωρίσθησαν μακρὰν τῆς Πόλεως, ἡ δὲ Ὀρθόδοξος πίστις μετὰ ταῦτα ὁσήμεραι, καὶ ἐκραταιοῦτο, τῆ συνεργείᾳ τοῦ εὐσεβοῦς βασιλέως Μεγάλου Θεοδοσίου, καὶ τοῦ ἁγιωτάτου Πατριάρχου Νεκταρίου. Πατριαρχεύσας ὁ ἀοίδιμος Νεκτάριος χρόνους ἕξ, ἐτελεύτησεν ἐν τῇ εἰκοστῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου μηνός. Διάδοχος αὐτοῦ ἐγένετο ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος.
Ὁ Ἀρσάκιος δὲ οὗτος, ἦτο ἀδελφὸς τοῦ Ἁγίου Νεκτάριου, ἄνθρωπος γέρων, ὅστις ἐπατριάρχευσε δύο μόνους χρόνους.
Ὁ δὲ Σισίνιος, ἔγινε Πατριάρχης μετὰ τὸν Ἀττικόν , καὶ ἀφ’ οὗ ἐπατριάρχευσε χρόνους δύο, ἔγινε Πατριάρχης ὁ κακόφρων Νεστόριος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φιλοθέου τοῦ κόκκινου, πατριάρχου Κωνσταντινουπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους, ἐπισκόπου Σολέας Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἠμῶν Εὐστρατίου, Ἀρχιεπισκόπου Μηθύμνης, ἑνὸς τῶν 365 Πατέρων τῆς ἐν Νικαίᾳ ἑβδόμης Οἰκουμενικῆς Συνόδου
Εἰκόνα τιμῶν Εὐστράτιος καὶ λείψανα,
Τὸν κόσμον λιπὼν εἰκόνι οὐ πορεύεται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ'. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
ρθοτομήσας τὸν λόγον, μαστίγων πεῖραν ὑπέμεινας, ἐξορίας πικρίας καὶ κακώσεις, κραυγάζων Θεόφανες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ ποταμοὶ σοι τῶν λόγων, τῶν μελιρρύτων Θεόφανες, τῶν ἀνθρώπων ψυχάς, εὐφροσύνης ἐνθέου ἐπλήρωσαν, ὑμνολογούντων ᾄσμασι, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.
Τον δρόμον σου ἱεράρχα, τετελεκὼς μεταβέβηκας, ἐν ὑψίστοις Χριστῷ, σὺν Ἀγγέλοις κραυγάζων Θεόφανες· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
ν σοὶ τὸ μέγα ἐπράχθη, Παρθενομῆτορ μυστήριον, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν γαστρί σου σκηνώσας ἐπέφανεν, ᾧ γεγηθότες ψάλλομεν· Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. 

ᾨδὴ η'. Νόμων Πατρῴων.
Νόμων πατρῴων παμμακάριστε, τῆς ἀληθείας φέρων τὸν ἐννομώτατον, βασιλεύοντος κατέπτυσας, προσταγῆς ἀλογίστου, τοῦ ἀναιροῦντος Πάτερ τοῦ Κυρίου τὴν μορφήν, εὐσεβῶς κατασπάζεσθαι, ἣν λαβὼν ἐν τῷ κόσμῳ, ἐπέφανεν ἐκ Κόρης Παρθένου, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
νοῦς ὁ θεῖος ἡ τοῦ Πνεύματος, τοῦ παναγίου λύρα ἡ παναρμόνιος, ἀηδὼν ἡ καλλικέλαδος τῶν πιστῶν ἡ ἀκρότης, ὀρθοδοξίας στῦλος, καὶ ἑδραίωμα σοφέ, Ἐκκλησίας τὸ στήριγμα, Μοναζόντων τὸ κλέος Θεόφανες, Πατέρων ἡ δόξα, μέλπων ἀνεδείχθης, Χριστὸν εἰς τοὺς αἰῶνας.
μυροθήκη ἡ τοῦ Πνεύματος, τοῦ παναγίου Πάτερ σὺ ἀναδέδειξαι, προφορὰ τῶν μυριπνόων σου, καὶ σοφῶν διδαγμάτων, ἐξαφανίζεις πλάνης δυσωδεστάτην φθοράν, καὶ μυρίζεις τοῖς λόγοις σου τὴν σεπτὴν Ἐκκλησίαν, κραυγάζων ἀσιγήτως ἐν ὕμνοις· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Θεοῦ τὸ ὄρος τὸ πιότατον, ὃ ὁ προπάτωρ πάλαι Δαυῒδ προέγραψε, μελῳδῶν προφητικώτατα, σὺ ἐδείχθης Παρθένε, ἐξ οὗ ἐτμήθη, λίθος ὁ ἀκρόγωνος Χριστός, καὶ συνέτριψεν ἅπασαν, τὴν ἰσχὺν τῶν εἰδώλων· αὐτὸν ἀκαταπαύστως ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.






ᾨδὴ θ'. Ἀπορεῖ πᾶσα γλῶσσα.
περμαχοῦντα ὑπὲρ τῆς Χριστοῦ Ἐκκλησίας, ὁ βροτοκτόνος βλέπειν οὐκ ἰσχύων σε, πειρασμοὺς σοι ἐπεκτείνει, ὅμως ἀκλινὴς μεμένηκας, ἀνδρειοφρόνως πρὸς βασιλεῖς σκαιούς, ἀνθιστάμενος καλῶς, πείθων προσκυνεῖν τὴν εἰκόνα Χριστοῦ Θεόφανες.
Τῶν σῶν ἀγώνων εἴληφας ἀξίως τὰ γέρα, καὶ στεφηφόρος, νῦν ἐν Οὐρανοῖς μετ' Ἀγγέλων συνευφραίνῃ, ἔνθα Προφητῶν τὸ σύστημα, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων ὄντως στράτευμα μάκαρ, ἔνθα Πατριαρχῶν αἱ χορεῖαι Πάτερ Θεόφανες.
Μὴ ἐπιλάθῃ ἐν ταῖς πρὸς Θεόν σου πρεσβείαις, τῶν ἐκτελούντων, σοῦ τὴν πανσεβάσμιον ἡμέραν ἱεράρχα, πάσης ἀπειλῆς λυτρούμενος, ἀπαγωγῆς τε δεινῆς τῶν ἐναντίων, καὶ θλίψεων πολλῶν, σῴζων καὶ περιέπων ἐκ βλάβης, Πάτερ Θεόφανες.
Θεοτοκίον
περμαχοῦσα Ἄνακτι πιστῶς, ἐν πολέμοις κατὰ βαρβάρων, δίδου νικητήρια Παρθένε Θεοτόκε, σκέπουσα παντοίας βλάβης ἐχθρῶν εὐλογημένη, δεδοξασμένη Μῆτερ, ἀπείρανδρε Κόρη, ἵνα τὸν σὸν Υἱὸν ἀνυμνοῦντες, σὲ μεγαλύνωμεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τὸ θεοφόρον ὄργανον, ᾀσμάτων τῶν τοῦ Πνεύματος, τὴν θεοκίνητον λύραν, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὸ στόμα τὸ θεόσοφον, δογμάτων τῶν τῆς πίστεως, τῶν εὐσεβῶν τὸ στήριγμα, τὸν ἱερὸν Θεοφάνην, ἀνευφημήσωμεν πάντες. 
Ἕτερον τοῦ Ὁσίου, καὶ Θεοτοκίον. Ἦχος β'. Τοῖς Μαθηταῖς.
Τῶ τοῦ Χριστοῦ νῦν βήματι, παρεστὼς ἱεράρχα, μετὰ τῆς Θεομήτορος, καὶ πανάγνου Παρθένου, ἐκδυσωπῶν μὴ ἐλλίπῃς, νίκην κατὰ βαρβάρων, τῷ σταυροφόρῳ Ἄνακτι, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ ψυχικήν, σωτηρίαν πάνσοφε τοῖς τελοῦσι, τὴν μνήμην σου Θεόφανες, δοῦναι τὸν Εὐεργέτην.













Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῶν Ἀγγέλων οἱ χοροί, δεῦτε οὐρανῶν αἱ Δυνάμεις, νῦν καταπτάντες ἐν γῇ, Ἄγγελοι Ἀρχάγγελοι, καὶ Νόες ἅπαντες, φλογεροῖς ὑμῶν χείλεσιν, Ἀρχαὶ Ἐξουσίαι, Θρόνοι Κυριότητες, τὰ Χερουβὶμ εραφίμ, δεῦτε σὺν ἡμῖν ἀοράτως, Ὁμολογητὴν Θεοφάνην, μελῳδίαις θείαις καταστέψατε.

Δεῦτε, ὑμνογράφοι ποιηταί, δεῦτε μελῳδοὶ καὶ συνθέται, καὶ ὁ χορὸς των ψαλτῶν, Ἁγίαν Τριάδα οἱ τρανῶς ὑμνήσαντες, τῶν Ἀγγέλων τὰ Τάγματα, ἁγνὴν Θεοτόκον, καὶ Ἁγίους ἅπαντας, ἐν Ἐκκλησίᾳ Χριστοῦ, ᾄσμασιν ᾠδαῖς τε καὶ ὕμνοις, νῦν τὸν ποιητὴν Θεοφάνην, ὑμνῳδῶν τὸν μέγιστον ὑμνήσατε.

Δεῦτε, Θεοφάνην τὸν Γραπτόν, νῦν ἐν τῇ λαμπρᾷ αὐτοῦ μνήμῃ, πάντες συνδράμετε, Χριστοῦ Ἐκκλησίας ὑμνῳδῶν οἱ μείζοντες, Ἰωσὴφ Μητροφάνης τε, Ἀνδρέας ὁ Κρήτης, Ῥωμανὸς Ἀνατόλιος, ὁ Γερμανὸς καὶ Κοσμᾶς, ὁ Δαμασκηνὸς Ἰωάννης, σὺν τῷ Θεοδώρῳ Κουκουζέλης, ἐν ᾠδαῖς ἀξίως ἐπαινέσατε.

Δεῦτε, τῶν Ὁσίων οἱ χοροί, δεῦτε ἀσκητῶν τε οἱ δῆμοι, Παῦλε Ἀντώνιε, Σίμων καὶ Εὐθύμιε, Σάββα Ἀρσένιε, Συμεὼν Θεοδόσιε, Παΐσιε Σισώη, δεῦτε ὑποδέξασθε, τὸν Παλαιστίνης βλαστόν, Θεοφάνην σοφὸν καὶ Τριάδα, ὕμνοις νῦν δοξάσατε θείοις, καὶ ὑπὲρ ἡμῶν ὁμοῦ πρεσβεύσατε.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι, καὶ χορεύσωμεν ἀγαλλόμενοι, ἐν τῇ παντίμῳ πανηγύρει Πατρὸς ἡμῶν· βασιλεῖς καὶ μονασταὶ συντρεχέτωσαν, καὶ τὸν διὰ σιδήρου μετάλλου πυρακτωμένου, χαραχθέντα στίχοις ὄψεσι, βασιλέως Θεοφίλου ἐντολῇ, Θεσσαλονίκῃ τ’ ἐξορισθέντα, ἀνυμνείτωσαν· ἱερόψαλται καὶ διδάσκαλοι, ἡμῶν σοφὸν διδάσκαλον, προστάτην καὶ μαέστρον, συνελθόντες εὐφημήσωμεν· τὸν Χριστοῦ Ὁμολογητήν, ὑμνογραφίαν τὸν μύστην, τὸν ποιητὴν πλείστων Κανόνων, τὸν ἀρχιτέκτονα τῶν ᾨδῶν, τὸν ἀδελφὸν τοῦ Γραπτοῦ Θεοδώρου, τὸν Ἱεράρχην τῆς Νικαίας, τὸν προασπιστὴν τῶν Εἰκόνων, στηλιτευτήν τε Εἰκονομάχων· οἱ πάντες τὸν πάντας Ἁγίους ὑμνήσαντας, μέγιστον ὑμνογράφον τῆς Ἐκκλησίας ὑμνοῦντες εἴπωμεν· Θεόφανες σαῖς εὐχαῖς, πάρεσο ἀξιῶν ἡμᾶς τοῦ προσκυνεῖν τὰς Εἰκόνας, Τριάδα ὑμνεῖν τε σοῖς ὕμνις, ἐν τοῖς βίβλοις ναῶν.




Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ὄργανον τοῦ Πνεύματος ἐμμελές, λιγυρὰ κινύρα, ἐξαγγέλλουσα τοῖς ἐν γῇ, τῶν ἐπουρανίων ᾀσμάτων τὰς ὑψώσεις, ὑπάρχεις Ἱεράρχα, Πάτερ Θεόφανες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου