ΙΟΥΛΙΟΣ ΚΓ’!!
ΙΕΖΕΚΙΗΛ ΠΡΟΦΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τοῦ
Ἱερομάρτυρος ἐκ τοῦ Μηναίου, καὶ γ’ τοῦ Προφήτου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ἰεζεκιὴλ
θαυμάσιε, τὴν ὑπὲρ νοῦν ἀστραπήν, καὶ τὴν δόξαν τὴν ἄῤῥητον, τοῦ Κυρίου
πάνσοφε, Χερουβὶμ ἐνθεώτατα, ἐποχουμένην καὶ ἐπιβαίνουσαν, καὶ ὑμνουμένην,
μυρίοις στόμασι, νοῦ καθαρότητι, νοερῶς τεθεάσαι, προκαθαρθείς, σῶμα καὶ
διάνοια, θεομακάριστε.
Ἰεζεκιὴλ
θεόληπτε, ὡς τοῦ Χριστοῦ μιμητής, ἀλλοτρίου ὀφλήματος, τιμωρίας ἤνεγκας,
χαλεπῶς ἐταζόμενος, προδιαγράφων ὥσπερ τὴν μέλλουσαν, διὰ Τιμίου, Σταυροῦ
γενήσεσθαι, κόσμῳ σωτήριον, θεοφάντορ λύτρωσιν ἧς μετασχεῖν, πάντας νῦν
δυσώπησον, τοὺς ἀνυμνοῦντάς σε.
Ἰεζεκιὴλ
θεσπέσιε, τὴν κεφαλίδα λαβών, ἐκ χειρὸς Παντοκράτορος, τὴν σαφῶς τοῦ μέλιτος,
γλυκυτέραν τῷ στόματι, ἱεροφάντης θεοπτικώτατος, καὶ μυστολέκτης, καὶ ὑποφήτης
σοφέ, σὺ ἐχρημάτισας, τῷ παραπικραίνοντι παρὰ Θεοῦ, δήμῳ παναοίδιμε, σκοπὸς
διδόμενος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
πιστῶν περιποίησις, ἁμαρτανόντων λιμήν, ἀμελούντων διόρθωσις· χαῖρε ψυχαγώγημα,
θλιβομένων βοήθεια· παραμυθία χαῖρε ψυχῶν ἀγαθή· τῶν ἀσθενούντων χαῖρε ἡ ἴασις·
χαῖρε συνάλλαγμα, πρὸς Θεὸν μεσίτρια, τῶν Σεραφίμ, πάντων ὡς ὑπάρχουσα,
ἁγιωτέρα σεμνή.
Ἢ
Σταυροθεοτοκίον.
Τί
τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων
ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι ὁ πᾶσι νέμων ζωήν· ἡ Θεοτόκους,
κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον τὸν ἐξ αὐτῆς, ἀῤῥήτως
ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Ἀπολυτίκιον.
Τοῦ Προφήτου. Ἦχος γ’. Θείας πίστεως.
Θείου
Πνεύματος, τῇ ἐπιπνοίᾳ, προκατήγγειλας, Θεοῦ Προφῆτα, ἐσομένων μυστηρίων τὴν
ἔκβασιν, τὴν τοῦ Σωτῆρος ἀπόῤῥητον κένωσιν, καὶ αἰωνίων νεκρῶν τὴν ἀνάστασιν, Ἰεζεκιὴλ
ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ ἀκροστιχίς: Θεῖον Ἰεζεκιήλ,
ἱεροῖς ὕμνοισι γεραίρω. Θεοφάνους.
ᾨδὴ
α᾿ Ἦχος πλ. δ’. ᾌσωμεν τῷ Κυρίῳ.
Θέλοντι εὐφημῆσαι, Ἰεζεκιὴλ
τὸν ὑποφήτην Σου, δωρεάν μοι παράσχου, εὐεργέτα τὴν χάριν τοῦ Πνεύματος.
Ἔχων τὰς ἀναβάσεις, Ἰεζεκιὴλ
ὁ ἱερώτατος, τῶν ἀῤῥήτων αὐτόπτης, τοῦ Κυρίου τὴν δόξαν αὐγάζεται.
Ἴθυνάς σου τὸν βίον, καὶ τῷ
λογισμῷ δὲ τὰ σκιρτήματα, τῆς σαρκὸς
ὑποτάξας, ὑποφήτης ἐδείχθης θεόληπτε.
Θεοτοκίον.
Ὅλος πεφωτισμένος, κατ’
ἀνατολὰς τὴν πολυΰμνητον, ἐστραμμένην Σὺ πύλην, προφητεύεις Παρθένον
θεόπνευστε.
ᾨδὴ
γ’. Σὺ εἶ τὸ στερέωμα.
Νέκρωσιν κτησάμενος, τὴν
τῶν παθῶν ὁρᾷς ἔνδοξε, τὴν τῶν νεκρῶν προζωγραφουμένην, ὡς Προφήτης ἀνάστασιν.
Ἵλεως γενόμενος, τῷ ἑαυτοῦ
Θεὸς πλάσματι, θεῖον σκοπόν, σὲ τοῖς πλανωμένοις, θεοφάντορ ἀνέδειξεν.
Ἔθελξέ σε ἔνδοξε, ἡ τῆς
θεότητος ἔλλαμψις, τοῖς Χερουβὶμ ἐπικαθημένη, θεοῤῥῆμον σοὶ φάνασα.
Θεοτοκίον.
Ζῶσαν ὁ Προφήτης Σου,
προβλεπτικοῖς ὁρᾷ ὄμμασι, παρθενικὴν διατηρουμένην, εὐεργέτα Σοι εἴσοδον.
Ὁ
Εἱρμός.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων Σοι
Κύριε· Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων· καὶ ὑμνεῖ Σε τὸ πνεῦμά μου.
Κάθισμα.
Ἦχος γ’. Τὴν ὡραιότητα.
Λόγου
τὴν σάρκωσιν, προδιετράνωσας, τῷ θείῳ Πνεύματι, καταυγαζόμενος, μέγιστε θεῖε Προφητῶν,
Ἰεζεκιὴλ θεόπνευστε· ὅθεν ὡς Προφήτην σε, ἱερῶς μακαρίζομεν, καὶ πανηγυρίζομεν,
ἐν τῇ μνήμῃ σου σήμερον, συμφώνως σοι σοφὲ ἐκβοῶντες· πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Ὁ ὐπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι'
ἀγαθότητα, τὸ καθ' ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ
θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν Ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν,
δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.
Ἢ
Σταυροθεοτοκίον. Ὅμοιον
Ἡ ἀπειρόγαμος, ἁγνὴ
καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς,
θρηνολογοῦσα ἔλεγε· Τί σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ
ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν
θείαν συγκατάβασιν.
ᾨδὴ
δ’. Εἰσακήκοα Κύριε.
Ἐπὶ σὲ χεὶρ ἐγένετο, ἡ τοῦ
σοῦ Δεσπότου καὶ Παντοκράτορος, τὰ ἀπόῤῥητα διδάσκουσα, καὶ φωτίζουσά σε θεῖα
δόγματα.
Κατιδεῖν ὡς ἠξίωσαι,
ἐνθεαστικῶς τὰ θεῖα θεάματα, ἐπὶ πρόσωπον ἐπέπεσες, καὶ φωνῆς ἀκούεις θείου
Πνεύματος.
Ἰσραὴλ ἐξαπέστειλε, τῷ
παραπικραινόντι παμμακάριστε, ὡς Προφήτην σε καὶ κήρυκα, ὁ Δεσπότης πάντων
χρίσας Πνεύματι.
Θεοτοκίον.
Λαμπομένην τεθέασαι, Ἰεζεκιὴλ
τὴν πύλην τὴν ἔνθεον, ἣν διόδευσας ὁ Κύριος, κεκλεισμένην ταύτην διεφύλαξε.
ᾨδὴ
ε’. Ὀρθρίζοντες βοῶμέν σοι.
Ἰεζεκιὴλ μάκαρ θεόληπτε,
ἐπιστρέφειν, πᾶσιν ἁμαρτάνουσι, κατεγγυήσω τοῖς λόγοις σου.
Ἐν πᾶσιν ἐμιμεῖτο τὸν
Κύριον, ὁ Προφήτης· ὑπὲρ ἀλλοτρίων γάρ, ἁμαρτημάτων ᾐκίζετο.
Ῥητόρων σε αἰ γλῶσσαι οὐ
σθένουσιν, εὐφημῆσαι· ὑπερουρανίῳ γάρ, κατεκοσμήθης λαμπρότητι.
Θεοτοκίον.
Ὁ θεῖος ἐθεώρει σε πύλην Ἰεζεκιήλ,
δι’ ἡμῖν ἔλαμψεν, ὁ φωτοδότης πανάμωμε.
ᾨδὴ
στ’. Χιτῶνά μοι παράσχου.
Ἰδεῖν κατηξιώθης τὸν Θεόν, Προφῆτα
θεσπέσιε, πάσης ἐμφάσεως, ὑλικῆς, ὡς καθαρθεὶς παμμακάριστε.
Σωμάτων ὑπεράνω γεγονώς,
ἐπήρθης μετάρσιος, ῥώμῃ τοῦ Πνεύματος, καὶ φωτὸς εἰλικρινοὺς ὤφθης ἔμπλεως.
Ὑπέρτιμον τὸν βίον ἐσχηκώς,
χορείαν οὐράνιον, ὕμνους ἐκπέμπουσαν, θεωρεῖς τῶν Χερουβὶμ Παντοκράτορι.
Θεοτοκίον.
Μητέρα καὶ Παρθένον ἀληθῶς,
ἐν τύπῳ τεθέασαι, πύλην πολύφωτον, τῷ Θεῷ καὶ τοῖς βροτοῖς μεσιτεύουσαν.
Ὁ
Εἱρμός.
Χιτώνά μοι παράσχου φωτεινόν, ὁ
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Συναξάριον.
Τῇ
ΚΓ’ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰεζεκιήλ
Ἰεζεκιὴλ
ἑβράϊζε κἂν πόλῳ,
Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ.
Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ.
Οὗτος
ἦτο υἱὸς τοῦ Βουζί, ἀπὸ τὴν γῆν τοῦ Ἀριρὰ τὴν ἱερατικήν, καὶ ἐπροφήτευσε
χρόνους εἴκοσιν, ἐπρόλαβε δὲ τὴν ἕλευσιν τοῦ Χριστοῦ χρόνους τετρακοσίους
ἑβδομηκονταεπτά. Ὅτε δὲ ἠχμαλωτίσθησαν οἱ Ἑβραίοι εἰς τὴν Βαβυλῶνα, ὑπῆγε καὶ
αὐτὸς ὁμοῦ μὲ αὐτούς, καὶ ἀφ’ οὗ ἐπροφήτευσε πολλὰς προφητείας εἰς τὸν λαὸν τῶν
Ἰουδαίων, ἔδωκε καὶ τοῦτο τὸ παράδοξον σημεῖον· ἤγουν ὅτι πρέπει νὰ προσέχωσιν
εἰς τὸν ποταμὸν τῆς Βαβυλῶνος τὸν καλούμενον Χοβάρ, καὶ ὅταν ἴδωσιν ὅτι
ξηραίνεται, τότε νὰ ἐλπίζωσιν ὅτι θὰ ἐπανέλθωσιν εἰς τὴν Ἱερουσαλήμ. Μίαν
φοράν, συνάχθησαν εἰς αὐτὸν Ἑβραῖοι πολλοί, επειδὴ ἐφοβήθησαν, μήπως οἱ
Βαβυλώνιοι σηκωθῶσι κατ’ αὐτῶν καὶ τοὺς θανατῶσωσιν, ὅθεν ὁ Προφήτης ἔκαμε νὰ
σταθῇ τὸ νερὸν τοῦ ποταμοῦ, καὶ περάσαντες αὐτὸν οἱ Ἑβραῖοι ἀντίπεραν ἐσώθησαν.
Οἱ δὲ Βαβυλώνιοι, ἐπειδὴ ἐτόλμησαν νὰ κυνηγήσωσιν αὐτούς, κατεποντίσθησαν εἰς
τὸν ποταμόν. Οὗτος διὰ προσευχῆς του, ἐχάρισε μίαν φορὰν εἰς τοὺς πεινῶντας
Ἑβραῖους, πλουσίαν τροφὴν ἀπὸ ὀψάρια, καὶ εἰς ἄλλους, οἵτινες ελιποθύμουν,
ἐχάρισε ζωήν, καὶ παρηγορίαν. Οὗτος μίαν φοράν, ὅτε οἱ ἐθνικοὶ ἔβλαπτον τὸν
Ἰσραηλιτικὸν λαόν, ὑπῆγεν εἰς τοὺς πρώτους τῶν εθνικῶν, καὶ ποιήσας ἔμπροσθέν
των θαυμάσια, ἐφόβισεν αὐτούς, καὶ τοὺς ἔκαμεν νὰ παύσωσιν ἀπὸ τοῦ νὰ βλάπτωσι
τὸν Ἰσραήλ.
Ἐπειδὴ
δὲ οἱ Ἰσραηλῖται ἐφώναζον, ὅτι: ἐχάθη ἡ
ἐλπίς μας, καὶ πλέον δὲν ἐλπίζομεν νὰ ἐλευθερωθῶμεν ἀπὸ τὴν αἰχμαλωσίαν, ὁ
Προφήτης οὗτος μὲ τὸ θαῦμα τῶν νεκρῶν κοκκάλων, τὰ ὁποῖα εἶδεν ἐν ὀπτασίᾳ,
ἔπεισεν αὐτοὺς ὅτι εἶναι ἐλπὶς ἐλευθερίας εἰς τὸ Ἰσραήλ. Οὗτος εἶδε τὸν τύπον
τοῦ ναοῦ, καθὼς τὸν εἶδε καὶ ὁ Μωϋσῆς, καὶ εἶπεν ὅτι πάλιν θέλει κτισθῇ, καθὼς
τὸ εἶπε καὶ ὁ Δανιήλ. Οὗτος ἐτιμώρησεν εἰς τὴν Βαβυλῶνα τὴν φυλὴν τοῦ Γάδ,
ἐπειδὴ αὐτὴ ἐφέρετο ἀσεβῶς μὲν εἰς τὸν Κύριον, ἐνομίζετο δὲ ὅτι φυλάττει τὸν
νόμον Κυρίου, ὅθεν ἔκαμε νὰ θανατώσωσιν οἱ ὄφεις τὰ βρέφη καὶ τὰ κτήνη αὐτῶν,
καὶ ἐπροεῖπεν ὅτι δι’ αὐτοὺς δὲν θέλει ἐπιστρέψει ὁ λαὸς τοῦ Ἰσραὴλ εἰς τὴν
Ἱερουσαλήμ, ἀλλὰ θέλουσι μένει εἰς τοὺς Μήδους, ἕως οὗ νὰ ἀφήσωσι τὴν πλάνην
καὶ τὴν κακίαν των. Διὰ τοῦτο καὶ ἡ φυλὴ αὕτη τοῦ Γάδ, μὴ ὑποφέρουσα νὰ ἀκούῃ
ταῦτα, ἐθανάτωσε τὸν μακάριον τοῦτον Προφήτην, ὡς ἐναντιούμενον καθ’ ἑκάστην
ἡμέραν καὶ ἐλέγχοντα αὐτήν, διότι ἐπροσκύνει τὰ εἴδωλα. Ἔθαψε δὲ αὐτὸν ὁ λαὸς
τοῦ Ἰσραὴλ εἰς τὸν ἀγρὸν Θούρ, ἐν τῷ τάφῳ τοῦ Ἀρφαξάδ. Εἶναι δὲ ὁ τάφος αὐτοῦ
σπήλαιον διπλοῦν, διπλοῦν δὲ λέγεται, ὅτι εἶναι ἀπόκρυφον, ἔχων ἐσωτερικῶς
γυρίσματα, τὰ ὁποῖα ἐδείκνυον αὐτὸ ὅτι ἦσαν δύο σπήλαια. Ἦτον δὲ ὁ Προφήτης
οὗτος κατὰ τὸν χαρακτῆρα τοῦ σώματος μακροκέφαλος, σύμμετρος εἰς τὸ μέγεθος,
ξηρὸς εἰς τὸ πρόσωπον, καὶ τὸ γένειον ἔχων δασύ, καὶ μακρόν, καὶ ὀξύ
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς τῶν
Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ τοῦ ἐκ Σινώπης
Φῶς Κυρίου,
ἔνδοξε Φωκᾶ, φωτίσαν,
σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον.
σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον.
Οὗτος
ἦν ἐπὶ Τραϊανοῦ τοῦ βασιλέως, προσαχθεὶς δὲ Ἀφρικανῷ τῷ ἐπάρχῳ, καὶ ἐρωτηθεὶς
παρ’ αὐτοῦ, θεολογεῖ παῤῥησία, καὶ διδάσκει τὴν εἰς Χριστὸν πίστιν. Ἐπιχειρήσας
δὲ ὁ Ἀφρικανὸς βλασφημῆσαι εἰς τὸν Χριστόν, καὶ τὸν Μάρτυρα κακῶσαι, σεισμοῦ
ἐπιγενομένου, ἐξαίφνης καταπεσὼν μετὰ τῶν στρατιωτῶν ἄπνους ἔκειτο, ἀλλὰ τοῦτον
μὲν ὁ Ἅγιος ἀνέστησε, δεηθείσης αὐτὸν τῆς αὐτοῦ γυναικός. Ἄγεται δὲ πρὸς τὸν
βασιλέα Τραϊανό· καὶ κηρύξας τὸν Χριστόν, ξέεται κρεμασθείς, καὶ εἰς ἄσβεστον
ἐμβάλλεται, καὶ ἐν λουτρῷ σφοδρῶς ἐκκαέντι κατακλεισθείς, καὶ εὐξάμενος τῷ Θεῷ
τὸ πνεῦμα παρέδωκεν.
Κατὰ
τοὺς χρόνους τοῦ ἀρχηγοῦ τῶν Σαρακηνῶν Μάλτσαβα, ἀνὴρ ὀνόματι Περσινάκιος
ἐπιάσθη ὑπὸ αὐτῶν, καὶ ἀφ’ οὗ ἐφόρεσαν αὐτὸν σίδηρα, καὶ τὸν ἐξαγκώνισαν,
εὑρίσκετο κατὰ γης ἐῤῥιμένος. Οὕτω λοιπὸν εὑρισκόμενος, ἐπεκαλέσθη τὸν Ἅγιον
Φωκᾶ, λέγων· Ἅγιε Μάρτυς Φωκᾶ, ἐλέησόν με
καὶ λύτρωσαί με ἀπὸ τὴν ἀνάγκην μου ταύτην καὶ ἀπὸ τὰ δεσμά. Λέγων δὲ ταῦτα
ἐκοιμήθη ὀλίγον, καὶ ἰδοὺ βλέπει τὸν Ἅγιον εἰς σχῆμα ἱερέως, λέγοντα αὐτῷ· Σηκώθητι, σηκώθητι ἐπάνω καὶ φύγε.
Ἐξύπνησας δὲ εὗρε τὸν ἑαυτόν του λυμένον ἀπὸ τὰ σίδηρα καὶ τὰ δεσμά, ὅθεν εὐθὺς
ἀνεχώρησεν ἀβλαβής. Φθάσας δὲ εἰς τὸν οἶκόν του, κατ’ ἕτος ἑόρταζε τὸν Ἅγιον
καὶ εὐχαρίστει τὸν Θεόν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἀπολλιναρίου καὶ
Βιταλίου, ἐπισκόπων Ῥαβέννης Ἰταλίας
Tὸν Ἀπολλινάριον
ἐκτετμημένον,
ἔσπευσε Bιτάλιος αὐτίκα φθάσαι.
ἔσπευσε Bιτάλιος αὐτίκα φθάσαι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀπολλώνιος, τοξευθεὶς
καὶ εἰς πῦρ βληθείς, τελειοῦται.
Ἀπολλωνίῳ
διπλόμοχθος ἡ πάλη,
μοχθοῦντι πρὸς πῦρ καὶ τὰ τῶν τόξων βέλη.
μοχθοῦντι πρὸς πῦρ καὶ τὰ τῶν τόξων βέλη.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἑπτὰ Μάρτυρες οἱ
ἐν Καρθαγένῃ, ξίφει τελειοῦνται.
Ἀθληταὶ ἑπτὰ
θανατωθέντες ξίφει,
Xριστῷ πάρεισιν Ἅγιοι τῷ Ἁγίῳ.
Xριστῷ πάρεισιν Ἅγιοι τῷ Ἁγίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων, τῶν ὑπὸ Βουλγάρων ποικίλοις τιμωριῶν τρόποις τελειωθέντων, ἐπὶ
Νικηφόρου τοῦ βασιλέως
Ἄνδρας
δικαίους καὶ τρόποις οὐ ποικίλοις,
ἄνδρες φονεῖς
κτείνουσι ποικιλοτρόπως.
Νικηφόρος
ὁ βασιλεύς, ὁ ἐπικαλούμενος Πατρίκιος, καὶ γενικὸς λογοθέτης, κατὰ τον ἔννατον
μὲν χρόνον τῆς βασιλείας του ἐν ἔτει δὲ ἀπὸ Χριστοῦ ῳια΄ (811), ἐκβῆκεν ἀπο τὴν
Κωνσταντινούπολιν διὰ νὰ πολεμήση τοὺς Βουλγάρους μὲ ὅλα του τὰ στρατεύματα,
ἔχων μεθ’ ἑαυτοῦ καὶ τὸν υἱόν του Σταυράκιον καὶ τὸν γαμβρόν του Μιχαήλ.
Συγκροτήσας λοιπόν, τὸν πόλεμον μετὰ τῶν Βουλγάρων, ἐνίκησεν αὐτοὺς κατὰ κράτος
καὶ τρόπαιον περιφανέστατον ἤγειρεν, ὑπερηφανευθεὶς ὅμως διὰ τὴν τοιαύτην
νίκην, ὡς ἐλαφρὸς εἰς τον νοῦν, ἐκάθητο τρυφῶν, καταγινόμενος μὲν εἰς
φαγοπότια, ἀμελῶν δὲ τὰ βασιλικὰ προστάγματα. Αὕτη δὲ ἡ ἀμέλεια ἔκαμε τοὺς
Βουλγάρους νὰ λάβωσι θάῤῥος, ὅθεν μίαν νύκτα, ἐπιπεσόντες αἰφνιδίως κατὰ τῶν
Ῥωμαϊκῶν στρατευμάτων, συνέλαβον ζωντανὸν τὸν βασιλέα μὲ ὅλην τὴν σύγκλητον,
καὶ πολλοὺς φόνους ἐποίησαν, χωρὶς νὰ σπλαγχνισθῶσι οὐδὲ αὐτὸν τὸν βασιλέα. Καὶ
ὅσοι μὲν στρατιῶται χριστιανοί, ἐκτυπήθησαν θανατηφόρως, εὐθὺς ἀπέθανον, ὅσοι
δὲ δὲν ἐκτυπήθησαν θανασίμως κατέφυγον εἰς τοὺς ἐκεῖ δασυτέρους τόπους καὶ τὰ
λαγκάδια, ὅσοι δὲ ζωντανοὶ ἐπιάσθησαν, ἐτιμωρήθησαν μὲ διάφορα βάσανα διὰ νὰ
ἀρνηθῶσι τὸν Χριστόν, καὶ νὰ πιστεύσωσιν εἰς τὴν θρησκείαν τῶν Σκαφῶν. Ὅθεν
ἐπειδὴ οἱ Βούλγαροι ἠνάγκαζον αὐτοὺς νὰ ἀρνηθῶσι τον Χριστόν, οἱ δὲ χριστιανοί,
ἀνθίσταντο ἰσχυρῶς λέγοντες, ὅτι προτιμῶσι μᾶλλον νὰ ἀποθάνωσι, παρὰ νὰ
ἀρνηθῶσι τὴν εὐσέβειαν. Τούτου χάριν ἐθανατώθησαν μὲ δεινούς, καὶ μὲ
πολυτρόπους θανάτους. Διότι ἄλλοι μὲν ἀπὸ αὐτοὺς ἀπεκεφαλίσθησαν διὰ ξίφους,
ἄλλοι δὲ ἐκρεμάσθησαν, ἄλλοι ἐτοξεύθησαν μὲ πυκνὰ βέλη, καὶ ἄλλοι
κατεδικάσθησαν μὲ φυλακὰς καὶ πεῖναν καὶ δίψαν. Καὶ οὕτως ὅλοι τελειωθέντες,
ἔλαβον οἱ μακάριοι τοὺς ἀφθάρτους στεφάνους τῆς αθλήσεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἄννης τῆς ἐν τῷ Λευκαδίῳ
Σὸς δέσμιος
νοῦς σαρκικὰς ῥίψας πέδας,
εἴργοντος Ἄννα μηδενὸς Θεὸν βλέπει.
εἴργοντος Ἄννα μηδενὸς Θεὸν βλέπει.
Αὕτη
ἡ Ἁγία ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως Θεοφίλου τοῦ εἰκονομάχου, ἐν ἔτει
ῳκθ΄ (829), καταγομένη μὲν ἀπὸ γένος λαμπρόν, καὶ περιφανές, ἔχουσα δὲ πλοῦτον
καὶ περιουσίαν πολλήν. Ταύτην τὴν Ἁγίαν ἐπεμελεῖτο ἡ μήτηρ της νὰ ἀναθρέψη μὲ
κοσμιότητα καὶ εὐλάβειαν, ἐπειδὴ ὁ πατήρ της εἶχεν ἀποθάνη πρότερον, ἡ δὲ μήτηρ
τῆς Ἁγίας ζήσασα μὲ αὐτὴν ὀλίγον καιρόν, ἀπέθανεν ἀφ’ οὗ ἡ Ἁγία ἐσύναξεν εἰς
τὸν ἑαυτόν της ὅλα τὰ καλά, καὶ τὰς ἀρετὰς καὶ μὲ τὴν ἐδικήν της προαίρεσιν καὶ
μὲ τὴν παρακίνησιν τῆς μητρός της. Ὅθεν ἔγινεν ἡ μακαρία Ἄννα κυρία πλούτου
πολλοῦ, απὸ τὸν ὁποῖον ἐμοίραζεν εἰς τοὺς ἐνδεεῖς τὰς ἀναγκαίας των χρείας. Ἐνῶ
δὲ ἡ Ὁσία αὕτη ἐφημίζετο μὲ τὰ τοιαῦτα καλὰ ἔργα, ἠκολούθησε νὰ ἔλθη εἰς τὴν
βασιλείαν τῶν Ῥωμαίων, ἄνθρωπός τις, Ἀγαρηνὸς μὲν κατὰ τὸ γένος, πονηρὸς δὲ
κατὰ τὸν τρόπον. Ἦτο δὲ τότε βασιλεύς, ὁ Μακεδὼν Βασίλειος ἐν ἔτει ῳξζ΄ (867).
Ὁ Ἀγαρηνὸς λοιπὸν αὐτός, ἐζήτησεν ἄδειαν ἀπὸ τὸν βασιλέα νὰ λάβη γυναῖκα τὴν
μακαρίαν Ἄνναν, ὁ δὲ βασιλεύς, ἔδωκεν εἰς αὐτὸν τὴν ἄδειαν, ἀλλ’ ἡ ἀοίδιμος
Ἄννα δὲν ἔστεργε νὰ κάμη τοῦτο, ὅθεν ἐδοκίμαζε πολλὰς θλίψεις καὶ στενοχωρίας
ἀπὸ τὸν μιαρὸν Ἀγαρηνόν. Καὶ ὁ μὲν Αγαρηνός, ἐφιλονείκει καὶ ἔλεγεν ὅτι θὰ τὴν
λάβη γυναῖκα, ἡ δὲ Ἄννα παρεκάλει τὸν Θεόν, μὲ δάκρυα καὶ προσευχάς, νὰ τὴν ελευθερώση
ταχέως ἀπὸ τὸν πειρασμὸν αὐτόν. Ὅθεν εἰσακούσας ὁ Θεὸς τὴν προσευχήν της,
ὑστέρησε μὲ τὸν βιαστὴν Ἀγαρηνὸν ἀπὸ τὴν παροῦσαν ζωήν, ἐτελείωσε δὲ τὸ θέλημα
τῆς Ἄννης τῆς φοβουμένης αὐτόν. Τί δὲ ἐκ τούτου ἠκολούθησεν; ἀπέῤῥιψεν ἡ
μακαρία Ἄννα ὅλα τὰ τοῦ βίου πράγματα, καὶ ἐμβάσα εἰς ἕνα ναὸν τῆς Θεοτόκου,
ἔδωκεν ἑαυτὴν εἰς νηστείαν, εἰς προσευχήν, εἰς ἀγρυπνίαν καὶ εἰς ἐγκράτειαν,
διότι εἰς ὅλην τὴν ἑβδομάδα ἔμενε νηστική.
Ὅθεν
τόσον πολλὰ κατεμάρανε τὸ σῶμά της, ὥστε ἐφαίνοντο ἔξωθεν ὅλα τὰ νεῦρα καὶ οἱ ἁρμοὶ τῶν μελῶν, ἐπειδὴ δηλαδὴ
αἱ σάρκες κατεξηράνθησαν ἀπὸ τὴν ὑπερβολικὴν σκληραγωγίαν καὶ σχεδὸν
ἐνεκρώθησαν, διὰ τοῦτο καὶ ἡ ἐσωτερικὴ σύνθεσις καὶ οἱ ἁρμοὶ τῶν νευρῶν, καθαρὰ
ἐγνωρίζετο ἔξωθεν καὶ μόνον τὸ δέρμα εὑρίσκετο ἐπάνω εἰς τοὺς ἁρμοὺς καὶ τὰ
κόκκαλα. Μὲ τὴν τοιαύτην λοιπὸν ζωήν, διῆλθεν ἡ Ἁγία χρόνους πεντήκοντα, ἔπειτα
ἀσθενήσασα ὀλίγον, παρέδωκεν τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ. Τὸ δὲ πολυπαθές,
καὶ καρτερικὸν αὐτῆς σῶμα, ἐβλήθη ἀπὸ τοὺς συγγενεῖς της εἰς θήκην καὶ
ἐνεταφιάσθη εἰς ἕνα τόπον, ὅπου καὶ ἄλλοι πολλοὶ συγγενεῖς της εὑρίσκοντο
ἐνταφιασμένοι. Ἀφ’ οὗ δὲ παρῆλθον χρόνοι πολλοί, ἄνθρωποί τινες ἐνοχλούμενοι
ἀπὸ ἀκαθαρτα πνεύματα, ὑπῆγον καὶ ἐξέβαλον ἀπὸ τὸν τάφον τὸ σῶμα τῆς Ἁγίας, τὸ
ὁποῖον εὑρέθη λαμπρόν, σῶον ἄφθαρτον καὶ γέματον ἀπὸ πᾶσαν εὐωδίαν θεϊκήν τε
καὶ ἀνθρωπίνην. Ἐκ τῆς χάριτος δὲ τοῦ λειψάνου τούτου δαίμονες ἐδιώχθησαν,
τυφλοὶ ἀνέβλεψαν, χωλοὶ περιεπάτησαν, καὶ ἁπλῶς, πᾶσα ἀσθένεια διὰ τὴν ὁποίαν
οἱ ἄνθρωποι πάσχουσι, καὶ τότε καὶ τώρα δι’ αὐτοῦ ἰατρεύεται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βιταλίου, τοῦ ἐν
Ῥαβέννῃ Ἰταλίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Πελαγίας τῆς Τηνίας
Πελαγία
πέλαγος χαρίτων εὗρε
τῆς Θεοτόκου
θεράπαινα ὀφθεῖσα
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θύρσου, ἐπισκόπου Καρπασίας τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Συμεὼν τῆς
Ἐμμέσας τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ
θαύματος ὑπὸ τῆς Θεοτόκου τῆς Ζωοδόχου Πηγῆς ἐν τῇ ἐν Πάρῳ Μονῇ Λογγοβάρδας εἰς
τοὺς 125 νέους, τοὺς καταδικασθέντας ὑπὸ τῶν Γερμανῶν εἰς θάνατον, ὅτε τούτους
διέσωσεν, ἐν ἔτει 1944.
Ἡ χάρις Σου
Ἄχραντε τοὺς ἐν κινδύνοις,
Οἷς οἶδας
τάχιστα ἐκρύεται τρόποις.
Ἀληθές ἐστι
καὶ πανθομολογούμενον, ὅτι πάντες σχεδὸν οἱ χριστιανοί, καὶ ἄνδρες καὶ γυναῖκες,
καὶ λαϊκοὶ καὶ κληρικοί, καὶ μεγάλοι καὶ μικροί, καὶ πλούσιοι καὶ πτωχοί, καὶ ἄρχοντες
καὶ ἀρχόμενοι, καὶ στρατιῶται καὶ ἰδιῶται, εἰς τὰς θλίψεις, τὰς στενοχωρίας, τὰς
συμφοράς, τὰς ἀσθενείας, τοὺς πολέμους, τοὺς κινδύνους, καὶ ἐν γένει εἰς τὰς ἀπορίας
καὶ ἀνάγκας τῶν ἐπικαλουμένων εἰς βοήθειαν καὶ μεσιτείαν τὴν Ὑπεραγίαν
Θεοτόκον. Πάντες κατὰ τὰς ἀνωτέρω περιστάσεις εἰς τὸ στόμα των, εἰς τὰ χείλη καὶ
τὴν καρδιά των, ἔχουν τὸ ὄνομα τῆς Παναγίας. Παναγία μου! Παναγία σῶσόν με!
Παναγία φύλαξον! Παναγία βοήθησον! Παναγία μεσίτευσον πρὸς τὸν Υἱόν Σου τὸν
μονογενῆ! Καὶ ἡ Παναγία, πάντας τοὺς μετὰ πίστεως καὶ εὐλαβείας ἐπικαλουμένους
Αὐτὴν βοηθεῖ, σώζει καὶ παρέχει πᾶσιν ὡς φιλόστοργος καὶ φιλεύσπλαγχνος Μήτηρ τῶν
Χριστιανῶν, ὡς Μήτηρ ἀληθῶς τοῦ Φιλευσπλάγχνου καὶ Παντοδυνάμου Θεοῦ καὶ Πατρὸς
Οὐρανίου τὰ αἰτήματα πρὸς τὸ ἑκάστου συμφέρον.
Διὰ τοῦτο
καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἐλάχιστοι, οἱ ἐν τῇ Ἱερᾷ σεβασμίᾳ Αὐτῆς Μονῇ τῇ ἐπιλεγομένῃ
Ζωοδόχῳ Πηγῇ Λογγοβάρδας οἰκοῦντες, κατὰ διαφόρους καιρούς, καὶ ἰδίως κατὰ τοὺς
χρόνους τῆς ὑπὸ τῶν Ἰταλο-Γερμανῶν κατοχῆς (1941-1944), εἰς τὰς θλίψεις, εἰς τοὺς
κινδύνους καὶ τὰς συμφοράς μας, μὴ ἔχοντες ἄλλον βοηθόν, ὅλην μας τὴν ἐλπίδα εἰς
τὴν Παναγία, τὴν Μητέρα τοῦ Θεοῦ ἀνεθέσαμεν. Αὐτὴν μετὰ πίστεως ἐπεκαλέσθημεν,
καὶ μόνον τῇ βοηθείᾳ καὶ μεσιτείᾳ Αὐτῆς διεσώθημεν.
Ἐκ τῶν πολλῶν
κινδύνων, ἐξ ὧν θαυμασίως διέσωσεν ἡμᾶς, τρεῖς ἀναφέρομεν:
Θαῦμα πρῶτον: Ἐπὶ τῆς κατοχῆς τῶν Ἰταλῶν,
καλοθεληταί τινες, ἴσως διὰ νὰ φανῶσιν εὐχάριστοι εἰς τοὺς Ἰταλούς, κατέθεσαν, ὅτι
ἡ Μονὴ κρύπτει ὑπὸ τὸ ῥάσον Ἄγγλους στρατιώτας καὶ ἀξιωματικούς. Τοῦτο ἤρκεσε νὰ
ἐκδώσῃ διαταγὴν χωρὶς καλῶς νὰ ἐξετάσῃ ὁ Ἰταλὸς Διοικητὴς Κυκλάδων εἰς
στρατιώτας Ἰταλούς, νὰ ἔλθωσι καὶ καύσωσι τὴν Μονήν, καὶ τοὺς μοναχούς. Καὶ ἡ μὲν
διαταγὴ ἐδόθη, ἀλλὰ ἡ Κυρία Θεοτόκος, ἡ Ὑπέρμαχος καὶ ἀπροσμάχητος βοηθὸς τῆς
Μονῆς, ἀῤῥήτοις τρόποις διεσκέδασε τὴν παράνομον βουλήν, καὶ διαταγὴν τοῦ
παρανόμου διοικητοῦ καὶ ἔνευσεν εἰς τοὺς ἀποσταλέντας στρατιώτας νὰ προβῶσιν πρῶτον
εἰς ἔρευναν τῶν Ἄγγλων καὶ ἀφοῦ τοὺς συλλάβωσι τότε νὰ πυρπολήσωσι τὴν Μονήν. Εἰς
τοῦτο προετράπησαν ὑπὸ τοῦ καλοῦ φίλου τῆς Μονῆς καὶ χρηστοῦ πολίτου καὶ Ἕλληνος
Ἀντωνίου Τιαφοκέρη εἰς τὸν ὁποῖον ἀπεκάλυψαν τὴν ἀπόφασιν τοῦ διοικητοῦ. Οἱ
στρατιῶται μὴ εὑρόντες Ἄγγλους δὲν ἐξετέλεσαν τὴν διαταγήν. Οὕτω ἡ Κυρία
Θεοτόκος θαυμασίως διέσωσε τὴν Μονήν Της.
Θαῦμα δεύτερον: Τὴν 30ὴν Ἀπριλίου τοῦ 1943,
Παρασκευὴν τῆς Διακαινησίμου, ἡμέραν τῆς ἑορτῆς τῆς Ζωοδόχου Πηγῆς, ἐλθὼν εἰς τὴν
Μονὴν ὁ Ἰταλὸς διοικητὴς τῆς νήσου μετ’ ἄλλων στρατιωτῶν τὴν πρωΐαν κατὰ τὴν ὥραν
τῆς Θείας καὶ Ἱερᾶς Λειτουργίας, συνέλαβον τὸν ἐκ Φωκίδος Ἱερομόναχον Ἠλίαν
Σιδέρην καὶ τὸν ἐκ Γορτυνίας μοναχὸν Γρηγόριον Ἀτσάλην, ἀδελφοὺς τῆς Μονῆς, τοὺς
ὁποίους ἀφοῦ ἀνέκριναν παρέπεμψαν πρῶτον εἰς τὰς φυλακὰς Σύρου καὶ κατόπιν εἰς
τὰς ἐν Καλλιθέᾳ Ἀθηνῶν. καθ’ ἥν στιγμὴν ἀπήγοντο οἱ ἀδελφοί, ὁ Ἡγούμενος μεθ’ ὅλων
τῶν ἀδελφῶν τῆς Μονῆς εἰσῆλθον εἰς τὸν Ναὸν τῆς Μονῆς διὰ νὰ ἀποχαιρετήσουν τοὺς
ἀδελφοὺς τοὺς ἀπαγομένους εἰς καταδίκην. Ἡ στιγμὴ ἐκείνη ἦτο ἄκρως συγκινητική.
Ἡ χαρμόσυνος ἡμέρα τῆς ἑορτῆς μετετράπη εἰς ἡμέρα θλίψεως ἀπαραμυθήτου καὶ
πένθους ἀφάτου εἰς ἡμέραν συμφορᾶς καὶ δακρύων. Ἔκλαιον πάντες οἱ ἀδελφοί, ἀγνοοῦντες
τὸ ἀποσοβησόμενον! Ὁ Ἡγούμενος κατόπιν θερμοτάτης δεήσεως πρὸς τὴν Ὑπεραγίαν
Θεοτόκον τὴν Ζωοδόχον Πηγήν, μὲ λόγους ἐνθαῤῥυντικοὺς καὶ παρηγορητικούς, ἐνεθάῤῥυνε
τοὺς ἀδελφοὺς νὰ μὴ δειλιῶσι, ἀλλὰ νὰ ἔχωσι θαῤῥος, ἀνδρείαν καὶ μεγαλοψυχίαν·
νὰ ἀναλογισθῶσι πόσα οἱ Ἅγιοι Μάρτυρες ὑπέστησαν, καὶ πάντων ὁ Κύριος ἡμῶν Ἰησοῦς
Χριστός, ὁ Ἀρχηγὸς τῆς Σωτηρίας ἡμῶν, καὶ ὅλην των τὴν ἐλπίδα νὰ ἔχουν εἰς τὴν
Κυρίαν Θεοτόκον τὴν Ζωοδόχον Πηγήν, ἥτις θὰ τοὺς σώσῃ. Ὁδηγηθέντες οἱ ἀδελφοὶ εἰς
τὰς φυλακάς, παρέμειναν ἔγκλειστοι ἐπὶ ἕξ μῆνας. Καθ’ ὅλον τὸ διάστημα αὐτό, τὴν
φυλακὴν ἐποίησαν Ἐκκλησίαν ποιοῦντες συνεχῶς παρακλήσεις ὑπὲρ ἑαυτῶν καὶ τῶν
συνδεσμωτῶν των ἀδελφῶν. Ὡσαύτως καὶ εις τὴν Μονήν, ἐγίνοντο συνεχῶς
Παρακλήσεις ὑπὲρ ἀπελευθερώσεως αὐτῶν. Τί δὲ ἡ προστασία τῶν Χριστιανῶν ἡ ἀκαταίσχυντος,
ἡ μεσιτεία πρὸς τὸν Ποιητὴν ἡ ἀμετάθετος; Οὐ παρεῖδε τὰς φωνὰς καὶ δεήσεις τῶν
πιστῶς ἐπικαλεσαμένων Αὐτήν, ἀλλ’ ἔσπευσεν εἰς βοήθειαν, καὶ ἐλύτρωσε αὐτοὺς τῶν
κινδύνων. Καθ’ ἥν στιγμήν, ἐπρόκειτο νὰ ἀποσταλοῦν εἰς Ἰταλίαν, ὁπόθεν δὲν θὰ ἐπέστρεφον,
ἐγένετο ἰδιαιτέρως συνθηκολόγησιν τῶν Ἰταλῶν μετὰ τῶν Ἀγγλο-Ἀμερικανῶν καὶ ἀναλαβόντες
οἱ Γερμανοὶ τοὺς δεσμίους καταδίκους ἀφῆκαν αὐτοὺς ἐλευθέρους καὶ οὕτως τῇ
βοηθείᾳ καὶ μεσιτείᾳ τῆς Ὑπεραγίας Θεοτόκου τῆς Ζωοδόχου Πηγῆς ἐπέστρεψαν εἰς τὴν
Μονὴν οἱ ἀδελφοὶ σῶοι καὶ ἀβλαβεῖς.
Τὸ τρίτον θαῦμα εἶναι ἡ διάσωσις τῶν 125 Παρίων ἀνδρῶν τῶν
καταδικασθέντων εἰς θάνατον ὑπὸ τῶν Γερμανῶν διὰ τὴν ἀνάμνησιν τοῦ ὁποίου
χαρμοσύνως ἐπιτελοῦμεν τὴν παροῦσαν ἑορτήν. Ἔχει δὲ ἡ ὑπόθεσις οὕτως:
Τὴν 14ην
Μαιου 19445, Ἀγγλικὸν ὑποβρύχιον προσωρμίσθη εἰς ὅρμον τινά, παρὰ τὸ Πίσω
Λιβάδι, καὶ ἐξελθόντες τοῦ ὑποβρυχίου στρατιῶται, καθ’ ὅλην ὥραν ὅλοι ἐκοιμῶντο
ἀνέβησαν εἰς τὸ χωρίον Τσιμπίδον καὶ ἀπήγαγον αἰχμαλώτους ἑπτὰ στρατιώτας
Γερμανούς, ἐφόνευσαν δύο καὶ ἐτραυμάτισαν τὸν διοικητὴν τοῦ ἀεροδρομίου ὑπολοχαγὸν
Τάμπε, ἀπέκοψαν δὲ καὶ καλώδια τοῦ ἐχθροῦ. Τὴν πρωίαν συλλαβόντες οἱ Γερμανοὶ εἰς
τὸ ἀεροδρόμιον τὸν ἐκ Λευκῶν καταγόμενον νεανίαν Ν. Στέλλαν καὶ ἔχοντες κατ’ αὐτοῦ
ὑποψίας τὸν ἀπηγχόνισαν, κρεμάσαντες αὐτὸν ἐπὶ ξύλου εἰς ὑψηλὸν μέρος διὰ νὰ
φαίνεται ἀπὸ τὰ πέριξ χωρία πρὸς ἐκφοβισμόν, ὁ δὲ στρατιωτικὸς διοικητὴς
Γκραφονμπερεμπέργκ ἀπήτησε παρὰ τῶν Προέδρων Κοινοτήτων Πάρου καὶ Ἀντιπάρου νὰ
τῷ παραδώσωσιν εἰς ὡρισμένην ἡμέραν 125 νέους, οὕς ἤθελεν ἐκτελέσει.
Οἱ πρόεδροι
ὅλων τῶν κοινοτήτων καὶ οἱ ἐφημέριοι μετὰ τοῦ Ἡγουμένου τῆς Μονῆς Λογγοβάρδας
Φιλοθέου Ζερβάκου μετέβησαν ἅπαντες εἰς τὴν κωμόπολιν Τσιμπίδον εἰς τὴν
κατοικίαν τοῦ καλοῦ καὶ φιλανθρώπου ἰατροῦ Εὐστρατίου Ἀλιπράντη καὶ ποιήσαντες
συμβούλιον ἀπεφάσισαν νὰ προσέλθουν ἅπαντες ὁμοῦ εἰς τὸν διοκητὴν νὰ τὸν
παρακαλέσουν ὅπως μεταβάλῃ ἀπόφασιν καὶ ἀντὶ τῆς μεγάλης θλίψεως εἰς ἥν εἶχε
βυθισθῆ ἅπασα ἡ νῆσος, προξενήσῃ ἄφατον χαρὰν καὶ ἀγαλλίασιν. Ἐπειδὴ ὅμως ἐπληροφορήθησαν
ὅτι εἶχε προαναγγείλει νὰ μὴν προσέλθει τις ὡς μεσίτης, διότι ἡ ἀπόφασις του ἦτον
ἀμετάτρεπτος, ἐσχημάτισαν ἐπιτροπὴν ἐκ τοῦ Ἡγουμένου Φιλοθέου Ζερβάκου, τοῦ ἰατροῦ
Ἀλιπράντη καὶ τοῦ προέδρου τῆς κοινότητος Ἀρχιλόχου Ἐμμ. Καβάλλη, ἥτις μετέβη εἰς
τὸν Φρούραρχον Ζάσσε ὑπολοχαγόν, τὸν ὁποῖον παρεκάλεσε νὰ μεσιτεύσῃ πρὸς τὸν
διοικητήν. Ὁ Φρούραρχος τοῖς εἶπεν: Ὅτι ἐγὼ τὸν παρεκάλεσα ὅτι δὲν πρέπει νὰ
φονευθοῦν ἄνδρες ἀνεύθυνοι καὶ τελείως ἀθῶοι, ἀλλ’ ἐκεῖνος μὲ ἠπείλησεν μὲ
τρόπον αὐστηρόν, νὰ μὴ τοῦ ἀναφέρω πλέον τοιοῦτόν τι, οὔτε ἐγώ, οὔτε ἄλλος τις,
διότι ὅστις τολμήσῃ νὰ γίνῃ μεσίτης θὰ τὸν τιμωρήσῃ παραδειγματικώτατα. Τὸ
μόνον ποὺ σᾶς συνιστῶ, εἶναι νὰ τὸν προσκαλέσῃ ὁ Ἡγούμενος εἰς τὴν Μονὴν καὶ νὰ
τοῦ παράσχῃ ἐξαιρετικὰς περιποιήσεις καὶ ἐπάνω εἰς τὰς περιποιήσεις νὰ τοῦ κάμῃ
λόγον διὰ τοὺς ἀποφασισθέντας εἰς θάνατον, καὶ ἴσως δεχθῇ μεσιτείαν ἐπειδὴ καὶ ἐγὼ
τοῦ ἔχω εἶπει πολλὰ καλὰ διὰ τὴν Μονὴν καὶ ἡδέως ἤκουσεν.
Ὁ Ἡγούμενος
δὲν ἔχασε καιρόν. Εὐθὺς τὸν εἰδοποίησε καὶ τὸν παρεκάλεσε νὰ ἐπισκεφθῇ τὴν
μονήν. Μόλις ἔλαβε τὴν πρόσκλησιν τοῦ Ἡγουμένου τὸν εἰδοποίησε τηλεφωνικῶς ὅτι
τὴν ἑπομένην 23ην Ἰουλίου, ἡμέραν Κυριακήν, θὰ μετέβαινεν εἰς τὴν
Μονὴν μετὰ ἕξ ἄλλων ἀξιωματικῶν καὶ στρατιωτῶν.
Πράγματι, τὴν
Κυριακὴν πρωί, κατέφθασαν μὲ τὸ αὐτοκίνητον εἴς τι σημεῖον ½ ὥραν μακρὰν τῆς
μονῆς, ὅπου ἀπεστάλησαν ζῶα καὶ τοὺς μετέφερον εἰς τὴν μονήν, περὶ τῆν 8ην
πρωϊνὴν ὥραν. Κατ’ ἀρχὰς ὁ διοικητὴς ἐδείκνυεν ὕφος ἄγριον, σκαιόν, καὶ
σατραπικόν, ἀλλ’ ὀλίγον κατ’ ολίγον, μὲ τὰς περιποιήσεις καὶ τὸν καλὸν τρόπον
τοῦ Ἡγουμένου καὶ τῶν ἀδελφῶν ἤρχισε κάπως νὰ ἡμερώνῃ καὶ νὰ φέρεται
φιλοφρόνως. Εἰς δὲ τὴν ἀκολουθία τοῦ Ἑσπερινοῦ, κατῆλθεν εἰς τὸν Ναόν, καὶ
παρηκολούθησε μετὰ τῶν ἄλλων ἀξιωματικῶν καὶ στρατιωτῶν τὴν ἱερὰν ἀκολουθίαν.
Εις τὸ τέλος τῆς Ἀκολουθίας ἐψάλη ὑπὸ τῶν μοναχῶν παράκλησις εἰς τὴν Κυρίαν
Θεοτόκον καὶ ἐγένετο δέησις ὑπὲρ τῆς σωτηρίας τῶν μελλοθανάτων ἀδελφῶν. Μετὰ τὴν
παράκλησιν ἐξελθόντες τοῦ ἱεροῦ ναοῦ ἡτοιμάζοντο πρὸς ἀναχώρησιν. Ὁ δὲ ἡγούμενος
ἐσκέπτετο πῶς καὶ μὲ ποῖον τρόπον θὰ ἠδύνατο νὰ παρακαλέσῃ καὶ πείσῃ τὸν
διοικητήν νὰ χαρίσῃ τὴν ζωήν, εις τοὺς ἀνωτέρω καταδίκους.
Ἀλλ’ ὦ τῆς ἀπείρου
Σου φιλανθρωπίας καὶ εὐσπλαγχνίας Παντάνασσα Θεομῆτορ Ζωοδόχε Θεία Πηγή! Ὤ τῶν ὑπερφυῶν
Σου θαυμάτων! Πρὶν ὁ ἡγούμενος ἀνοίξῃ τὸ στόμα του νὰ τὸν παρακαλέσῃ
προλαμβάνει ὁ διοικητής, καὶ τῷ λέγει νὰ ζητήσῃ μίαν χάριν! Ὁ ἡγούμενος
θαυμάσας καὶ θαῤῥήσας, ἀφοῦ πρῶτον ἐζήτησε νὰ ἐξέλθουν πάντες οἱ ἀξιωματικοὶ καὶ
μοναχοί, ἔμεινε μόνος μετὰ τοῦ διοικητοῦ καὶ τοῦ ἐκ Κωνσταντινουπόλεως
διερμηνέως Νεκταρίου μοναχοῦ, ἀδελφοῦ τῆς Μονῆς καὶ ἀφοῦ πρῶτον ηὐχαρίστησεν τὸν
διοικητήν, ἔπειτα μετὰ θαῤῥους καὶ παῤῥησίας τῷ εἶπε διὰ τοῦ διερμηνέως: Θέλω
πρῶτον να μοι ὑποσχεθῇ ὅτι τὴν χάριν ποὺ θὰ ζητήσω θὰ μοῦ τὴν κάμῃ καὶ τότε θὰ
ζητήσω. Ὁ διοικητής, τῷ ἔδωκε τὴν δεξιάν, καὶ τῷ ὑπεσχέθῃ νὰ τῷ παράσχῃ τὴν αἰτηθεῖσαν
χάριν. Καὶ ὁ ἡγούμενος εἶπε: Θέλω νὰ χαρίσῃς τὴν ζωὴν εἰς τοὺς εἰς θάνατον ἀποφασισθέντας
ἀνευθύνους, ἐπειδὴ ἄδικον καὶ ἄνομον ἐστί, οἱ μὲν πταῖσται καὶ ὑπεύθυνοι νὰ μὴ
τιμωροῦνται, οἱ δὲ ἀνεύθυνοι καὶ ἀθῶοι νὰ θανατωθῶσι. Ὁ διοικητὴς εἶπε: Ζήτησον
ἄλλην χάριν, διότι αὐτὴν δὲν δύναμαι νὰ τὴν κάμω. Ἔχω τοιαύτην διαταγὴν ἀπὸ τοὺς
ἀνωτέρους μου, ὅταν φονευθῇ εἷς Γερμανός, νὰ φονεύονται 50 Ἕλληνες, οἱ
πλησιέστεροι ἐκ τῶν οἰκούντων εἰς τὸν τόπον ὅπου ἐφονεύθη ὁ Γερμανός, ἐὰν δὲν ἐκτελέσω
τὴν διαταγήν, θὰ φονευθῶ ἐγώ, λοιπὸν ζήτησον ἄλλην χάριν. Ὁ ἡγούμενος τῷ λέγει:
Ἐφ’ ὅσον μοὶ ὑπεσχέθητε ὀφείλετε νὰ μοὶ παράσχητε τὴν χάριν ταύτην. Βλέπων ὅμως
τὸν διοικητὴν ἀνένδοτον τῷ λέγει διὰ τοῦ διερμηνέως: Ἐφ’ ὅσον δεν μοι κάμνει αὐτὴν
τὴν χάριν, ἄς συμπεριλάβῃ καὶ ἐμὲ μετὰ τῶν 125 νέων πρὸς ἐκτέλεσιν. Τότε ὁ
διοικητὴς συνεκινήθη, τῷ ἔδωσε τῇ χεῖρά του καὶ τῷ λέγει: Σοῦ τοὺς χαρίζω.
Μόνον νὰ συστήσῃς εἰς ὅλους τοὺς κατοίκους τῆς νήσουν νὰ μὴν ἐπαναληφθῇ τοιοῦτόν
τι καὶ νὰ μὴ κόψουν τὰ καλώδια διότι θὰ φανῶμεν ἀμείλικτοι. Ὁ ἡγούμενος τῷ ὑπεσχέθη
καὶ οὕτως ἀνεχώρησεν ἐκ τῆς μονῆς εἰρηνικός, κατενθουσιασμένος καὶ εὐχαριστημένος.
Τοῦτο ἀσφαλῶς
εἶναι θαῦμα καὶ ὀφείλεται εἰς τὴν Κυρίαν Θεοτόκον. Καὶ ναὶ μὲν καὶ ὁ ἡγούμενος
καὶ οἱ μοναχοὶ τῆς μονῆς ἔκαμαν ὅσον ἦτο δυνατὸν τὸ χρέος των καὶ
περιεποιήθησαν τὸν διοικητὴν καὶ τὸν ἐκολάκευσαν γνωρίζοντες κατὰ τὸν σοφὸν
Σολομῶντα ὅτι καὶ τὸ θηρίον κολακευόμενον ἐξημεροῦται διότι καὶ ὁ διοικητής, καὶ
κατὰ τὴν μορφὴν καὶ κατὰ τὴν ψυχὴν ὡμοίαζε ἄγριον θηρίον, ἀλλὰ ἡ Κυρία
Θεοτόκος, ἡ Μητέρα τοῦ Θεοῦ καὶ Μητέρα πνευματικὴ ὅλων τῶν χριστιανῶν, ἡ Μητέρα
τοῦ πόνου, τοῦ ἐλέους, τῆς εὐσπλαγχνίας, ἡ προστασία, ἡ ἐλπὶς καὶ ἡ σωτηρία
πάντων τῶν εἰς αὐτὴν καταφευγόντων καὶ ἐλπιζόντων συνεπόνεσεν εἰς τὴν θλῖψιν τῶν
μητέρων καὶ συγγενῶν καὶ φίλων τῶν ἀποφασισθέντων εἰς θάνατον, (διότι ὅλη ἡ
Πάρος εἶχε βυθισθῆ εἰς μεγάλην θλῖψιν διότι ἄλλος θὰ ἔχανε τὸ παιδί του, ἄλλος
τὸν ἀδελφόν του, τὸν συγγενῆ, τὸν φίλον, τὸν συμπρατιώτην), εἶδε τὴν θλῖψίν
των, τὰ δάκρυα, τοὺς στεναγμούς των, εἶδε τὴν ἀδικίαν, ἤκουσε τὰς δεήσεις των, ἤκουσε
τὴν θερμὴν παράκλησιν τῶν μοναχῶν καὶ τοῦ ἡγουμένου, τοῦ πνευματικοῦ πατρὸς τῶν
καταδίκων, ὅστις περισσότερον πάντων ὡς πατὴρ πνευματικός, ἐθλίβετο διὰ τὴν ἄδικον
θάνατον τῶν πνευματικῶν του τέκνων, καὶ οὕτω μετέτρεψε ην καρδίαν τοῦ ἀγρίου ἐκείνου
καὶ αἱμοβόρου θηρίου εἰς ἡμερότητα καὶ διὰ τῆς πρὸς τὸν Θεὸν καὶ Υἱὸν μεσιτείας
Αὐτῆς, ἐχάρισε τὴν ζωήν, καὶ σωτηρίαν εἰς 125 ψυχάς. Ἁρμόζει καὶ ἐνταῦθα τὸ ὑπὸ
τῆς Ἐκκλησίας ᾀδόμενον: Οὐδεὶς προστρέχων ἐπὶ Σοί, κατησχυμένος ἀπὸ Σοῦ ἐκπορεύεται
Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα πρὸς τὸ
συμφέρον τῆς αἰτήσεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ὁσίου Χατζῆ-Ἀνανία τῆς Μονῆς Ἐξακουστῆς Πέτρας Λασιθίου Κρήτης.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς ἔμψυχος ὤφθης τοῦ Θεοῦ
θεοφόρος ὦ παμμακάριστε· καὶ ναοῦ τὰς μετρήσεις νοερῶς ἐδιδάχθης, ἀναμέλπων τῷ
πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὅλως ὢν ἐν ἐκστάσει
μετενήνεξαι πόλιν πρὸς τὴν ἁγίαν ποτέ, καὶ θείων μυστηρίων, ἐμυήθης ἐμφάσεις,
μελῳδῶν διδασκόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱερεὺς δεδειγμένος τοῦ Θεοῦ
τοῦ Ὑψίστου ἀξιοθαύμαστε, θυσίας καὶ δεήσεις, προσφέρεις τῷ Δεσπότῃ, τοῦ λαοῦ
προϊστάμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σῶσαι τὴν τῶν ἀνθρώπων
ἐθελήσας οὐσίαν ὁ ὑπερούσιος, τὴν πύλην τῆς Παρθένου, διοδεύει τὴν φύσιν, ἐξ
αὐτῆς ἐνδυσάμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η’. Τὸν Βασιλέα.
Ἱερωσύνῃ, προφητικῇ
προφητείᾳ, ἱερᾷ κοσμούμενος φαιδρύνῃ, Χριστὸν τὸν ζωοδότην, ὑμνῶν εἰς τοὺς
αἰῶνας.
Γονυπετοῦντα, ὡς ἀγαθὸς
ὑπὲρ κόσμου, θεατὴν προσδέχου σοῦ τῆς δόξης, ὅπως Σε ὑμνῶμεν, Χριστὲ εἰς τοὺς
αἰῶνας.
Ἔρωτι θείῳ, πυρποληθεὶς
ἐμυήθης, ὑπὲρ νοῦν μυστήρια κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥεῖθρον ἀφέσεως, προϊὸν τῆς
Παρθένου, καθορῶν τὸν Κύριον ἐβόας· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Ὁ
Εἱρμός.
Τὸν Βασιλέα, τῶν οὐρανῶν Ὃν ὑμνοῦσι,
στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Τὸν προδηλωθέντα ἐν ὄρει.
Αἴγλῃ διαλάμπων Προφῆτα τῆς
εὐσεβείας, ἐν πυρὶ καὶ βάτῳ πάλαι τὸν Μωϋσεῖ ὀφθέντα, καὶ αὐτὸς κατιδεῖν
ἠξιώθης, σὲ μυσταγωγοῦντα τὰ ἀπόῤῥητα.
Ἱερεὺς ἐδείχθης καὶ μύστης
καὶ νομοθέτης, καὶ Προφήτης πάνσοφος, καὶ μιμητὴς τοῦ Δεσπότου, καὶ παθῶν
κοινωνὸς χρηματίσας, νὺν συγκληρονόμος ἀναδέδειξαι.
Ῥέουσαν πηγὴν θεοπνεύστου
διδασκαλίας, σοῦ τὴν εὐκλεῆ νῦν ἔχοντες, καὶ πανίερον δέλτον, οἱ πιστοὶ τῶν
ψυχῶν σωτηρίαν, πίστει ἀδιστάκτῳ ἀρυόμεθα.
Ὢ τῆς ἀῤῥήτου καὶ θείας
φωτοφανείας, ἧς νῦν ἀπολαύων μάκαρ τηλαυγέστερον βλέπεις, ἐν Πατρὶ τὸν Υἱὸν καὶ
τὸ Πνεῦμα, τὰς τρεῖς ὑποστάσεις τῆς Θεότητος.
Θεοτοκίον.
Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν
καὶ τεῖχος· Σὺ εἶ ἡ ἀντίληψις τῶν εἰς Σὲ πεποιθότων· Σὲ καὶ νῦν εἰς πρεσβείαν
κινούμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Ὁ
Εἱρμός.
Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ, ἐν
πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις
ἀσιγήτοις μεγαλύνωμεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου