Παρασκευή 8 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 3. ΘΕΩΝΑΣ, ΗΡΩΝ, ΠΙΛΛΩΝ & ΠΑΥΛΟΣ ΜΑΡΤΥΡΕΣ ΕΞ ΑΙΓΥΠΤΟΥ & ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ


ΙΟΥΛΙΟΣ Γ΄!!
ΘΕΩΝΑΣ, ΗΡΩΝ, ΠΙΛΛΩΝ & ΠΑΥΛΟΣ ΜΑΡΤΥΡΕΣ
ΕΞ ΑΙΓΥΠΤΟΥ & ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρά γ΄ τῆς Ὀκτωήχου, καὶ γ΄ τῶν Ἁγίων. Ἦχος δ’. Ἔδωκας σημείωσιν
Δεῦτε οἱ φιλόχριστοι, τῶν Ἀθλοφόρων τιμήσωμεν, τὴν ἐτήσιον σήμερον, μνήμην ἐκθειάζοντες, τὴν αὐτῶν ἀνδρείαν, καὶ τὴν καρτερίαν, ἣν ἐνεδείξαντο στεῤῥῶς, ἀγωνισάμενοι γενναιότατα, καὶ πάσας τοῦ ἀλάστορος, τὰς μηχανὰς καταπτύσαντες, ὡς ἀήττητοι μάρτυρες, τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν.

Πᾶσαν ὑπηνέγκατε, μεγαλομάρτυρες κάκωσιν, καὶ βασάνων δριμύτητα, Θεοῦ μόνου ἕνεκεν, ὑπὲρ οὗ τὸ πάσχειν, εἵλασθε γενναίως, ὁδοιπορίαις χαλεπαῖς, καὶ μακροτάταις προσομιλήσαντες· ἐώας γὰρ ἀπάραντες, καὶ πρὸς τῇ Δύσει γενόμενοι, ἐν αὐτῇ τὸ μακάριον, διηνύσατε τέλος ὑμῶν.

Παῦλε παναοίδιμε, καὶ Θεωνᾶ ἀξιάγαστε, Πίλλων τε εὐκλεέστατε, καὶ Ἥρων πανθαύμαστε, οἱ σεπτοὶ ὁπλῖται, τῆς θείας Τριάδος, οἱ ὑπὲρ ταύτης τὸν καλόν, ἠγωνισμένοι ἀγῶνα Μάρτυρες, πρεσβεύσατε ὡς ἔχοντες, τὴν παῤῥησίαν παμμέγιστον, ὅπως ἔλεος εὕροιμεν, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον ὅμοιον
Ἡσαῦ νέος γέγονα, πᾶσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος· τίς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τίς μὴ θρηνήσει μου τὴν ἀπώλειαν· διὸ πρὸ τέλους κράζω Σοι· Ἥμαρτον Δέσποινα, σῶσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός Σου τὸν Ἄσωτον.
Ἢ Σταυροθεοτοκίον ὅμοιον
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον Αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, Τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης Σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.


ΟΡΘΡΟΣ

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς:. Νήσῳ Θεοῦ νάουσι μάρτυρες χάριν.
ᾨδὴ α’. Ἦχος δ’. Ἄσομαί σοι, Κύριε, ὁ Θεός μου
Νέμοιτε τὴν χάριν ὦ ἀθλοφόροι, τοῖς ἐκτελοῦσι τὴν ὑμῶν, ἡμῖν σήμερον, Χριστῷ παριστάμενοι, στεφηφόροι, μακάριοι.
πρῴην τῷ κράτει τῆς ἀσεβείας, Αἴγυπτος θάλλουσα κακῶς, ἐβλάστησεν ὕστερον, ὑμᾶς ἀειθαλέστατα, φυτά, μάρτυρες ἔνδοξοι.
Σώματα ἀσκήσει καθηγνισμένοι, σὺν τῇ ψυχῇ καὶ τὸ πνεῦμα, τελοῦντες ὁλόκληροι, ὡς ἄρνες εὐωδέστατοι, τῷ Χριστῷ θύματα τέθυσθε.
Θεοτοκίον
τῶν ὑπὲρ ἔννοιάν Σου, παρθένε, Θεογεννῆτορ, θαυμάτων· τὸν κτίστην γὰρ τέτοκας, ἡμᾶς ἀνακαινίσαντα, τοὺς φθαρέντας τῇ βρώσει ποτέ.

ᾨδὴ γ’. Τόξον δυνατῶν ἠσθένησε
Θέων ὁ σοφὸς καὶ ἔνθεος, Πίλλων τε καὶ Παῦλος, καὶ ὁ Ἥρων οἱ μέγιστοι, τῆς Τριάδος ὁπλῖται θείαις, μελωδίαις ἀνυμνήσθωσαν.
χοιμεν ὑμᾶς ἡμεῖς ἀῤῥαγεῖς, πύργους τε καὶ βάσεις, ἀκατασείστους πρὸς πᾶσαν δεινήν, ἐναντίων ἐπερχομένην, βλάβην, μάρτυρες ἀήττητοι.
ρμος πρὸς Θεοῦ σωτήριος, Νήσῳ φιλοχρίστῳ, καὶ φιλομάρτυρι δέδοσθε, πᾶσαν ζάλην καὶ τρικυμίαν, ἀθληταί, ταύτης σοβοῦντες ἀεί.
Θεοτοκίον
Λόγον τοῦ Πατρὸς συνέλαβες, ἄχραντε Παρθένε, Θεοχαρίτωτε Δέσποινα, ὃν καὶ τέτοκας ὑπὲρ λόγον, ἐκ φθορᾶς ἡμᾶς λυτρούμενον.

Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον .
Τῶν τυράννων τὰ θράση, μὴ καταπτήξασα, ἡ τετρὰς τῶν μαρτύρων, ἡ ἀξιέπαινος, Θεωνᾶς ὁ θαυμαστός, Ἥρων ὁ πάνσοφος, καὶ ὁ Παῦλος ὁ κλεινός, Πίλλων τε ὁ πανευκλεής, ἀθλήσαντες καὶ στεφθέντες, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ὃν καὶ πρεσβεύουσιν εἰς τὸ σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν ... Θεοτοκίον.
Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων Σοι, Ἀειπάρθενε ἁγνή, τὸν Υἱόν Σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ, καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον.
Τῷ Σταυρῷ τοῦ Υἱοῦ Σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος Σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως, ὁμολογοῦντες μεγαλύνομεν.
ᾨδὴ δ’. Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε.
φ’ ἡδονῆς τῆς οὐρανίου πυρπολούμενοι, τῶν γηΐνων τερπνῶν κατημνημόνησαν, οἱ ἀθλοφόροι κράζοντες· Δόξα τῇ δυνάμει σου, Κύριε.
Νενοσηκότων τὴν περὶ τὸν κτίσαντα ἄγνοιαν, τῶν οἰκείων μελῶν ἐναπετμήθητε, θεοφιλῶς κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Αἱμοχαρέσιν ἡγεμόσι παριστάμενοι, πρὸ βημάτων ποικίλλως αἰκιζόμενοι, νεανικῷ φρονήματι, τούτους, θεηγόροι, αἰσχύνοντες.
Οὐκ ὁρατοῖς μόνοις ἐχθροῖς ἀντεκατέστητε, ἀλλὰ καὶ νοητοῖς προσεπαλαίετε, καὶ κατὰ πάντων ἤρασθε, νίκην, ἀθλοφόροι, τῇ χάριτι.
Θεοτοκίον
Χερουβικῶν ταγμάτων ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε, Θεοτόκε, πανάμωμε.

ᾨδὴ ε’. Τὸν φωτισμόν σου, Κύριε.
πολαβὼν ὁ ἔχθιστος, ἐχθρός τε καὶ φονεύς, διὰ θανάτου ὑμᾶς μορμολύττειν, πέπτωκεν εἰς γῆν, ἐν τῷ κειμένους, αὐτὸν ἐγνωκέναι ὑμᾶς.
Συγκοινωνοὶ γενόμενοι, παθῶν δεσποτικῶν, ἀναντιῤῥήτως καὶ δόξης τῆς θείας, δείκνυσθε Χριστοῦ, συγκληρονόμοι, θεοτίμητοι μάρτυρες.
Οὐ βάσανα πολύπλοκα, οὐ τύραννοι πικροί, οὐ τῆς πατρίδος ἡ στέρησις, ὑμᾶς, ἴσχυσε, σοφοί, ὅλως χωρῆσαι, τοῦ πρὸς Κύριον ἔρωτος.
κέται προσερχόμεθα, ὑμῶν ἐν τῷ σεπτῷ, μάρτυρες θεῖοι, καὶ θείῳ τεμένει, λύσιν ἐκ ψυχῆς, ὑμῖν αἰτοῦντες, τῶν ἡμᾶς συνεχόντων δεινῶν.
Θεοτοκίον
Τίς ἐξειπεῖν δυνήσεται, τοῦ τόκου Σου, ἁγνή, τοῦ ὑπερφύσιν παράδοξον θαῦμα; φύσει γὰρ Θεόν, σεσαρκωμένον, ὑπὲρ λόγον ἐκύησας.

ᾨδὴ ς’. Ἐβόησε προτυπῶν
Μὴ φρονοῦντες, ἐμπαθῶς τὰ τοῦ κόσμου χαμαίζηλα, ἀλλ᾿ ἐμφρόνως καταφυγὴν τὸν Ὕψιστον θέμενοι, οὐρανόφρονες, ἐπὶ γῆς ἀνεδείχθητε, μάρτυρες.
νειμένοι, τῶν δεσμῶν οἱ καλλίνικοι μάρτυρες, καὶ ἐν μέσῳ τῶν βασάνων τυγχάνοντες, ἔμελπον τῷ αὐτοὺς ἐξ ὕψους, χορηγήσαντι κράτος καὶ δύναμιν.
υσθείημεν, ἐκ ποικίλων παθῶν ἐπικλύσεως, καὶ πταισμάτων ψυχοφθόρου βυθοῦ ἀπογνώσεως, ὑμῶν ἱκεσίαις, πρὸς Χριστόν, ἀθλοφόροι πανεύφημοι.
Θεοτοκίον
Δεόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου, ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ Σοῦ σαρκωθέντα ἱκέτευε, ὅτι Σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.

Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, οἱ Ἅγιοι Μάρτυρες· Θεωνᾶς, Ήρων, Πίλλων καὶ Παῦλος, οἱ Αἰγύπτιοι, ἐν Θεσσαλονίκῃ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).
Ἐξ ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος,
Λαμπρὸς πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων.
Οὗτος, ἐκ Καισαρείας τῆς πρώτης τῶν Καππαδοκῶν τυγχάνων, τῇ τραπέζῃ τοῦ βασιλέως Τραϊανοῦ ὑπηρετῶν ἦν. Διαβληθεὶς δὲ ὡς χριστιανός, τύπτεται καθ᾿ ὅλου τοῦ σώματος καὶ φρουρᾷ βάλλεται· ἔνθα μεθ᾿ ἡμέρας ἀπόσιτος τυγχάνων, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀνατολίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Δύνας, Ἀνατόλιε, τοῦ βίου τέλει,
Τῷ μὴ δύνοντι προσπελάζεις ἡλίῳ.
Οὗτος, πρεσβύτερος καὶ ἀποκρισάριος τῆς Ἀλεξανδρέων Ἐκκλησίας ὑπάρχων, Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως προχειρίζεται, βασιλεύοντος Θεοδοσίου τοῦ Μικροῦ. Διόσκορος γὰρ ὁ κακόδοξος, ἐλπίσας αὐτὸν τῆς ἰδίας κακοδοξίας συνήγορον ἕξειν, Ἐπίσκοπον Κωνσταντινουπόλεως προχειρίζεται· ἀλλ᾿ οὐδὲν τῆς κακουργίας ἀπώνατο. Οὗτος γὰρ ὁ μακάριος Ἀνατόλιος πρῶτος αὐτὸν ἐν τῇ Συνόδῳ τῇ ἐν Χαλκηδόνι καθεῖλε καὶ τὸ ὄνομα τοῦ ἐν Ἁγίοις Φλαβιανοῦ ἐν τοῖς διπτύχοις ἐνέταξεν, ὑπὸ Διοσκόρου καὶ τῆς κατ᾿ ἐκεῖνον λῃστρικῆς Συνόδου καθαιρεθέντος· καὶ ἐγκυκλίους ἐπιστολὰς πρὸς τοὺς κατὰ τόπον Ἐπισκόπους ἐξέπεμψεν, ἀναθεματίσαι τοὺς ἐξάρχους τῶν αἱρέσεων προτρεπόμενος. Καὶ ὀρθοδόξως τὴν Ἐκκλησίαν ποιμάνας, ἀδίκῳ θανάτῳ ὑπὸ τῶν αἱρετικῶν ἀναιρεῖται, διάδοχον αὐτοῦ καταλείψας τὸν ἁγιώτατον Γεννάδιον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Διομήδους, Εὐλαμπίου, Ἀσκληπιάδου καὶ Γολινδούχ.
Τμηθεῖσι Θεοδότῳ καὶ Θεοδότῃ,
Θεὸς θεῶν δίδωσιν ἄξια στέφη.
Ἐκ σπονδύλων ἔσπεισεν αἷμα Κυρίῳ,
Ἄσπονδος ἐχθρὸς δαιμόνων Διομήδης.
Τί τὴν κεφαλήν, δήμιε, κλῖνον λέγεις,
Εὐλαμπίῳ κλίνοντι πᾶν σπάθῃ μέλος;
Ἀσκληπιάδης τὴν θάλασσαν εἰσέδυ,
Ζητῶν ἐφευρεῖν τὸν καλὸν μαργαρίτην.
Ὑπὲρ Θεοῦ τείνοντος ὡς δέῤῥιν πόλον,
Τείνει Γολινδοὺχ τὸν τένοντα τῷ ξίφει.




Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Μάρκου καὶ Μωκιανοῦ.
Ὑπέσχε Μᾶρκος τῇ τομῇ τὸν αὐχένα,
Ὁδὸν χαράττων Μωκιανῷ τοῦ πάθους.
Οὗτοι οἱ Ἅγιοι διατὶ ἐπίστευον εἰς τὸν Χριστὸν καὶ ὠμολόγουν αὐτόν, ἐπιάσθησαν ἀπὸ τὸν δυσσεβὴ βασιλέα Τραϊανὸν ἐν ἔτει Ϟη´ (98). Ἀπὸ τὸν ὁποῖον ἀναγκασθέντες νὰ ἀρνηθοῦν μὲν τὴν εὐσέβειαν, νὰ θυσιάσουν δὲ εἰς τὰ εἴδωλα, καὶ μὴ πεισθέντες, ἔλαβον διαφόρους τιμωρίας. Ὕστερον δὲ ἐκλείσθησαν εἰς ἐκείνην τὴν ἰδίαν φυλακήν, εἰς τὴν ὁποίαν ἦτον φυλακωμένος καὶ ὁ Ἅγιος Μάρτυς Ὑάκινθος ὁ κουβικουλάριος, περὶ τοῦ ὁποίου εἴπομεν ἀνωτέρω. Ὅθεν ἀπὸ τὸν ἴδιον τὸν Ἅγιον Ὑάκινθον ἐστηρίχθησαν εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ἀφ᾿ οὗ δὲ ἐτελειώθη ὁ Ἅγιος Ὑάκινθος καὶ ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον, τότε εὔγαλαν αὐτοὺς ἀπὸ τὴν φυλακήν, καὶ τοὺς ἐβίασαν νὰ φάγουν ἀπὸ τὰς θυσίας τῶν εἰδώλων. Αὐτοὶ ὅμως οἱ καρτερόψυχοι δὲν ἐπείσθησαν εἰς τοῦτο, ἀλλὰ μᾶλλον ἤλεγξαν τὴν τῶν εἰδώλων θρησκείαν. Ὅθεν διὰ τὴν αἰτίαν ταύτην ἐκρέμασαν αὐτοὺς ἐπάνω εἰς ξύλα καὶ τοὺς ἐξέσχισαν. Ὕστερον δὲ τοὺς ἐκατέβασαν καὶ ἀπέκοψαν τὰς τιμίας αὐτῶν κεφαλάς, καὶ ἔτζι ἀπῆλθον νικηφόροι εἰς τὰ Οὐράνια. Τὰ δὲ τίμια αὐτῶν λείψανα ἐνταφίασαν ἐντίμως μερικοὶ Χριστιανοὶ εἰς τὸν τόπον ἐκεῖνον, ὅπου καὶ ἐμαρτύρησαν.

Γάλα νοητὸν πηγάζει Θεοκῦμον,
Γαλακτοτροφοῦσα ἡ θεία Εἰκών σου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Γεράσιμος ὁ Νέος, ὁ ἐκ Μεγάλου Χωρίου Εὐρυτανίας, ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1812, ξίφει τελειοῦται.
Ὡς εἰς γάμους ἔσπευδες πρὸς τὸ σφαγῆναι,
Πρὸς τὴν μέλλουσαν ἀφορῶν δόξαν, μάκαρ.
Οὗτος ὁ νέος Ὁσιομάρτυς ὠρμητα ἐκ τῆς ἐπαρχίας Εὐρυτανίας, ἐκ τίνος χωρίου καλουμένου Μέγα (τὸ σήμερον ὀνομαζόμενον Μέγα Χωρίον, ἢ Προυσσού, Εὐρυτανίας), γεννηθεὶς ὑπὸ γονέων χριστιανῶν· πρόσηβος ἤδη τῇ ἡλικία καταλαμβάνει τὴν Κωνσταντινούπολη, προσκολληθεὶς εἰς τὶ παντοπωλεῖον. Ἐν μία τῶν ἡμερῶν, φέρων καθ᾿ ὁδὸν ἐπὶ τῆς κεφαλῆς τοῦ διάφορα πινάκια πλήρη γάλακτος, ἃ ἐπώλει, καὶ ὀλισθήσας εἰς μίαν ὀθωμανικὴν συνοικίαν, συνεργεῖα τοῦ πειρασμοῦ, πίπτει καὶ θραύσας τὰ ῥηθέντα πινάκια, διήρχετο τὴν ὁδὸν κλαίων· εἶτα προσλαμβάνει αὐτὸν μία ὀθωμανὶς (γυνὴ ἑνὸς ἐπισήμου ὀθωμανοὺ) καί, μετὰ πολλὰς ὑποσχέσεις δωρεῶν, κρατήσασα αὐτὸν τὸν ἔφερεν εἰς τὸν ὄλισθον τῆς ἀσεβείας (δηλ. εἰς τὸν τουρκισμὸν) καὶ μετὰ τοῦ αὐθέντῃ τοῦ διεπέρασε πολλὰς πόλεις τῆς Τουρκίας. Φθάσας δὲ εἰς ὥριμον ἡλικίαν καὶ αἰσθανθεὶς τὴν ἀσέβειαν, εἰς ἢν περιέπεσε, καταλαμβάνει αὔθις τὴν πατρίδα τοῦ, διατρίψας ἐπ᾿ ὀλίγον χρόνον, εἶτα, μετὰ τίνος ἀδελφοῦ ἐκ τῆς θαυματουργοῦ μονῆς τοῦ Πυρσοῦ, τὸ ὄρος τοῦ Ἀθωνος καταλαμβάνει, ὑποταχθεὶς ἐπὶ τίνα καιρὸν πλησίον ἐνδς ἱερομόναχου συμπατριώτου τοῦ Κυρίλλου καλουμένου, παρὰ τοῦ ὁποίου καὶ ἐκατηχήθη καὶ ἐπαρηγορήθη διὰ τὸ κακὸν ὅπου ἔπάθε, καὶ ἐδιδάχθη καὶ ὀλίγα γράμματα· εἶτα λαμβάνει τὸ ἀγγελικὸν σχῆμα, μετὰ δὲ τρία ἔτη ἀπέρχεται πάλιν εἰς Κωνσταντινούπολη, ἵνα μαρτυρήσῃ ὅτι εἶναι χριστιανός, καὶ εὐθὺς ὡς ἔφθασεν εἰς τὸν ὀθωμανικὸν οἶκον, καὶ κηρύξας λαμπρῶς τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον, παραδίδεται εἰς βασάνους, εἶτα τὴν κεφαλὴν τέμνεται, ἥτις μετὰ τὸν χωρισμὸν ἔμεινεν πολλὴν ὥραν γελῶσα, τὸ δὲ ἅγιον σῶμα ἔμεινεν γονατιστὸν ὡς προσευχόμενον, τεμνόμενος δὲ ἐπλήρωσε τὸν ἀέρα μυρεψικὴς εὐωδίας, καὶ ἀνῆλθεν ὡς ἀστὴρ φαεινὸς πρὸς Κύριον, καθὼς τίνες τῶν πιστῶν ἰδεῖν ἠξιώθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ιωακείμ τῆς Μονῆς τῶν Νοτενῶν ἐν Ἀχαΐᾳ
Τὸν Ἰωακεὶμ Χριστὸς λαμπρῶς δοξάζει,
ὡς αὐτὸν δοξάσαντα ἤδη ἐν βίῳ.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνατολίου τοῦ ἐν τῷ σπηλαί

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τῆς ΜHYPERLINK "http://www.saint.gr/659/saint.aspx"όHYPERLINK "http://www.saint.gr/659/saint.aspx"σχας, τοῦ διὰ Χριστὸν σαλλοῦ


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου HYPERLINK "http://www.saint.gr/1885/saint.aspx"Κωνσταντίνου τοῦ Πρίγκιπος, τοῦ Ῥώσσου


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τοῦ τάφου καὶ τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ῥαφαὴλ γενομένης ἐν Θέρμῃ Λέσβου, ἐν ἔτει 1959

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ’. Ὁ διασώσας ἐν πυρί
Τῆς δεισιδαίμονος τὸ πρίν, καὶ ἀσεβεστάτης Αἰγύπτου, πρέσβεις προῆλθον εὐσεβεῖς, ἀθληταὶ καὶ Τριάδος ὑπέρμαχοι, καὶ ἡμᾶς καταλάμπουσι, ταῖς τῶν ἄθλων φρυκτωρίαις, αὐτῶν ἀπαύστως.
πὲρ ἀδίκου μὲν σφαγῆς, ἀῤῥενοφονίας Ἑβραίων, δίκας τιννύει ἐν πληγῇ, παγγενῆ πρωτοτόκων ἡ Αἴγυπτος, ἀλλὰ νῦν ὡς ἀπάργματα τῷ Θεῷ καρποφορεῖται, δήμους μαρτύρων.
ύσασθε νόσων χαλεπῶν, τοὺς τὴν ἱερὰν ὑμῶν μνήμην, ἐπιτελοῦντας εὐσεβῶς, ἀθλοφόροι Κυρίου τετράριθμοι, ἰαμάτων ὡς ἔχοντες, τὴν ἀένναον καὶ θείαν, χάριν πλουσίως.
κ τῆς ἐώας ὡς φαιδροί, μάρτυρες, ἀστέρες προβάντες, ταῖς ἀστραπαῖς καὶ καλλοναῖς, τῆς ὑμῶν ἐναθλήσεως ἅπασαν, οἰκουμένην ηὐγάσατε, ἐν τῇ Δύσει μακαρίως, τελειωθέντες.
Θεοτοκίον
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὅν εὐλογοῦσιν οὐρανῶν, αἱ δυνάμεις, βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας, εὐλογημένη.

ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντὸς
Σταυροτύπῳ τετράδι ταττόμενοι, καὶ Χριστοῦ πανοπλίᾳ φραττόμενοι, τὸν νοητὸν ἐτρέψασθε, Ἀμαλήκ, τροπαιοῦχοι, μάρτυρες θεῖοι· ὅθεν πίστει ὑμᾶς μακαρίζομεν.
Χαρμοσύνων δοτῆρες ἰάσεων, καὶ παθῶν ὀλετῆρες ὑπάρχοντες, τὸν εὐεργέτην ἵλεω, χριστωνύμῳ ποιμνίῳ, μάρτυρες θεῖοι, θέσθε, πίστει ὑμᾶς εὐφημοῦντι ἀεί.
εννάου πηγῆς ἀρυόμενοι, ὡς ἐκ σοροῦ τῶν μαρτύρων ἰάματα, καὶ τοῦ τεμένους χάριτας, σωτηρίους, τιμῶντες, τούτων τὴν μνήμην, καὶ τὸν κτίστην ἀπαύστως δοξάζοντες.
Θεοτοκίον
Τὴν ἁγνὴν καὶ παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ Κύριον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾦ μελῳδοῦμεν, καὶ ὑμνοῦμεν πιστῶς καὶ δοξάζομεν.








ᾨδὴ θ’. Λίθος ἀχειρότμητος
ευστὴν ἀπηπάμενοι κτῆσιν, ὄλβον ὁμοῦ τρυφὴν καὶ δόξαν, κάλλος τε σωμάτων καὶ ῥώμην, διὰ τὴν μέλλουσαν ἀγαλλίασιν, ἐν πολλοῖς ἀγωνίσμασι, μάρτυρες θεῖοι, ἀπειλήφατε.
άσεις παρέχοιτε πᾶσιν, ἡμῖν τοῖς πόθῳ ἐκτελοῦσι, τὴν ὑμῶν ἐτήσιον μνήμην, στεφανηφόροι Κυρίου μάρτυρες, τῶν τῆς ψυχῆς λυτρούμενοι, ἡμᾶς παθῶν καὶ τῶν τοῦ σώματος.
Νῆσον τὴν ὑμᾶς ἐνεγκοῦσαν, καὶ τοῖς σπαργάνοις καὶ λειψάνοις, μάρτυρες, ὑμῶν καυχωμένην, καὶ τῷ τεμένει λαμπρυνομένην φαιδρῶς, ἐκ πάσης περιστάσεως, καὶ ἐναντίων βλάβης ῥύσασθε.                                                                
σοι φιλομάρτυρες, δεῦτε, τοὺς ἀηττήτους ἀθλοφόρους, Θεωνᾶν καὶ Ἥρωναν ὕμνοις, σὺν Πίλλωνί τε καὶ Παῦλον στέψωμεν, τὸν τούτους στεφανώσαντα, Χριστὸν ἐν ὕμνοις μεγαλύνοντες.
Θεοτοκίον
Φρίττουσιν ἀγγέλων αἱ τάξεις, τὸ ὑπερφύσιν ἐννοοῦσαι, ἄχραντε, μυστήριον τῆς σῆς, κυοφορίας, Θεὸν γὰρ τέτοκας, καὶ ὡς υἱὸν ἐθήλασας, τὸν διατρέφοντα τὰ σύμπαντα.

Ἐξαποστειλάριον. Ἦχος β’. Πρός τό· Γυναῖκες ἀκουτίσθητε.
Χορείαν τὴν τετράριθμον, δεῦτε πιστῶς ὑμνήσωμεν, οἱ φιλομάρτυρες πάντες, Ἥρωνα, Παῦλον, Πίλλωνα, καὶ Θεωνᾶν τὸν ἔνδοξον, πρὸς αὐτοὺς ἀνακράζοντες, ὑπὲρ ἡμῶν ποιήσατε, πρεσβείαν, μάρτυρες θεῖοι, πρὸς τὸν τῶν ὅλων δεσπότην.
Θεοτοκίον
Ἐπίβλεψον, πανάχραντε, εἰς τὴν κληρονομίαν σου καὶ τῇ ἀμάχῳ σου ταύτην, συντήρησον δυναστείᾳ, τῆς βασιλείας τὰ σκῆπτρα, ἴθυνον καὶ κραταίωσον τὴν εἰρήνην, ἐπὶ τὰ πέρατα κόσμου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου