ΣΕΠΤΕΜΒΡΙΟΥ 11!!
ΗΛΙΟΥ ΣΠΗΛΑΙΩΤΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΟΣΙΟΥ
ΚΑΝΟΝΕΣ 2.
Α΄ ΚΑΝΩΝ
Φέρων τὴν ἀκροστιχίδα: Χαίροις μοναστῶν, Ἠλιού, θεῖον κλέος.
ᾨδὴ
α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Χαρμονικῶς σὺν Ἀσωμάτων
τάξεσι νῦν παριστάμενος, τῷ θεϊκῷ θρόνῳ, καὶ καταυγαζόμενος μαρμαρυγαῖς τῆς
χάριτος, Ἠλιοὺ θεοφόρε, ὑπὲρ τῶν πίστει τελούντων σου, μνήμην τὴν σεπτὴν
καθικέτευε.
Ἀπὸ δυσμῶν ὁλολαμπὴς ὡς
ἥλιος ἐπανατέταλκας, καὶ τῶν παθῶν σκότος, φέγγει τῆς ἀσκήσεως, ἐκ τῶν ψυχῶν
ἐμείωσας, ἀρετῶν ταῖς ἀκτῖσιν, ἐφώτισας τὴν ὑφήλιον, φέρων σου τὴν κλῆσιν
συνάδουσαν.
Ἰσχὺν καὶ κράτος εὐσθενῶς
ζωσάμενος, νομίμως ἴσχυσας, σοῦ τὸν σταυρὸν ἄρας, Πάτερ ἐκ νεότητος, καὶ τῷ
Χριστῷ ἐπόμενος, ἐγκρατείᾳ καὶ πόνοις, ἀσκητικοῖς τὸ δυσκάθεκτον, σῶμα ὑπετάξω
τῷ πνεύματι.
Ῥωμαλεότητι ψυχῆς τὰ
πνεύματα, τῆς πονηρίας σοφέ, καὶ τὰς ἀρχὰς πάσας, σθένει τροπωσάμενος, τοῦ
Παναγίου Πνεύματος, τὸν τοῦ σκότους προστάτην, γενναιοφρόνως κατέβαλες, καὶ
νικητικῶς ἐστεφάνωσαι.
Θεοτοκίον.
Πεποικιλμένη ποικιλίᾳ
χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς Λόγου, σάρκα χρηματίσαντα, δι’
εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας, μείνασα
Παρθένος ἀμόλυντος.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Ὁ προγνούς σου τὸν τρόπον
τὸ εὐγενὲς Κύριος, καὶ τὸ καθαρὸν τῆς καρδίας θεῖοις χαρίσμασι, σὲ κατεκόσμησε,
καὶ ἱερώτατον σκεῦος, ἀπὸ βρέφους δέδειχε, καὶ καθηγίασε.
Ἰησοῦν τὸν Σωτῆρα ἠγαπηκὼς
ἔλιπες, φίλτρον γεννητόρων καὶ πλοῦτον τὸν διαῤῥέοντα, πτωχὸς ἀνέστιος,
προσομιλῶν ξενιτείαις· ὅθεν κλῆρον εἴληφας, πόλιν τὴν ἄνω Σιών.
Σταθερῶς διελέγχεις κριτὴν
σοφὲ ἄδικον, κρίσιν τὴν δικαίαν ἐν δώροις περιβλεψάμενος· ὅθεν ῥαπίζειν σου,
τὰς σιαγόνας προστάξας, τῇ μαχαίρᾳ τέμνεται θᾶττον τοῦ πνεύματος.
Μιμητὴς τοῦ Σωτῆρος
ἀνελλιπῶς γέγονας, πρᾷος ταπεινὸς τῇ καρδίᾳ, ὅσιος ἄκακος, ζυγὸν ἀράμενος,
ὑποταγεὶς τοῖς ἀρίστοις, ποδηγὸν τὸν Ὅσιον ἔχων Ἀρσένιον.
Θεοτοκίον.
Γεωργίᾳ Παρθένε τοῦ
παντουργοῦ Πνεύματος, σῶμα τῷ Δεσπότῃ τῶν ὅλων ἐκαρποφόρησας, ἐν ᾧ κατέκρινε,
τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ζωὴν ἐπήγασας, τὴν αἰωνίζουσαν.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς.
Ὁ κατὰ σοῦ μάτην Βελίαρ
κινούμενος, καὶ θροεῖν σε φάσμασιν οἰόμενος, σῶν προσευχῶν μάστιγι σοφέ, μέλας
καὶ ζοφώδης καθωραθεὶς ἐξωστράκισται, Ἠλία θεοφόρε, σὺ δὲ ψάλλων ἐβόας· τῇ
δυνάμει σου δόξα φιλάνθρωπε.
Νοῦν καὶ ψυχὴν κεκαθαρμένος
ἀοίδιμε, τῆς ἁγνείας φίλος ἐχρημάτισας, ὑπογραμμὸς ὤφθης ἀληθής· ὅθεν οὐκ
ἐθέλχθης τῆς μοιχαλίδος θωπεύμασιν, ἀλλ’ εἵλκυσας πρὸς ζῆλον ἀκραιφνοῦς
σωφροσύνης, πονηρῷ παραδοὺς ταύτην πνεύματι.
Ἄλλος ἡμῖν νέος Μωσῆς
ἐχρημάτισας, θείας πλάκας φέρων ἐν καρδίᾳ σου ἐγγεγραμένας λόγῳ Θεοῦ· ὅθεν
μοναζόντων, ποιμὴν κυρίως καθέστηκας, ποιμαίνων ἐπὶ χλόην ἐντολῶν τοῦ Σωτῆρος,
καὶ ποτίζων ἀρδείαις τοῦ Πνεύματος.
Σὺ βιασθεὶς μάκαρ τῆς
φύσεως πέφυκας, ὥσπερ στῦλος μένων ἀπερίτρεπτος, ἐν τῇ παννύχῳ στάσει σοφέ, καὶ
ταῖς ὁλονύχτοις ἐν προσευχαῖς ἀγρυπνίαις σου, νηστεύων ἑβδομάδα καρτερῶς, καὶ
γενναίως καὶ τοῖς δάκρυσι βρέχων τὸ ἔδαφος.
Θεοτοκίον.
Ἕνα ἡμῖν ὦ Θεοτόκε ἐκύησας
τῆς Τριάδος ἄτρεπτον, ἀσύγχυτον τῇ τοῦ Πατρός ἄχραντε, βουλῇ καὶ τῇ συνεργείᾳ
τοῦ Πνεύματος, καὶ διέμεινας παρθένος μετὰ τόκον· ὅθεν σὲ κατὰ χρέος γενεαὶ
γενεῶν μακαρίζουσιν.
ᾨδὴ
ε΄. Ἵνα τι με ἀπώσω.
Τοῦ Μωσέως τὸ πρᾷον, Ἰακὼβ
τὸ ἄπλαστον, Δαβὶδ τὸν ἄκακον εὐσεβῶς ἐκτήσω, ἀρετῶν πεφυκὼς ἐνδιαίτημα, διὰ
τοῦτο χάριν θείαν λαβῶν, νόσους καθαίρεις, καὶ δαιμόνων ἐλαύνεις τὰς φάλαγγας.
Ὥσπερ Ἄγγελος μάκαρ, φύσεως
τοὺς ὅρους σαρκὸς ὑπερβέβηκας, εὐτελεῖ ῥακίῳ διαρκούμενος, ψύχει καὶ καύσωνι·
ὅθεν ἀπαθείας περιβολήν, ὡς διπλοΐδα ἠμφιάσω Ἠλία τρισόλβιε.
Νουνεχῶς ἐντρυφῶντες, σοῦ τοῖς
θαυμασίοις ἀεὶ ἐκπληττόμεθα, πῶς εἰς οἴνου γεῦσιν, τὸ τοῦ ὕδατος πόμα
μετέβαλες, τοῦ Σταυροῦ τῷ τύπῳ, καὶ τοῦ Χριστοῦ τῇ ἐπικλήσει, οὗ τὴν ἄφθονον
χάριν ἐπλούτησας.
Θεοτοκίον.
Ὡς
Θεὸν συλλαβοῦσα, τὸν Δημιουργόν τε καὶ Κτίστην καὶ Κύριον, γενεαί σε πᾶσαι, τῶν
ἀνθρώπων Ἁγνὴ μακαρίζουσι, καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ ταξιαρχίαι, ὡς Μητέρα
Θεοῦ Σὲ δοξάζουσιν.
ᾨδὴ
στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡρπάγης τῶν ἀρετῶν,
τεθρίππῳ πρὸς τὰ οὐράνια, ἐπέβης ὡς Ἠλιού, πυρίνῳ ἐν ἅρματι, καὶ μονὰς
κατέλαβες, τὰς αἰωνίζουσας, ἱλεούμενος τὸ θεῖον ἡμῖν.
Λελύτρωται διὰ σοῦ, τῆς
παρὰ φύσιν στρεβλώσεως, τοῦ πνεύματος τοῦ δεινοῦ, τὸ βρέφος ἀοίδιμε, καὶ θᾶττον
διόρθωται, θείᾳ σου ἐντεύξει, καὶ ἀφῇ σου τῶν ὁσίων χειρῶν.
Ἰλύος πάσης σαφῶς, ψυχῆς
καθάρας τὰ ὄμματα, αἰρόμενος ἑαυτόν, πρὸς ὕψος αἰθέριον, ὡς Παῦλος κατώπτευσες,
καὶ τῶν ἀερίων τὰς ἀρχὰς καθυπερβαίνοντα.
Θεοτοκίον.
Ὡς ἔμψυχος κιβωτός, ἐδέξω
Λόγον τὸν ἄναρχον, ὡς ἅγιος δὲ ναός, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος
πυρίμορφος, φέρεις τὸν τροφέα Θεοτόκε πάσης κτίσεως.
Κοντάκιον.
Ἦχος β΄. Ἠλιοὺ ἐμιμήσω.
Τὸν
Σταυρὸν τοῦ Κυρίου χαίρων ἐπ’ ὤμοις, ἁπαλῶν ἐξ ὀνύχων ἀναλαμβάνεις, καὶ τὴν
ὀσφρὺν σωφροσύνῃ ζωσάμενος, οὐρανοδρόμῳ ἐπέβης ὀχήματι, Ἠλία Πάτερ ἀοίδιμε· διὸ
ὑποδυσώπει τὸν Κύριον.
Ὁ
Οἶκος. Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου.
Ἥπλωται
ὄντως ἡ θεια χάρις εἰς τὰ πέρατα κόσμου σῶν ῥημάτων Χριστέ, καὶ σάρκα πᾶσαν, ὡς
γέγραπται, ὅθεν εἱλκύσω Μαρτύρων δῆμον, ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν λαβόντα,
καὶ ἀσκητῶν ἐπεσπάσω πληθὺν τοῦ λατρεύειν σοι ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ὀπαῖς
ταῖς τῆς γῆς βιοτεύοντα, ὧν εἷς ὐπάρχει καὶ μέτοχος Ἠλιοὺ ὁ κλεινός, ᾧ καὶ
ψάλλομεν· Ἠλία Πάτερ ἀοίδιμε, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐ τοῖς ὄμμασιν οὐ
βλεφάροις δεδώκεις δαβιτικῶς νυσταγμόν, ἕως οὗ τῆς Τριάδος, ἐράσμιον καὶ θεῖον,
οἰκητήριον γέγονας, φερώνυμε Ἠλιού, τῶν μοναστῶν τὸ κλέος.
Ὑπὲρ φύσει τὸ θαῦμα πῶς τῇ
κλήσει θεόφρον τοῦ σοῦ ὀνόματος, ἡ φλὸξ διεμερίσθη, συμφλέξασα οὐδόλως, ὅνπερ
ἔνδον συνέλαβες, θαῦμα φρικτὸν διὰ σοῦ, Θεοῦ τερατουργοῦντος.
Ἐκ τυφλώσεως λύεις τὸ
πιστῶς τῇ σορῷ σου φοιτῆσαν γύναιον, φανεὶς ἐγρηγορούσῃ, καὶ σπόγγον ἐπιδώσας,
ὀφθαλμοὺς ἐπονίψασθαι· ὅθεν τὸ φῶς τηλαυγές, λαβὸν ἐξωμολόγει.
Θεοτοκίον.
Τὸ ἡμέτερον ὅλον ἐκ Σοῦ
Παρθένου φορέσας δίχα τροπῆς Ἰησοῦ, ταῖς φύσεσι διπλοῦν σε, μιᾷ δὲ ὑποστάσει,
πατρικῶς καταγγέλομεν, ἧς καὶ τὸ εἶδος πιστῶς, τυποῦντες προσκυνοῦμεν.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ἱκετικῶς οὐκ ἔληγες τὸν
Θεὸν ἱλεούμενος, βρέχων καθ’ ἑκάστην τὴν στρωμνήν σου δακρύσι καὶ λούων τὴν
κλίνην σου τοῖς τῶν βλεφάρων ῥεύμασι, σπεύδων ἐκδημῆσαι καὶ Χριστῷ ἐνδημῆσαι·
διὸ καὶ ἐν ἀδύτοις σοῦ τὸν τάφον λαξεύσας μελέτημα θανάτου τὸν βίον ἐποιήσω.
Ὁ θαυμαστώσας Κύριος, ὅς
πιστόν σου θεράποντα παῖδα διὰ σοῦ, μάκαρ, κωφὸν καὶ ἄλαλον δεινῶς περιμένοντα,
χεῖρας καὶ πόδας δέδειχεν ὅλον ὑγιῆ, ἐπιφανείᾳ φρικτῇ σου, τοῦ ψάλλειν
ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νάουσαν κρήνη πέφυκεν ἡ
σορός τῶν λειψάνων σου, πᾶσιν τὰς ἰάσεις δαψιλῶς προχέουσα, ὡς αὖθις τὸ γύναιον
δαιμονικῆς λυτροῦται ποινῆς, καὶ τῆς μογγιλάλου διαλύεται γλῶσσα, προτρέπουσα
κραυγάζειν καὶ βοᾶν ἀσιγήτως· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καλλιγραφῶν οὐκ ἔληγες
μέχρι γήρους, θεόπνευστε, βίβλας ἱερὰς θεοπνεύστους ἐπιμελῶς, καὶ πάσας
ἐκόσμησας τὰς ἐκκλησίας τῶν εὐσεβῶν, νέμων δωρεὰν καὶ προτρεπόμενος ψάλλειν· οἱ
παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Φωτὸς ἀδύτου γέγονας
ἐνδιαίτημα πάναγνε, ταῖς τῆς παρθενίας καλλοναῖς ἀστράπτουσα, καὶ πάντας
κατηύγασας τοὺς Θεοτόκον σε ἐκ ψυχῆς καθομολογοῦντας καὶ πιστῶς ἐκβοῶντας· οἱ
παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Λιμὴν τῶν ἐν πελάγει τῶν
πειρασμῶν, καὶ σωτήριος ὅρμος γεγέννηται, σοῦ ἡ σορός, ἥσπερ τῇ προσψαύσει
ἱερουργός, δαιμονικῆς ἀπήλλακται, μάστιγος ἐνθέως θαυματουργέ, καθαίρεις πᾶσαν
νόσον, καὶ πᾶσαν μαλακίαν, καὶ πονηρὰ διώκεις πνεύματα.
Ἐφέστηκεν ἡ πάμφωτος καὶ
σεπτή, καὶ ἐτήσιος μνήμη σου Ἅγιε, πλήρης χαρᾶς, πλήρης εὐφροσύνης πνευματικῆς,
ἐν ᾗ πανηγυρίζουσιν, Ἄγγελοι Ἀρχάγγελοι σὺν ἡμῖν, Ἀπόστολοι Προφήται, καὶ
Πνεύματα Δικαίων, τὸν σὲ δοξάσαντα γεραίροντες.
Ὁ τάφος σου τὸ σῶμα τὸ
ἱερόν, ὥσπερ ἄσυλον ὄλβον ἐδέξατω, ὁ οὐρανός, φέρει σου τὸ πνεῦμα τὸ καθαρόν,
θεοπρεπῶς γὰρ ἤσκησας, μέχρι βαθυτάτης σου πολιᾶς, ἐτέλεσας τὸν δρόμον,
ἀπέλαβες ἐνδίκως, δικαιοσύνης Πάτερ στέφανον.
Συνὼν χοροστασίαις
ἀγγελικαῖς, καὶ Ὁσίων σκηναῖς αὐλιζόμενος, διὰ παντός, μέμνησο τῆς ποίμνης σου
Ἠλιού, καὶ ἐκ παντοίων λύτρωσαι, ταύτην συμφορῶν τε καὶ πειρασμῶν, τοῖς
πάννυχον τελοῦσι, τὴν ἱεράν σου μνήμην, ἁμαρτημάτων λύσιν αἴτησαι.
Θεοτοκίον.
Ἁγνὴ δεδοξασμένη μήτηρ
Χριστοῦ, τοὺς ὑμνοῦντάς σε πόθῳ περίσῳζε, τῶν πειρασμῶν, ὄχλον διαλύουσα
συμπαθῶς, ὡς γὰρ Θεὸν κυήσασα, πάντα ὅσα θέλεις ἐπιτελεῖς, ἀνύεις ἀκωλύτως, καὶ
δύνασαι Παρθένε· διό σε πάντες μεγαλύνομεν.
Β΄ ΚΑΝΩΝ
Κανὼν φέρων ἀκροστιχίδα: Αἶνον Ἠλιού σοῦ φοιτητοῦ προσδέχου.
Κυριακοῦ.
ᾨδὴ
α΄. Ἦχος πλ. Β΄. Κύματι θαλάσσης.
Ἄνω σὺν Ἀγγέλοις, τῷ θρόνῳ τῆς
δόξης ὡς παριστάμενος, καὶ τρισηλίῳ φωτὶ καταυγαζόμενος, μάκαρ Ἠλιού, ἡμῶν
μνημόνευε τῶν πιστῶς τελούντων σου τὴν μνήμην τὴν πανίερον.
Ἴχνεσιν θεόφρον, ἑπόμενος
ὄντως Χριστοῦ καὶ ῥήμασι θερμῶς πειθόμενος, ὄλβον πατρῷον παρεῖδες, καὶ τοῦ
βίου τύρβην ἔλιπες, τὸν σταυρὸν ἀράμενος, τρισμάκαρ ἐκ νεότητος.
Νέκρωσιν τὴν θείαν Χριστοῦ
εἰκονίζων, νεκροῖς τὰ μέλη σου, στεῤῥαῖς ἀσκήσεσιν ὑποπιάζων, νηστείᾳ, χαυμενίᾳ
καὶ γυμνότητι, τὴν ζωὴν τὴν ἄληκτον κληρῶσαι ἐφιέμενος.
Ὄντως μετανάστης πρὸς Ῥώμην
φοιτήσας πατρῖδος Ὅσιε, τῆς σῆς γεγέννησαι, ὅθεν τῶν σῶν γεννητόρων
θρηνῳδούντων σου τὴν στέρησιν θεῖα χάρις φανάσα νυκτὶ παρεμυθήσατο
Θεοτοκίον.
Κοίμησον κινήσεις παθῶν τοῦ
νοός μου τῇ ἀκοιμήτῳ σου πρεσβείᾳ, Δέσποινα, καὶ ὡς ἐξ ὕπνου ἁγνοίας
ἐξανάστησόν με, δέομαι, σὲ γὰρ μόνην κέκτημαι, ἐλπίδα ἀκαταίσχυντον.
ᾨδὴ
γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.
Νέῳ τὴν σωφροσύνην ἐν
σώματι ἐπιμελῶς ἀσκήσας, χιτῶνα ἀπαθείας ὡς διπλοΐδα ἐνδέδυσαι, διὸ χορεύεις
ἄληκτα παρθένοις Ὅσιε, εἰς νυμφῶνα τὸν οὐράνιον.
Ἥλιος ὥσπερ μέγας ἀνέτειλας
ἀπὸ δυσμῶν Ἠλία, τῶν ἀρετῶν ἀκτῖσι καὶ τῶν θαυμάτων ταῖς λάμψεσι τοὺς ἐν νυκτὶ
καθεύδοντας παθῶν σκοτόμαιναν διεγείρων πρὸς μετάνοιαν.
Λόγοις τοῖς τοῦ Σωτῆρος
πειθόμενος, σεαυτὸν ἀπηρνήσω καὶ τὸν ζυγὸν τῆς θείας ὑποταγῆς, χαίρων ἤνυσας τῷ
ἰσαγγέλῳ Ὅσιε, ψυχῆς εὐθύτητι Ἀρσενίῳ, χρόνοις πλείοσιν.
Ἵδρυσάς σου τοὺς πόδας ὡς
ἄσαρκος ἐν τῇ παννύχῳ στάσεσι, τῇ τῶν γονάτων κλίσει καὶ ταῖς συντόνοις
δεήσεσιν, ὑπόγραμμος γενόμενος καὶ τύπος ἔνδοξε, μοναζόντων ἀκριβέστατον.
Θεοτοκίον.
Ὕψος ταπεινωθέντων,
ἀνόρθωσις μόνη τῶν πεπτωκότων, ταπεινωθέντα Κόρη, καὶ συμπτωθέντα με πάθεσι, τῇ
εὐσθενεῖ πρεσβείᾳ σου πρὸς ὕψος ἕλκυσον ἀπαθείας τοῦ δοξάζειν σε.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ
βρέφους ἀράμενος, μάκαρ τὸν θεῖον Σταυρόν, ἀσκήσει ἐκοίμησας, πάθη σαρκὸς καὶ
ψυχῆς, Ἠλία Πάτερ ἡμῶν, ἔνθεν ἤντλησας χάριν, ἐκ πηγῶν τοῦ Σωτῆρος, πνεύματα
ἐκδιώκειν καὶ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει ἐπιτελούντων μνήμην τὴν θείαν σου.
ᾨδὴ
δ΄. Τὴν ἐν Σταυρῷ Σου θείαν κένωσιν.
Ὁ πρὶν ἀφρόνως ἐγκαυχώμενος
ἐξαλείφειν τὴν γῆν καὶ ἀβύσσους θαλάσσης σὲ ἡδονῶν οὐκ ἔθελξε μάκαρ, τῷ πυρί,
ἀπεσβέσθη δὲ μᾶλλον πηγαῖς δακρύων σου.
Ὑποχωρήσει ἀξιάγαστε, ἡ
δαιμόνων πληθὺς τοῦ ἱεροῦ σπηλαίου, ἐλαυνομένη μάστιγι σοῦ τῶν προσευχῶν, ἐν
μορφῇ αἰθιόπων φανεῖσα Ὅσιε.
Συνεξαστράπτεις
τιμαλφέστερον πατριάρχαις σοφέ, εὐσεβῶς κεκτημένος τοῦ Ἰακὼβ τὸ ἄπλαστον, ζῆλον
Ἠλιού, Μωϋσέως τὸ πρᾷον, Δαβὶδ τὸ ἄκακον.
Ὁ πλήρης πέλων θείου
Πνεύματος, Ἠλιοὺ ὁ κλεινός, προφητικῶς θεσπίζει τὴν μέλλουσαν φοιτῆσαί σοι
χάριν δαψιλῶς, ὡς ὁμώνυμος μάκαρ σοῦ καὶ ἰσόκλεος.
Θεοτοκίον.
Ῥαθύμως ὅλην δαπανήσαντα
τὴν ζωήν μου Ἁγνή, ἰσχύι προσευχῶν σου πρὸς ἐργασίαν ἔγειρον θείων ἐντολῶν τοῦ
Υἱοῦ καὶ Θεοῦ σου Θεοχαρίτωτε.
ᾨδὴ
ε΄. Πρὸς σὲ ὀρθρίζω.
Ὑπάρχον θεῖον κλῆμα τῆς
ἀμπέλου, εὐφροσύνη κρατῆρα πλουσίως ἀναβλύζει, εἰς οἶνον ἡδὺν διαμείψας τὸ ὕδωρ,
ὦ θαῦμα καινόν, ὅπερ πάλαι Χριστὸς τερατουργεῖ ἐν Κανᾷ!
Φρικτὸν ὡράθη θαῦμα, ὡς γὰρ
κόραξ τὸ πνεῦμα ἐκ στόματος ἀπέπτη τοῦ πρὶν ἀδεῶς γοητείαις ἀσέμνοις
σχολάζοντος, τῶν χειρῶν σου σφραγῖδι ἐλαυνόμενον.
Οὐκ ἔστιν ὅλως φράσαι κατ’
ἀξίαν σοῦ τοὺς πόνους, τοὺς κόπους, χειρῶν σου, τοὺς ἱδρῶτας, τὸ καρτερικὸν ἐν
χειμῶνι καὶ ψύχει σοῦ ἔπαθλον, μονοχίτωνα βίον διανύοντα.
Θεοτοκίον.
Ἰλύος πάσης Κόρη ἁμαρτίας
καὶ παθῶν δυσωδίας καὶ πέλαγος, ἐλέους Ἁγνὴ δυσωπῶ ῥυπτικῇ σου πρεσβείᾳ μὲ
κάθαρον σὺ γὰρ πέλεις τοῦ κόσμου ἱλαστήριον.
ᾨδὴ
στ΄. Συνεσχέθη ἀλλ’ οὐ κατεσχέθη.
Ἰωσὴφ μὲν νέος ἀνεδείχθης
σώφρων, τρισμάκαρ καὶ ἁγνός, οὐ γὰρ ἐθέλχθης ὅλως ἡδοναῖς ἀπατηλοῦ γυναίου καὶ
μοιχαλίδος Πάτερ φαεινότατε, ἀλλ’ ἐπέσπασας πρὸς σωφροσύνην, παιδεύσας μάστιγι
πνεύματος πονηροῦ, δείξας τὴν ἐν σοὶ χάριν τοῦ πνεύματος.
Τὰς αἰσθήσεις μάκαρ,
ἐκκαθάρας ἔσοπτρον ὤφθης διαυγές, ἐφάμιλλος Ἀγγέλων γεγονώς, τὰ τῶν δαιμόνων
στίφη καταπαλαίσας, τρόπαια ἀνέστησας καὶ ἐποίμανας εἰς τρόπον χλόην ποίμνην
θεόλεκτος, ἄρδων σαῖς διδαχαῖς, ἥνπερ διαφύλαττε πρεσβείαις σου.
Ἥν ἐδέξω χάριν καὶ πρὸ
τέλους νοῦν ἐξιστᾷ καὶ ἀκοήν, τῇ γὰρ σφραγῖδι μάκαρ τῶν ὁσίων σου χειρῶν τὸ
βρέφος τῆς παρὰ φύσιν ὄψεως διώρθωται καὶ στρεβλώσεως δαιμονιώδους
ἀπολελύτρωται, ὄντως θαῦμα φρικτόν, μάκαρ διὰ σοῦ τερατουργούμενον!
Θεοτοκίον.
Ἀνωτέρα πάντων ποιημάτων
καὶ τῶν κτισμάτων ἀληθῶς Παντάνασσα ἐδείχθης, ὡς πρὸς τὸν Ὕψιστον συνειληφυῖα
καὶ μετὰ τόκον σώα διαμείνασα, ὅν ἱκέτευε κατακειμένῳ ἐκτεῖναι χεῖρά μοι
βοηθείας ἁγνή, πάντα γὰρ ἰσχύει ἡ πρεσβεία σου.
ᾨδὴ
ζ΄. Ἄφραστον θαῦμα.
Τὴν πρᾶξιν ἔχων εἰς θεωρίας
ἐπίβασιν καὶ σχολάζων θείαις προσευχαῖς, ἑώρας σαυτὸν ὕπερθεν ὑψούμενον, τῶν
ἀερίων πνευμάτων, καθ’ ἑκάστην μελῳδῶν· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὅλον τὸν βίον μνήμην
θανάτου ποιούμενος θεοῤῥῆμον, ὤρυξας σαυτοῦ τὸν τάφον σπουδῇ καὶ θερμοῖς τοῖς
δάκρυσιν ὡς σὸν δοχεῖον κατέβρεχες κραυγάζων· Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὕπνον οὐδόλως σοῖς
ὀφθαλμοῖς Πάτερ δέδωκας, καὶ βλεφάροις ὄντως νυσταγμόν, ἕως οὗ σεπτὸν τῆς
Τριάδος σκήνωμα καὶ θεῖον ὤφθης ἐν πνεύματι δοχεῖον, μελῳδῶν· Ὁ Θεὸς εὐλογητὸς
εἶ.
Πρόκειται πᾶσι ῥεῖθρα
ἰάσεων νάουσα ἡ σορός σου μάκαρ δαψιλῶς, διὸ τὸ πιστῶς προσφοιτῆσαν γύναιον
ῥοπῇ λυτροῦται κακίστου δαιμονίου, μελῳδοῦν· Ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Κίνδυνοι ᾍδου ἡμᾶς τοὺς
δούλους ἔβρωσαν καὶ ἀνάγκαις πλείστων πειρασμῶν ἀνθρώπων δεινῶν καὶ δαιμόνων
Δέσποινα, ἀλλὰ θαῤῥοῦντες τῇ σκέπῃ σου βοῶμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Ἔκστηθι φρίττων οὐρανέ.
Ῥᾷον ἡ φλὸξ ὑποχωρεῖ τοῦ
σοῦ ὀνόματος τῇ προσκλήσει Ἠλιοὺ εἰς δύο μερισθεῖσα Ὅσιε, μηδόλως φλέξασα τὸν
πίστει προσκαλοῦντά σε Πάτερ, ῥωννύεις ξηρανθείσας τρισμακάριστε χεῖρας χρόνων
περιόδοις ἐλαίῳ τῆς κανδήλας.
Ὄντως τεράστιον φρικτὸν καὶ
θεῖον ἄκουσμα! Πῶς τὴν λύσιν τῶν μελῶν συνδήσας, ἀκοὰς διήνοιξας, καὶ γλώττης
ἔλυσας δεσμὸν τοῦ παιδός, φανεὶς αὐτόπτως, φωτὶ ἐν ἀσυγκρίτῳ καταυγάζων τὸν
οἶκον, ἔνθα σου τὸ σῶμα κατάκειται τὸ θεῖον;
Σὲ ἰατῆρα συμπαθῆ ῥοπῇ
ἐφεύρατο, οὗ τὸν παῖδα ἐκ πυλῶν τοῦ ᾍδου ἀφηρπάσω Ὅσιε, ψυχοῤῥαγοῦντα δεινῶς,
νυκτὶ ὁραθεὶς ἀγγελομόρφως, κηρύττει σου τὸ θαῦμα, μοναστὴν ὤν λυτροῦσαι
πνεύματος κακίστου τῇ σῇ ἐπιφανείᾳ.
Δῆμος Ἀγγέλων Ἠλιού, ἐν τῇ
κοιμήσει σου παρεγένετο σοφέ, τὰς πύλας ὁ οὐρανὸς ἀνέῳξε καὶ ὑπεδέξαντο χοροὶ
ἀσκητῶν σε καὶ Ὁσίων, παρέστηκας τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος, ἔνθα ἦχος ᾄδει
τερπνὸς ἑορταζόντων.
Θεοτοκίον.
Ὄρος σε θεῖον Ἀββακούμ,
ὄρος κατάσκιον προεώρα μυστικῶς, Δαβὶδ δὲ ὄρος ποῖον Ἅγιε, ἐν ᾧ ηὐδόκησεν ὁ
Ὕψιστος Θεὸς κατοικῆσαι, ἡμεῖς δὲ ὡς αἰτίαν τῆς ἡμῶν σωτηρίας, Δέσποινα
Παρθένε, ὑμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ
θ΄. Τὴν τιμιωτέρα τῶν Χερουβίμ.
Εὗρές σου τῶν πόνων τὰς
ἀμοιβάς, εἴληφας ἀξίας τῶν καμάτων σου τὰς δωρεάς, τὸν δρόμον τελέσας καὶ τὴν
πίστιν τηρήσας, λοιπὸν ἀπόκειταί σοι δόξης ὁ στέφανος.
Χαῖρει σὺν τοῖς τέκνοις γῆ
Σαλινῶν, ὄλβον κεκτημένη σοῦ τὸ σῶμα τὸ ἱερόν, σκιρτᾷ οὐρανὸς δὲ σὺν Ἀγγέλων
χορείαις, ψυχήν σου τὴν ἁγίαν ἔνδον δεξάμενος.
Ὅλη ὥσπερ ἥλιος φωταυγής,
ἤστραψέ σου μάκαρ ἡ ἐτήσιος ἑορτή, τοὺς ταύτην τελοῦντας πιστῶς φωταγωγοῦσα καὶ
χάριν ὑμνοπόλοις, ἄφθονον νέμουσα.
Ὕψοθεν ἐπίβλεψον Ἠλιού, ἴδε
συνηγμένα σοῦ τὰ τέκνα χαρμονικῶς, ὡς θρέμματα ὄντα καὶ πρόβατα νομῆς σου, περίσῳζε
λιταῖς σου ἀπὸ παντοίων δεινῶν.
Θεοτοκίον.
Ὕψωσον τὸ κέρας χριστιανῶν,
κράτυνον ταῖς νίκαις τοὺς πιστοὺς ἡμῶν βασιλεῖς, ὑπόταξον τούτοις πολεμίων τὰ
θράση, λιταῖς τῆς Σὲ τεκούσης Χριστὲ Σωτὴρ ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου