ΙΟΥΛΙΟΣ ΙΑ!!
ΕΥΦΗΜΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν
στίχους στ´, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τὰ ἑπόμενα· Ἦχος πλ. δ´. Ὢ τοῦ
παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ τοῦ Κυρίου ἀμνάς, τὴν αὐτοῦ ἐθελούσιον, μιμουμένη
νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ αἵματος πρόσχυσιν, ἀναπηγάζει σθένει
τοῦ Πνεύματος· ἣν ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον, τῷ τοῦ παντός, αἴνεσιν
προσάγομεν, Θεῷ ἑκάστοτε.
Μάρτυς
ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμάς, Δανιὴλ ὡς τὸ πρότερον, καὶ πυρὸς ἐν
χάριτι, εὐχερῶς κατετόλμησας· καὶ πᾶσαν ἄλλην οἴσασα βάσανον, ἐδέξω στέφος
νίκης ἀμάραντον· καὶ ἀνελήλυθας, πρὸς τὸν σοὶ ποθούμενον, περιχαρῶς· ὅθεν σε
γεραίρομεν, καὶ μακαρίζομεν.
Θείων
Πατέρων συνάθροισμα, πίστεως Ὅρον τῇ σῇ κορυφῇ ἐπιτίθεται· ὅν περ παναοίδιμε,
ἠγκαλίσω φυλάττουσα, τὴν θείαν πίστιν ἀπαρασάλευτον, ἐκτρεπομένη ἅπασαν
αἵρεσιν, καὶ καταισχύνουσα, τοὺς τοῦ ψεύδους ἔνδοξε, προασπιστάς· ὅθεν σε
γεραίρομεν, καὶ μακαρίζομεν.
Ἕτερα
Στιχηρά. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν
σορὸν τῶν λειψάνων σου, καθορῶντες πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ
τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἐλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταῖς ἀκτῖσι τοῦ
Πνεύματος, μεσιτείαις σου, ἱεραῖς Εὐφημία· διὰ τοῦτο, μετὰ πόθου εὐφημοῦμεν,
τὴν ἱεράν σου πανήγυριν.
Καὶ
πυρὶ προσωμίλησας, καὶ θηρίοις ἐκδέδοσαι, καὶ ἐν λάκκῳ βέβλησαι καλλιπάρθενε,
καὶ τοῖς τροχοῖς ἐπιτέθεισαι, ἐξ ὧν σε ἐῤῥύσατο, ὁ τῶν ὅλων ποιητής,
καταισχύνας τὸν ταῦτά σοι μηχανώμενον, καὶ δοξάσας σε Μάρτυς Εὐφημία, τὴν
κηρύξασαν τὸν ἕνα, Χριστὸν ἐν δύο ταῖς φύσεσιν.
Εὐτυχῆ
καὶ Διόσκορον, καὶ τοὺς τούτοις ὁμόφρονας, Ἀκεφάλους ἅμα τε καὶ παράφρονας,
τοὺς ἀνιάτως νοσήσαντας, εἰς τέλος κατῄσχυνεν, Εὐφημία ἡ σεπτή, καὶ Χριστὸν ἀνεκήρυξε,
ταῖς θελήσεσιν, ἐνεργείαις τε ἅμα διπλοῦν ὄντα, καθ᾿ ὑπόστασιν δὲ ἕνα, ὡς οἱ
Πατέρες ἐτράνωσαν.
Δόξα.
Ἦχος πλ. β´.
Ἐκ
δεξιῶν τοῦ Σωτῆρος παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη
ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς
ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν
μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ· μὴ χωρίσῃς
με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις, κατάπεμψον ἡμῖν, παντοδύναμε Σῶτερ τὰ
ἐλέη σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ
γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος
δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως
γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα (μγ´ 9-14).
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν
τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι
μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα
γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος
Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγὼ
ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν
χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ
Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία,
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν
καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.
Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15 - στ´ 3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν·
ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον·
λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργήν, εἰς ῥομφαίαν·
συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ
ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ
σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Δεῦτε
πάντες οἱ πιστοί, τὴν ἐτήσιον μνήμην τῆς πανευφήμου Εὐφημίας, μετ᾿ ἐγκωμίων
ὑμνήσωμεν, λέγοντες· Χαίροις ἀθληφόρε καὶ Μάρτυς, ἡ τῶν τυράννων τὰ θράση
καταργήσασα, καὶ τῶν κακοδόξων τὴν ἄνοιαν ἀπελέγξασα· Χαίροις τῆς Χαλκηδόνος τὸ
κάλλιστον θρέμμα, καὶ τῶν ὀρθοδόξων τὸ ἄσειστον ἔρεισμα. Χαίροις, ἡ διὰ Χριστὸν
τὸν νυμφίον σου, τὴν μὲν ἀκμὴν τοῦ σώματος, ταῖς βασάνοις καταναλώσασα, τὴν δὲ
ψυχὴν ταῖς ἀκτῖσι, τοῦ Πνεύματος ἐκλαμπρύνασα. Χαίροις, ἡ πρεσβεύουσα πάντοτε,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων σου τὰ μνημόσυνα.
Ἦχος
β´.
Ὢ
τοῦ παραδόξου θαύματος! ὥσπερ ζῶσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, ταῖς
τιμίαις αὑτῆς χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερε, τὸν δὲ τῶν αἱρετικῶν, τοῖς
ποσὶ κατεπάτησεν· ἐκφαυλίζουσα τούτων, τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν
κρατύνουσα τὸ ὀρθόν, καὶ ἀκίβδηλον· ἕνα μὲν καθ᾿ ὑπόστασιν, τὸν Χριστὸν
κηρυττόντων, διπλοῦν δὲ κατὰ φύσιν καὶ θέλησιν. Ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ
Θεός, εἰρήνην ταῖς ἐκκλησίαις σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος
γ´.
Τοὺς
τῆς ἀθλήσεως Μάρτυς, ἀγῶνας καὶ τῆς πίστεως, οὓς ὑπὲρ Χριστοῦ ἠγωνίσω, ἐν
ἀσθενεῖ τοῦ θήλεος φύσει, ἐπαξίως τίς διηγήσεται; ἢ τίς ἐξειπεῖν κατισχύσει,
τῶν ἀρετῶν σου τὰ προτερήματα, καὶ τῶν σῶν θαυμάτων τὰ πλήθη, Εὐφημία
πανεύφημε; τό τε στεῤῥὸν τῶν ὀρθῶν δογμάτων, καὶ ὀρθοδοξίας τὸ μόνιμον; διὸ καὶ
ὑπὸ τῶν θείων Πατέρων, τὸν τῆς πίστεως Ὅρον, ὡς ζηλωτὴς ταύτης πεπίστευσαι, ὃν
καὶ φυλάττεις διὰ παντὸς ἀπαράτρεπτον, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ´.
Μαρτυρικὴν
πανήγυριν, ἐπὶ γῆς τελουμένην, κατοπτεύοντες σήμερον, εὐφρανθῶμεν τῷ πνεύματι,
καὶ σκιρτήσωμεν ἀγαλλόμενοι· συνεκάλεσε γὰρ ἡμᾶς Εὐφημία ἡ σεπτή, διὰ τοῦ ἱεροῦ
καὶ καλοῦ, τῆς Ἐκκλησίας ποιμένος· καὶ προθεῖσα ἡμῖν ἑαυτήν, συγχωρεῖ ἑκάστῳ,
τὸν ἁγιασμὸν ἀπαρύσασθαι. Προσέλθωμεν δὴ ἐν πίστει, καὶ ἀδιστάκτῳ διανοίᾳ,
μηδὲν ὑφορώμενοι, ἵνα ἐκ τῆς ἁγίας σοροῦ, ἀπαντλήσωμεν ἀφθόνως, τῶν νοσημάτων
τὴν ἴασιν, αἰτούμενοι συγχώρησιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α´.
Σήμερον
τοῦ ἐπουρανίου Βασιλέως, ἡ ἀμίαντος νύμφη, συγκαλεῖται ἡμᾶς, πρὸς ἑστίασιν
πνευματικήν, Εὐφημία ἡ πάνσεπτος. Δεῦτε οὖν φιλέορτοι πάντες, μυστικῶς
εὐφρανθῶμεν, ἐν τῇ πανσέπτῳ αὐτῆς, καὶ λαμπρᾷ πανδαισίᾳ, καθαρθέντες τῷ νοΐ, ἐν
φαιδραῖς ταῖς στολαῖς κατηγλαϊσμένοι, τοῦ θείου Πνεύματος· αὕτη γὰρ ὡς ἁγνὴ
περιστερά, τῷ τῆς παρθενίας κάλλει, τῷ Υἱῷ νυμφευθεῖσα, ὁλικῶς τὴν ἁγίαν
Τριάδα, ἐν ἑαυτῇ εἰσῳκίσατο, Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, τὸν ἕνα Θεόν,
ὃν καὶ ποθοῦσα καὶ ζητοῦσα ἐνήθλησε· διὸ καὶ συμβασιλεύει αὐτῷ εἰς αἰῶνας, ἐν
τοῖς ἐπουρανίοις σκηνώμασιν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε
καθαρθῶμεν ἀδελφοί, χείλεσι ψυχῇ καὶ καρδίᾳ, καὶ ἀρυσώμεθα, πλοῦτον ἀδαπάνητον
ἐκ τῆς ἁγίας σοροῦ, δωρεὰν προχεόμενον, νῦν τῆς πανευφήμου, μέσον προκειμένης
τε, καὶ ὁρωμένης τρανῶς· ἥν περ μακαρίζοντες πόθῳ, καὶ πιστῶς γεραίροντες
πάντες, θείοις ἐγκωμίοις καταστέψωμεν.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Ἔστης
πρὸ βημάτων καρτερῶς, δυσσεβῶν τυράννων ὡς ἄκμων, πόνοις ἀνάλωτος, Μάρτυς
καλλιπάρθενε, Χριστὸν κηρύττουσα, Θεὸν εἶναι παντέλειον, καὶ σάρκα λαβόντα, ἐν
δυσὶ ταῖς φύσεσι, καὶ ταῖς θελήσεσιν· ὅθεν εἰς σοὺς πόδας τὸν Τόμον, τῶν
αἱρετικῶν ἀποῤῥίπτεις, ζήλῳ τὸν ἡμέτερον κατέχουσα.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μάρτυς
Εὐφημία τοῦ Χριστοῦ, πάντες εὐφημοῦμεν ἐν πίστει, καὶ μακαρίζομεν, ἱεροῖς ἐν
ᾄσμασι καὶ μελῳδήμασι, τὴν σεπτήν σου πανήγυριν, εἰς ἓν συνελθόντες, οὓς τὸ νῦν
συνήθροισεν, ὁ Βυζαντίων ποιμήν· ὅν περ, φρούρει φύλαττε σκέπε, καὶ ἡμᾶς
παντοίας ἐκ βλάβης, λύτρωσαι πρεσβείαις σου πανεύφημε.
Δόξα.
Ἦχος πλ. β´.
Ἡ
διηνθισμένη ταῖς ἀρεταῖς, καὶ πεφωτισμένη τὸν λογισμόν, ἡ μύρα προχέουσα, ἐν
ταῖς καρδίαις τῶν πιστῶν, ἡ ἐκ τῆς ἑῴας ἀνατείλασα, ὡς ἀστὴρ φαεινός, καὶ
ἀθροισμὸν ποιήσασα, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως, τῶν θείων
Πατέρων, μὴ διαλίπῃς ὑπὲρ ἡμῶν δυσωποῦσα πρὸς Κύριον, Εὐφημία πανεύφημε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸ καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν·
Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ´. Θείας πίστεως.
Λίαν
εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ
καλλιπάρθενε· τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς
ἐδογμάτισαν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν
τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Καὶ
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἡ
νύμφη καὶ ἀμνάς, τετρωμένη τῷ πόθῳ, Χριστὲ τοῦ ἑαυτῆς, οὐρανίου νυμφίου, ὀπίσω
σου ἔδραμε, τὴν λαμπάδα κατέχουσα, τὴν δι᾿ ἔλαιον, τῶν ἀρετῶν ἀνημμένην. Ταύτης
ἅπαντας, ῥῦσαι παντοίων κινδύνων, πρεσβείαις ὡς εὔσπλαγχνος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς
Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως
ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ
διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεί σε δοξάζουσιν.
Μετὰ
τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κατῃσχύνθησαν
αἰσχρῶς, αἱρετιζόντων ἡ πληθύς, καὶ τὰ πρόσωπα αὐτῶν, ὕβρεως πέπλησται πολλῆς,
ὅτε ἑώρων ποσί σου κατεῤῥιμμένον, τὸν Τόμον ἑαυτῶν, τὸν δὲ ἡμέτερον, τιμίαις
σου χερσί, κατεχόμενον, κατηγοροῦντα ἄνοιαν ἐνδίκως, τῶν κακοδόξων καὶ
κράζοντα· Χριστὸς ἐτέχθη, διπλοῦς τῇ φύσει, διπλοῦς δὲ καὶ ταῖς θελήσεσι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη
Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ
ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν
βλαστήσασαν· καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε·
Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς.
Ἐν
τῇ εὐσήμῳ ἑορτῇ τῆς πανευφήμου, μετ᾿ ἐγκωμίων ψαλμικῶς πιστῶν ὁ δῆμος,
εὐφημήσωμεν πόθῳ Χριστοῦ τὴν Παρθένον· δογμάτων γὰρ ἀνεδείχθη τῶν πατρικῶν,
προστάτις· καὶ μετὰ τέλος θαῦμα φρικτόν! Εὐτυχῆ καὶ Διόσκορον, ἐλέγξασα τοὺς
κακῶς, νοσήσαντας εἰς δόγμα Χριστοῦ, ὃν ὑμνοῦντες δοξάζομεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Εὐχαριστοῦμέν
σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸ τόκον
σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς
ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ
αἰσχυνθῶμεν οἱ δοῦλοί σου.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε
μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μᾶρκον (ε´ 24-35): Τῷ καιρῷ
ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν...
Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β´.Στίχ.:
Ἐλέησόν με, ὁ Θεός...
Ἐκ
δεξιῶν τοῦ Σωτῆρος παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη
ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς
ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν
μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ· μὴ χωρίσῃς
με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις, κατάπεμψον ἡμῖν, παντοδύναμε Σῶτερ τὰ
ἐλέη σου.
Ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας δύο
Ὁ α’ Κανὼν τῆς Ἁγίας. Ἰακώβου Πρωτοψάλτου.
ᾨδὴ
α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Ἀνοίξω
τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ ᾄσω μελῴδημα, τῇ ἀθληφόρῳ
Χριστοῦ, καὶ ὀφθήσομαι, φαιδρῶς ἀνακηρύττων, τοὺς πόνους οὓς ἤνεγκε, καὶ τὰ
παλαίσματα.
Ἰάσεων
ἄφθονα, ἡμῖν προχέεις χαρίσματα, τοῖς πίστει προστρέχουσιν, ἐν τῷ ναῷ σου
σεμνή, καὶ αἰτοῦσί σε, ἐκ βάθους τῆς καρδίας, καὶ πόθῳ τὴν μνήμην σου,
πανηγυρίζουσιν.
Ναὸς
ἐχρημάτισας, κατὰ τὸν θεῖον Ἀπόστολον, ἐν ᾧπερ ηὐδόκησε, Χριστὸς ὁ Κύριος,
ἐνοικῆσαί τε, καὶ ἐμπεριπατῆσαι, ψυχῆς καθαρότητι, Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Οὐ
κρύπτομεν Δέσποινα, τοῦ σοῦ ἐλέους τὴν ἄβυσσον, καὶ βρύσιν τὴν ἄφθονον, τῶν
τεραστίων σου, καὶ τὸ πέλαγος, τῶν εὐεργεσιῶν σου, ὧν πᾶσι δι᾿ ἔλεον, πολὺν
ἐξέχεας.
Ὁ β’ Κανὼν τῆς Ἁγίας. Ποίημα Ἀνδρέου. Ὴχος δ΄.
ᾨδὴ
α΄. Ἅρμα Φαραώ, καὶ τὴν δύναμιν.
Σήμερον
πιστοί, ἑορτάσωμεν φαιδρῶς· πάντας γὰρ προτρέπεται τῆς πανεφήμου ἡ μνήμη, ἥν
πνευματικῶς τοῖς ᾄσμασι πανηγυρίσαι συνδράμωμεν.
Στάδιον
φοβερὸν διανύσασα, σεμνή, τὸν δόλιον ᾔσχυνας, τοῖς αἰκισμοῖς ἐναθλοῦσα· θῆρες
γὰρ ἐν σοὶ τεθήπασι, καὶ τῶν ἐχθρῶν κατεσβέσθη τὸ πῦρ.
Σήμερον
ἀληθῶς, θαῦμα βλέπομεν ἐν σοί, βλύζουσαν πανεύφημε, τὴν τῶν λειψάνων σου θήκην
αἵματι, δι’ ὧν τὰ δόγματα τῆς ἀληθείας κρατύνεται.
Σήμερον
ἡ σορός, ὥσπερ νὲα κιβωτὸς δείκνυται τῆς μάρτυρος, οὐ τὸ γραπτὸν ἡμῖν νόμον,
ἀλλὰ τὸν τῆς θείας χάριτος, πνευματικῶς προσκομίζουσα.
Σήμερον
οἱ λαοί, τῶν λειψάνων τῇ σορῷ πίστει παριστάμενοι, τῶν ἰαμάτων τὴν χάριν ὥσπερ
ἐκ πηγῆς, πανεύφημε, εἰλικρινῶς ἀρυόμεθα.
Σήμερον
νοητῶς, ὥσπερ ἐν ἄλλῃ Ἐρυθρᾷ, Αἴγυπτος βυθίζεται, καὶ τὸ Αἰγύπτιον δόγμα, ἥτις
ἐρυθρὰ τοῖς αἵμασι τῆς πανευφήμου παρείκασται.
Δόγματα
ἀληθῆ ὥσπερ φύλαξ ἀληθῶς ἐδέξω, πανεύφημε, τῶν διδασκάλων τὸν ὅρον, ἄσυλον
αὐτὸν φυλάξασα, εὐφραινομένων τῷ πνεύματι.
Τριαδικόν.
Ἄχρονος
ὁ Πατήρ, ἀγέννητος ἀεί. Ὁ Λόγος συνάναρχος, καὶ γεννητός, ἐκ Πατρὸς γάρ.
Ἄκτιστον τὸ θεῖον Πνεῦμα τὸ ζῶν, ἐκπορευτὸν γὰρ ἀεὶ ἐκ Πατρός.
Θεοτοκίον.
Τέτοκας
Υἱόν, τὸν συνάναρχον Πατρί, ἀφράστως κυήσασα τὸν ἀπερίγραπτον Λόγον, ὅν τὰ
Χερουβὶμ ἀπαύστως ὑμνεῖ ἐν Σοί, Παρθένε φερόμενον.
ᾨδὴ
γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ὤ!
πῶς ἐν τῷ μέσῳ τοῦ σταδίου, ἀθλοῦσα ἡ Μάρτυς τοῦ Χριστοῦ, τὸν τύραννον
ἐξέστησε, δι᾿ ἄκραν καρτερότητα· ἀνδρείως γὰρ ὑπήνεγκε, τὰ τῶν δεινῶν κολαστήρια.
Πανεύφημε
Μάρτυς Εὐφημία, εὐφήμοις ἐν ᾄσμασιν ἀεί, τὴν μνήμην σου γεραίρομεν, τὴν σὴν
πλουτοῦντες λάρνακα, τὸ λείψανόν σου φέρουσαν, τὸ ἱερὸν καὶ σεβάσμιον.
Ἀνδρείως
κατέβαλες τὸν ὄφιν, τὸν μέγαν σεμνὴ τὸν νοητόν, δυναμωθεῖσα χάριτι, Πατρὸς Υἱοῦ
καὶ Πνεύματος, τῆς ἀσυγχύτου φύσεως, καὶ τρισηλίου Θεότητος.
Θεοτοκίον.
Ὑμνήσωμεν
πάντες κατὰ χρέος, Μαρίαν τὴν Δέσποιναν ἁγνήν, τὴν μόνην ἀειπάρθενον· αὕτη γὰρ
τὸ κεφάλαιον, τῆς σωτηρίας γέγονεν, ἡμῶν δι᾿ ἄκραν καθαρότητα.
Ἕτερος.
Ὁ στερεῶν βροντήν.
Καρτερικῶς
τοὺς ἄθλους, καλλιμάρτυς, στησαμένη σήμερον, στεφανηφόρος ἐν οὐρανοῖς ἀπεγράφης
μετ’ Ἀγγέλων, ὑπὲρ ἡμῶν πρεσβεύουσα σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῖς
ἱεροῖς σου ἄθλοις, ἐγκαυχᾶται ἡ Ἐκκλησία, πανεύφημε, πανηγυρίζουσα μυστικῶς ἐν
τῇ νίκῃ τῶν ἀγώνων τῆς ἱερᾶς ἀθλήσεως, δι’ ἧς καὶ ἐστεφάνωσαι.
Παρθενικῶν
αἱμάτων, τὸ τρυβλίον πληροῦσα ἡ πανεύφημος, τῷ ἀγελάρχῃ, καὶ τῷ λαῷ ἀνατίθησι
τὸ θαῦμα τῆς παραδόξου ῥεύσεως, τῶν ἱερῶν αἱμάτων αὐτῆς.
Θησαυροφύλαξ
ὤφθης, τῶν δογμάτων τῆς ἀληθείας, πάνσεπτε· καὶ μαρτυροῦσιν οἱ ποταμοὶ τῶν
παρθενικῶν αἱμάτων, οὕς ἀεννάους βρύουσα, ἀρδεύεις τοὺς τιμῶντάς σε.
Χορὸς
Πατέρων σήμερον, Παρθένε, τὸν τόμον σοι προσάγουσι, συναθροισθέντες διὰ
Χριστόν, ὅν λαβοῦσα μέχρι τέλους, ὥσπερ εὐσεβὴς συνήγορος φυλάττοις
ἀπαράτρωτον.
Ἡ
μυροθήκη βρύει τῶν λειψάνων πληροῦσα τὸ ἀλάβαστρον, καὶ ἀγιάζονται οἱ λαοί, καὶ
ἐλέγχονται αἱ αἱρέσεις, καὶ ὁ Θεὸς δοξάζεται, θεόφρον, ἐν τῇ μνήμῃ σου.
Ἡ
Καλλιμάρτυς πάντα συγκαλεῖται, πνευματικῶς ἀθροίζουσα σὺν ἱερεῦσι καὶ βασιλεῖς,
πρὸς παράδοξον αἱμάτων παρθενικῶν ἐπίῤῥοιαν, πιστῶς οὖν ἀρυσώμεθα.
Τριαδικόν.
Φῶς
τὸν Πατέρα ἄναρχον δοξάζω, φῶς τὸν Υἱὸν συνάναρχον, φῶς καὶ τὸ Πνεῦμα τὸ
ἀγαθόν· μίαν ἄναρχον Οὐσίαν, ὡς ἐξ ἑνὸς ἀστράπτουσαν ἡλίου ἀμερίστῳ φωτί.
Θεοτοκίον.
Τὴν
ἐξ Ἀδὰμ τοῦ γένους ἀμορφίαν ἐπεισαχθεῖσαν βρώματι, κυοφορούμενος, Ἰησοῦ, ἐν
γαστρὶ τῆς Θεοτόκου, ὑπερφυῶς ἀνέπλασας τὸ πρῶτον κάλλος δοὺς ἡμῖν.
Κάθισμα.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς
ἀρεταῖς διέλαμψας πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος
τῆς ἀθλήσεως, παρ᾿ αὐτοῦ δεξαμένη. Ἀλλ᾿ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας
ἐν πίστει τὴν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν
μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον, ἐφ᾿ ἡμῖν
σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς
δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
ᾨδὴ
δ´. Τὴν ἀνεξιχνίαστον.
Ὄλβον
ἐθησαύρισας τὸν ἀληθῆ, ὅν περ σὴς καὶ βρῶσις οὐ δύναται, ἐξαφανίσαι,
καλλιπάρθενε σεμνή· οὐ γὰρ ἐν γῇ κατέκρυψας, τοῖς δεομένοις δὲ ἐσκόρπισας.
Θάμβους
ἐπληρώθησαν καὶ χαρμονῆς, ὄντως τῶν Πατέρων ὁ σύλλογος, ἐν ταῖς χερσί σου,
καθορῶντες ὦ σεμνή, τὸν Τόμον τὸν ὀρθόδοξον, ἐν δὲ τοῖς ποσὶ τὸν ἀλλότριον.
Ὕβρεως
ἐπλήσθησαν σφόδρα πολλῆς, οἱ περὶ Διόσκορον ἅπαντες, καὶ Εὐτυχέα, οἱ νοσήσαντες
κακῶς, οὓς ἐπὶ τέλους ᾔσχυνας, Μάρτυς Εὐφημία πανεύφημε.
Θεοτοκίον.
Νόες
ἐπουράνιοι τὸ ἐπὶ σοί, ὄντως Θεοτόκε μυστήριον, κατανοοῦντες, ἐξεπλάγησαν· διό,
ἰλιγγιῶσι Δέσποινα, ὕμνον κατ᾿ ἀξίαν προσφέρειν σοι.
Ἕτερος.
Εἰσακήκοα τὴν ἀκοήν σου.
Ξένον
ἀκουσμα! Ἡ ἀσθενὴς τοῦ θήλεος φύσις, ἀνδρικῶς κατὰ τοῦ δράκοντος, ἀῤῥενωθεῖσα
ὁπλίζεται.
Τὸ
ἀείζωον τῶν σῶν αἱμάτων, ῥεῖθρον ἀντλοῦμεν. Ἡ βασίλειος ὁμήγυρις, Μάρτυς,
δοξάζει τὸν ἄνθρωπον.
Ὁ
θεόγραφος τῆς ὀρθοδόξου, πίστεως ὄρος, ὡς πιστῇ σοι νομοφύλακι, Μάρτυς Χριστοῦ,
ἀνατίθεται.
Ἐπεσφραγίσας
ὡς ἐν γραφίδι, τῷ θείῳ τόμῳ, τῶν δογμάτων τὴν ἀσφάλειαν, ὑποτυποῦσα, τοῖς
αἵμασιν.
Τὸ
ἀνόθευτον τῆς εὐσεβείας, σύμβολον, Μάρτυς, τῷ καλάμῳ τῶν θαυμάτων, σοῖς
ἐπεκύρωσας αἵμασιν.
Θεοτοκίον.
Μῆτερ
Ἄχραντε, εὐλογημένη Ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς Σε περίσῳζε, ἀπὸ πάσης
περιστάσεως.
ᾨδὴ
ε´. Ἐξέστη τὰ σύμπαντα.
Μερίδα
πανεύφημε, τὴν ἀγαθὴν προέκρινας, πάντα παριδοῦσα, τὰ τοῦ βίου, δόξαν καὶ
πλοῦτον· ἑνὸς γὰρ χρεία ἐστί, μέριμναν καὶ τύρβην τῶν πολλῶν, σὺ ἀπεσκοράκισας,
τὴν Μαρίαν ζηλώσασα.
Ὤ
ξένον τεράστιον! νεκρὰ μὲν ἐν τῷ μνήματι, θαύματα τελεῖ δ᾿ ὥσπερ τις ζῶσα,
κρείττονα λίαν ἢ κατὰ ἄνθρωπον, αἱμάτων ἐκβλύζουσα κρουνούς, εἰς ἔνδειξιν μείζονα,
ὅτι ζῶσιν οἱ δίκαιοι.
Συνοῦσα
τῷ Κτίστῃ σου, ἐν οὐρανοῖς πανεύφημε, ἔντευξιν ποιοῦ ὑπὲρ τῶν πίστει,
ἀνευφημούντων τὴν θείαν μνήμην σου, Μάρτυς Εὐφημία
τοῦ Χριστοῦ, ὑπὲρ οὗ τὸ αἷμά σου, ὥσπερ θῦμα ἐξέχεας.
Θεοτοκίον.
Ἀνύμφευτε
Δέσποινα, τῶν Προφητῶν ἡ πρόῤῥησις, ὄντως ἐπὶ σοὶ πέρας λαμβάνει· καὶ γὰρ
συνέλαβες ἐν τῇ μήτρᾳ τῇ σῇ, τὸν Λόγον τὸν ἄναρχον Πατρός, ὡς ὁ θεῖος σύλλογος,
τουτωνὶ προεκήρυξε.
Ἕτερος.
Ὁ ἀνατείλας τὸ φῶς.
Τῶν
διωκόντων τὸ πῦρ κατασβέσασα, Μάρτυς, τῆς πίστεως τῇ δρόσῳ, νοητῶς ἐστόμωσας,
τὴν θείαν μάχαιραν τοῦ Πνεύματος.
Ἡ
τῶν Πατέρων πληθὺς τῶν δογμάτων, τὸν ὄρον παρέθετό σοι, Μάρτυς, ὡς ἐν θείᾳ λάρνακι,
τῆς ἀληθείας καὶ μετὰ θάνατον.
Εἰ
καὶ θανοῦσα σιγᾷς, μὴ κινοῦσα τὰ χείλη, ἀλλ’ ἔνδοθεν ἡ χάρις τῶν θαυμάτων,
κράζει σοι τῇ μυστικῇ τῶν δογμάτων σάλπιγγι.
Θεοτοκίον.
Ῥυσθέντες
πάντες βροτὶ διὰ Σοῦ, Θεοτόκε, τῆς πλάνης τῶν εἰδώλων, ἀληθῶς ἐγνώκαμεν, Ἰησοῦν
τὸν Υἱὸν τοῦ Θεοῦ.
ᾨδὴ
στ´. Τὴν θείαν ταύτην.
Ὡς
ἄνθος χόρτου ἡ πάνσεμνος, ὁρῶσα Εὐφημία ῥεόμενα, πάντα τὰ γήινα, δίκην σκυβάλων
κατέπτυσεν, ἵνα Χριστὸν κερδήσῃ, ὅν περ ἐπόθησεν.
Καθεῖλες
Κόρη τὸν δράκοντα, τὸν μέγαν καὶ πολλὰ ἐπαιρόμενον, καὶ κατεβύθισας, ἐν τοῖς
κρουνοῖς τῶν αἱμάτων σου, τὸν καθ᾿ ἡμῶν δολίως, μηχανευόμενον.
Ὁρῶντες
Μάρτυς ὡς ἥδυσμα, ἐν μέσῳ σου τὸ λείψανον κείμενον, τὸ ἱερώτατον, πνευματικῶς
εὐωχούμεθα, ἁγιασμὸν καὶ ῥῶσιν, ἀπαρυόμενοι.
Θεοτοκίον.
Ξενίζεις
πάντας τῷ τόκῳ σου, Παρθένε Παναγία Θεόνυμφε· ὤ! πῶς ἀπείρανδρος οὖσα, πρὸ
τόκου γεγέννηκας, καὶ μετὰ τόκον πάλιν, ἔμεινας ἄφθορος.
Ἕτερος.
Ὡς Ἰωνᾶν τὸν προφήτην.
Βασιλικὴν
ἀλουργίδα ἐξ αἱμάτων βαφεῖσαν τῶν θαυμάτων σου, ἐξύφανας τῇ Ἐκκλησίᾳ, ἐνστίξασα
τοὺς λόγους τῶν μαρτυρίων Χριστοῦ.
Νεανικὴν
παῤῥησίαν, ἡ θεόνυμφος Μάρτυς ὡπλίσατο, καὶ πάλην στεῤῥὰν ὑπελθοῦσα, τὰ τρόπαια
τῆς νίκης νῦν ἀνεστήσατο.
Ἡ
τεθνεῶσα ζῶσα, τῶν δογμάτων τὸν ὅρον κατέχουσα, φυλάττοις ἀνόθευτον, Μάρτυς, ὡς
φύλακι τοῦ λόγου παρατεθέντα σοι.
Τὴν
τῶν θαυμάτων πλημμύραν, ὡς δογμάτων κρατῆρας προέθηκας, προχέουσαν ἄφθονον
χάριν, ἀρδεύουσα τὰς φρένας, Μάρτυς πανεύφημε.
Σὺ
τῶν τυράννων τὰ θράση καλλιπάρθενε Μάρτυς, αἰσχύνασα, τὸ στάδιον ἤνοιξας τοῦτο,
τὰ τρόπαια τῆς νίκης νῦν ἀναστήσασα.
Ὡς
κιβωτὸς ἀρωμάτων, ἡ σορὸς τῶν λειψάνων τῆς Μάρτυρος, διῆλθεν ἀβρόχοις πορείαις,
ὡς ἄλλον Ἰορδάνην τὴν Προποντίδα ποτέ.
Ὥσπερ
ἀλάβαστρον μύρου, τῶν λειψάνων κενοῦσα τὴν λάρνακα, μυρίζει ἡμῶν τὰς καρδίας,
καὶ γλώσσας ἐμπυρίζει αἱρετιζόντων ἐχθρῶν.
Τριαδικόν
Φῶς
τὸν Πατέρα δοξάζω, φῶς ὑμνῶ τὸν Υἱόν, φῶς τὸ Πνεῦμα τιμῶ· ἀλλ’ ἕν φῶς τὰ τρία
πιστεύω. Μονὰς γὰρ ἐν Τριάδι καὶ ἐν μονάδι Τριάς.
Θεοτοκίον.
Τὸ
καπνιζόμενον ὅρος, ἐν Σινᾷ προδειχθὲν τῷ θεόπτῃ Μωϋσῇ, τὴν σὴν προδιετύπου
γαστέρα, τὴν ἄφλεκτον Παρθένε, φλόγα χωρήσασαν
Κοντάκιον.
Ἦχος β´.
Ἀγῶνας
ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει, κατεβάλλου θερμῶς, ὑπὲρ Χριστοῦ τοῦ νυμφίου
σου· ἀλλὰ καὶ νῦν, ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖ ποσὶ τῶν
βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε, διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων, Ὅρον λαβοῦσα, καὶ φυλάττουσα
πανεύφημε.
Ὁ
Οἶκος.
Τί
τῶν σῶν ἀθλημάτων, ἢ τί τῶν σῶν κατορθωμάτων, ἢ τί τῆς παρθενίας, ἢ τοῦ βίου
τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; Σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῷ Υἱῷ
νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ, σαυτὴν κατακοσμήσασα. Τίς ἱκανοῖ πρὸς ταῦτα;
τίς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταί, μὴ ὑποδύουσαι; ὡς ἐξ
ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ
θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον, ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα· διὸ Τόμον
πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα
θεοφόρων Πατέρων, Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.
Συναξάριον.
Τῇ
ΙΑ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος
καὶ πανευφήμου Εὐφημίας.
Δίκαζε Μάρτυς
τοῖς ὅροις, καὶ κειμένη,
Κυροῦσα
πίστιν, ἧς ἐνήθλησας πόθῳ.
Θέσκελον
ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη.
Ἡ
Ἁγία αὕτη καὶ πανένδοξος Μεγαλομάρτυς Εὐφημία διέλαμψε κατὰ τοὺς καιροὺς
Διοκλητιανοῦ καὶ Πρίσκου, ἀνθυπάτου τῆς Εὐρώπης, γέννημα καὶ παίδευμα τῆς
πόλεως Χαλκηδόνος, ἐξ εὐγενῶν καὶ θεοσεβῶν γονέων καταγομένη· ἥτις διαβληθεῖσα
τῷ ἡγεμόνι ὡς χριστιανή, πυρὶ προσωμίλησε καὶ θηρίοις ἐκδέδοται καὶ ἑτέραις
μηχαναῖς κολαστηρίων, ἅπερ γενναίως ὑπομείνασα, ἐκομίσατο τὸν τοῦ μαρτυρίου
στέφανον. Τὸ δὲ ἱερὸν αὐτῆς λείψανον παρὰ τῶν εὐσεβῶν ἐν τῇ πόλει ταύτῃ
Χαλκηδόνι διεσῴζετο, ὅπου καὶ ναὸς περικαλλὴς ᾠκοδόμητο, εἰς τιμὴν τῆς Ἁγίας. Ἐν
τοῖς χρόνοις δὲ τῶν εὐσεβεστάτων βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας συνεκροτήθη
ἡ οἰκουμενικὴ ἱερὰ Σύνοδος τῶν ἑξακοσίων τριάκοντα ἁγίων Πατέρων ἐν τῇ πόλει
ταύτῃ τῆς Χαλκηδόνος, οἵτινες τοὺς περὶ Εὐτυχέα καὶ Διόσκορον ἀναθεματίσαντες
καὶ τοὺς μίαν φύσιν καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ βλασφημοῦντας καθελόντες,
ἐπεὶ οὐκ ἐπείθοντο, ἑτέρως τούτους μετέρχονται· δηλαδή, ἐνέγραψαν τὴν
ἐκτεθεῖσαν ὀρθόδοξον πίστιν τόμῳ καὶ τοὺς αἱρετικοὺς προέτρεψαν ἐν ἑτέρῳ γράψαι
τὸ ἑαυτῶν φρόνημα, καὶ διανοίξαντες τὴν λάρνακα τῆς πανευφήμου Μεγαλομάρτυρος
Εὐφημίας, ἔθεντο ἐπὶ τοῦ ταύτης στήθους ἀμφοτέρους τοὺς τόμους ἐσφραγισμένους·
καὶ μετὰ ταῦτα, παραγενόμενοι καὶ ἀνοίξαντες, τὸν μὲν τόμον τῶν αἱρετικῶν εὗρον
ἐῤῥιμένον ὑπὸ τοὺς πόδας τῆς Ἁγίας, τὸν δὲ τῶν ὀρθοδόξων τόμον κατεχόμενον ὑπὸ
τῆς Μεγαλομάρτυρος ταῖς τιμίαις αὐτῆς χερσίν. Ὅπερ ἰδόντες, οἱ αἱρετικοὶ μὲν
αἰσχύνης, οἱ δὲ ὀρθόδοξοι χαρᾶς ἐνεπλήσθησαν. Τοῦτο γοῦν τὸ χάριτας βρύον ἱερὸν
τῆς Ἁγίας λείψανον ἀκέραιον ἐκ Χαλκηδόνος μετεκομίσθη ἐν Κωνσταντινουπόλει πρὸ
τῆς ἁλώσεως αὐτῆς, ὅπου καὶ ὁ τότε ἀοίδιμος ἐν Πατριάρχαις Καστῖνος ἐν αὐτῷ τῷ
Βυζαντίῳ εὐκτήριον ἤγειρε ναὸν εἰς τιμὴν τῆς Ἁγίας, ἄρτι κοσμηθείσης μαρτυρίου
στεφάνῳ. Γενομένης δὲ τῆς ἁλώσεως, μετατεθέντων πάντων τῶν ἱερῶν λειψάνων ἐν τῷ
πανσέπτῳ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ἐν ᾧ ὑπῆρχε τότε τὸ Πατριαρχεῖον, μετετέθη
καὶ τὸ τῆς Ἁγίας ἐκεῖ. Κἀκεῖθεν, μετατεθέντος τοῦ Πατριαρχείου ἐν τῷ ἱερῷ ναῷ
τῆς Παναχράντου, μετεκομίσθη σὺν τοῖς λοιποῖς καὶ τὸ τῆς Ἁγίας ἱερὸν λείψανον
ἐκεῖ. Μετατεθέντος δὲ ἐκεῖθεν τοῦ Πατριαρχείου ἐν τῷ πανσέπτῳ ναῷ τοῦ Ἁγίου
Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, μετηνέχθη καὶ τὸ ἱερὸν τῆς Ἁγίας
λείψανον ἐν αὐτῷ, ὅπερ, θείᾳ εὐδοκίᾳ, διασῴζεται μέχρι τῆς σήμερον, τιμώμενον
καὶ σεβόμενον οὐ μόνον παρὰ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, ἀλλὰ καὶ παρὰ
τῶν ἑτεροδόξων, βρύον ἰάματα τοῖς μετ᾿ εὐλαβείας προσερχομένοις. Καθιερώθη δὲ
ἐν τῷ ῥηθέντι πανσέπτῳ ναῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, ἐν τοῖς δεξιοῖς
μέρεσι, καὶ παρεκκλήσιον ἐπ᾿ ὀνόματι τῆς Ἁγίας Μεγαλομάρτυρος Εὐφημίας, ἔνθα
κατατεθειμένον ἐστὶ καὶ τὸ ἱερὸν αὐτῆς λείψανον, καθ᾿ ὃν καιρόν, ἐπὶ τῆς πρώτης
πατριαρχείας τοῦ Παναγιωτάτου Πατριάρχου Κωνσταντινουπόλεως Κυρίου Γρηγορίου,
ἐκ βάθρων ἀνῳκοδομήθησαν τὰ Πατριαρχεῖα καὶ αἱ λοιπαὶ ἐν τῇ Πατριαρχικῇ αὐλῇ
οἰκοδομαί. Τελεῖται δὲ ἡ μνήμη καὶ πανήγυρις τῆς Ἁγίας κατὰ τὴν ια´ τοῦ
Ἰουλίου, καθ᾿ ἣν συναθροίζονται τὰ πλήθη τῶν ὀρθοδόξων, ἀνδρῶν τε καὶ γυναικῶν,
τῆς τε Κωνσταντινουπόλεως καὶ τῶν περιχώρων αὐτῆς, καὶ πολλοὶ ἐκ τῶν
ἑτεροδόξων· καὶ οἱ μετ᾿ εὐλαβείας προσερχόμενοι καὶ ἀσπαζόμενοι τὸ ἱερὸν αὐτῆς
λείψανον, ἀξιοῦνται πολλῶν ἰαμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Κινδέου τοῦ
Πρεσβυτέρου.
Οὐκ ἄξιόν τι
καύσεως ὅλως ἔχων,
Σωθεὶς πυρὸς
τέθνηκας οὕτω, Κινδέε.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λέων, ὁ ἐν τῇ Μάνδρᾳ, ἐν εἰρήνῃ
τελειοῦται.
Ἐκ γῆς
ἀπελθὼν ἐντρυφᾷ τερπνοῖς Λέων,
Ὧν εἶχεν ἐν
γῇ τὰς ἀποῤῥοίας πάλαι.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μαρκιανὸς καὶ
Μαρτυροκλῆς, ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθείς, τελειοῦνται.
Ὑπῆρξε θήκη,
Μαρκιανέ, σὸς φάρυγξ
Χωροῦσα τὴν
μάχαιραν, ᾗ κατεκρίθης.
Ὁ Μαρτυροκλῆς
Μαρτύρων εὗρε κλέος,
Μάρτυς φανεὶς
ἄριστος ἐκ τοξευμάτων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς
τοῦ Βατοπεδίου ἱερᾶς Μονῆς ἀσκήσας καὶ διδάσκαλος τοῦ θείου Γρηγορίου τοῦ
Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστὸν φιλοσοφίας, ἐν εἰρήνῃ τελειοῦται.
Πῶς ἀγέραστον
καταλίπω τοῖς λόγοις
Τὸν Νικόδημον,
ᾧ γέρας νῆψις νόου;
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νικόδημος, ὁ ἐν
Ἐλβασανίῳ τῆς Ἀλβανίας μαρτυρήσας ἐν ἔτει 1722, ξίφει τελειοῦται.
Ὁ Νικόδημος
ῥάβδον ἐν χερσὶ φέρων,
Πλάνην
πατάσσει Ἀγαρηνῶν ἀνόμων.
Οὗτος,
ἐν τοῖς ὁρίοις τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὄρους ἀσκήσας, καὶ λαβὼν ῥάβδον παρὰ
τοῦ Ὁσίου Ἀκακίου, καὶ δι’ αὐτῆς ἐνισχυθεὶς, ἐτελείωσεν ἐνδόξως καὶ ἀνδρικῶς τὸ
μαρτύριον εἰς τὴν ἰδίαν πατρίδα
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νεκτάριος, ὁ ἐκ
Βρυούλλων, ὁ μαρτυρήσας ἐν ἔτει 1820, ξίφει τελειοῦται.
Τὸν Σταυρὸν
αἴρων Νεκτάριος Κυρίου,
Πλάνην
πατάσσει τῶν ἀπίστων γενναίως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας ἰσαποστόλου βασιλίσσης Ὄλγας.
Ἄνθραξ νοητὸς
ἡ Ὄλγα ἐν Ρωσίᾳ
Ὤφθη, τῆς
ὕστερον φλογὸς ζωηφόρου.
Ὄλγα,
ἡ Ἁγία αὕτη βασίλισσα τῆς Ρωσίας, ἡ διὰ τοῦ Ἁγίου Βαπτίσματος μετονομασθεῖσα
Ἐλένη, κατὰ τὸ ἔτος 957 ἀπὸ Χριστοῦ, ὑπῆρξεν, ὥς λέγει ὁ Νέστωρ ἡ Ἡὼς καὶ τὸ
Ἄστρον τῆς σωτηρίας τῆς Ρωσίας διὰ τὸν ἀκάματον ζῆλον αὐτῆς πρὸς ἐξάπλωσιν τοῦ
Χριστιανισμοῦ, ὡς καὶ διὰ τὴν ὑψηλὴν ἐν γένει θρησκευτικὴν καὶ πολιτιστικὴν
σταδιοδρομίαν αὐτῆς, ὁμοιάζουσαν πρὸς τὸν βίον τοῦ Μεγάλου Κωνσταντίνου. Δύσκολον
εἶναι νὰ περιγράψη τις λεπτομερῶς τὰς ἀόκνους προσπαθείας καὶ τὴν ἐνδελεχῆ
διδασκαλίαν αὐτῆς πρὸς διαφωτισμὸν τοῦ Ρωσικοῦ λαοῦ, καὶ τοῦ ἀπίστοῦ υἱοῦ της
Σβιατοσλαύου. Οὐχὶ δὲ μόνον μὲ τὴν διδασκαλίαν, ἀλλὰ πολὺ περισσότερον μὲ τὰ
καλὰ ἔργα ὡς παράδειγμα, καὶ μὲ τὰς θερμὰς ὁλονυκτίους δεήσεις, καὶ τὰ διάπυρα
δάκρυα, παρεκάλει τὸν Θεὸν, ὅπως φωτίση καὶ καθοδηγήση καὶ τὸν ἐθνικὸν υἱὸν
αὐτῆς, καὶ τὸν Ρωσικὸν λαὸν εἰς ἐπίγνωσιν τοῦ ἀληθινοῦ Θεοῦ, Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ. Ἀπήρχετο δὲ καὶ εἰς πολλὰς πόλεις τῆς Ρωσίας, καὶ συνέτριβε πανταχοῦ
τὰ εἴδωλα, καὶ τὸν λαὸν προσῆγεν εἰς τὴν τοῦ Χριστοῦ λατρείαν, στήνουσα
Σταυροὺς, ἐξ ὧν πολλὰ σημεῖα καὶ θαύματα ἐγένοντο πρὸς βεβαίωσιν τῶν πιστῶν. Ἡ
Ἁγία αὕτη, ἐλθοῦσα ποτὲ εἰς τὸ Βυζάντιον μετὰ τῆς ἀκολουθίας αὐτῆς, ἔτυχεν ἐκεῖ
θερμῆς ὑποδοχῆς διὰ τοὺς ὑπὲρ τοῦ χριστιανισμοῦ ἀγῶνας αὐτῆς. Ἐπιστρέψασα εἶτα
εἰς Ρωσίαν, καὶ εἰς πλείστους ἔτι ἀγῶνας ἐπιδοθεῖσα, καὶ ψυχὰς ἀναριθμήτους τῷ
Θεῷ παραδώσασα, παρέδωκεν τέλος καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν εἰς χεῖρας Θεοῦ, τὴν
ἑνδεκάτην (11ην) τοῦμηνὸς Ἰουλίου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρσενίου,
Πατριάρχου Ἀλεξανδρείας.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Οὐκ ἐλάτρευσαν.
Ῥᾷον
ἔφερες, βασάνων τὴν δριμύτητα, Μάρτυς πανεύφημε, ἐν στεῤῥοτάτῳ νοΐ, ἐξ ὕψους
λαμβάνουσα, θείαν βοήθειαν· ὅθεν ἔψαλλες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ἡ
πανεύφημος, ἀμνὰς καὶ καλλιπάρθενος, πάντας ἐκάλεσε, πρὸς εὐωχίαν αὐτῆς· διὸ
καὶ εὐφράνθητε, πανηγυρίζοντες, καὶ κραυγάσατε· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Σὺ
διήλεγξας, τοῦ Εὐτυχοῦς τὴν ἄνοιαν, τοῦ δυστυχήσαντος, περὶ τὸ σέβας κακῶς,
δεινοῦ Διοσκόρου τε, Μάρτυς πανεύφημε, ἀναμέλπουσα· Ὁ τῶν Πατέρων Κύριος, καὶ
Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἵλεών
μοι, τὸν Υἱόν σου Παναμώμητε, ποίησον δέομαι, καὶ μὴ παρίδῃς σεμνή, δεήσεις καὶ
δάκρυα, θερμῶς προχέοντι, καὶ κραυγάζοντι· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ἕτερος.
Ὁ ἐν τῷ ὄρει.
Μωσῆς
τὴν πέτραν, ῥάβδῳ πλήξας, ὤ θαῦμα! Τὸ ὕδωρ τῷ διψώντι λαῷ παρέσχεν· καὶ ἡ
θανοῦσα νύττεται, καὶ πηγάζει αἱμάτων κρουνούς.
Ὡς
νομοφύλαξ, τῶν δογμάτων τὸν ὄρος ἡ Μάρτυς δεξαμένη, ὡς θείας πλάκας φυλάττει
τοῦτον, ἄτρωτον ἐκ πασῶν τῶν αἱρέσεων.
Διπλοῦν
τὸν ἕνα, δογματίζων ὁ τόμος, οὐ τέμνει τὰς οὐσίας, οὐ συναλείφει, ἀλλ’ ἡνωμένας
δείκνυσιν, ὡς βοᾷ ἡ ἀλήθεια.
Θεοτοκίον.
Σὲ
Ἠσαΐας, διὰ Πνεύματος θείου λαβίδα προεώρα, Παρθενομῆτορ, ἐν ᾗ τὸν θεῖον ἄνθρακα
θεομύστως ὑπεδέξω Ἁγνή.
ᾨδὴ
η´. Παῖδας εὐαγεῖς.
Ἔστης
πρὸ βημάτων Εὐφημία, τυράννων παρανομούντων ἀνδρικώτατα, τὸν Χριστὸν
κηρύττουσα, Θεόν τε καὶ ἄνθρωπον, διπλοῦν ἐν ταῖς θελήσεσιν, ἅμα καὶ φύσεσι,
καὶ κράζουσα· Ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὕλην
γεηρὰν ἀπεποιήσω, Χριστὸν τὸν νυμφίον σου ἐπιποθήσασα, οὗτινος τοῖς ἴχνεσι,
Μάρτυς ἠκολούθησας· διὸ καὶ συναγάλλῃ νῦν, αὐτῷ κραυγάζουσα· Τὸν Κύριον ὑμνεῖτε
τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φρίττω
κατὰ νοῦν ἀναλαμβάνων, τοὺς πόνους σου τοὺς δεινοὺς καὶ τὰ παλαίσματα, οἷς
ἐνεκαρτέρησας, γυναικείῳ σώματι, διὰ πολλὴν ἀγάπησιν, Μάρτυς πανεύφημε, Πατρός
τε καὶ Υἱοῦ καὶ τοῦ θείου Πνεύματος, τοῦ μόνου Θεοῦ τρισυποστάτου.
Θεοτοκίον.
Ὅρμος
γαληνὸς μόνη ἐδείχθης, Παρθένε χειμαζομένων καὶ προσφύγιον, ἔνθα καταφεύγοντες,
οἱ κλυδωνιζόμενοι, ἐν τῷ τοῦ βίου κλύδωνι, περισῳζόμεθα· διό σε κατὰ χρέος
ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Τὸν Βασιλέα Χριστόν.
Ἡ
τοῦ Κυρίου ἀμνάς, λύκους ἐξέκλινεν, ἐτροπώσατο ὅψεις, τοὺς ἀσεβεῖς διώκτας, καὶ
διὲφυγεν αὐτούς, ὥσπερ δορκὰς ἐκ παγίδος, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐβοηθήθη.
Τὰς
θεομβρίας, τῶν σῶν, Μάρτυς, ἀνοίξασα, σεβασμίων αἱμάτων, τῶν δυσσεβῶν
κατέκλυσας τὰς γλώσσας, ἐν αὐτοῖς σώσασα ὡς ἐν χειμῶνι τὴν ἐμπιστευθεῖσάν σοι
πίστιν ὀρθοδοξίας.
Ἡ
νομικὴ κιβωτός, πλάκας ἐδέξατο καὶ τὴν στάμνον τοῦ μάννα· αὐτὴ δὲ νέας πλάκας,
τὸν τῆς πίστεως ὅρον στάμνῳ χρυσῇ ἐντεθέντα, τῷ παρθενικῷ σου τῆς σαρκὸς
θαλάμῳ, Μάρτυς.
Θεοτοκίον.
Ὁ
Βασιλεὺς τοῦ παντός, δούλου ἀνέλαβε τὴν μορφὴν Θεοτόκε, ἐκ Σοῦ, ἵνα δουλείας
ἀπαλλάξῃ, τοὺς πιστῶς Σε Βασιλίδα αἰνοῦντας καὶ Θεοτόκον
ᾨδὴ
θ´. Ἅπας γηγενής.
Νοῦς
οὐκ ἐξαρκεῖ, καὶ λόγος ἀνθρώπινος ἐκδιηγήσασθαι, τὰς ὑπερφυεῖς τιμάς, καὶ δόξας
Μάρτυς, ἅς περ ἀπείληφας, συμβασιλεύειν ἄληκτα Χριστῷ πανεύφημε· κατ᾿ ἀξίαν,
ἄθλων δὲ κεκλήρωσαι, ἀκηράτου τρυφῆς ἀπολαύουσα.
Μύρῳ
νοητῷ, ἐχρίσθης πανεύφημε τοῦ θείου Πνεύματος, καὶ μυρίζεις πάντοτε, τῶν
προσιόντων σοι μετὰ πίστεως, ψυχὰς ὁμοῦ καὶ σώματα καὶ πᾶσαν αἴσθησιν, δι᾿ ἧς
πόῤῥω, ἀποσκορακίζεται, ὁ δυσώδης ἐχθρὸς καὶ παμπόνηρος.
Ἱεροπρεπῶς,
τὴν σὴν ἀξιάγαστον πανηγυρίζομεν, καὶ φαιδρὰν πανήγυριν, ἐν τῷ πανσέπτῳ ναῷ σου
σήμερον, ἐν ᾧπερ συνηθροίσθημεν χειραγωγίᾳ πολλῇ, τοῦ ποιμένος, τοῦ καλοῦ
πανεύφημε, ὑπὲρ οὗ ἐκδυσώπει τὸν Κύριον.
Ἄναρχε
Τριάς, τοὺς θεολογοῦντάς σε σκέπε καὶ φύλαττε· ἔχεις γὰρ πρεσβεύουσαν, περὶ τὴν
δόξαν τῆς σῆς λαμπρότητος, μετὰ Μαρτύρων πάντοτε τὴν καλλιπάρθενον, Εὐφημίαν,
ἧς περ τὰ μνημόσυνα, ἐκτελοῦντες πιστῶς εὐφραινόμεθα.
Θεοτοκίον.
Φωνήν
σοι ἁγνή, προσάγομεν Δέσποινα πόθῳ βοῶντές σοι· Χαῖρε θρόνε πύρινε, ὑψίστου
χαῖρε Θεοῦ παλάτιον· ὃν ὁ Δαυῒδ προέγραψεν ὄρος πιώτατον· Ἀποστόλων, χαῖρε ἡ
εὐπρέπεια, καὶ ἡμῶν τῶν ψυχῶν τὸ διάσωσμα.
Ἕτερος.
Ἐποίησε κράτος ἐν βραχίονι.
Τὸ
ἄγραπτον κάλλος, ἀγαπήσασα Χριστοῦ, κατέλιπες τὰ πρόσκαιρα τοῦ βίου, καὶ ἔλαβες
τὸν Σταυρὸν καὶ προσέδραμεν αὐτῷ· διὸ καὶ ἀνέκραζες, σεμνή, σοὶ μόνῳ
συσταυροῦμαι, τῷ Νυμφίῳ τῷ καλῷ καὶ τερπνῷ ποιμένι.
Τίς
οἶδε, τίς ἔγνω μετὰ θάνατον νεκράν, οὐ δόρατι, οὐ ξίφει σφαττομένην,
ἐκβλύζουσαν ἐν σορῷ τῶν αἱμάτων τὰς πηγὰς, φρικτὸν καὶ παράδοξον, πιστοὶ, τὸ
τῆς Ἁγίας θαῦμα, ὅτι σῶμα καὶ ὀστᾶ, ξηρανθέντα βρύει.
Τὸν
τόμον ἐκεῖνον, ὥσπερ νόμον εὐσεβῆ παρέθεντο τῇ Μάρτυρι τοῦ λόγου, ὡς φύλακι ἀσφαλεῖ,
οἱ τοῦ λόγου ὑπουργοί· διὸ ταῖς χερσὶν αὐτῆς στεῤῥῶς ἕως τῆς συντελείας,
συγκρατεῖ καὶ συντηρεῖ σιγῶσα.
Τῷ
θρόνῳ τῆς δόξης, παρεστῶσα μυστικῶς, μνημόνευε ἀπαύστως, καλλιμάρτυς τῶν
ἐκτελούντων πιστῶς τὴν ἁγίαν μνήμην σου· ἐν ᾗ ἁγιάζουσα ἡμᾶς τοῖς τῶν αἱμάτων
ῥείθροις, ἀπελαύνεις τῶν παθῶν τὰς ἐπαναστάσεις.
Θεοτοκίον.
Ὁ
εἷς τῆς Τριάδος, ἐπ’ ἐσχάτων δι’ ἡμᾶς ἐτέχθη, ἄνευ πάθους ἐκ Παρθένου, ὁ ὤν ἀεὶ
σὺν Πατρί, ἀμερίστως ἰσουργός, καὶ σῴζει ἐκ πάθους καὶ φθορᾶς τοὺς πίστει
ἀνυμνοῦντας, καὶ δοξάζοντας Αὐτὸν ὥς Θεὸν τῶν ὅλων.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν. Ἰωσήφ.
Ὅρον
χερσὶ πανεύφημε, θεοφόρων Πατέρων, ἐξακοσίων ἅμα δέ, καὶ τριακόντα Μάρτυς,
λαβοῦσα τοῦτον φυλάττεις, ἄτρωτον εἰς αἰῶνας· τῷ θείῳ δὲ σου αἵματι, τοὺς
πιστοὺς ἁγιάζεις, νύμφη Χριστοῦ Εὐφημία· ὅθεν σε εὐφημοῦμεν, φαιδρῶς πανηγυρίζοντες,
τὴν φωσφόρον σου μνήμην.
Ἕτερον.
Ἐπεσκέψατο ἡμᾶς.
Καὶ
θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων
τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις· διὸ εὐφημοῦμέν σε.
Θεοτοκίον.
Ὁ
Θεὸς ἡμῶν Ἁγνή, καταφυγὴν καὶ δύναμιν, καὶ βοηθόν σε παρέσχεν, ἐν ταῖς θλίψεσιν
ἡμῶν, καὶ ἐν ταῖς περιστάσεσι· πάντας οὖν ἡμᾶς ῥῦσαι ἐκ τῶν ἀναγκῶν ἡμῶν.
Αἶνοι.
Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην,
φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι· δι᾿ ἧς θεῖον θέσπισμα, τῶν
Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος, Διοσκόρου τε, τοῦ
δεινοῦ καὶ παράφρονος. Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου,
καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ
παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος. (Δίς).
Δεῦτε
τῆς ἀθληφόρου Χριστοῦ, μετ᾿ ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες
συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν· αὐτὴ γὰρ
κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, τῶν τυραννούντων, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν
ἤρατο, κατ᾿ αὐτῶν μέγα τρόπαιον. Ταύτην γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι,
τὴν καλλιπάρθενον κόρην, τῆς εὐφημίας φερώνυμον, Χριστὸν δυσωποῦντες, τοῦ
δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ὅρους
παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί
σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο· τὸν δὲ κατεπάτησας,
ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας· ὅθεν ἅπαντες,
εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος ὁ ἱερὸς
Βυζαντίων, ἐπισυνήγαγε σήμερον· διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. δ´.
Πᾶσα
γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανευφήμου Εὐφημίας· ἅπαν γένος καὶ ἡλικία
πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις
καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀποῤῥίψασα, δι᾿
ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν· οὐρανίῳ δὲ καὶ θείῳ στέφει
κοσμηθεῖσα, αἰτεῖται τῷ νυμφίῳ καὶ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα,
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις
Εὐφημία πανευκλεής, Χαίροις Ὀρθοδόξων, ἀπροσμάχητος βοηθός. Χαίροις τῶν
Πατέρων, στηρίξασα τοὺς ὅρους, καὶ φλόγα τῆς αἱρέσεως κατασβέσασα.
Εὐφημία
ἔνδοξε τὸ σεπτόν, κλέος ὀρθοδόξων, καὶ μαρτύρων ὴ καλλονή, τὸ θεῖὸν σου σκῆνος,
τιμῶντες προσκυνοῦμεν, καὶ πάντες μετὰ πόθου κατασπαζόμεθα
Μάρτυς
καλλιπάρθενε τοῦ Χριστοῦ, νύμφη Εὐφημία, εὐφημοῦντὲς σε εὐλαβῶς, τιμῶμεν τὴν
θείαν, λάρνακα σῶν λειψάνων, καὶ ταύτην μετὰ πόθου, κατασπαζόμεθα.
Δεῦτε
τὴν φυλάξασαν τὸν σεπτόν, ὅρον τῶν Πατέρων, τὴν λαμπάδα την φαεινήν, νύμφην τοῦ
Δεσπότου, καὶ ἄσπιλον ἀμνάδα, τὴν θείαν Εὐφημίαν, ὕμνοις τιμήσωμεν.
Δεῦτε
τὴν πανεύφημον καὶ σεπτήν, πάντες Εὐφημίαν, τὴν φυλάττουσαν τὰ σεπτά, δόγματα
τα θεῖα, Πατέρων Θεοφόρων, λαμπρῶς ἀνευφημοῦντες, ὕμνοις τιμήσωμεν.
Δεῦτε
πανευφήμως κάὶ εὐλαβῶς, ὕμνοις πανευφήμοις, εὐφημήσωμεν τὴν σεπτήν, ἁγνὴν Εὐφημίαν,
ὅτι τῶν κακοδόξων, τὴν δόξαν καθελοῦσα, πίστιν ἐκράτυνεν.
Τὴν
παρθενομάρτυρα, τὸ σεπτόν, κλέος τῶν παρθένων, τὴν κρηπῖδα τὴν ἀῤῥαγῆ, τῶν
θείων δογμάτων, τῆς τριφεγγοῦς οὐσίας, πιστῶς τὴν Εὐφημίαν, πάντες τιμήσωμεν.
ΕΤΕΡΟΣ ΚΑΝΩΝ
Ἁγίου
Ἀνδρέου Κρήτης.
ᾨδὴ α΄. Ἦχος δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
ᾌσωμεν τῷ
Κυρίῳ, τῷ ἐν σταδίῳ νευρώσαντι, τὴν τοῦ θήλεος φύσιν, στεῤῥῶς ἐναθλήσασαν,
στεφάνους ἀναδήσασθαι.
Σιγάτω
αἵρεσις πᾶσα, τὸν θεῖον τόμον τῆς πίστεως, τὴν τεθαμμένην ὁρῶσα, ὡς πλάκας
βαστάζουσαν, καὶ βρύουσαν ναμάτων πηγάς.
Ὢ θαῦμα πῶς
ἡ θανοῦσα, καθάπερ ζῶσα τῇ λαρνάκι, μαρτυρικῶς ἐναθλοῦσα, πηγάζει τὰ ἰάματα,
καὶ βρύει τὰ χαρίσματα.
Θεοτοκίον.
Δυσώπησον τὸν
Σωτῆρα, Παρθενομάρτυς πανεύφημε, ῥυσθῆναι πάσης ἀνάγκης, καὶ πάσης περιστάσεως,
τοὺς πίστει εὐφημοῦντάς Σε.
Εἱρμὸς ἕτερος. Ἅρματα Φαραώ
Σήμερον οἱ
πιστοί, ἑορτάσωμεν φαιδρῶς· πάντα γὰρ προτρέπεται, τῆς πανευφήμου ἡ μνήμη, ἣν
πνευματικῶς συνδράμωμεν, πανηγυρίσαι τοῖς ᾄσμασιν.
Ὅπλῳ τῷ τοῦ
Σταυροῦ, περιφράξασα τὸν νοῦν, πανεύφημε ἔνδοξε, δι’ εὐτολμίας ἀντέστης, πᾶσι
τοῖς ἀθέοις δόγμασι, τοῦ δολεροῦ πολεμήτορος.
Στάδιον
φοβερόν, διανύσασα σεμνή, τὸν δόλιον ᾔσχυνας, τοῖς αἰκισμοῖς ἐναθλοῦσα· θῆρες
γὰρ ἐν σοὶ τεθήπασι, καὶ τοῦ ἐχθροῦ κατεσβέσθη τὸ πῦρ.
Ξένον ὡς ἀληθῶς,
θαῦμα βλέπομεν ἐν σοί, βλύζουσαν πανεύφημε, τὴν τῶν λειψάνων σου θήκην, αἵματα
δι’ ὧν τὰ δόγματα, τῆς ἀληθείας κρατύνονται.
Σήμερον οἱ
λαοί, τῶν λειψάνων τῇ σορῷ, πίστει παριστάμενοι, τῶν ἰαμάτων τὴν χάριν, ὥσπερ
ἐκ πηγῆς πανεύφημε, εἰλικρινῶς ἀρυόμεθα.
Σήμερον ἡ
σορός, ὥσπερ νέα κιβωτός, δείκνυται τῆς Μάρτυρος, οὐ τὸν γραπτὸν ἡμῖν νόμον,
ἀλλὰ τὸν τῆς θείας χάριτος, πνευματικῶς προσκομίζουσα.
Δόγματα
ἀληθῆ, ὥσπερ φύλαξ ἀψευδής, ἐδέξω πανεύφημε, τῶν διδασκάλων τὸν ὅρον, ἄσυλον
αὐτὸν φυλάξασα, ἐσφραγισμένον τῷ αἵματί σου.
Σήμερον
νοητῶς, ὡς ἐν ἄλλῃ Ἐρυθρᾷ, βυθίζεται Αἴγυπτος, καὶ τὸ αἰγύπτιον δόγμα, ἥτις
Ἐρυθρὰ τοῖς αἵμασι, τῆς πανευφήμου παρείκασται.
Τριαδικόν.
Ἄναρχος ὁ
πατήρ, καὶ ἀγέννητος ἀεί, ὁ λόγος συνάναρχος, καὶ γεννητὸς ἐκ Πατρὸς γάρ,
ἄκτιστον τὸ θεῖον Πνεῦμα τὸ ζῶν, ἐκπορευτὸν δὲ ἀεὶ ἐκ Πατρός.
Θεοτοκίον.
Τέτοκας
Υἱόν, τὸν συνάναρχον Πατρί, ἀφράστως κυήσασα, τὸν ἀπερίγραπτον λόγον, Ὃν τὰ
Χερουβὶμ ἀπαύστως ὑμνεῖ, ἐν Σοὶ Παρθένε φερόμενον.
ᾨδὴ β΄. Πρόσεχε οὐρανὲ καὶ λαλήσω.
Ἅπαντες οἱ
πιστοὶ συνελθόντες, τῆς πανευφήμου τὴν μνήμην τιμήσωμεν.
Μάρτυς τῆς
τοῦ Χριστοῦ ἀληθείας, ἡ Ἀθληφόρος ἐδείχθη πανεύφημος.
Βασάνων
καταφρονήσασα Μάρτυς, ἐν τῷ σταδίῳ Χριστὸν ὡμολόγησας.
Ἐσέμνυνας
τὴν τοῦ θήλεος φύσιν, καρτερικῶς ἐναθλοῦσα πανεύφημε.
Τὴν πίστιν
ὥσπερ ἀσπίδα κρατοῦσα, τοῦ πολεμίου τὸ κράτος κατήσχυνας.
Τοὺς Παῖδας
τοὺς ἐν καμίνῳ παρθένε, μιμησαμένη πυρὸς κατεφρόνησας.
Ὑπέμεινας
τὰς βασάνους γενναίως, διὰ Χριστὸν καλλιμάρτυς πανεύφημε.
Πηγάζεις τῶν
ἰαμάτων τὴν χάριν, ὡς ἐκ πηγῆς ἀειῤῥύτου πανεύφημε.
Σήμερον ἡ
παρθένος καὶ Μάρτυς, μαρτυρικῶς παρθενεύει τοῖς αἵμασιν.
Σήμερον τῶν
δογμάτων τὸν ὅρον, ἐν ταῖς χερσὶν ἡ πανεύφημος δέχεται.
Ὡς φύλαξ τῶν
ὀρθοδόξων δογμάτων, ἡ καλλιμάρτυς τὸν ὅρον ἐδέξατο.
Τὸν τόμον ἐν
ταῖς ἀγκάλαις λαβοῦσα, ἡ νομοφύλαξ κατέχει τῆς πίστεως.
Βυθίζεις τὰς
τῶν αἱρέσεων γλώσσας, τοῖς τῶν αἱμάτων σου ῥείθροις πανεύφημε.
Κατέφλεξας
τῷ πυρὶ τῆς ἀγάπης, τὰς φρυγανώδεις αἱρέσεις πανεύφημε.
Κηρύττει καὶ
μετὰ θάνατον Μάρτυς, τὰ τῶν αἱμάτων σου ῥεῖθρα τοὺς ἄθλους σου.
Ἔδειξας ὡς
πανεύφημος σέβας, ὡς καὶ θανοῦσα ἀθλεῖς μέχρις αἵματος.
Θεοτοκίον.
Ἄχραντε
Θεοτόκε Παρθένε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα ἱκέτευε.
Εἱρμὸς ἕτερος. Ἴδετε ἴδετε.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὁ Λόγος, ὁ καθελὼν τὰς μηχανάς, τοῦ δολιόφρονος δράκοντος
καὶ δήσας αὐτόν, ὡς αἰχμάλωτον γυμνόν, συμπατούμενον κάτω, ὑπὸ πόδας, τῆς
μεγαλομάρτυρος.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὁ Λόγος, ὁ ἐν σταδίῳ καρτερῶς, τῇ πανευφήμῳ ἀθλούσῃ
συνεργὸς γεγονώς, καὶ νικήσασα αὐτήν, στεφανώσας νομίμως, καὶ τιμήσας, ταύτης
τὸ μνημόσυνον.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὁ Λόγος, ὁ τὴν ἀείῤῥυτον σορόν, τῆς πανευφήμου τῷ λύθρῳ
τῶν αἱμάτων αὐτῆς, ἀναδείξας νοητόν, πελαγίζοντα κόλπον, τὰς αἱρέσεως, πάσας
ἀποπνίγοντα.
Ἴδετε ἴδετε,
ὄτι ἐγώ εἰμι, ὁ Θεὸς ὁ Λόγος, ὁ βασιλέας συγκαλῶν, πρὸς τὸ ὑδρεῦσαι τὰ αἵματα
τῆς Μάρτυρος, καὶ ὡς κλῆμα εὐθαλές, ἀποστάζουσαν δείξας, ἀενάως, πᾶσι τὰ
χαρίσματα.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὁ δείξας, ὡς ἐν θαλάμῳ τῇ σορῷ, τὴν νυμφευθεῖσαν ἐμοὶ διὰ
τῶν ἄθλων αὐτῆς, κατοικεῖν μὲν ὡς νεκράν, ἐνεργεῖν δὲ ὡς ζῶσαν, τὴν θανοῦσαν,
τὰς τῶν ἰαμάτων πηγάς.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ τὸ θαῦμα δεικνύς, τῆς πανεύφημου ὡς Θεός· τὴν τεθαμμένην νεκρὰν
τῇ σιωπῇ τῆς φωνῆς, ὥσπερ σάλπιγγος φωνήν, τῶν δογμάτων τὸν ὅρον, ἐκφωνοῦσαν,
ἡδυφθόγγοις ῥήμασιν.
Τριαδικόν.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ Πατὴρ καὶ Υἱός, καὶ τὸ πανάγιον Πνεῦμα, ἡ ἐν Μονάδι Τριὰς καὶ
ἐν Τριάδι Μονάς, ὑμνουμένη ὡς Θεός, ὑπὸ πάντων Ἀγγέλων, καὶ ἀνθρώπων, καὶ πάσης
τῆς κτίσεως.
Θεοτοκίον.
Ἴδετε ἴδετε,
ὅτι ἐγώ εἰμι, ὁ Θεὸς ὁ Λόγος, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν, ἐκ τῆς Παρθένου τεχθεὶς
ἵνα τὸν πρῶτον, τῇ προσλήψει τῆς σαρκός, ἀναπλάσας θεώσω, καὶ ἀνάξω, ἐπὶ τὴν
ἀρχαίαν ζωήν.
ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου.
Ἀνοιγέσθω ἡ
σορός, καὶ ῤυέσθω ὁ λαὸς τοῦ Θεοῦ, τὰ ῥεῖθρα τῶν αἱμάτων, ὡς νοσημάτων
ἀλεξίκακα.
Ὢ καινῶν
ἀκουσμάτων· ἡ εὐσταθὴς τοῦ Λόγου ἄμπελος, ἡ πάλαι ξηρανθεῖσα, φύσει τὸν βότρυν
τῶν αἱμάτων αὐτῆς.
Ὡς ληνὸν ἐν
τῇ σορῷ, ὡς σταφύλην δὲ τῆς σαρκὸς τὴν δοράν, ὡς οἶνον δὲ τὸ αἷμα, τῆς
πανευφήμου κατοπτεύσωμεν.
Θεοτοκίον.
Ὑπὲρ φύσιν
ἐν γαστρί, κυοφορήσασα Παρθένε ἁγνή, ἐκύησας τὸν Λόγον, ἐν Σοὶ ἑνώσαντα ἡμᾶς
ἑαυτῷ.
Εἱρμὸς Ἕτερος. Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα.
Καρτερικῶς
τοὺς ἄθλους καλλιμάρτυς, ἐνστησαμένη σήμερον, στεφανηφόρος ἐν οὐρανοῖς,
ἀνεγράφης μετ’ Ἀγγέλων, ὑπὲρ ἡμῶν πρεσβεύουσα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῖς ἱεροῖς
σου ἄθλοις ἐγκαυχᾶται, ἡ Ἐκκλησία πάνσεμνε, πανηγυρίζουσα μυστικῶς, ἐν τῇ νίκῃ
τῶν ἀγώνων, τῆς ἱερᾶς ἀθλήσεως, δι’ ἧς καὶ ἐστεφάνωσαι.
Ἡ
καλλιμάρτυς πάντας συγκαλεῖται, πνευματικῶς ἀθροίζουσα, σὺν ἱερεῦσι καὶ
βασιλεῖς, πρὸς παράδοξον αἱμάτων, παρθενικῶν ἐπίῤῥοιαν, πιστῶς οὖν ἀρυσώμεθα.
Παρθενικῶν
αἱμάτων τὸ τρύβλιον, πληροῦσα ἡ πανεύφημος, τῷ ἀγελάρχῃ καὶ τῷ λαῷ, ἀνατίθησι
τὸ θαῦμα, τῆς παραδόξου ῥύσεως, τῶν ἱερῶν αἱμάτων αὐτῆς.
Ἡ μυροθήκη
βρύει τῶν λειψάνων, πληροῦσα τὸ ἀλάβαστρον, καὶ ἁγιάζονται οἱ λαοί, καὶ ἐλέγχονται
αἱρέσεις, καὶ ὁ Θεὸς δοξάζεται, θεόφρον ἐν τῇ μνήμῃ σου.
Θησαυροφύλαξ
ὤφθης τῶν δογμάτων, τῆς ἀληθείας πάνσεμνε, καὶ μαρτυροῦσιν οἱ ποταμοί, τῶν
παρθενικῶν αἱμάτων, οὓς ἀενάως βρύουσα, ἀρδεύεις τοὺς τιμῶντάς σε.
Χοροὶ
Πατέρων σήμερον Παρθένε, τὸν τόμον σοι προσάγουσιν, συναθροισθέντες διὰ
Χριστόν, Ὃν λαβοῦσα μέχρι τέλους, ὡς εὐσεβὴς συνήγορος, φυλάττεις ἀπαράτρωτον.
Τριαδικόν.
Φῶς τὸν
Πατέρα ἄναρχον δοξάζω, φῶς τὸν Υἱὸν συνάναρχον, φῶς καὶ τὸ Πνεῦμα τὸ ἀγαθόν,
μίαν ἄναρχον οὐσίαν, ὡς ἐξ ἑνὸς ἀστράπτουσαν, ἡλίου ἀμερίστῳ φωτί.
Θεοτοκίον.
Τὸν κατὰ
φύσιν νόμον ἐκτελοῦσα, τὸν ὑπὲρ φύσιν ἔδειξας, ὡς συλλαβοῦσα δίχα σπορᾶς, καὶ
τεκοῦσα ἀλοχεύτως, καὶ μετὰ τόκον ἄφθορος, παρθένος διαμείνασα.
Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα.
Τὸ
ἀνδρειότατον, τῆς σῆς ἀθλήσεως, καὶ ἀξιεύφημον, τῆς τελειώσεως, ἀναλαβοῦσα
πρακτικῶς, ἐνέκρωσας Ἀθληφόρε, ἅπασαν τοῦ ὄφεως, τὴν ἀρχέκακον κίνησιν, ἔχουσα
ἀκίνητον, πρὸς Θεὸν τὴν ἀγάπην σου· διὸ καὶ παῤῥησίας τυχοῦσα, πρέσβευε σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ἕτερον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νυμφίον
σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς
διέλαμψας πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τὸν γάμον, στέφος τῆς
ἀθλήσεως, παρ’ Αὐτοῦ δεξαμένη· ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς
ἐκτελοῦντας, ἐν πίστει τὴν μνήμην σου.
Ἕτερον. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν τοῦ Λόγου.
Τοῖς τῶν
αἱμάτων σου ῥείθροις Μάρτυς Χριστοῦ, κατακλυσμὸν ἀσεβείας διηνεκῶς, ἐργάζει
πανεύφημε, ἐπομβρίαις τῆς χάριτος, καὶ λογικὰς ἀρούρας, ἀρδεύουσα πάντοτε, ἐν
αὐταῖς αὐξάνεις, τὸν στάχυν τῆς πίστεως· ὅθεν παραδόξως, καὶ μετὰ θάνατον
ὤφθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς τὸ μαρτύριον, Εὐφημία πανεύφημε, πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα, τὴν ἀκοήν Σου καὶ ἐφοβήθην.
Ξένον ἄκουσμα·
ἡ ἀσθενὴς τοῦ θήλεος φύσις, ἀνδρικῶς κατὰ τοῦ δράκοντος, ἀῤῥενωθεῖσα ὁπλίζεται.
Τὸ ἀείζωον,
τῶν σῶν αἱμάτων ῥεῖθρον ἀντλοῦσα, ἡ βασίλειος ὁμήγυρις, Μάρτυς δοξάζει τοὺς
ἄθλους σου.
Ὁ θεόγραφος,
τῆς Ὀρθοδόξου πίστεως ὅρος, ὡς πιστῇ σοι νομοφύλακι, Μάρτυς Χριστοῦ ἀνατίθεται.
Ἐπεσφράγισας,
ὡς ἐν γραφίδι τῷ θείῳ τόμῳ, τῶν δογμάτων τὴν ἀσφάλειαν, ὑποτυποῦσα τοῖς
αἵμασιν.
Θεοτοκίον.
Μήτηρ ἄχραντε,
εὐλογημένη ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς Σε περίσωζε, ἀπὸ πάσης περιστάσεως.
Εἱρμὸς ἕτερος. Ἐν μέσῳ δύο λῃστῶν.
Ἐν τῷ σταδίῳ
στεῤῥῶς, ἡ Μάρτυς ἀνδριζομένη ἔκραζεν· Σοὶ τῷ Νυμφίῳ Χριστῷ συσταυροῦμαι,
συνθαπτομένη γάρ Σοι, συναναστήσομαι, καὶ συνδοξασθήσομαι.
Ὁπλισαμένη
πιστῶς, ἡ Μάρτυς ἐν τῷ σταδίῳ σήμερον, ταῖς τῶν τυράννων ἐνήθλει βασάνοις, τὴν
γυναικείαν φύσιν, μεταλλάττουσα, νῦν εἰς ἀῤῥενότητα.
Θωρακισθεῖσα
τὴν Σήν, ἐλπίδα ἡ Ἀθληφόρος Κύριε, τοὺς μὲν πικροὺς δικαστὰς ἐτροποῦτο, τὸν δὲ
κοινὸν διώκτην, καταισχύνασα, στέφος ἀνεδήσατο.
Τὰς τῶν
αἱμάτων πηγάς, ἀφθόνως ἡ καλλιμάρτυς βρύουσα, τὴν Ἐκκλησίαν Χριστοῦ
συγκαλεῖται, συμβολικῶς ἀντλῆσαι, ὡς ὁ πάλαι λαός, τὰ ἐκ πέτρας νάματα.
Ἐκ παραδόξου
βρύεις, Παρθένε καὶ τεθαμμένη αἷμα ζωῆς, ἀνατυποῦσα τὸ ῥεῖθρον ἐκεῖνο, τὸ ἐκ τῆς
ἀκροτόμου, ἀναβλύσαν ποτέ, τῷ ἰσραηλίτῃ λαῷ.
Ὡς κιβωτὸς
τοῦ Θεοῦ, ἐχρίσθης ἀσφάλτῳ πίστει πάνσεμνε, καὶ ὑπεδέξω τὸν ἄγραφον νόμον, ὡς
ἐν πλαξὶ γραφέντα, τὸν τῆς πίστεως, τόμον ἐν ἀγκάλαις σου.
Ὥσπερ
ὁρμίσκον χρυσοῦν, τὸν τόμον ἐπὶ τὸ στῆθος φέρουσα, καὶ ὡς πορφύραν τὸ λύθρον
ἐκεῖνο, καὶ τὸ τῆς νίκης στέφος, ἐνυμφεύθης σεμνή, ὥσπερ ἐν παστῷ τῇ σορῷ.
Ἡ κατὰ νόμον
ποτέ, λατρεία τοῖς ἐκ τῶν ζώων αἵμασι, περιεῤῥάντιζε τούτων τὰς φλιάς· αὕτη δὲ
νῦν πανεύφημε, ἐν τοῖς ῥείθροις τοῖς σοῖς, πάντας ἁγιάζεις ἡμᾶς.
Ὁροθετοῦντες
σοφῶς, τὸ θεῖον δόγμα ἱεροὶ Πατέρες ἡμῶν, Παρθενομάρτυς τὸν ὅρον ἐκεῖνον, ὡς ἐκ
Θεοῦ προνοίας, ἐμπνεόμενοι, σοὶ παρατεθείκασιν.
Τριαδικόν.
Ἐξ ἀγεννήτου
Πατρός, προῆλθες Υἱὸς ἀχρόνως Λόγε Θεοῦ, οὗ ἐν τοῖς κόλποις ἀεὶ ἀναπαύει,
συνεξαστράπτοντός σοι, καὶ τοῦ Πνεύματος, καὶ συναναλάμποντος.
Θεοτοκίον.
Θρόνος
ἐδείχθης Θεοῦ, Παρθένε ταῖς Σαῖς ἀγκάλαις φέρουσα, Ὃν σαρκωθέντα ἐκ Σοῦ καὶ
τεχθέντα, αἱ τῶν Ἀγγέλων τάξεις, προσκυνήσασαι, φόβῳ ἀνευφήμησαν.
ᾨδὴ ε΄. Ὁ ἀνατείλας τὸ φῶς.
Ἡ τῶν
Πατέρων πληθύς, τῶν δογμάτων τὸν ὅρον, παρέθετό σοι Μάρτυς, ὡς ἐνθέῳ κήρυκι,
τῆς ἀληθείας καὶ μετὰ θάνατον.
Εἰ καὶ
θανοῦσα σιγᾷς, μὴ κινοῦσα τὰ χείλη, ἀλλ’ ἔνδοθεν ἡ χάρις, τῶν θαυμάτων κράζει
σοι, τῇ μυστικῇ τῶν δογμάτων σάλπιγγι.
Ἡ Χαλκηδὼν
σὺν ἡμῖν, ἑορτάζουσα Μάρτυς, τιμᾷ σου τοὺς ἀγῶνας, καὶ ἀντλεῖ τὰ αἵματα, καὶ
ἁγιάζεται ὁ λαὸς τοῦ Θεοῦ.
Θεοτοκίον.
Ὁ ἐκ
Παρθένου ἁγνῆς, σαρκωθεὶς ἀποῤῥήτως, καὶ ταύτην σωτηρίαν, κόσμῳ δωρησάμενος,
εὐχαριστοῦμεν τὴν Σὴν ἀγαθότητα.
Εἱρμὸς ἕτερος. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον.
Σχῆμα φέρουσα
σταυροῦ τὴν νέκρωσιν, τὰς προσβολὰς τῶν τυράννων, στεῤῥῶς ἔτρεψας, ὅλως μὴ
ἐκστήσασα τὸν νοῦν, τῆς τοῦ Κτίστου σου ἀγάπης, Μάρτυς πανεύφημε.
Ἔμπνους
πρόκεισαι ἡμῖν πανεύφημε, τῆς ἀναστάσεως σάλπιγξ, ἀεὶ κράζουσα, ἐν ταῖς τῶν
αἱμάτων σου ῥοαῖς, τὴν ἐμψύχωσιν ἐκείνη, ὄντως τὴν μέλλουσαν.
Ὥσπερ νέαν
κιβωτὸν πανεύφημε, ἡ Ἐκκλησία τιμᾷ σε, ἐν σοὶ ἔχουσα, τὸν τῆς εὐσεβείας
θησαυρόν, ὥσπερ πλάκας θεογράφους, τὸν ὅρον τῆς πίστεως.
Τόμον
φέρουσα χερσὶν πανεύφημε, τῶν ὀρθοδόξων δογμάτων, φρουρεῖς ἄσυλον, καὶ ἀπαρεγχείρητον
ἀεί, καὶ ἀνόθευτον τὴν πίστιν, ἐκ πάσης αἱρέσεως.
Ἔνδον ἔχουσα
Χριστοῦ τὴν πύρωσιν, ἐν τῇ ψυχῇ σου παρθένε, θερμῶς ἤνεγκας, τοὺς ἐκ βασάνων
αἰκισμούς· διὸ καὶ ἐγκαυχωμένη, ἔχαιρες πάσχουσα.
Ὥσπερ γάλα
βλύσαν ἐν τῇ λάρνακι, τῆς πανευφήμου τὸ αἷμα, φρικτὸν θέαμα, τοῖς παρισταμένοις
ἐμποιεῖ· ένεργεῖ καὶ γὰρ ὁ κτίστης, ὅσα καὶ βούλεται.
Στήλην
ἔχομεν ζωῆς τὴν λάρνακα, τῶν ἱερῶν σου λειψάνων, πηγὴν βρύουσαν, ἐκ παρθενικῶν
σου ὀχετῶν, ἐτησίως πλημμυροῦσαν, Μάρτυς πολύαθλε.
Τριαδικόν.
Μίαν ἄναρχον
πιστοὶ δοξάσωμεν, μορφὴν οὐσίαν καὶ φύσιν, πιστῶς σέβοντες, ἕνα τρισυπόστατον
Θεόν, διαιροῦντες τοῖς προσώποις, τῇ φύσει συνάπτοντες.
Θεοτοκίον.
Βρύεις γάλα
ἐκ μαζῶν Θεόνυμφε, τῷ ἐκπηγάσαντι πάλαι, λαῷ ὕδατα, τρέφουσα τὸν τρέφοντα ἡμᾶς·
ὢ θαυμάτων ἐξαισίων, παρθένος θηλάζουσα
ᾨδὴ στ΄. Ὡς Ἰωνᾶν τὸν Προφήτην.
Νεανικὴν
παῤῥησίαν, ἡ θεόνυμφος Μάρτυς ὡπλίσατο, καὶ πάλην στεῤῥὰν ὑπελθοῦσα, τὰ τρόπαια
τῆς νίκης, νῦν ἀνεστήσατο.
Σὺ τῶν
τυράννων τὰ θράση, καλλιπάρθενε Μάρτυς αἰσχύνασα, τὸ στάδιον ἤνυσας τοῦτο· διὸ
καὶ στεφηφόρος, ἀνηγορεύθης Θεῷ.
Βασιλικὴν
ἀλουργίδα, ἐξ αἱμάτων βαφεῖσαν τῶν ἄθλων σου, ἐξύφανας τῇ Ἐκκλησίᾳ, ἐνστίξασα
τοὺς λόγους, τῶν μυστηρίων Χριστοῦ.
Τὴν τῶν
αἱμάτων πλημμύραν, ὡς δογμάτων κρατῆρα προέθηκας, προχέουσα ἄφθορον ῥεῖθρον,
ἀρδεῦον πᾶσαν φρένα, Μάρτυς πανεύφημε.
Ἡ τεθνεῶσα
ὡς ζῶσα, τῶν δογμάτων τὸν ὅρον κατέχουσα, φυλάττεις ἀνόθευτον Μάρτυς, ὡς φύλακι
τοῦ λόγου, παρατεθέντα σοι.
Τὰ τῶν
αἱμάτων σου ῥεῖθρα, ἐκ πηγῶν παρθενίας προχέουσα, Θεῷ μαρτυρεῖς ἀνενδότως, καὶ
θνήσκουσα καὶ ζῶσα, Μάρτυς πανεύφημε.
Ὡς κιβωτὸς
ἀρωμάτων, ἡ σορὸς τῶν λειψάνων τῆς Μάρτυρος, διῆλθεν ἀβρόχοις πορείαις, ὡς
ἄλλον Ἰορδάνην, τὴν Προποντίδα ποτέ.
Ὥσπερ
ἀλάβαστον μύρου, τῶν λειψάνων κενοῦσα τὴν λάρνακα, μυρίζεις ἡμῶν τὰς καρδίας,
καὶ γλώσσας ἐμπυρίζεις, αἱρετιζόντων ἐχθρῶν.
Τὴν Ἰουδὴθ
μιμουμένη, τὸ ἀῤῥενωπὸν Μάρτυς ἀνδρείᾳ φρενῶν, ἀνεῖλες ἐν κόσμῳ τῷ ξίφει, τῶν
δογμάτων σου, τὸν Ὀλοφέρνην ἐχθρόν.
Τριαδικόν.
Φῶς τὸν
Πατέρα δοξάζω, φῶς ὑμνῶ τὸν Υἱὸν φῶς τὸ Πνεῦμα τιμῶ, ἀλλ’ ἓν φῶς τὰ τρία
πιστεύω· Μονὰς γὰρ ἐν Τριάδι, καὶ ἐν
Μονάδι Τριάς.
Θεοτοκίον.
Τὸ
καπνιζόμενον ὄρος, ἐν Σινᾷ προδειχθὲν τῷ θεόπτῃ Μωσῇ, τὴν Σὴν προετύπου
γαστέρα, τὴν ἄστεκτον Παρθένε, φλόγα χωρήσασαν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν μυστικῶς.
Τὸν τοῦ
Κυρίου εὐσεβῶς νόμον ἐπλήρωσας, καταφρονήσασα θυμοῦ τῶν τυράννων, τὴν ψυχικὴν
κτησαμένη, ἐν τῇ ὑπομονῇ σου, ἐν τούτῳ ἔχουσα πλοῦτον τῶν οὐρανῶν, τὴν χάριν
ὑπὲρ χρυσίον τὸν θησαυρόν· ὅθεν πόθῳ προσάγομεν, τὴν εὐφημίαν σου, πανεύφημε
δοξάζοντες, πίστει πάντες τὸν Κύριον.
Ἕτερον. Ὅμοιον.
Ἀγαλλιάσθω ἡ
πληθὺς τῶν Ὀρθοδόξων, εὐφραινομένη μυστικῶς ἐν τῇ μνήμῃ σου, Ἀθληφόρε πανεύφημε
καὶ καλλιπάρθενε, μαθοῦσα σῇ μεσιτείᾳ πίστιν ὀρθήν, Τριάδα σέβειν ἁγίαν ὁμοφυῆ,
καὶ τοῦ Λόγου τὴν σάρκωσιν, τρανῶς κηρύττειν ἀεί, ἀσύγχυτον ἀμέριστον, Ὃν
δυσώπει σωθῆναι ἡμᾶς.
Ὁ Οἶκος.
Παρθενίας
εἰς ἄκρον, ἐφύλαξας καθαράν, φαιδρύνασα τῷ ἐλαίῳ, τὴν λαμπάδα τῆς καρδίας σου,
δι’ ἧς τῇ σῇ ἀθλήσει, ὑπήντησας τῷ Νυμφίῳ, Ὃν ἀγαπῶσα κολάσεις, δι’ Αὐτὸν πόθῳ
ὑπέμεινας, καὶ παρ’ Αὐτῷ ἐστέφθης, εἰς Ὃν καὶ ἐνυμφεύθης, καὶ σαφῶς
ἀγρυπνήσασα, σὺν Αὐτῷ εἰσελήλυθας, εἰς τὸν βασιλικόν, νυμφῶνα τὸν οὐράνιον, καὶ
εὐφραίνει μετὰ τῶν λειτουργῶν, τῶν ἐν τοῖς ὑψίστοις, καὶ κάτω ἐκ τοῦ τάφου σου,
πᾶσιν νέμει τὸ ἐκ σοῦ βρύον χάρισμα, ἐξαιρέτως ὃ ἔλαβες, ὑπὸ ἑξακοσίων
τριάκοντα θεοφόρων, Πατέρων ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.
Ἕτερος.
Ὕμνοις καὶ
ἐγκωμίοις, τὰ ἴχνη σου ἠσπασάμην, πανεύφημε τὰ γενναίως, τὸν διάβολον
συντρίψαντα· ἐξ αὐτοῦ ἐξελοῦ με, καὶ πάντας τοὺς σὲ ὑμνοῦντας· ταῖς σαῖς
πρεσβείαις Ἁγία, κυβερνῶσα τὴν ζωὴν ἡμῶν, παράθου ἡμᾶς πάντας, Χριστῷ τῷ σῷ
Νυμφίῳ, ἵνα ἵλεος γένηται, ταῖς ψυχαῖς ἡμῶν ἔνδοξε, καὶ ἐν τῇ φοβερᾷ, ἐτάσει
αὐτοῦ φείσεται, ἡμῖν πᾶσι τοῖς κράζουσιν ἀεί, τοῦ ῥύσασθαι πάντας, ἐκ πάσης
περιστάσεως, καὶ κινδύνων εἰς αὐτὸν τοῖς ἐλπίζουσιν, Χριστὸς ὁ σοὶ δοὺς ἄμωμε·
ὑπὸ ἑξακοσίων, τριάκοντα θεοφόρων, Πατέρων ὅρον λαβοῦσα, καὶ φυλάττουσα
πανεύφημε
ᾨδὴ ζ΄. Ὁ ἐν τῷ ὄρει.
Μωσῆς τὴν
πέτραν, ῥάβδῳ πλήξας ὢ θαῦμα, τὸ ὕδωρ, τῷ διψῶντι λαῷ παρέσχεν, καὶ ἡ θανοῦσα νύττεται,
καὶ πηγάζει αἱμάτων κρουνούς.
Ὡς νομοφύλαξ,
τῶν δογμάτων τὸν ὅρον, ἡ Μάρτυς, δεξαμένη ὡς πλάκας θείας, φυλάττει τοῦτον
ἄτρωτον, ἐκ πασῶν τῶν αἱρέσεων.
Διπλοῦν τὸν
ἕνα, δογματίζων ὁ τόμος, οὐ τέμνει, τὰς οὐσίας οὐ συναλείφει, ἀλλ’ ἡνωμένας
δείκνυσιν, ὡς βοᾷ ἡ ἀλήθεια.
Ὁ ἐκδιώξας,
τὴν τῆς πλάνης ἀπάτην, τῇ πίστει, τῆς ἐνδόξου Σου Ἀθληφόρου, εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἐν
Χαλκηδόνι, χαλκευθεῖσα τῇ πίστει, ἡ Μάρτυς, ἀραμένη θεόπλῳ ζήλῳ, τὴν τῶν
δογμάτων μάχαιραν, τοὺς ἐχθροὺς ἐτροπώσατο.
Θεοτοκίον.
Ὁ ἐν τῇ
μήτρᾳ, τῆς Παρθένοι οἰκήσας, καὶ ταύτην, οὐρανῶν πλατυτέραν δείξας, εὐλογητὸς
εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Εἱρμὸς ἕτερος. Τὸν ἐν καμίνῳ τοὺς παῖδας.
Τὴν
γυναικείαν λαθοῦσα, ἡ Μάρτυς ἀσθένειαν, ῥωμαλέῳ φρονήματι, γενναίως ἐνήθλησεν,
πρὸς βασάνους ἐχώρησεν, οὔτε πῦρ οὔτε ξίφος, οὐ θῆρας πτοηθεῖσα.
Τὴν τῶν
τυράννων μανίαν, ἡ Μάρτυς αἰσχύνασα, τὸ βραβεῖον τῆς κλήσεως, νομίμως ἐδέξατο,
πλεξαμένη τὸν στέφανον, ἐξ αἱμάτων οἰκείων, φαιδρῶς διηνθισμένον.
Ὁ βασιλεὺς
ἐτησίως, τρυγᾷ σου τὰ Αἵματα, παρθενόφρον ἀείμνηστε· ἀπαύστως γὰρ στάζουσιν, οἱ
τοῦ σώματος βότρυες, τὸν ἐξ αἵματον οἶνον, ὡς ἐκ τῆς σῆς ἀμπέλου.
Τὰς τῶν
βασάνων στρεβλώσεις, στεῤῥῶς ὑπομείνασαν, στεφηφόρον ἀνέδειξας, Χριστὲ τὴν
πανεύφημον, ἐν παῤῥησίᾳ κράζουσαν· τῷ Χριστῷ μου συμπάσχω, ᾯ καὶ συνεσταυρώθην.
Ἡ τοῦ Μώσέως
μὲν θήκη, ὕδατι ἐνείχετο, ἡ δὲ θήκη τῆς Μάρτυρος, τῷ αἵματι φέρεται, μιμουμένη
τὴν λάρνακα, μυστικῶς τὴν τοῦ Νῶε, κινδύνους ἐκφυγοῦσα.
Τῇ βασιλίδι
τοῦ Λόγου, στολὴν ἐξυφάνασα, νυμφικῶς κατεποίκιλας, τοῖς ἄθλοις σου πάνσεμνε,
καὶ τῷ λύθρῳ τοῦ αἵματος, καταχρώσασα ταύτην, πορφύραν ἀπειργάσω.
Τῶν
Ὀρθοδόξων δογμάτων, τὸν τόμον πανεύφημε, ταῖς ἀγκάλαις κατέχουσα, φυλάττεις
ἀνόθευτον, ὡς νομοφύλαξ ἄσυλος, τῆς ἡμῶν εὐσεβείας, καὶ κιβωτὸς ἁγία.
Ἡ Χαλκηδὼν
ἑορτάζει, καὶ σπένδεται σήμερον, τὴν καλλίνικον Μάρτυρα, ὁρῶσα κρατύνουσαν, τὰ
τῆς πίστεως δόγματα, καὶ χερσὶ βεβαιοῦσαν, τὸν ἐκτεθέντα ὅρον.
Ἡ τῶν
Πατέρων χορεία, συντρέχουσα σήμερον, τῇ νεκρᾷ παρατίθεται, τὸν ὅρον τῆς
πίστεως, ὡς πιστῇ νομοφύλακι, ὃν ἐν στέρνοις κρατοῦσα, φυλάττει εἰς αἰῶνας.
Βασιλικῶς ὑπογράφεις,
τῷ λύθρῳ τοῦ αἵματος, ἐν τῷ τόμῳ τῆς πίστεως, ὡς ὠχρὸν πανεύφημε, προκιχρῶσα τὸ αἷμά σου,
σιωπῇ φθεγγομένη, τὸ κῦρον τῶν δογμάτων.
Τὴν νοητὴν
παντευχίαν, ὡπλίσατο Κύριε, ἡ καλλίνικος Μάρτυς Σου, δι’ ἧς τὸν ἀλάστορα,
συμπλακεῖσα κατέβαλεν, οὐ τρωθεῖσα μηδ’ ὅλως, τῇ τούτου πανουργίᾳ.
Ὡς ἐκ
βοτρύων τὸν οἶνον, ἡ χάρις πανεύφημε, ἐτησίως ἐκθλίβουσα, πηγάζει τὰ νάματα,
εὐλογητὸς εἶ Κύριε, μυστικῶς ἐκβοῶσα, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Ἡ ὑπεράρχιος
φύσις, ἡ ἄκτιστος δύναμις, ἡ ὁμότιμος σύννευσις, Τριὰς ὁμοούσιε, καὶ Μονὰς
τρισυπόστατε, ῥῦσαι πάσης ἀνάγκης, τοὺς Σὲ ὑμνολογοῦντας.
Θεοτοκίον.
Ἡ ἀγεώργητος
χώρα, ἡ ἄχραντος μήτρα Σου, Θεομῆτορ ἐβλάστησεν, ἀσπόρως τὴν ἄσταχυν, ἐξ οὗ καὶ
τῆς ζωῆς ἡμῶν, ὁ οὐράνιος ἄρτος, ἀφύρτως ἐφυράθη.
ᾨδὴ η΄. Τὸν Βασιλέα Χριστόν.
Ἡ τοῦ Κυρίου
ἀμνάς, λύκους ἐξέκλινεν, ἐτροπώσατο ὄφεις, τοὺς ἀσεβεῖς διώκτας, καὶ διέφυγεν
αὐτούς, ὥσπερ δορκὰς ἐκ παγίδος, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐβοηθήθη.
Τὰς
θεομβρίας τῶν σῶν, Μάρτυς ἀνοίξασα, σεβασμίων αἱμάτων, τῶν δυσσεβῶν κατέκλυσας,
τὰς γλώσσας ἐν αὐτοῖς, σώσασα ὡς ἐν χειμῶνι, τὴν ἐμπιστευθεῖσάν σοι πιστῶς
Ὀρθοδοξίαν.
Ἡ νομικὴ
κιβωτός, πλάκας ἐδέξατο, καὶ τῆς στάμνου τὸ μάννα· αὐτὴ δὲ νέας πλάκας, τὸν τῆς
πίστεως ὅρον, στάμνῳ χρυσῇ ἐντεθέντα, τῷ παρθενικῷ σου τῆς σαρκὸς θαλάμῳ
Μάρτυς.
Θεοτοκίον.
Τὸν Βασιλέα
Χριστόν, Ὃν ἡμῖν ἔτεκεν, ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε, Παρθένος ἁγνή,
πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἱρμὸς ἕτερος. Ἐν πυρὶ φλογὸς παρίστανται.
Ἡ ἀνείκαστος
σοφία σου, Ἰησοῦ Βασιλεῦ, ἔτρεψεν τοὺς μυθολόγους, τῶν ἑλλήνων καὶ σοφούς· διὸ
καὶ πρὸς τυράννους, ἐνίσχυσας γυναῖκας, λαλεῖν ἐν παῤῥησίᾳ πολλῇ, τὴν δόξαν τοῦ
Σταυροῦ σου.
Τὴν σοφίαν
ἐμιμήσατο, ἡ ἀμνὰς τοῦ Χριστοῦ, τράπεζαν προθεῖσα ξένην, καὶ κρατῆρα μυστικόν,
λειψάνων οὐ βρωμάτων, αἱμάτων οὐ πωμάτων, τὴν μὲν εὐθυνουμένην τὴν δέ, ἀγνώστως
κεκραμένην.
Ὡς ἐλαίαν σε
κατάκαρπον, ἐν αὐλαῖς τοῦ Θεοῦ, ἔγνωμεν Παρθενομάρτυς, εὐφοροῦσαν τοὺς καρπούς,
τὸ ἔλαιον ἐκεῖνο, προχέουσαν ὡς αἷμα, καὶ ὥσπερ μύρον πολυτελές, ἐκ σοῦ
ἐσμυρνισμένον.
Προσελθόντες
τῷ κρατῆρί μου, μυστικῶς τῶν ἐμῶν, γεύσασθε ἁγνῶν αἱμάτων, ἡ πανεύφημος βοᾷ·
μηδεὶς οὖν ὑστερείτω, μηδεὶς ἄγευστος ἔστω, ζωῆς γὰρ ῥεῖθρον, φησίν, τὸ τῆς
σαρκός μου αἷμα.
Τῶν Πατέρων
τὰ διδάγματα, ὡς ἐν τόμῳ καινῷ, γράψασα ἡ θείας χάρις, ἐμπιστεύει σοι σεμνή, ὡς
μάρτυρι τοῦ λόγου, ὡς φύλακι τοῦ νόμου· διὸ καὶ σιωπῶσα λαλεῖς, ὡς ζῶσα ἡ
θανοῦσα.
Κιβωτὸν
ἀσφαλεστάτην σε, ὡς σκηνὴ τοῦ Θεοῦ, ἔχουσα ἡ Ἐκκλησία, Μάρτυς ἔνδοξε σεμνή, τὸν
ὅρον τῶν δογμάτων, ὡς πλάκας θεογράφους, παρέθετό σοι διὰ χειρῶν, τῶν ἱερῶν
Πατέρων.
Ἐντρεπέσθω
πᾶσα αἵρεσις, καὶ σιγάτω λοιπόν, βλέπουσα τὴν προθανοῦσαν, ὥσπερ ζῶσαν πρὸς
ἡμᾶς, τῷ λόγῳ σιωπῶσαν, τῷ τόμῳ ἐκβοῶσαν, πιστεύειν ἕνα εἶναι Χριστόν, ἐν δύο
ταῖς οὐσίαις.
Ῥωμαλέῳ τῷ
φρονήματι, καλλιμάρτυς ἁγνή, ἤνεγκας τὰς ἐκ βασάνων, ἀλγηδόνας τῶν ἐχθρῶν,
πληγὰς μὴ πτοηθεῖσα, πρὸς ξίφη καὶ θηρία, πρὸς πῦρ νομίμως ἀθλοῦσα,
στεφανηφόρος ὤφθης.
Ἡ ἀμνάς Σου
ἡ ἀμίαντος, τὰς τῶν λύκων ὁρμάς, ἔτρεψεν τῶν διωκόντων, μὴ πτοοῦσα τὸν θυμόν·
διὸ καὶ ταῖς βασάνοις, γενναίως ἐναθλοῦσα, ἐβόα· Σύ μου μόνος Θεός, νυμφίος καὶ
σωτήρ μου.
Τριαδικόν.
Σὺν Ἀγγέλοις
ἀνυμνοῦμέν Σε, τὸν προόντα Θεόν, ἕνα ἐν τρισὶ προσώποις, πάντες σέβοντες
πιστῶς, τὸν ἄναρχον Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Τριάδα ἐν Μονάδι μιᾷ,
διαιρετὴν καὶ ἡνωμένην.
Θεοτοκίον.
Τίς ἀκούων
οὐκ ἐξίσταται, ὅτι μήτραν Θεός, ᾤκησε καὶ βρέφος ὤφθη, ἄνευ πάθους καὶ φθορᾶς;
ὢ πλούτου εὐσπλαγχνίας, ὢ βάθους μυστηρίου· ὁ πάντα περιέπων δρακί, σαρκὶ
ἐφανερώθη.
ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.
Ὅτι ἐποίησέ
μοι, μεγαλεῖα ὁ δυνατός, λεγέτω ἡ πανεύφημος Χριστοῦ, μετὰ θάνατον γὰρ ζῶ, καὶ
μετὰ νέκρωσιν μελῶν, βρύω τὰ θαύματα.
Τῷ πόθῳ
τετρωμένη, ἡ πανεύφημος τοῦ Χριστοῦ, πολλάκις μετὰ θάνατον ἀθλεῖ, καὶ
πιστοῦνται μυστικῶς, τὴν ἐξανάστασιν ἡμῶν, διὰ τοῦ αἵματος.
Δραμοῦσα
μετὰ μύρων, εἰς ὀσμὴν τῶν μύρων Χριστοῦ, ἐμύρισας τοῖς αἵμασιν αὐτόν, καὶ
ἐνέπλησας ἡμᾶς, τῇ εὐωδίᾳ μυστικῶς, τῶν ἀρωμάτων σου.
Φιάλας
ἀρωμάτως, τοὺς τῶν σῶν αἱμάτων κρουνούς, ἀνέδειξεν πανεύφημε Χριστός, καὶ
ὑδρεύονται λαοί, αὐτὴ δὲ πλέον πλημμυρεῖς, τοῖς ἀειῤῥύτοις πηγαῖς.
Εἱρμὸς ἕτερος. Μεγαλύνομεν πάντες.
Εὐφήμοις
εὐφημίαις, εὐφημείσθω ἡ Μάρτυς, τοῦ Χριστοῦ ἡ πανεύφημος, ἣν πάντες εὐφημοῦσι,
τῶν Ἀγγέλων οἱ χοροί, καὶ τῶν Ἁγίων εὐφημεῖ τὸ συνέδριον.
Ἀξιέπαινον
στέφος, πλεξαμένη ἡ Μάρτυς, βασίλειον ἔνδυμα, τερπνῶς ἐπορφύρωσεν, ἐν τοῖς
αἵμασιν αὐτῆς, ὡς ἀλουργίδα τὴν δορὰν ἐξυφάνασα.
Οἱ πιστοὶ
συνελθόντες, τὴν μνήμην τελέσωμεν, τῆς πανευφήμου Μάρτυρος, προθύμως
συντρέχοντες, καὶ βοήσωμεν αὐτῇ· Χριστὸν δυσώπει ὑπὲρ ἡμῶν δεόμεθα.
Θεοτοκίον.
Χαῖρε
πάνσεμνε ἁγνή, παρθενίας καύχημα, Μητέρων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, τοῦ
κόσμου ἡ χαρά, Μαρία δούλη καὶ Μήτηρ τοῦ Θεοῦ ἡμῶν.
Εἱρμὸς ἕτερος. Ἐποίησε κράτος.
Τὸ ἄγραπτον
κάλλος, ἀγαπήσασα Χριστοῦ, κατέλιπες τὰ πρόσκαιρα τοῦ βίου, καὶ ἔλαβες τὸν
σταυρόν, καὶ προσέδραμες Αὐτῷ· διὸ καὶ ἀνέκραζες σεμνή· Σοὶ μόνῳ συσταυροῦμαι,
τῷ Νυμφίῳ τῷ τερπνῷ, καὶ καλῷ ποιμένι.
Τίς εἶδεν
τίς ἔγνω, μετὰ θάνατον νεκράν, οὐ δόρατι οὐ ξίφει σφαττομένην, καὶ βλύζουσαν ἐν
σορῷ, τῶν αἱμάτων τὰς πηγάς; Φρικτὸν καὶ παράδοξον πιστοί, τὸ τῆς Ἁγίας θαῦμα,
ὅτι σῶμα καὶ ὀστᾶ, ξηρανθέντα βρύει.
Διψῶσα ἡ
Μάρτυς, ὥσπερ ἔλαφος Χριστόν, προσέτρεχεν ἐπόθει πελονάκις, συμπάσχειν τε καὶ
συζῆν, καὶ συνθνήσκειν δι’ Αὐτόν· διὸ μετὰ νέκρωσιν μελῶν, μετὰ τοὺς θείους
ἄθλους, ἐτησίως ἐναθλεῖ, ὡς βοᾷ τὸ αἷμα.
Τὸν τόμον
ἐκεῖνον, ὥσπερ νόμον εὐσεβῆ, παρέθεντο τῇ μάρτυρι τοῦ λόγου, ὡς φύλακι ἀσφαλεῖ,
οἱ τοῦ λόγου ὑπουργοί· διὸ ταῖς χερσὶν αὐτῆς στεῤῥῶς, ἕως τῆς συντελείας,
συγκρατεῖ καὶ συντηρεῖ, καὶ κροτεῖ σιγῶσα.
Τὸν ἄφραστον
πόθον, ἔνδον ἔχουσα Χριστοῦ, πρὸς μάστιγας πρὸς πῦρ καὶ πρὸς θηρία, πρὸς ξίφος
πρὸς αἰκισμούς, ἡτοιμάσθη ἡ ἀμνάς· διὸ μέχρι αἴματος σεμνή, ὑπὲρ Αὐτοῦ ἀθλοῦσα,
οὐκ ἐνέδωκας αὐτόν, διομολογοῦσα
Τῷ θρόνῳ τῆς
δόξης, παρεστῶσα μυστικῶς, μνημόνευε ἀπαύστως καλλιμάρτυς, τῶν ἐκτελούντων
πιστῶς, σοῦ τὴν μνήμην τὴν σεπτήν, ἐν ᾗ ἁγιάζουσα ἡμᾶς, τοῖς τῶν αἱμάτων
ῥείθροις, ἀπελαύνεις τῶν παθῶν, τὰς ἐπαναστάσεις.
Τριαδικόν.
Τριὰς ἡ ἐν
Μονάδι, ἀνυμνείσθω ὁ Θεός, συνάναρχος ὁμότιμος τῇ φύσει, καὶ συγγενὴς
ἱερουργός, μία σύμπνοια βουλῆς, ταυτότης κινήσεως ἀεί, εὐσεβῶς νοούμενη, ὁ
Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ θεῖον Πνεῦμα.
Θεοτοκίον.
Ὁ πάντα
ποιήσας, ἐν σοφίᾳ Ἰησοῦ, ὁ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν
τοῖς κόλποις τοῦ Πατρός, τὴν ποίμνην Σου ῥῦσαι ἐκ φθορᾶς, καὶ ἐκ παντὸς
κινδύνου, καὶ συνείσαξον ἡμᾶς, εἰς τὰς ἄνω μάνδρας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου