Κυριακή 17 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 30. ΠΡΟΕΟΡΤΙΑ ΠΡΟΟΔΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ Λ΄!!
ΠΡΟΕΟΡΤΙΑ ΠΡΟΟΔΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια, γ΄ τῆς Ὀκτωήχου καὶ γ΄ τῆς Ἑορτῆς. Τῶν οὐρανίων ταγμάτων.
Τὰς οὐρανίους πορείας Σταυρὸς ὁ τίμιος, ἐξευτρεπίζει πᾶσι, τοῖς αὐτὸν προσκυνοῦσιν, ἐν πίστει ἀδιστάκτῳ καὶ τοῖς χοροῖς, τῶν ἀΰλων δυνάμεων, ὁ ἐν αὐτῷ προσεπᾶγη συναριθμεῖ, τοὺς ἐν πόθῳ ἀνυμνοῦντας αὐτόν.

Οἱ προσκυνοῦντες ἐν πίστει Σταυρὸν τὸν τίμιον, τὸν ἐν αὐτῷ παγέντα, ἀνυμνοῦμεν Δεσπότην, αὐτοῦ τῇ ἐπινεύσει χείλη ὁμοῦ, καὶ ψυχὰς ἁγνιζόμενοι, καὶ ταῖς ἐλλάμψεσι τούτου ταῖς νοηταῖς, φαιδρυνόμεθα αἰνοῦντες αὐτόν.

Πικρίας πάλαι γλυκαίνων Μωσῆς ἐῤῥύσατο, τὸν Ἰσραὴλ ἐν τύπῳ, τὸν Σταυρὸν διαγράφων, ἡμεῖς δὲ τοῦτον πάντες ἐνθέως πιστοί, μυστικῶς ἐντυπούμεθα, ἐν ταῖς καρδίαις ἑκάστοτε ταῖς ἡμῶν, καὶ σωζόμεθα τῷ κράτει αὐτοῦ.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Τῶν Προφητῶν αἱ φωναί, τὸ ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι’ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ, ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου συνυψοῖ τὴν φωνήν, τὸ ἐπ’ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος, ἀλλ’ ὁ μόνος ἐν ἐλέει, ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεύσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Καὶ Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Γεωργίου.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Σταυρὸς προερχόμενος, θείας ἀκτῖνας ἐκπέμπει τῆς χάριτος, καὶ φωτίζει ἅπαντας, τοὺς προσκυνοῦντας αὐτόν, καὶ ἀνυμνοῦντας εὐσεβῶς, τὸν σταυρωθέντα Χριστόν.
Σταυρὸς προσκυνούμενος, ὑψοῖ τοὺς πόθῳ καὶ πίστει δοξάζοντας, ὡς Θεὸν καὶ Κύριον, τὸν πεπονθότα σαρκί, καὶ ἀναπλάσαντα ἡμᾶς, θείοις παθήμασι.
Σταυρὸς προσκυνούμενος, ἐκβλύζει μῦρα χαρίτων καὶ ἅπαντας, τὸν Χριστὸν δοξάζοντας, εὐωδιάζει ἀεί, καὶ ἀκηδίαν τῶν ψυχῶν, ἐλαύνει ἅπασαν.
Θεοτοκίον.
Γνωρίσαντες Κύριον, τὸν σαρκωθέντα ἐκ Σοῦ Θεονύμφευτε, καὶ Σταυρὸν καὶ θάνατον καταδεξάμενον, ὑμνοῦμεν Τοῦτον Λυτρωτήν, Σὲ μακαρίζοντες.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ὁ ἐν συμβόλοις προτυπούμενος, καὶ τελῶν παράδοξα θαύματα, νῦν προσκυνούμενος Σταυρός, ἐνεργεῖ θαυμαστότερα, ἁγιάζον καὶ φωτίζον, τοὺς τὸν Κτίστην δοξάζοντας.
Τὸ ἐν πολέμοις θεῖον τρόπαιον, ὁ Σταυρὸς Χριστοῦ προσκυνούμενος, τὰς παρατάξεις τῶν ἐχθρῶν ἀνατρέπων παρέχεται, βασιλεῦσιν ὀρθοδόξοις, κραταιὰ νικητήρια.
Ὁ τοῦ Κυρίου προτιθέμενος, ἐν ναοῖς Σταυρὸς καὶ οἰκήμασι, τοὺς θεμελίους ἀῤῥαγεῖς, τούτων τηρεῖ καὶ ἅπασαν, προσβολὴν καὶ μηχανήν, τὴν ἐναντίων ἐκτρέπεται.
Θεοτοκίον.
κ τοῦ βυθοῦ τῆς πλάνης εἵλκυσεν, ὁ ἐκ Σοῦ τεχθεὶς τὸ ἀνθρώπινον, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ Θεοτόκε, καὶ ὕψωσε πρὸς ἐπίγνωσιν αὐτοῦ, τοὺς εὐσεβῶς Σε δοξάζοντας.







Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Λελαμπρυσμένος οὐρανὸς ἀναδείκνυται, ὑπὲρ τὸν ἥλιον φωτὶ τοῦ Σταυροῦ Σοῦ, καὶ δαδουχεῖ τὰ σύμπαντα τῇ αἴγλῃ αὐτοῦ, ὅθεν Σὺ φιλάνθρωπε, ὁ Σωτὴρ τῶν ἁπάντων, φώτισον τὸν νοῦν ἡμῶν, δι’ αὐτοῦ καὶ αἰσθήσεις, ἡμεῖς γὰρ ἔχομεν Αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον.
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ’ ἐσχάτων Σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά Σε Χριστέ, οἴμοι ποθεινότατε, Ἰησοῦ ἀναβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ’ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι, ὑμνῶ Σε μακρόθυμε.

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Τυπούμενος ὁ θεῖος καὶ τίμιος Σταυρός, τὸν τοῦ σκότους ἄρχοντα ἐλαύνει κραταιῶς, ἐκ τοῦ ἀέρος καὶ χάριτος τὰς ἀκτῖνας, τοῖς ἐκτυποῦσιν ἐφαπλοῖ καὶ καταυγάζει, τούτους ἀνυμνοῦντας Χριστὸν τὸν Θεόν.
Τυπούμενος ὁ θεῖος καὶ ἄχραντος Σταυρός, ἐν καρδίαις θάλασσαν κατευνάζει τῶν παθῶν, καὶ καταπαύει κινδύνων τὰς τρικυμίας, καὶ εἰς γαλήνην μεταφέρει εὐθυμίας, πάντας τοὺς πόθῳ ἐκτυποῦντας αὐτόν.
Ὡς ἄνθρακας ἐκπέμπων, ὁ τίμιος Σταυρός, ἐνέργειαν ἅπασαν φλογίζει τοῦ ἐχθροῦ, καὶ ἀπελαύνει τὴν δύναμιν, καὶ κουφίζει τοὺς πολλῇ τῇ πίστει, καὶ αἰνοῦντας καὶ ὑμνοῦντας, πόθῳ τὸν ἐν τούτῳ, παγέντα Χριστόν.
Θεοτοκίον.
ς πάντων βασιλίδα καὶ Δέσποινα ἡμῶν, Σε πόθῳ δοξάζομεν πανάχραντε ἁγνή, οἱ φωτισθέντες τοῖς πάθεσι τοῦ Υἱοῦ Σου, καὶ ἐπιγνόντες τοῦτον πάντων εὐεργέτην, δόξα τῇ Αὐτοῦ ἀγαθότητι.

ᾨδὴ ε΄. Τὸ φαεινὸν ἡμῖν.
Τὸ κραταιὸν ἡμῶν καὶ ἀνίκητον ὅπλον, προκείμενον νῦν προσκυνοῦντες, τὸν πανάγιον Σταυρὸν ἐν πίστει, δύναμιν ἀήττητον, κατ’ ἐχθρῶν δεχόμεθα.
Τὸν ἐκτυπούμενον καὶ ἀκρότομον, πέτραν ποιήσαντα, ὕδωρ πηγᾶσαι νῦν κατέχοντες, καὶ προσκυνοῦντες τίμιον Σταυρόν, πηγὴν χαρίτων δεχόμεθα.
Ὁ ἀνελὼν ἐχθρὸν τὸν πολέμιον, νῦν προσκυνούμενος Σταυρός, ζωοῖ τῇ θείᾳ χάριτι, τοὺς προσκυνοῦντας τοῦτον, καὶ δοξάζοντας Χριστὸν τὸν Θεὸν ἡμῶν.
Θεοτοκίον.
άβδον δυνάμεως Θεονύμφευτε, πίστει κατέχοντες τὸν τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν, Σταυρὸν ὑμνοῦμεν, τοῦτον βασιλίδα Σε, πάντων μακαρίζοντες.
ᾨδὴ στ΄. Τὸν προφήτην Ἰωνᾶν.
Ὁ σεβάσμιος Σταυρός, προσκυνούμενος νυνί, ἀναστάσιμον χαράν, προμηνύει τοῦ Χριστοῦ, καὶ θάνατον τοῦ ἀρχεκάκου εὐαγγελίζεται.
Ὁ ἐν μέσῳ φυτευθείς, γῆς σεβάσμιος Σταυρός, νῦν τοὺς κλάδους ἐφαπλοῖ, τῶν χαρίτων ἐν αὐτῇ, καὶ ἅπαντας σκέπει σιάζει, τοὺς προσκυνοῦντας αὐτόν.
Ὁ τεμὼν τὴν Ἑρυθράν, προγραφόμενος Σταυρός, προσκυνούμενος νυνί, τῶν κινδύνων καὶ παθῶν, τὴν θάλασσαν τέμνει καὶ σώζει, τοὺς προσκυνοῦντας αὐτόν.
                                              Θεοτοκίον.      
Γῆθεν εἵλκυσεν ἡμᾶς, ὁ Υἱός Σου καὶ Θεός, πρὸς οὐράνιον ζωήν, ἀναβὰς ἐν τῷ Σταυρῷ, τοῖς πόθῳ Σε Μητέρα τούτου, κυρίως σέβουσιν.

Κοντάκιον.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Συναξάριον.

Τῇ ΛΑ΄ τοῦ αὐτοῦ Μηνός, τὰ Προεόρτια τῆς Προόδου τοῦ Τιμίου Σταυροῦ.
Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων,
Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐδοκίμου τοῦ Δικαίου
Τὸν θεῖον Εὐδόκιμον, βίος γέλως,
Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου.

Kήδευσιν εὑρὼν νεκρικὴν κρύπτη τάφῳ,
K
ηδευτὰ νεκροῦ τοῦ κενώσαντος τάφους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι HYPERLINK "http://www.saint.gr/2132/saint.aspx"Δώδεκα Μάρτυρες οἱ Ῥωμαῖοι, ξίφει τελειοῦνται.
Ῥώμης παλαιᾶς δώδεκα βλαστοὺς Λόγε,
Tραχηλοτμήτους Mάρτυρας δέξαι νέους.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας.
Ὁ τῷ τιμίῳ αἵματι Χριστοῦ, Σταυρὸς Αὐτοῦ ἀρδευθείς, πηγάζει ποταμούς, τῶν διαυγῶν καὶ νοητῶν τούτων χαρίτων, καὶ ποτίζει ἅπαντας, τοὺς προσκυνοῦντας αὐτόν, καὶ ἀνυμνοῦντας πιστῶς.
Ὁ τοῦ θανάτου πύλας καθελών, Σταυρὸς Χριστοῦ, καὶ μοχλοὺς συντρίψας νοητούς, νῦν τοῖς αὐτὸν εἰλικρινεῖ πίστει καὶ πόθῳ προσκυνοῦσιν ἅπασι, πύλας ἀνοίγει ζωῆς, καὶ ἀκηράτου τρυφῆς.
Οἱ προσκυνοῦντες πόθῳ τὸν Σταυρόν, τειχίζοντας τῇ δυνάμει τούτου, καὶ ἐχθροὺς τοὺς νοητοὺς καὶ ὁρατοὺς ἀποσοβοῦσι, καὶ ἀδιαλώβητοι διαφυλάττονται, ὑμνολογοῦντες Χριστόν.
Θεοτοκίον.
σχὺς ἡμῖν καὶ κράτος κατ’ ἐχθρῶν δεδώρηται, ὁ Σταυρὸς Χριστοῦ τοῦ Σοῦ Υἱοῦ, τῇ δεκτικῇ καὶ μητρικῇ Σου παῤῥησίᾳ, διὸ Θεονύμφευτε, τὰς προσβολὰς τῶν ἐχθρῶν κατατροπούμεθα.

ᾨδὴ η΄. Ὃν φρίττουσιν.
Ὃν ἔπτηξε θάνατος, πηγνύμενον Σταυρόν, νυνὶ προσκυνούμενος, ὁρῶσαι νοηταὶ ἐχθροῦ παρατάξεις, δύνουσιν ὑπὸ γῆν, καὶ οἱ προσκυνοῦντες αὐτὸν νεοποιοῦνται.
Ὃν πάλαι προτυπούμενος, ἐν ὕψει οὐρανοῦ, Χριστὸς καθυπέδειξεν, ὑπέρφωτον Σταυρόν, νυνὶ προσκυνοῦντες, εὐσεβῶς οἱ πιστοί, ὑψοῦνται καὶ τούτου, φαιδρύνονται ἀκτῖσι.
Ὂν πάλαι ἐκήρυξαν Προφῆται ἀψευδεῖς Χριστοῦ τὸ ὑποπόδιον, ὀφθῆναι τὸν Σταυρόν, ἡμεῖς ἀληθείᾳ προσκυνοῦντες πιστῶς, τῶν αὐτοῦ πλουσίων χαρίτων ἐντρυφῶμεν.
Θεοτοκίον.
πάθει ἀπάθειαν πηγάσας τοῖς βροτοῖς, Υἱός Σου καὶ Κύριος, Παρθένε διὰ Σοῦ, ἡμᾶς τοὺς Σὲ πόθῳ ἀνυμνοῦντας ἀεί, νεουργεῖ καθαίρει ὡς μόνος εὐεργέτης.



ᾨδὴ θ ΄ Τὴν φωτοφόρον νεφέλην.
Ἀθανασίας πηγάζει καὶ ἀφθαρσίας, ἀφθόνους κρουνοὺς ὁ τίμιος Σταυρός, τοῖς αὐτὸν προσκυνοῦσι, ζωοῖ καθαίρει νεουργεῖ, καὶ δόξης τῆς κρείττονος καὶ χάριτος, ἀξιοῖ προσκυνοῦντας, τὸν ἐν τούτῳ προσπαγέντα Ἰησοῦν.
Τὰς ἐνεργείας ἐκπέμπων, ὡς ὑπερφώτους ἀκτῖνας, ὁ πανσεβάσμιος Σταυρός, τοὺς αὐτὸν προσκυνοῦντας, πόθῳ καὶ πίστει καθαρᾷ, πρὸς φῶς τὸ ἀπρόσιτον καὶ ἄϋλον, καταυγάζων ἰθύνει, ἀνυμνοῦντας τὸν τῶν ὅλων Ποιητήν.
Ὁ ἁγιάσας τὸ ξύλον, τοῦ παναγίου Σταυροῦ Σου, τιμίῳ αἵματι τῷ Σῷ ὑπεράγαθε Λόγε, τῇ ἐνεργείᾳ τῇ αὐτοῦ ἡμᾶς καταλάμπρυνον, ἁγίασον τοὺς αὐτὸν προσκυνοῦντας καὶ ὑμνοῦντας, τὸν Δεσπότην τοῦ παντός.
Θεοτοκίον.
πὲρ τὸν ἥλιον πᾶσιν ἡ Σὴ ἐκλάμπουσα χάρις, νέφη κινδύνων καὶ παθῶν ἀπελαύνει Παρθένε, καὶ εὐθυμίας τῷ φωτί, φαιδρύνει τοὺς πόθῳ Σε, δοξάζοντας καὶ ὑμνοῦντας ἀπαύστως, τὸν Υἱόν Σου ὡς Δεσπότην τοῦ παντός.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου