Πέμπτη 14 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 15. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΚΗΡΥΚΟΣ & ΙΟΥΛΙΤΤΑ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΛΙΟΣ ΙΕ΄!!
ΚΗΡΥΚΟΥ & ΙΟΥΛΙΤΤΗΣ ΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ εἰς β’. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Νηπιόφρονα τύραννον, ἐν τελείῳ φρονήματι, ἀτελεῖ τε σώματι, μάρτυς Κήρυκε, ἀνδρειοφρόνως κατῄσχυνας· διὸ πρὸ βημάτων σε, ἀπηνῶς δικαστικῶν, καταβάλλει θανάτῳ σε, μνηστευόμενος, τὴν ζωὴν τὴν ἀγήρω, ἧς ἐπέβης, ἐν ἀτμίζοντι εἰσέτι, περιῤῥεόμενος αἵματι.

Ὡς κατάκαρπος ἄμπελος, ταῖς ἀρδείαις τοῦ Πνεύματος, Ἰουλίττα ἔνδοξε, τὸν ἐκ σπλάγχνων σου, ἀναβλαστήσαντα Κήρυκον, προσάγεις θυόμενον, καὶ ληνοῖς μαρτυρικοῖς, ἀληθῶς ἐκθλιβόμενον, μεθ' οὗ βλύσασα, κατανύξεως οἶνον, τὰς καρδίας κατευφραίνετε τῶν πίστει, ἐπιτελούντων τὴν μνήμην ὑμῶν.

Αἰκισμοῖς ὁμιλήσασα, καὶ ποικίλαις κολάσεσιν, ἀνδρικῶς ὑπέμεινας Ἀξιάγαστε, τοῖς ὀφθαλμοῖς ἐνορῶσα δέ, υἱοῦ τὴν τελείωσιν, τὸ μαρτύριον διπλοῦν, Ἰουλίττα διήνυσας· ὅθεν νέμει σοι, καὶ διπλοῦς τοὺς στεφάνους, ἀθλοθέτης, ὁ τὴν νίκην τοῖς ἀθλοῦσιν, παντοδυνάμως δωρούμενος.

Δόξα... Ἦχος πλ. β'
Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον· Τίς ἑώρακε νήπιον, τριετῆ ὄντα, τύραννον αἰσχύναντα; ὢ τοῦ θαύματος! Μητέρα ἐθήλαζε, καὶ τιθηνούμενος τῇ γαλουχῷ ἐβόα· Μὴ πτοοῦ μῆτέρ μου, τὰς ἀπειλὰς τοῦ δεινοῦ κοσμοκράτορος· Χριστὸς γὰρ ἐστιν ἡ ἐλπὶς τῶν πιστευόντων εἰς αὐτόν.

Καὶ νῦν... Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.



Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Σήμερον ἀνέτειλεν, ὑπὲρ τῶν ἑωσφόρων, ἡ σεβάσμιος πανήγυρις, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, Κηρύκου τε καὶ Ἰουλίττης, ὡς καταυγάζων τοὺς πιστούς, ἀκτῖσι τῶν ἰάσεων, καὶ μαρτυρίου ταῖς λαμπρότησι. Δεῦτε οὖν φιλέορτοι τῶν τὴν μνήμην τελοῦντες, χαρμονικῶς συνεορτάσωμεν, καὶ εὐσεβῶς ἀναβοήσωμεν· καλλίνικοι Μάρτυρες, ὡς ἔχοντες παῤῥησίαν, πρὸς τὸν οἰκτίρμονα Θεόν, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Χαῖρε καὶ εὐφραίνου, πόλις Ἱκονιέων, τὰ σπάργανα κατέχουσα τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, Κηρύκου τοῦ παμμάκαρος, καὶ Ἰουλίττης τῆς σοφῆς, καὶ πανηγύριζε φαιδρῶς, τὴν θείαν ἄθλησιν αὐτῶν, ὅτι καθεῖλον τὸν βελίαρ, τοῦ Σταυρωθέντος χάριτι, καὶ τῶν Ταρσέων τὰ σεβάσματα, ἀσεβῶν ποσὶν κατεπάτησαν, καὶ ἐναθλήσαντες γενναίως, τὸν τῆς ἀθλήσεως στέφανον, ἀξίως ἐκομίσαντο, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄. Ἀνατολίου.
Ψάλλου τέρπου καὶ εὐφραίνου Ἰκονιέων ἡ πόλις, ὅτι ἐκ σοῦ ἐβλάστησε καρπὸς εὐκλεής, Ἰουλίττα ἡ πάνσοφος καὶ καλλίνικος Μάρτυς. Καὶ ἐξ αὐτῆς ὁ τίμιος παῖς Κήρυκος ὁ φερώνυμος, πασῶν γὰρ μηχανὴν τοῦ τυράννου βελίαρ, ἀνδρικῶς καταπατήσαντες, τοὺς στεφάνους τῆς νίκης ἀξίως ἐκομίσαντο, κηρύξαντες λαοὶ σέβεσθε καὶ προσκυνεῖν τὴν Ἁγίαν Τριάδα, ὅθεν καὶ ἡμᾶς παῤῥησία βοῶμεν, τῷ αὐτοὺς δοξάσαντι Χριστῷ τῷ Θεῷ ἡμῶν, ῥυσθῆναι τῷ κόσμῳ καὶ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.



Εἰς τὸν Στίχον. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος, ὁ τριετὴς γαλουχῶν, τὴν Τριάδα ἐκήρυξε, σὺν Μητρὶ τῇ θεόφρονι, καὶ τὸν τύραννον ἤσχυνε, καὶ ἐναθλήσας, χαίρων ἀπήλειφε, τῆς νίκης στέφος, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὦ παριστάμενος, ἱκέτευε πάντοτε, ὑπὲρ ἡμῶν τῶν τὴν ἱερὰν αὐτοῦ τελούντων ἄθλησιν.

Στ.: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὤ τοῦ παραδόξου θαύματος, ἡ Ἀθληφόρος Χριστοῦ, ὡς ἐλαία κατάκαρπος, ἐν ἀγκάλαις φέρουσα, Ἰουλίττα τὸν Κήρυκον, ἐν τῷ σταδίῳ καθομολόγησε, ἀνδρειοφρόνως, τὸν πάντων Κύριον, καὶ ἐναθλήσασα, σὺν υἱῷ θεόφρονι, στέφος διπλοῦν, χαίρουσα ἀπείληφε, παρὰ Χριστοῦ τοῦ Θεοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὤ τοῦ παραδόξου θαύματος, ὡς ἁγία δεκτά, καὶ τερπνότατα σφάγια, Ἰουλίττα Κήρυκος, σταθερῶς ἐναθλησάντες, τῷ πάντων Κτίστῃ προσηνηνέχθησαν, καὶ νῦν ἀξίως ἀναπαυόμενοι, σὺν Ἀθληταῖς ὁμοῦ, καὶ Ἀγγέλων τάξεσι ἐν οὐρανοῖς, πάντοτε πρεσβεύουσι, εἰς τὸ σωθῆναι ἡμᾶς.

Δόξα. Ἦχος πλ. δ'
Ὁ τριετὴς τὴν Τριάδα ἐκήρυττε, καὶ γαλουχῶν τὴν μητέρα ἐστήριζε. Παῦσον ὦ μῆτέρ μου, τὸν ὀδυρμὸν τῶν δακρύων, ἄνωθεν ὁ Κτίστης βλέπει, καὶ σῴζει τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν αἰώνιον ζωήν, ἀπολαυοῦσαι ποθοῦσαι, ἡ Μάρτυς σου Χριστέ, Ἰουλίττα προθύμως, τοὺς πόνους καθυπήνεγκας, διὰ σὲ τῆς ἀθλήσεως, σὺν Κηρύκῳ τε, τῷ τριετεῖ ταύτης τέκνῳ· ὦν δεήσεσι, τοὺς προσκυνοῦντάς σε ῥῦσαι, ἀνάγκης καὶ θλίψεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Κήρυκον πιστοί, σὺν μητρὶ Ἰουλίττα, τοὺς Μάρτυρας Χριστοῦ, καὶ σεπτοὺς Ἀθλοφόρους, τιμήσωμεν ἐν ᾄσμασι, καὶ πιστῶς μακαρίσωμεν, ὅτι ἤθλησαν, ὑπὲρ τοῦ πάντων Δεσπότου, καὶ ἐδέξαντο, ἐν οὐρανοῖς τοὺς στεφάνους, καὶ θαύματα βρύουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς χριστιανῶν, Παναγία Παρθένε, ὅν ἔτεκες Υἱόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω δυνάμεσι, δοῦναι ἄφεσιν, λογισμῶν ἡμῖν πάσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ᾀεὶ σὲ δοξάζουσι.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν θεῖον Κήρυκον, νῦν εὐφημήσωμεν, σὺν τῇ μητρὶ αὐτοῦ, τῇ χριστομάρτυρι, ὅτι ἐνήθλησαν στεῤῥῶς, καὶ πλάνην τὴν τῶν εἰδώλων, καὶ τὸ θράσος ἔλυσαν, τοῦ τυράννου τὸ ἄθεον, καὶ νῦν εὐφραινόμενοι, σὺν Ἀγγέλοις καὶ Μάρτυσι, πρεσβεύουσι Χριστῷ τῷ Θεῷ, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ἀπειρόγαμον, καὶ πάντων Δέσποινα, τὴν ὑπερέχουσαν, πάσης τῆς κτίσεως, τὴν τὸν ἀσώματον Θεόν, τεκοῦσαν ἀνερμηνεύτως, ἄνθρωπον γενόμενον, ἵνα σώσῃ τὸν ἄνθρωπον, πάντες ἀνυμνήσωμεν, καὶ πιστῶς μακαρίσωμεν, διὸ σὺν τῷ Ἀγγέλῳ βοῶντες· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον μαρτυρικόν, ζήτει εἰς τὸν Ὄρθρον τοῦ Ἁγίου Δημητρίου.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Δεῦτε τῶν ὀρθοδόξων τὰ πλήθη, εὐσεβῶς πανηγυρίσωμεν, τὴν μνήμην τῶν Ἀθλοφόρων, ὅτι ἐβλάστησαν ὡς ἄνθη, τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ διέλαμψαν ὡς ἀστέρες ἐν τῷ τῆς πίστεως στερεώματι, διὰ τῆς στεῤῥᾶς αὐτῶν ὁμολογίας, καὶ παθημάτων τῆς ἀθλήσεως, καὶ νῦν ἐν παῤῥησίᾳ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ἐκτενῶς πρεσβεύουσι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.





Οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Κήρυκον ὑμνῶ σὺν τῇ τεκούσῃ προφρόνως. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Κηρύξαντες Λόγον τὸν ἐκ Πατρός, σαφῶς γεννηθέντα, σαρκωθέντα τε ἐκ μητρός, μάρτυρες τῶν τούτου παθημάτων, διὰ παθῶν καὶ θανάτου γεγόνατε.
ἔνθεος Μάρτυς ὡς φωταυγής, σελήνη συνοῦσα, τῷ Ἡλίῳ τῷ ἐξ αὐτῆς, τεχθέντι Κηρύκῳ πᾶσαν κτίσιν, ταῖς τῶν θαυμάτων ἀκτῖσι φωτίζουσι.
εόντων ἠλλάξω τὰ μηδαμῶς, κινούμενα Μάρτυς, καὶ ἀγκάλαις τὸν σὸν υἱόν, φέρουσα σὺν τούτῳ τῶν ἀνόμων, καὶ διαβόλου τὴν πλάνην ἠμαύρωσας.
πάρχουσα γένους περιφανοῦς, διὰ μαρτυρίου, καὶ βασάνων πολυειδῶν, μάρτυς Ἰουλίττα Βασιλέως, τοῦ ἀθανάτου θυγάτηρ γεγένησαι.
Θεοτοκίον
Κατήργηται θάνατος διὰ σοῦ, καὶ ᾍδου τὸ κέντρον, ἠφανίσθη Μήτηρ ἁγνή· σὺ γὰρ τὸν ἀθάνατον Δεσπότην, θανατωθέντα σαρκὶ ἀπεκύησας.

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.
Οὐρανίων θαλάμων καὶ φωταυγοῦς λήξεως, διαιωνιζούσης τε δόξης κατηξιώθητε, Μάρτυρες ἔνδοξοι, τοῦ διαβόλου τὰ κέντρα, πόνοις τῆς ἀθλήσεως, ἐξαφανίσαντες.
Νεοττὸς ὡς ὡραῖος περιστερᾶς σώφρονος, ταύτην ἐμιμήσω τῷ πλάνῳ ἀντιταττόμενος, ἔνδοξε Κήρυκε, θωπευτικῶς προσελθόντι, καὶ συλῆσαι σπεύδοντι, σὲ τὸν ἀήττητον.
περήφανον ὄφιν εἰς οὐρανοὺς θέμενον, στόμα καὶ τὴν γῆν ἐξαλείφειν κατακαυχώμενον, νήπιον ἄκακον, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, παντελῶς ἠδάφισε, καὶ ἐξηφάνισε.
Θεοτοκίον
Μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικούς Ἄχραντε, Λόγος ὁ τὸ πᾶν οὐσιώσας σοῦ τὴν πανάμωμον, γαστέρα ᾤκησε, καὶ σὰρξ ἀτρέπτως ὡράθη, καὶ βροτοὺς ἐθέωσεν, ὁ ὑπερούσιος.









Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Κήρυκον ὑμνήσωμεν, καὶ τὴν τούτου μητέρα· τῇ τριετεῖ γὰρ τοῦτον ἐκθρέψασα γάλακτι, τῷ Θεῷ θυσίαν, προσήγαγεν ἄμωμον· ὅθεν καὶ τῆς νίκης, σὺν αὐτῷ τοὺς στεφάνους, ἐδέξατο ἄνωθεν, καὶ Χριστῷ συναγάλλονται, πρὸς οὓς πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτερ Θεού, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἰάτρευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, οἴμοι τι ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἠνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος, τότε Δέσποινα, βοήθειά μοι διδῶς, καὶ προστάτης θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
Νηπιάζοντι σώματι, καὶ τελειοτάτῳ Μάρτυς φρονήματι, τὸν ἀρχέκακον κατέβαλες, τὸν τὴν πονηρίαν κακουργήσαντα.
ς κατάκαρπος ἄμπελος, μάρτυς Ἰουλίττα βότρυν ἐξήνθησας, τὸν γενναῖον ὄντως Κήρυκον, μαρτυρίου γλεῦκος ἀποστάζοντα.
Συμπαθῶς ἐνητένιζες, οἷά περ ἀμνὰς ἀρνίῳ τῷ Μάρτυρι, Ἰουλίττα ἀξιάγαστε, σφαγιαζομένη μάρτυς ἔνδοξε.
περήφανον τύραννον, θείᾳ ταπεινώσει περιφραττόμενοι, Ἀθλοφόροι κατεβάλετε, καὶ στεφάνους νίκης ἐκομίσασθε.
Θεοτοκίον.
Νόμοι φύσεως Πάναγνε, ἐν τῇ ὑπὲρ φύσιν κυοφορίᾳ σου· ἐναλλάττονται, τὸν Πλάστην γάρ, ὑπὲρ νοῦν λόγον ἀπεκύησας.

ᾨδὴ ε'. Ἵνα τὶ με ἀπώσω.
Τεινομένη θεόφρον, μάστιξι τὸ σῶμά σου δαπανωμένη τε, τῆς φθορᾶς τὸ πάχος ἐξεδύσω, στολὴν ἐνεδύσω δέ, ἣν ὁ ἐκ Παρθένου, Μονογενὴς σάρκα φορέσας, τοὺς ἀνθρώπους θεώσας ἐνέδυσεν.
γυμνώθης τὸ σῶμα, Μάρτυς παναοίδιμε καταφρονήσασα, σαρκικῆς αἰσχύνης, καὶ ἐχθρὸν τὸν τὴν Εὔαν γυμνώσαντα, Ἰουλίττα πάλαι, καρτερικῶς ἀνδρισαμένη, αἰωνίαν αἰσχύνην ἐνέδυσας.
Κεφαλὴν ἐκτμηθεῖσα, κάραν τὴν τοῦ ὄφεως Μάρτυς συνέθλασας, στερηθεῖσα πλούτου, τὸν οὐράνιον ὄλβον κεκλήρωσαι, μὴ σαλευομένην, παραλαβοῦσα βασιλείαν, μετὰ πάντων Μαρτύρων Πανεύφημε.
Θεοτοκίον
Θεοῦ Θεὸς Λόγος, σάρκα ἀνελάβετο ἔννουν καὶ ἔμψυχον, ἐκ σοῦ Παναγία, καὶ δι' οἶκτον ἐγένετο ἄνθρωπος, καὶ ἐθέωσέ με, τὸν παραβάσει ἀπωσθέντα, ὃν ἱκέτευε σῶσαι τὰ σύμπαντα.
ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.
πέπλευσαν, τῶν ἀπείρων βασάνων, οἱ πανεύφημοι τὸ ἄστατον ὕδωρ, τῇ τοῦ Σταυροῦ, κυβερνήσει καὶ ὅρμῳ, γαληνοτάτῳ σαφῶς προσωρμίσθησαν, βυθίσαντες τὸν Φαραώ, τὸν ἀόρατον αἵματος ῥεύμασι.
Σκιρτᾶ σε, Ἰκονιέων ἡ πόλις, θρεψαμένη, καὶ κομπάζει τῇ μνήμῃ, σοῦ τῇ σεπτῇ, ἡ Ταρσὸς Ἰουλίττα· τοῦ μαρτυρίου ἐν ταύτῃ γὰρ ἤνυσας, τὸ στάδιον σὺν τῷ υἱῷ, καὶ στεφάνων τῆς νίκης ἠξίωσαι.
λόγησας, πολυπλόκων βασάνων, καὶ τρυγὼν ὡραιοτάτη ἐδείχθης, σὺν νεοττῷ, ἀναπτᾶσα καὶ πάντων, ὑπεραρθεῖσα παγίδων τοῦ ὄφεως, Πανεύφημε καὶ εἰς μονάς, οὐρανίους πανσόφως κατέπαυσας.
Θεοτοκίον
Προῤῥίζους, τῷ τμητικῷ σου δρεπάνῳ, τῆς πρεσβείας ἐναπόκοψον Κόρη, τοὺς πονηρούς, λογισμοὺς τῆς ψυχῆς μου, καὶ καρποφόρον ἀνάδειξον δέομαι· ἁπάντων γὰρ τὸν φυτουργόν, τὸν Θεὸν καὶ Σωτῆρα ἐκύησας.

Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν ἀγκάλαις φέρουσα, ἡ χριστομάρτυς, Ἰουλίττα Κήρυκον, ἐν τῷ σταδίῳ μητρικῶς, ἀγαλλομένη ἐκραύγαζε· Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.
Ὁ Οἶκος
Τὸν νοῦν μου φώτισον, Χριστὲ φωτὶ τῶν ἐντολῶν σου, ὅπως ἐπαξίως ἐξισχύσω ὑμνῆσαι τοὺς Ἁγίους σου, καὶ τοὺς ἀγῶνας ἐξειπεῖν· Ποία δὲ γλῶσσα ἐκλαλῆσαι δυνήσεται τοὺς ἄθλους, οὓς ὑπέμειναν, καὶ τὰ ἔπαθλα; Διὸ οὖν σοι προσπίπτω φιλάνθρωπε· Ἄνεσιν παράσχου τῇ ἀθλίᾳ νῦν ψυχῇ μου, δωρούμενός μοι καιρὸν μετανοίας· εἰς τοῦτο γὰρ ἑκὼν ἔλαβες σάρκα, ἵνα πάντας πρὸς ζωὴν ἐπαναγάγῃς, ἧς οἱ Ἀθληταὶ τυχόντες, ἀπαύστως μέλπουσι· Σὺ τῶν Μαρτύρων Χριστὲ τὸ κραταίωμα.















Συναξάριον.
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης.
Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ,
Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ.
Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν.
Αὕτη ὑπῆρχεν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, ὁρμωμένη ἐξ Ἰκόνιου· διὰ δὲ τὸν ἐπικρατοῦντα διωγμὸν ἐκεῖσε, τὸν ἀοίδιμον Κήρυκον τριετῆ ὑπάρχοντα λαβοῦσα, καταλαμβάνει τὴν Σελεύκειαν. Εὑροῦσα δὲ κἀκεὶ τὴν αὐτὴ κατὰ τῶν χριστιανῶν κίνησιν, ἔρχεται ἐν Ταρσῷ τῆς Κιλικίας, ἐν ᾗ Ἀλέξανδρός τις ἡγεμών, ὡμὸς καὶ θηριώδης τὸν τρόπον, τοὺς τὸν Χριστὸν ἐπικαλουμένους ἐτιμωρεῖτο, ὑφ’ οὗ ἡ Μάρτυς συλληφθεῖσα ᾐκίζετο. Ἐκπασθέντος δὲ ἐξ αὐτῆς τοῦ παιδός, σπεύδων ὁ ἡγέμων κολακείαις αὐτὸν πρὸς ἑαυτὸν ἐφελκύσαι, καὶ μὴ δυνηθείς, τῇ μητρὶ μόνον αὐτοῦ ἀτενὲς ἐνορῶντος, καὶ ὑποψελλιζούσῃ τῇ φωνῇ τὸ τοῦ Χριστοῦ ἐπικαλουμένου ὄνομα, καὶ τελευταῖον, λὰξ κατὰ τῆς γαστρὸς τοῦ ἡγεμόνος ὡς εἶχεν ἐντείναντος, ὀργισθεὶς ἐκεῖνος, κατὰ τῶν βαθμίδων τοῦ βήματος ἔῤῥιψεν αὐτόν, ὅς τῇ ἐκεῖσε προσκούσει τὸ κρανίου συντριβεὶς τὴν μακαρίαν ἀφῆκε ψυχήν. Ἡ δὲ Ἁγία Ἰουλίττα, μετὰ πολλὰς τὰς βασάνους μὴ πεισθεῖσα ταὸν Χριστὸν ἐξομώσασθαι, ἀπετμήθη τὴν κεφαλήν, καὶ τὸ στέφανον ἔλαβε τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλιανοῦ.
Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους.
Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους,

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου.
Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Βλαδιμήρου τοῦ ἰσαποστόλου, βασιλέως τῆς Ῥωσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τῆς τιμίας Κάρας τῆς Ὁσίας Ματρώνας τῆς Χιοπολίτιδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.












ᾨδὴ ζ'. Παῖδες Ἑβραίων.
άβδοις συντρίβων σου τὸ σῶμα, ὁ παράνομος θεόφρον Ἰουλίττα, λογισμοῦ τὸ στεῤῥόν, ἐσάλευσεν οὐδόλως· ῥάβδον καὶ γὰρ δυνάμεως, τὸν Σταυρὸν Χριστοῦ κατεῖχες.
μβροις αἱμάτων ἐκχυθεῖσιν, ἐγκατέσβεσαν τὸ πῦρ τῆς ἀθεΐας, οἱ Χριστοῦ Ἀθληταί, κραυγάζοντες προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Φέρουσα Μάρτυς ἐν ἀγκάλαις, ὃν ἐκύησας ἐπέστης τῷ σταδίῳ, καὶ διπλοῦν τὸν καλόν, ἐτέλεσας ἀγῶνα, ἀναβοῶσα, Κύριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
ήμασι σοῖς ἀκολουθοῦντες, μακαρίζομεν γενεαὶ πᾶσαι Κόρη, μακαρίου Θεοῦ, Μητέρα σε δειχθεῖσαν, τοὺς εἰς αὐτὸν πιστεύοντας, μακαρίους ἐκτελοῦντα.

ᾨδὴ η'. Νικηταὶ τυράννου.
Οἱ φαιδροὶ ἀστέρες, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἀπλανῶς πηχθέντες, καὶ τὴν γῆν τοῖς θαύμασι φωταγωγοῦντες, εὐσεβῶς τιμῶνται, ὑπὸ πάντων σήμερον, τῶν ὑμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νέον ὥσπερ κλάδον, ῥίζα θεοφύτευτος οὖσα θεόφρον, τὸν σεπτόν σου γόνον, φέρουσα, ἐμάρανας τῆς ἀσεβείας, τὰ φυτὰ βοῶσα, σὺν αὐτῷ καὶ λέγουσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
σπερ μόσχον νέον, δάμαλις ὑπάρχουσα ὡραιοτάτη, Ἰουλίττα φέρεις, Κήρυκον τὸν ἔνδοξον θυσίαν ζῶσαν, τῷ ἐκ τῆς Παρθένου ἀμνῷ ἀνατείλαντι, καὶ σφαγιασθέντι, δι' ἄκραν εὐσπλαγχνίαν.
Θεοτοκίον
Σαρκωθεὶς ὁ Λόγος, ἐκ τῶν Παναχράντων σου αἱμάτων Κόρη, τοὺς προνενευκότας, πρὸς τὰ ἀλογώτατα τῆς σαρκὸς πάθη, ἐπιγνώσει θείᾳ, ἐθέωσεν ἄχραντε· Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.














ᾨδὴ θ'. Ἔφριξε πᾶσα ἀκοή.
αμα φέρει ἡ σορός, τῶν ἐνδόξων, Ἀθλοφόρων τῇ χάριτι, τοῦ θείου Πνεύματος, ἐπαρδομένη, δεῦτε ἀρύσασθε, καὶ ἁγιάσθητε ψυχάς, καὶ νόσων καθάρθητε, οἱ φιλομάρτυρες, τὸν δοτῆρα τῶν καλῶν μεγαλύνοντες.
ς ῥόδα ταῖς μαρτυρικαῖς, ἐξηνθήσατε κοιλάσι Μακάριοι, ὡς κρίνα εὔοσμα, ὡς Παραδείσου θεῖα βλαστήματα, μυρεψικὴν ὡς ἀληθῶς, στάζοντα τερπνότητα, καὶ τῶν πιστῶν τὰς ψυχάς, εὐωδίᾳ μυστικῇ κατευφραίνοντα.
Στίγμασι τοῖς μαρτυρικοῖς, ὡραιώθητε καλλίνικοι Μάρτυρες, καὶ τοῖς Ἀγγέλοις σαφῶς, ὁμοιωθέντες Θεῷ παρίστασθε, νίκης διάδημα τερπνόν, λαμπρῶς περικείμενοι, καὶ τοῖς τιμῶσιν ὑμᾶς, ἱλασμὸν ἁμαρτιῶν ἐξαιτούμενοι.
Μάρτυς οἷά περ ἀμνάς, ὥσπερ ἄρνα τὸν υἱὸν αὐτῆς φέρουσα, λύκων ἀνάλωτος, μέσον διῆλθε, καὶ εἰς οὐράνιον, μάνδραν ἐσκήνωσεν ἀεί. Τούτων παρακλήσεσι, Κύριε σῶσον ἡμᾶς, τοὺς αὐτῶν τὴν ἱερὰν μνήμην σέβοντας.
Θεοτοκίον
Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.

Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ Ἱερῷ.
Τὴν ἡλικίαν ἀτελής, ἐν φρονήσει τελείᾳ, ὑπῆρξας θαυμαστότατα, Κήρυκε Ἀθλοφόρε, σὺν μητρί τε γαλουχῷ, Ἰουλίττῃ ἤρασθε, τὸ τῆς ἀθλήσεως στέφος, μετὰ πάντων Ἁγίων, ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς, τύχοιμεν τοῦ ἐλέους.
Θεοτοκίον
Χαῖρε παλάτιον τερπνόν, Χαῖρε θρόνε Κυρίου, Χαῖρε σκῆπτρον πανθαύμαστον, Χαῖρε κούφη νεφέλη, χρυσοῦν θυμιατήριον, Χαῖρε Μήτηρ ἄχραντε, τοῦ Βασιλέως καθέδρα, Χαῖρε εὔδιε λιμήν, καὶ προστάτις ἁπάντων, Θεοκυῆτορ Παρθένε.










Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα.
Ἦχος α' Γερμανοῦ
Τὸν γενναῖον Ἀθλητήν, καὶ κήρυκα τῆς πίστεως, σὺν μητρὶ θεόφρονι, ἐπαξίως μακαρίσωμεν· οὗτοι γὰρ καρτερῶς ἐναθλήσαντες, τὸν ἀρχέκακον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀνδρείως κατέβαλον. Διὸ στεφάνους ἔλαβον παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, καὶ πρεσβεύουσιν αὐτῷ, ἐν παῤῥησίᾳ ἀκαταπαύστως, σωθῆναι τοὺς ἐν πίστει ἀνυμνοῦντας, τὴν ἱερὰν αὐτῶν ἄθλησιν. (Δίς)

Ἦχος β' Βυζαντίου
Δεῦτε πιστοί, τοῖς ἐπαίνοις συνελθόντες, στέψωμεν δυάδα παναγίαν, Τριάδος σέβας κατέχουσαν· τῶν γὰρ εἰδώλων τὴν πλάνην, καὶ τῶν τυράννων τὴν ἀπόνοιαν, τοῖς ἑαυτῶν ποσὶ κατεπάτησαν. Τούτους ἀνευφημοῦντες ἀνακράξωμεν, λέγοντες· Χαίροις Ἰουλίττα πανσεβάσμιε, ἡ τὴν γυναικείαν ἀσθένειαν ἀποῤῥιψαμένη, καὶ ἀνδρικῶς ἀγωνισαμένη. Χαίροις Κήρυκε παμμακάριστε, ὁ τριετὴς τῇ ἡλικίᾳ, καὶ τὸν πολυμήχανον ἐχθρὸν καταβαλών. Χαίρετε το ἡμέτερον κλέος καὶ καύχημα, τῶν ἐν πίστει ἑορταζόντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν, οὓς ἱκετεύομεν πρεσβεύειν ἀεὶ τὸν τῶν ὅλων Κύριον, τῷ κόσμῳ δωρηθῆναι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ αὐτός. Τοῦ Μαυρολέοντος
Ὁ ἐκ σπαργάνων πεπληρωμένος χάριτος, καὶ ἐσχηκὼς πεπολιωμένον φρόνημα, ἐν τῇ νίκῃ τῶν ἀγώνων σου μάρτυς Κήρυκε, αἴτησαι σὺν τῇ μητρί σου Χριστὸν τὸν Θεόν, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, ὡς τῆς Τριάδος μέγας ὁμολογητής.

Ἦχος δ΄.
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, ὁ φοβερὸς ὁ θάνατος τοῖς ἄνθρώποις, μετὰ δὲ τὸ ἔνδοξον πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, φοβερὸς ὁ ἄνθρωπος τῷ θανάτῳ. Οὗτος ἐνίσχυσαν οἱ Ἀθλοφόροι, καὶ ἔνδοξοι Μάρτυρος, οὗτῳ κατήργησαν πάσαν, τοῦ ἐχθροῦ τὴν δύναμιν, ταῖς αὐτῶν ἱκεσίαις, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος β΄
Νήπιος ἀνεφάνης ἐν Μάρτυσι, τέλειος ἐδείχθης τῷ φρονήματι, ἀφ' οὗ τὸν ἄναρχον Λόγον ἐδέξω Πανεύφημε, τὸ πῦρ οὐκ ἐδειλίασας τῶν παρανόμων. Σὺν τῇ μητρὶ σου τὸν Κτίστην ἱκέτευε, ἵνα σώσῃ ὡς Σωτὴρ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡραϊσθέντες εὐκλεῶς Ἀθλοφόροι, κρουνοῖς αἱμάτων τοῦ σεπτοῦ μαρτυρίου, ὑπερφυῶς ἀθλήσαντες δοξάσαντες Χριστόν, Κήρυκε θεόσοφε, καὶ σεμνὴ Ἰουλίττα, τοῦτον ἱκετεύσατε, ἀμορφοῦσαν ψυχήν μου, καθωραΐσαι Μάρτυρες σεπτοί, ὅπως γεραίρω, ὑμᾶς θείοις ᾄσμασι.
Δόξα.
Ὡς εὐσεβείας ἐραστὰς Ἀθλοφόροι, ὡς Ἐκκλησίας ἀρῤἁγεῖς θεμελίους, ὡς οἰκουμένης πρέσβεας καὶ Μάρτυρας Χριστοῦ, πίστεως ἐρείσματα, ὡς Τριάδος Ἁγίας, παναρίστους κήρυκας, δυσωποῦμεν ἐν πίστει, σαλευομένους πλάνου προσβολαῖς, ὑμῶν ἁγίαις, εὐχαῖς στερεώσατε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Περιαντλούμενοι ἀεὶ οἱ τάλανες κύμασι βίου δεινοῖς, σωστικῇ πρεσβείᾳ, ἡμᾶς διασώσατε, σεπτοὶ Μεγαλομάρτυρες, πρὸς γαλήνιον ὅρμον, ἵν’ ἐν γαλήνῃ τῷ πνεύματι, αἴνεσιν Θεῷ ἀναπέμψωμεν.
Παῦλος ὡς ἔφησεν ἡμᾶς κατέλαβον λίαν καιροὶ χαλεποί, ὅθεν Ἀθλοφόροι, ἡμᾶς προστατεύοντες, μὴ παύσητε δεόμεθα, καὶ γὰρ ἄνευ τῆς θείας, ὑμῶν προνοίας μακάριοι, πάντες ἀληθῶς ἀπολλύμεθα.
Τὴν ἀθλιότητα ὁρῶν ἣν κέκτημαι οἴμοι ὁ τάλας ἐγώ, πώρωσιν καρδίας, νοός τε τὴν ζόφωσιν, στενάζω ὀδυρόμενος, τῆς ἀθλίας ψυχῆς μου, ὁλοσχερῆ τὴν ἀπώλειαν, ῥύσατέ με ὅθεν προστάται μου.
Θεοτοκίον.
Ἄλλην οὐ κέκτημαι θερμὴν βοήθειαν εἰ μὴ Σὲ Κόρη ἁγνή, ὅθεν με νοσοῦντα, καὶ κατατρυχόμενον, παντοίοις ἀῤῥωστήμασι, τὴν ὑγείαν παράσχου, ὡς τετοκυῖα τὸν σύμπαντα, κόσμον ὑγιώσαντα χάριτι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Οὐρανοὺς ὑπερβάντες πανευκλεεῖς Μάρτυρες, καὶ τῷ φιλανθρώπῳ Δεσπότῃ ὡς ἐντυγχάνοντες, ἡμᾶς τοὺς κάτω ἀεί, ἐκνενευκότας ἑλκύσαι, ἄνω ἱκετεύσατε, ὦ μεγαλώνυμοι.
Χαλεπῶς ἀῤῥωστοῦντα ψυχῇ καὶ σώματι Μάρτυρες, καὶ ἐξαπορούμενον πάσης ἐλπίδος Ἅγιοι, ἰάσατέ με ὑμῶν, τῶν πρεσβειῶν τῷ φαρμάκῳ, ὅπως μέλπω πάντοτε, ὑμᾶς σωζόμενος.
Παῤῥησίαν ὡς σχόντες μεγίστην νῦν Μάρτυρες, πρὸς Χριστὸν Ὃν μέσῳ σταδίου ἀνεκηρύξατε, πικροῦ θανάτου ἡμᾶς, καὶ τυραννίδος τοῦ ᾅδου, ῥῦσαι ἱκετεύσατε, ὦ μεγαλώνυμοι.
 Θεοτοκίον.
Ἐν ἡμέρα δίκης Σὺ βοηθὸς φάνηθι, πεπλημμεληκότος ἀφρόνως ἄχραντε Δέσποινα, καθικετεύουσα, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην, πάντα παραβλέψαι μου, τὰ ἀνομήματα.
Διάσωσον, ἀπὸ κινδύνων Σοὺς δούλους δυὰς ἁγία, ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ζωῆς ἡμῶν ὡς θεῖοι, καὶ συμπαθεῖς προστάται.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχεις ἡμῖν τοῖς πίστει προσιοῦσί σοι, ὦ δυὰς πανεύφημε, Ἀθλοφόρε Κήρυκε πάνσοφε, καὶ Ἰουλίττα Μάρτυρες Χριστοῦ, γοργῶς οἱ ἀείποτε ἡμᾶς προφθάνοντες.



ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Τῇ τοῦ Χριστοῦ θείᾳ ἀγάπῃ πυρούμενοι Ἀθλοφόροι, αἰκισμοὺς ἠνέγκατε, καρτερικῶς, χαίροντες σοφοί, καὶ ἡμᾶς τῇ θείᾳ αὐτοῦ ἀγάπῃ δεόμεθα, στηρίξατε ἵν’ ὅπως ἐν εἰρήνῃ τὸν βίον, διελθόντες αὐτῷ συναφθείημεν.
Δόξα Θεῷ τῷ φιλανθρώπῳ τοὺς Μάρτυρας τοῖς ἀνθρώποις πρέσβεις ἀναδείξαντι, ἁμαρτιῶν πρὸς ἐξιλασμόν, ἐξ ὧνπερ τοὺς θείους νῦν καὶ ἡμεῖς οἱ ἀνάξιοι, πλουτοῦμεν Ἰουλίτταν, σὺν θείῳ τῷ Κηρύκῳ, τοὺς ὡς ὄντως ἐνθέρμους καὶ ἔμφρονας.
Δόξα Θεῷ τῷ φιλευσπλάγχνως δωρήσαντι, ψυχῶν θείους ἰατροὺς καθαίροντας, ἕλκη δυσώδη τῶν ἁμαρτιῶν, ἐν οἷς καὶ οἱ θεῖοι, καὶ συμπαθεῖς ἡμῶν πέλουσι, μεσῖται καὶ προστάται, Κήρυκος σὺν τῇ θείᾳ Ἰουλίττῃ, οὓς νῦν καὶ γεραίρομεν.
 Θεοτοκίον.
Δόξα Θεῷ τῷ διὰ ἔλεος ἄφατον, σαρκωθῆναι, ὅλως εὐδοκήσαντι, ἐκ τῆς ἁγνῆς Κόρης Μαριάμ, γένους τῶν ἀνθρώπων, πρὸς ἐπανάκλησιν ἔνθεον, ἐκ τῆς ἀποστασίας πρὸς τὴν υἱοθεσίαν, ἐν ᾗ πάντες σωζόμεθα χάριτι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἵνα τί οὐκ ἀπόσχη, αἰσχρᾶς ἐργασίας ψυχή μου ταλαίπωρε; ἰδοὺ ἡ ἐσχάτη προσεγγίζει ἡμέρα καὶ βάσανος, σὲ δεινὴ προσμένει, ἀλλ’ οὖν ἐγείρου καὶ ἐν πίστει, ἐκκαλοῦ καὶ σωθήσῃ τοὺς Μάρτυρας.
Συνειδήσεως ὅλως, ἐλέγχους μὴ φέρων, πικρῶς καταδύρομαι, ἑκὼν γὰρ ὁ τάλας, ἁμαρτάνων οὐ παύομαι Μάρτυρες, ὅθεν μετανοίας ἰσχὺν δωρήσατέ μοι θεῖοι, ἱκεσίαις ὑμῶν πρὸς τὸν Κύριον.
Τοῦ βορβόρου τῶν ἔργων, δυὰς ἡ φιλεύσπλαγχνος Μαρτύρων ῥῦσαί με, Κήρυκε σὺν θείᾳ, Ἰουλίττῃ μητρί σου θεόφρονι, καὶ γὰρ παροργίζω τὸν κτίσταντά με ὑπερμέτρως, ὅθεν μέλλω εἰς πῦρ παραπέμπεσθαι.
Θεοτοκίον.
Γοερὰν ἀναπέμπω, φωνὴν πρὸς Σὲ Μῆτερ Θεοῦ ὁ ταλαίπωρος, κίνδυνοι γὰρ ἅδου με κατέλαβον, ὅθεν ἀπέγνωσμαι, σῶσόν με πρεσβείαις, πρὸς τὸν Υἱόν Σου εὐπροσδέκτοις, τὴν ἐλπίδα ἐνθεῖσά μοι κρείττονα.









ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥερύπωμαι, καὶ δυσώδης γέγονα, πράξας ἄτοπα δεινὰ ὁ παντλήμων, καὶ νῦν τίς οὖν σπλαγχνισθήσεται ἄλλος, καὶ ἐκαθάρῃ με ῥύπου τὸν ἄθλιον; Εἰ μὴ προστάται μου ὑμεῖς, οἱ ζωὴν μου ἀεὶ προστατεύοντες.
Σύνες ψυχή, σὴν ἀξίαν πάντολμε, Θεὸς πέπονθε ἑκὼν ὑπὲρ σοῦ γάρ, παῦε οὐκοῦν, ἁμαρτάνουσα παῦε, καὶ ἕως ἔχεις καιρὸν μετανόησον, καὶ μάλιστα ἐφ’ ᾧ καιρῷ, ᾧ καὶ τοὺς Μάρτυρας ἔχεις συλλήπτορας.
Τὴν δέησιν, τὴν οἰκτράν μου Μάρτυρες, μὴ παρίδητε θερμῶς ἱκετεύω, ἀλλὰ ψυχῆς μου τὸν πόθον πρεσβείαις, ὑμῶν πληγώσατε κἄν τε ἀνάξιος, τυγχάνω ὅλως ὁ οἰκτρός, σφόδρα ὅμως σωθῆναι ἐπείγομαι.
 Θεοτοκίον.
Βασίλισσα, οἷάπερ παρίστασαι, τοῦ Μεγάλου Βασιλέως τῷ θρόνῳ, βασιλικαῖς οὖν χρωμένη πρεσβείαις, κατὰ παθῶν τῶν ἐχθίστων ἐνίσχυσον, ἡμᾶς τοὺς πόθῳ Σε ἀεί, εὐσεβῶς Θεοτόκον κηρύττοντας.
Διάσωσον, ἀπὸ κινδύνων Σοὺς δούλους δυὰς ἁγία, ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ζωῆς ἡμῶν ὡς θεῖοι, καὶ συμπαθεῖς προστάται.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀλγηδόνας ὑπὲρ τοῦ Χριστοῦ ὑπεμείνατε, φρικτὰς ὄντως καὶ μελῶν ὑμῶν θρίψιν πάνσοφοι, τὰ ὡς ὄντως ἀγαθὰ ἀποσκοποῦντες σαφῶς, διὰ τοῦτο καὶ ἐν οὐρανοῖς, συνδοξαζόμενοι Αὐτῷ, αἰωνίως ἀγάλλεσθε, τάχος οὖν εἰς πρεσβείαν, νῦν σπεύσατε Ἀθλοφόροι, ὑπὲρ ἡμῶν τῶν ἐν δεινοῖς, ὄντων ὦ Μεγαλομάρτυρες.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόλυται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτίσασθαι τὰς ψυχὰς ἡμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σῶμα νοσηρώτατον, ψυχὴν δεινῶς ἁμαρτῶσαν, κέκτημαι ὁ ἄθλιος, ὅθεν θεῖοι Μάρτυρες σφόδρα φθείρομαι, κατατρυχόμενος, ἐξ ἀμφοτερώθεν, ὅθεν θέαμα οἰκτρώτατον, κεῖμαι ὁ δύστηνος, σπεύσατε ἐμὲ οὖν ἰάσασθαι, εὐχαῖς ὑμῶν μακάριοι, ταῖς πανευπροσδέκτοις πρὸς Κύριον, ἵνα μεγαλύνω, σωζόμενος ὑμᾶς ὦ Ἀθληταί, καὶ Βασιλείας τῆς ἄνωθεν, καταξιωθήσομαι.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Γνώμης ἐμῆς ἐκδυσωπῶ σε, τὸ ἀκόλαστον εἰς σωφροσύνην τρέψον, σαῖς λιταῖς ἵν’ ὅπως, ἁγνότητι καρδίας, Χριστόν μου ἀνυμνολογῶ, Ἀθλητὰς εἰς τοὺς αἰῶνας.
Μάρτυς θεόφρον Ἰουλίττα, διασκέδασον τὸ σκότος τοῦ νοός μου, πρὸς Θεὸν εὐχαῖς σου ἵνα ψάλλω, φωτιστικῶς Κυρίῳ μου, Χριστομάρτυς εἰς αἰῶνας.
Οἴμοι ψυχὴ φιλαμαρτήμων, πῶς στησόμεθα ἡμέρᾳ τῇ τῆς δίκης; ῥυπαροὶ καὶ ᾄδειν ὡς δεῖ μὴ ἐγνωκότες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Πτῶσιν τὴν σὴν θρηνεῖ ἡ κτίσις, ψυχὴ πάντολμε ἀλλ’ ἔγειρε δραμοῦσα, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ μόνῃ Θεοτόκῳ, τῇ δυναμένῃ σώζειν σε, εὐχερῶς εἰς τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἀδελφοὶ οἱ βουλόμενοι σωθῆναι, θείοις Μάρτυσι νῦν προσπέσωμεν αἰτοῦντες, τὴν τῆς ψυχῆς ὑγείαν καὶ τοῦ σώματος, πίστει τε καὶ πόθῳ, Κύριον ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ἱκεσίαις ὑμῶν πρὸς τὸν Δεσπότην, Ἰουλίττα σεμνὴ καὶ Κήρυκε θεόφρον, παθῶν ἡμῶν ἐσμὸν διασκεδάσατε, τῆς ἐπουρανίου, θείας Βασιλείας, ἡμᾶς καταξιοῦντες.
Διὰ Σὲ ἐκχυθέντος τοῦ τιμίου, θείου αἵματος Μαρτύρων πανοικτίρμων, γενοῦ ἡμῖν τοῖς δούλοις Σου νῦν ἵλεως, Χριστὲ δυσωποῦμεν, Σοῦ τὴν Βασιλείαν, χαρίζων εἰς αἰῶνας.
Θεοτοκίον.
Τοῦ Θεοῦ τὴν Μητέρα εὐλογοῦντες, οἱ πιστοὶ ἐκ ψυχῆς παυσώμεθα μηδόλως, καὶ γὰρ αὐτή, ἀγαθωσύνης πέλαγος, πᾶσιν ἀνεδείχθη, γένει τῶν ἀνθρώπων, εἰς πάντας τοὺς αἰῶνας.





ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ψυχῆς μου σωφροσύνης ἐπιμελοῦ, καὶ γὰρ αὕτη κατὰ Χρυσοῤῥήμονα, κατ’ ἐξοχήν, εἴρηται καὶ πέλει ἁγιασμός, διὸ ὁ σώφρων πώποτε, πλημμελεῖ καὶ μάλιστα ἐν ᾧ καιρῷ, κέκτηται προστασίαν θείαν τινὰ καθώσπερ, σὺ τοὺς σεπτοὺς Κυρίου Μάρτυρας.
Δικαίως καταβρῶξαί με ἐκζητεῖ, φρυαττόμενος κατεναντίον μου, ὁ πονηρός, θέλημα γὰρ πράξας τὸ ἑαυτοῦ, ἀλλ’ ὅμως τῇ μεγίστῃ σου, Μάρτυς συμπαθείᾳ τῇ πρὸς ἐμέ, αὐτοῦ ἐκ τῶν παγίδων, σοφὲ λύτρωσαι τάχος, θεόφρον τὸν συνωνυμοῦντά σοι.
Προσπίπτοντά με δέξαι μακαριστή, Ἰουλίττα ἐμὲ τὸν πανάθλιον, σὲ δυσωπῶ, Μάρτυρος Κηρύκου τοῦ σοῦ υἱοῦ, οἰκτρότατον συνώνυμον, καὶ ἐκ περιστάσεων χαλεπῶν, διάσωσον ὡς σχοῦσα, Κυρίῳ παῤῥησίαν, ὑπὲρ Αὐτοῦ ὡς ἐναθλήσασα.
Θεοτοκίον.
Ὡραία ἡ εἰκὼν καὶ περικαλλής, Σοῦ ὑπάρχει Παρθένε Μητρόθεε, χάριν τὴν Σήν, ἐν αὐτῇ ἐξέχεα δαψιλῶς, ὅθεν ὦ θυμηδία μου, παράκλησις ψυχῆς μου ἀντιβολῶ, τρυφᾶν ἀξίωσόν με, αὐτῆς τῇ θεωρίᾳ ἀεί, καὶ βράβευσον Σὸν ἔλεος.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Πρότερον πληρώσαντες τὴν ᾠδήν, τῶν Χριστοῦ Μαρτύρων ἐξαιτούμενοι τῶν ψυχῶν, ἡμῶν τὸ συμφέρον, νῦν δεῦτε τούτους πόθῳ, πιστοὶ ἐνθέοις ᾄσμασι μεγαλύνωμεν.
Χαίρετε πανένδοξοι Ἀθληταί, Μάρτυρες Κυρίου, εὐσεβείας οἱ ἐρασταί, πίστεως ἁγίας, οἱ κήρυκες καὶ θεῖοι, ὁπλῖται καθελόντες, τὸν μέγα δράκοντα.
Χαίρετε Μαρτύρων ἡ καλλονή, στύλοι Ἐκκλησίας, οἱ ἀστέρες οἱ φαεινοί, οἱ τὴν οἰκουμένην, αὐγάζοντες τῇ αἴγλῃ, αἱμάτων μαρτυρίου, ὦ τρισμακάριστοι.
Χαίρετε ὡς ὄντως μακαριστοί, οὐρανοὺς ἐνδόξως, οἱ πολεύοντες Ἀθληταί, οἱ περὶ τὸν θρόνον, Παντάνακτος Κυρίου, σὺν πᾶσι τοῖς Ἁγίοις περιχορεύοντες.
Χαῖρε τῶν Μαρτύρων ἡ ξυνωρίς, χαῖρε Ἰουλίττα, σὺν Κηρύκῳ τῷ σῷ υἱῷ, χαίρετε τοῦ κόσμου, φαιδροὶ ζωολαμπτῆρες, καὶ πλάνης καθαιρέται, Μεγαλομάρτυρες.
Κήρυκον συνάμα τούτου μητρί, Ἰουλίττῃ θείᾳ μεγαλύνωμεν οἱ πιστοί, ὡς παρισταμένους, ὑπὲρ παντὸς τοῦ κόσμου, ἐνθέρμως τῇ Τριάδι, τοὺς θεοκήρυκας.
Πάντων ὑπερεύχεσθε Ἀθληταί, σωτηρίας ὅπως, ἐπιτύχωμεν ἐν Χριστῷ, ᾧ ἀνήκει δόξα, τιμὴ μεγαλωσύνη, καὶ ὕμνος ἐξ ἁπάσης σαφῶς τῆς κτίσεως.
Αἰνοῦμεν εὐλογοῦμεν Μῆτερ ἁγνή, καὶ Σὲ προσκυνοῦμεν, καὶ δοξάζομεν οἱ πιστοί, καὶ δοξολογοῦμεν, καὶ Σὲ εὐχαριστοῦμεν, διὰ τὴν πρὸς ἡμᾶς Σου, μεγίστην πρόνοιαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐν σταδίῳ τὸν Χριστόν, Μάρτυρες ἀνδρείως ἀθλοῦντες, ὁμολογήσατε, Ἄγγελοι ἐθαύμασαν, τῆς καρτερίας ὑμῶν, τὸ στεῤῥόν τε καὶ ἔμψυχον, ὑμνοῦντες τὸν Κτίστην, τὸν οἷα τελέσαντα ἐν τοῖς βροτοῖς θαυμαστά, τοῦτον οὖν ἀεὶ δυσωπεῖτε, ὑπὲρ τῶν ἐν πίστει καὶ πόθῳ, νῦν παρακαλούντων ὑμᾶς Ἅγιοι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου