ΙΟΥΛΙΟΣ Α΄!!
ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΑΛΑΜΑΝΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου, δευτεροῦντες αὐτά. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Κωνσταντίνου τὰ ἆθλα δεῦτε τιμήσωμεν· δι’ ὧν ἡμῖν πηγάζει, ἡ ἀένναος χάρις, Χριστοῦ τοῦ ζωοδότου καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο.
Ἡ τῶν λειψάνων σου κόνις θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν, καὶ λοιμῶν καὶ κωφεύων, τὴν λύτρωσιν παρέχει· διό σε καὶ νῦν, Κωνσταντίνε πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτοῦ.
Σοῦ τὸ μνημόσυνον Μάρτυς εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα πάθη, τῶν σῶν ἀγωνισμάτων· δι’ ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄῤῥωστοι, τὴν εὐρωστίαν πλουτοῦνται ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν Σωτῆρα Χριστόν.
Δόξα. Ἦχος δ΄.
Κογχύλη αἵματος τοῦ μαρτυρίου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει, Κωνσταντίνε πολύαθλε, τῷ γὰρ Σταυρῷ καθοπλίσας ἑαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ, προθύμως ἑλόμενος. Γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντεκατέστης, καὶ κατήσχυνας πάσας τὰς ἐπινοίας τῶν παρανόμων, ὡς νικητὴς στρατιώτης ὤφθης τοῦ Χριστοῦ· διὸ δυσωποῦμέν σε, ὡς παῤῥησίαν ἔχων, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Τὸν ἀριστέα τοῦ Χριστοῦ, Κωνσταντῖνον τὸν ἀοίδιμον, συνελθόντες οἱ πιστοί, ἐγκωμίοις μαρτυρικοῖς, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸν πρὸς ἐχθροὺς ἀοράτους πόλεμον ὑπελθών, καὶ νομίμως ἀθλήσας, ἀξίως τὸ τῆς νίκης βραβεῖον ἐδέξατο. Καὶ νῦν ἐν οὐρανοῖς, μετ’ Ἀγγέλων χορεύων, τὴν ἀκατάλυτον χορείαν, αἰτεῖται τῇ οἰκουμένῃ, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ὑπερφρονήσας τῶν τῇδε γεηρῶν, παμμάκαρ Κωνσταντίνε πανσεβάσμιε, πρὸς τὸ σκάμμα ἀνδρείως ἔσπευσας, καὶ τῇ πάλῃ δι’ αἵματος, σὺ ἐντέχνως Μάρτυς, τὸν ὑπερήφανον καθελών, ἐκομίσω τῆς νίκης τὸ στέφος, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐκλιπαρῶν δι’ ἡμᾶς, μὴ ἐλλείπῃς Ἀθλοφόρε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Κωνσταντίνε ἔνδοξε ταῖς σαῖς, νευραῖς τῶν λογίων σου, ἐναποπνίξας τοὺς ἄφρονας, τέλος μακάριον, καὶ πνιγμοῖς ὑδάτων, ὑπεδέξω δράκοντα, ἐν τούτοις ἀποπνίξας τὸν ἄσαρκον· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Κόσμος ὡραιότατος δειχθείς, Ἀθλητῶν ἐν χάριτι, μετεβιβάσθης γηθόμενος, πρὸς ὑπερκόσμια, Βασιλεῖ τῶν ὅλων, ἀληθῶς παρίστασαι, σὺν πάσαις οὐρανίαις δυνάμεσι· μεθ’ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Μάρτυς ἀξιάγαστε τὰ σά, λείψανα γηθόμενοι, περιφανῶς ἀσπαζόμεθα, καὶ ἀῤῥυόμενοι, χάριν ἰαμάτων, πόθῳ σὲ γεραίρομεν, καὶ πίστει ἐκτενῶς δυσωποῦμέν σε· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Κωνσταντῖνον τὸν πανένδοξον. Σήμερον, ὡς ἥλιος ἀνέτειλε, καὶ κατεφώτισε τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ ἐπιτελούντων, τὴν μνήμην αὐτοῦ τὴν πανσεβάσμιον.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰαμάτων δοτῆρα θαυματουργόν, καὶ θαυμάτων λαμπτῆρα φωταγωγόν, τοῖς πᾶσιν ἐξέλαμψας, τῇ τοῦ Πνεύματος χάριτι, τῶν παθῶν γὰρ τὴν φλόγα τῇ πίστει δροσίζοντα, τῶν πιστῶν ἐν ταύτῃ τὸ φρόνημα θάλποντα· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τῷ θείῳ τεμένει σου, ἐν αὐτῷ καταφεύγομεν, θεοφόρε Κωνσταντῖνε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς μεγαλύνομεν, καὶ ὑμνοῦντες βοήσωμεν, ἡ τῆς χαρᾶς αἰτία Παρθένε πανύμνητε, τοὺς τιμῶντάς Σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν παντοίων, καὶ νόσων καὶ θλίψεων, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν καὶ διδόναι, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον τόκον Σου.
Μετὰ την β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀσκήσει λαμπρύνας σου τὸ ὀπτικὸν τῆς ψυχῆς, ἀκτῖσιν ἀθλήσεως φωταγωγεῖς τοὺς πιστούς, Κωνσταντῖνε μακάριε· ὅθεν σου τὴν ἁγίαν, καὶ φωσφόρον ἡμέραν, πίστει ἐπιτελοῦμεν, καὶ πιστῶς σοι βοῶμεν· ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανάμωμε τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα σὺν Ἀσωμάτοις Αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί Σε κατὰ χρέος, μόνη πανύμνητε.
Μετὰ τὸν Πολύελεον, Κάθισμα. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθείς.
Ὡς στρατιώτης τοῦ Χριστοῦ ἀκατάπληκτος, καὶ τροπαιοῦχος Ἀθλητὴς καὶ ἀήττητος, τῶν Ἀθλητῶν τὸ καύχημα πανένδοξε, στέφος τὸ ἀμάραντον, οὐρανόθεν ἐκτήσω, χαίρων σὺν Ἀγγέλοις δέ, καὶ χορεύων ἀπαύστως, ταῖς σαῖς πρεσβείαις σῶζε τοὺς πιστῶς, ἀνευφημοῦντας, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους, οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ᾀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Κωνσταντῖνε βοᾶ σοι· θεράπων Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τὸν θεῖον ἀγῶνα Μάρτυς Χριστοῦ, διηγωνισμένος, καὶ τὸν δρόμον τετελεκώς, τὴν πίστιν τηρήσας τῆς ἐνθέου, δικαιοσύνης εὗρες τὸν στέφανον.
Οὐράνιος ἔνδοξε χορευτής, σὺν τοῖς Ἀσωμάτοις, χρηματίζων τοὺς ἐπὶ γῆς, σὲ προσκαλουμένους ἐκ κινδύνων, καὶ περιστάσεως ἐκλύτρωσε.
Μεγίστην τὴν δόξαν παρὰ Χριστοῦ, λαβὼν Ἀθλοφόρε, τὴν γῆν πᾶσαν περιπολεῖς, ῥυόμενος πάντας τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Σοφίαν καὶ λόγον τὸν τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὸ χαλεπόν, θεράπευσον τραῦμα καὶ καρδίας, τὴν ἀλγηδόνα καταπράϋνον.
ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Ὅλος πυρακτούμενος, τῇ θεϊκῇ στοργῇ ἔνδοξε, πῦρ καὶ δεσμά, ξίφη καὶ βασάνους, ὥσπερ ὄναρ λελόγισαι.
Ὕμνοις τὸν ποιήσαντα, προσομιλῶν δειναῖς μάστιξι, Μάρτυς σοφέ, καὶ τὴν θεραπείαν, τῶν μωλώπων δεχόμενος.
Ῥάβδῳ δυναμούμενος τῇ θεϊκῇ, ἐχθροῦ φρύαγμα, ὡς Ἀθλητής, Μάρτυς γενναιόφρων, εὐσθενῶς ἐταπείνωσας.
Θεοτοκίον.
Ἵνα προτυπώσῃ Σου, τὴν ὑπὲρ νοῦν ἁγνὴ κύησιν, βάτος πυρί, ὤφθη καιομένη, οὐδαμῶς φλεγομένη δέ.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Κωνσταντῖνος ἀγωνισάμενος, τὸν δόλιον ᾔσχυνε καὶ στεφανίτης στεῤῥός, Χριστοῦ ἐχρημάτισεν· ὅθεν ταῖς οὐρανίαις, νῦν συνήφθη χορείαις, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων· διὸ τὴν ἱερὰν αὐτοῦ μνήμην, τελοῦμεν πιστῶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ Σου ἄχραντε· ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τοῦ Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Οἰκειώθης τῷ Κτίστῃ σου, θείου μαρτυρίου θεόφρον πάθεσι, καὶ λαμπροὺς στεφάνους ἔνδοξε, παρ’ Αὐτοῦ ἐδέξω ὡς ἀήττητος.
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος ἱμάτιον νῦν ἐνδέδυσαι, τῆς φθορᾶς καὶ τῆς νεκρώσεως, τοὺς χιτῶνας Μάρτυς ἐκδυσάμενος.
Μέχρις αἵματος ἔνδοξε, πρὸς τὴν ἁμαρτίαν ἀγωνισάμενος, νικηφόρος ἀναδέδειξαι, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.
Θεοτοκίον.
Ἐπὶ Σὲ ὁ σωτήριος, Λόγος καταβέβηκεν ἀειπάρθενε, ὥσπερ ὄμβρος καὶ ἐξήρανε, τῆς πολυθεΐας τὰ ὀμβρήματα.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Τεινόμενος τῇ λόγχῃ ἀοίδιμε Κωνσταντῖνε, τεμνόμενος ἔφερες, θείοις ἐλπίσι νευρούμενος.
Συμμέτοχος παθῶν τοῦ Δεσπότου σου χρηματίσας, δόξης ἐκοινώνησας τούτου, καὶ θείαις λαμπρότησι.
Θεοτοκίον.
Θανάτῳ Σου Παρθένε, τὴν ζῶσάν μου ἁμαρτίαν, ζωὴν ἡ κυήσασα, τὴν θανατώσασαν θάνατον.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ὑπέρμαχος πεφυκώς, τῆς εὐσεβείας θερμότατος, καὶ πλάνης στηλιτευτής, εἰδώλων γενόμενος, δαιμόνων φαντάσματα, καὶ παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἐξαφάνισον.
Στερέωμά μου γενοῦ, καὶ τεῖχος Μάρτυς ἀσάλευτος, τὸ ἀσθενὲς καὶ σαπρόν, τὸ τῆς διανοίας μου, στηρίζων Κωνσταντῖνε, ταῖς σαῖς προστασίαις, καὶ φυλάττων ἀδιάπτωτον.
Στρατείας φθοροποιοῦ, καὶ φθειρομένης ἠλόγησας, στρατείαν δὲ τῆς ζωῆς, παμμάκαρ Κωνσταντῖνε, τελείως ἠγάπησας, ἐν ᾗ νικηφόρος, καὶ τὸν κόσμον κατελάμπρυνε.
Θεοτοκίον.
Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόσλημμα τῆς σαρκός, καθ’ ἕνωσιν ἄφραστον, ἐκ Σοῦ ἀπειρόγαμε, περιβεβλημένην, καὶ τὸν κόσμον κατελάμπρυνε.
Κοντάκιον. Ἦχος γ΄.
Κωνσταντίνου σήμερον, τὴν ἱερὰν παντευχίαν, οἱ πιστοὶ ἐν ᾄσμασιν, ἐπιτελοῦμεν συμφώνως· Ἄγγελοι, μετ’ εὐφροσύνης συνευδοκοῦσι, Μάρτυρες, μετ’ εὐφροσύνης νῦν συγκροτοῦσι· διὰ τοῦτο ἀνεδείχθη, Μαρτύρων κλέος, ὁμοῦ καὶ καύχημα.
Ὁ Οἶκος.
Ὁ στεῤῥὸς Ἀθλητὴς καὶ ἱερὸς Κωνσταντῖνος, στρατιώτης τὸ πρὶν ὑπάρχων πρὸς παράταξιν, ἐξῆλθε τῆς πλάνης καὶ τῆς ἀθεΐας. Τὴν τῶν Ἑλλήνων στηλιτεύων θρησκείαν, καὶ ματαιότητα, καὶ μεγαλύνων πίστιν ἀκράδαντον, καὶ ἀληθινὴν τοῦ Βασιλέως Χριστοῦ, ἠμφιεσμένος ὥσπερ ὁπλίτης Αὐτοῦ, τὸν τίμιον Σταυρόν, καὶ ἐγκαυχώμενος σφοδρῶς τοῖς παθήμασι τοῖς θείοις· ὅθεν πάντες ὁμοφρόνως εὐφημοῦμεν· Μαρτύρων κλέος, ὁμοῦ καὶ καύχημα.
Συναξάριον.
Τῇ Α΄ τοῦ Μηνὸς Ἰουλίου, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου τοῦ Ἀλαμάνου καὶ τῶν σὺν αὐτῷ Τριῶν Μαρτύρων, τῶν ἐν Τραχιάδι Κύπρου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Φέγγει τῆς ἄνω φρυκτωρίας, αὐγαζόμενος γενναῖε στρατιῶτα, τοὺς ὑμνοῦντάς σε νῦν, φωτίζεις μελῳδοῦντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὕμνοις τῶν πάντων εὐεργέτην, πυρακτούμενος τῷ ζήλῳ τούτου μάκαρ, καὶ πυρὶ αἰσθητῷ, φλεγόμενος καὶ μέλπων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Αἵμασιν αἷμα συγκεράσας, σοῦ τὸ τίμιον Δεσπότου φιλανθρώπου, κοινωνὸς τῶν αὐτοῦ, ἐδείχθης παθημάτων, ἀναβοῶμεν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τάξεις Ἀγγέλων καταπλήττει, μυστηρίου Σου τὸ βάθος Θεοτόκε, ὁ Θεὸς γὰρ ἐκ Σοῦ σαρκούμενος ὡράθη, ᾯ μελῳδοῦμεν Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Παντοδαπαῖς πανεύφημε, τρικυμίαις κυκλούμενοι, καὶ ταῖς συμφοραῖς τοῦ βίου συνεχόμενοι, προστάτην ὀξύτατον, καὶ συνεργὸν καὶ σύμμαχον, πάντες οἱ πιστοί σε, πρεσβευτὴν τῷ Δεσπότῃ, προσφέρωμεν βοῶντες· μὴ ἐλλείπῃς πρεσβεύειν, καὶ τῶν ἀνυμνούντων, τῆς πανσέπτου σου μνήμην.
Ἁμαρτιῶν ἁλύσεσι, δεδεμένος πανόλβιε, καὶ ταῖς τῶν πταισμάτων μου σειραῖς πεδούμενος, προσφεύγω τῇ σκέπῃ σου, στεφανηφόρε λύσιν αἰτῶν, ἄλλως θαυμαστήν, τὴν πρὸς τὸν ὅλων Δεσπότην, θεόφρον παῤῥησίαν, κεκτημένος δυσώπει, σωθῆναι τοὺς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Μαρτυρικαῖς λαμπόμενος, ἀγλαΐας πανεύφημε, ταῖς ἀγγελικαῖς, συνηριθμήθης τάξεσι· μεθ’ ὧν ἀγαλλόμενος, καὶ συγχορεύων Μάρτυς ᾀεί, θαυματοποιΐαις ἰαμάτων φαιδρύνεις, τοὺς πόθῳ σε τιμῶντας, καὶ πιστῶς μελῳδοῦντας· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μετὰ σαρκὸς ὡμίλησε, τοῖς ἀνθρώποις ὡς εὔσπλαγχνος, ὁ Δημιουργὸς καὶ Λυτρωτὴς τῆς κτίσεως, ἐκ Σοῦ ἀπειρόγαμε, Θεογεννῆτορ ταύτην λαβών· ὅθεν Θεοτόκον, οἱ πιστοὶ Σὲ κυρίως, δοξάζουσι βοῶντες, καὶ πιστῶς μελῳδοῦντες· λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκοή.
Ἰχῶρες νῦν μαρτυρικήν, εὐωδίαν ἀναπέμπουσι χάριτι, καὶ τὰ δυσσώδη ἡμῶν, ἀῤῥήτῳ λόγῳ πάθη διώκουσιν, ἀναπηγάζει τὰ ὁστά, ἰάσεων νάματα, καὶ καταρδεύει ψυχάς, τῶν ὑμνοῦντας τὰ αὐτῶν προτερήματα.
Ὡς μέγα πῦργον τῆς Χριστοῦ Ἐκκλησίας, ἱερῶς σὲ γεραίρομεν, ὡς στύλον ἄσειστον, καὶ ὥσπερ τεῖχος ὄντως ἀπόρθητον, ὡς στρατιώτην δὲ στεῤῥόν, Θεοῦ τοῦ παντάνακτος, ὡς καθαιρέτην ἐχθρῶν, ὡς φωστῆρα νοητὸν ἐν τοῖς πέρασι.
Ἡμέρα πλήρης φωτισμοῦ, εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι Μάρτυς Κωνσταντῖνε· μεθ’ ὧν μνημόνευε ἡμῶν, ἐκ πάσης αἱρέσεως, καὶ χαλεπῶν πειρασμῶν, καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον.
Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω Σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῖς πᾶσι τὰ χαρίσματα, τῶν ἰαμάτων Ἅγιε, σὺ δαψιλῶς παροχεύεις, Κωνσταντῖνε Ἀθλοφόρε, ὡς ἔχων πρὸς τὸν Κύριον, τὴν παῤῥησίαν πάντοτε, τοὺς ἐκ θερμῆς σε πίστεως, προσκαλουμένους προφθάνων, καὶ διασώζεις σοὺς δούλους.
Θεοτοκίον.
Ταῖς Σαῖς ἀγκάλαις ἄχραντε, βαστάσασα τὸν Κύριον, τὸν τῇ ἀχράντῳ παλάμῃ, διακρατοῦντα τὰ πάντα. Αὐτὸν θεομακάριστε, ἱκέτευε ῥυσθῆναί με, χειρὸς δολίου δράκοντος, τὴν ταπεινήν μου καρδίαν, ἐξ ἡδονῆς ψυχοφθόρου.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῇ παμφαεῖ πανηγύρει τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὸν Μάρτυρα. (Δίς)
Τὸν ἀριστέα τῆς ἄνω στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν πολιτείας, συμφώνως συνελθόντες ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· θαυματουργὲ Κωνσταντῖνε Μάρτυς Χριστοῦ, ὑπερεύχου τῶν ὑμνούντων σε.
Τῆς εὐσεβείας τὸν πλοῦτον καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, ἑαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου δῶρον Θεοῦ, σεαυτὸν προσενήνοχας, ἀναπληροῖς ἐν τοῖς ἔργοις μετὰ σπουδῆς, τὴν θεοδώρητόν σου πρόσκλησιν.
Δόξα. Ἦχος δ΄.
Τοῦ μεγάλου Βασιλέως Χριστοῦ τοῦ Θεοῦ, στρατιῶτα Κωνσταντῖνε, χαῖρε καὶ εὐφραίνου, Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, διὰ ζωὴν τὴν αἰώνιον, ἐν οὐρανοῖς γὰρ τὸ σῶμά σου, πᾶσαν νόσον ἀπελαύνειν ἐξ ἀνθρώπων, Χριστὸν Ὃν ἐπόθησας, Αὐτὸς σὲ δοξάζει μακάριε.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου