Τρίτη 19 Ιουνίου 2018

ΑΥΓΟΥΣΤΟΣ 15. ΚΟΙΜΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΠΑΡΑΚΛΗΣΙΣ & ΧΑΙΡΕΤΙΣΜΟΙ


ΑΥΓΟΥΣΤΟΣ ΙΕ΄
ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ
ΕΠΙ Τῌ ΕΟΡΤῌ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ
(Ἁγ. Μάρκου Εὐγενικοῦ)


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.










Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς ἀνυμνοῦντάς Σου τὴν ἄνοδον Κόρη, δι’ ἧς παρέστης ὡς Βασίλισσα πάντων, ἐν δεξιοῖς τοῦ Σοῦ Υἱοῦ καὶ Δεσπότου· φρούρει τε καὶ σκέπασον, ἐκ παντοίων κινδύνων, χάριν δὲ καὶ ἔλεος, καὶ τὴν λύσιν πταισμάτων, ἐξαιτουμένη πάναγνε ἡμῖν, τοῖς προσκυνοῦσι, τὴν θείαν Σου Κοίμησιν
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ τῶν περάτων οἱ σοφοὶ θιασῶται, παραγενόμενοι σεμνὴ ἐν νεφέλαις, καὶ τὴν Σιὼν κατέλαβον τιμῶντές σε· ὅθεν καὶ προέπεμον, τὸ Σὸν ἄχραντον σκῆνος, ὕμνουν δὲ τὴν ἄνοδον, πρὸς τὸν θεῖον Υἱόν Σου· Ὃν ἐκδυσώπει πάντοτε ἁγνή, δοῦναι τῷ κόσμῳ, ζωὴν τὴν αἰώνιον.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών. 
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἐκ τῶν περάτων θεαρχίῳ νεύματι συναθροισθέντες εἰς ἕν, οἱ τοῦ Χριστοῦ μῦσται, οἱ πνευματοῤῥήτορες, χορείαν θεοκρότητον, συστησάμενοι ἅμα, τῇ Θεομήτορι ᾄδουσι, μέλος λιγυρὸν ἐναρμόνιον.
Κήρυκες θεῖοι καὶ μύσται τῆς χάριτος σοφοὶ Ἀπόστολοι, τὰ χρυσαυγῆ σκεύη, τῆς ἀπείρου γνώσεως, σοφίας τε τὰ ὄργανα, Μήτηρ πάντων Κυρίου, ὕμνον ἐξόδιον ᾄσατε, καὶ σεπτῶς αὐτῇ μεγαλύνατε.
Συναπτικὴ τῶν διεστῶτων ἕνωσις χαῖρε Θεόνυμφε· χαῖρε Θεοῦ Μήτηρ, ᾍδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις· χαῖρε λύσις τῆς λύπης, ποῦ νῦν ἀπαίρεις ὑπέρτιμε, πόλις τοῦ Θεοῦ ἐπουράνιε.
Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις καὶ εὐλογίας πηγή· χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως· χαῖρε Χριστοῦ παλάτιον· χαῖρε πύρινε θρόνε, πρὸς οὐρανὸν νῦν ἀπαίρουσα, μὴ λίπῃς ἡμᾶς ἐποπτεύουσα.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τῇ φωτοφόρῳ τοῦ Θεοῦ, καθέδρᾳ τιμιωτάτη, Γαβριὴλ ὁ Ἀρχιστράτηγος πάλιν, οὐρανόθεν καταβάς, τὸ χαῖρέ Σοι προσφθέγγεται· εὐλογημένη χαῖρε, πρὸς θείαν λῆξιν ἀπαίρουσα.
Σὲ τὴν καλὴν περιστεράν, καὶ Νύμφην ὄντως τελείαν, ὁ Νυμφίος τῶν ψυχῶν ὁ ὡραῖος, ὑπεδέξατο χερσί, πρὸς οὐρανὸν ἀπαίρουσαν, καὶ πρὸς τὰς αἰωνίους, Μονὰς ἐσκήνωσε χαίρουσα.
Ὕμνοις ἐξ ὕμνων οἱ σεπτοί, τῶν οὐρανίων ταγμάτων, ἀρχηγοὶ τὴν τοῦ Κυρίου Μητέρα, παραπέμποντες φαιδρῶς, ἕως ἐκεῖ κατέπαυσεν, ὅπου ὁ θεῖος θρόνος, καὶ ἡ Τριὰς ἡ ὑπέρθεος.
Τὴν ἀδιόδευτον βροτοῖς, καὶ ἐπουράνιον πύλην, τοῦ Θεοῦ τὴν φωτοφόρον καθέδραν, τὴν λυχνίαν τὴν χρυσῆν, τὸ ὄρος τὸ κατάσκιον, τὴν θεοδόχον κλίνην, τὴν Θεοτόκον ὑμνήσωμεν
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, τοὺς ἀνυμνοῦντας ἐκ πόθου τὴν θείαν Σου Κοίμησιν, παρέχουσα πᾶσι δὲ χάριν ἄφθονον.
Ἐπίβλεψον, ἐπὶ τοὺς δούλους Σου ἄχραντε Θεοτόκε, τοὺς ἀνυμνοῦντας καὶ προσκυνοῦντάς Σου τὴν Κοίμησιν, καὶ ἴασαι ψυχάς τε καὶ σώματα.



Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνῆλθες ἐκ γῆς, πρὸς δόξαν τὴν οὐράνιον, ὡς Μήτηρ Θεοῦ, καὶ τοῦ κόσμου Βασίλισσα, παναμώμητε Δέσποινα· διὰ τοῦτο πάντες πρὸς Σὲ βοῶμεν· τὸν Σὸν Υἱὸν ἀπαύστως δυσώπει, ὑπὲρ τῶν τιμώντων Σου τὴν κοίμησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ἡμέρα προσήγγισε, τῆς πρὸς Θεὸν ἀνόδου Σου πανύμνητε· χαῖρε πύλη ἀδιόδευτε, καὶ πεφιλαγμένη θείῳ Πνεύματι.
Ἴδει γὰρ καὶ συγχαίρει Σοι, στίφος τῶν πιστῶν Παρθένε πανύμνητε, καὶ προσφέρει Σοι τὸν ὕμνον, ἐξιτήριον καὶ προεόρτιον.
Σὺν Ἀποστόλοις Ἄγγελοι, μέλος θεοκρότητον ἑτοιμάζουσι, Σὺ τῇ Μητρὶ τοῦ Κυρίου, μεθισταμένη νῦν πρὸς τὰ οὐράνια.
Τάφος πῶς ὑπεδέξατο, σῶμά σου τὸ ἅγιον ἀειπάρθενε, καὶ γὰρ τὴν θείαν ψυχήν Σου, ὁ Υἱὸς καὶ Θεός Σου ἐδέξατο.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡ του κόσμου Κυρία, πρὸς τὴν ὑπερκόσμιον ζωὴν μεθίσταται· ὁ ναὸς ὁ θειος, πρὸς ναὸν ἐπουράνιον αἴρεται, ἡ χρυσῆ λυχνία, ἡ κιβωτὸς τῆς Διαθήκης, ἐν Ἁγίων Ἁγίοις οἰκίζεται.
Ὁ Θεοῦ Θεὸς Λόγος, ἐπὶ Σὲ νῦν Παρθένε κατέρχετε, ἔχων ἀκολούθους, τῶν Ἀγγέλων τὰ τάγματα ἅπαντα, ὅπως Σὲ ἐνδόξως, ὡς ἑαυτοῦ ἁγνὴν Μητέρα, ἐπουράνιον ἐνδείξει Ἄνασσαν.
Ὁ χορὸς Ἀποστόλων, ἀνυμνῶν προέπεμπεν Κόρη Θεόνυμφε, τὸ ἀκήρατόν Σου σῶμα, σὺν δάκρυσιν ὕμνοις τε, ποῦ Μῆτερ ἀπαίρεις βοᾶν· ἡμᾶς ἐγκαταλείπῃς, ἐπὶ γῆς ὀρφανοὺς ἀπροστάτευτους.
Ἀλλὰ καὶ αἱ τάξεις, τῶν Ἀγγέλων ἅπασαι Μῆτερ ἀπείρανδρε, μέλος ἐμελώδουν, θεοκρότητον καὶ ἐναρμόνιον, Σὺ τῇ Παντανάσσῃ, καὶ ὡς Θεοῦ ἁγνὴ Μητέρα, Σὲ προέπεμπον καὶ ἐμακάριζον.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ Υἱός Σου ὁ καὶ Θεός, τῷ Γαβριὴλ πέμπει Δέσποινα, μηνῦσαί Σοι εὐλαβῶς, τὴν θείαν μετάστασιν· ὅθεν ἐκβοῶμέν Σοι, ἄφεσιν πταισμάτων, καὶ σωτηρίαν ἡμῖν αἴτησαι.
Ἀκούσασα ἡ ἁγνή, παρὰ Ἀγγέλου τὸ μήνυμα, ἐν ὄρει τῶν Ἐλαιῶν, ἀπῆλθες προσεύξασθαι, ἔκυψαν δὲ πάναγνε, τὰ φυτὰ καὶ δένδρα, καὶ ὡς εἰκὼς Σὲ προσεκύνησαν.
Ἀλλὰ καὶ πάντες ἡμεῖς, κλίνομεν γόνυ Σοι Δέσποινα, καὶ εὐλαβῶς ὡς εἰκώς, προσκυνοῦμεν ἄχραντε, τὴν θείαν Εἰκόνα Σου, τῶν πταισμάτων λύσιν, παρὰ Σοῦ εὑρεῖν ἐλπίζοντες.
Ὤφθη Θεὸς ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις ὡμίλησεν, διὰ Σοῦ θεοπρεπῶς, καὶ κόσμον ἡγίασεν· ὅθεν ἐκβοῶμέν Σοι· χαῖρε Θεοτόκε, σωτηρίας ἡμῖν πρόξενε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν κινδύνοις Σὲ κεκτήμεθα, καὶ μεσίτριαν τῷ Σῷ Υἱῷ προβαλλόμεθα, οἱ τιμῶντες τὴν Σὴν ἄνοδον πάναγνε· καὶ νῦν Αὐτῷ παρισταμένη, τὴν Σὴν βοήθειαν δίδου, τοῖς πιστῶς ἀνακράζουσι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι πάσης ἀνάγκης, ἡ μεταστάσα ἐκ τῆς γῆς, πρὸς ζωὴν τὴν αἰώνιον.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Ταῖς τῆς Παναχράντου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χαίρουσα ἀνέδραμες, πρὸς οὐρανίους σκηνώσεις, τοῦ κόσμου Βασίλισσα, ἐν δεξιᾷ ἔστης τοῦ ἐκ Σοῦ τεχθέντος, χάριν παρέχουσα, καὶ φωτισμὸν πᾶσι, τοῖς τὴν σεπτήν Σου μετάστασιν, ὕμνοις γεραίρουσι, καὶ χαρμονικῶς ἐκβοῶσί Σοι· θεοχαρίτωτε Κόρη, μὴ ἐλλίπῃς πάντοτε σκέπουσα, ὡς Μήτηρ Κυρίου, ἐκ πάσης ἐπηρείας τοῦ κακοῦ, καὶ νοσημάτων καὶ θλίψεων, τοὺς Σὲ μακαρίζοντας.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Παρθένοι νεάνιδες, μετ’ εὐφροσύνης δεῦτε ἀθροίσθητε, καὶ τῇ ὄντως Παρθένῳ καὶ Βασίλισσα δι’ ὕμνον προσάξατε, ἀνερχομένη πρὸς τὰ ὑπερκόσμια, χαῖρε βοῶσα χαρά, τῶν ἐλπιζόντων εἰς Σέ.
Τὴν θείαν Σου ἄνοδον, πάλαι προδιετύπου σαφῶς ἡμῖν, ὁ Προφήτης Ἠλίας, εἰς οὐρανοὺς ἐπαρθεὶς ἐν ἅρματι, Σὺ δὲ ἐνδόξως ἐπήρθης πανάμωμε, πρὸς οὐρανίους σκηνάς, ὡς Μήτηρ ὄντως Θεοῦ.
Ἁπάντων δεσπόζουσα, τῶν ποιημάτων τῷ εὐσεβεῖ Σου λαῷ, τὰ τῆς νίκης παράσχου, κατὰ δαιμόνων τρόπαια, καὶ τὴν Σὴν ποίμνην φύλαττε ἀλώβητον, ἐνδόξως πρὸς τὸν Σὸν Υἱόν, ἀπαίρουσα νῦν ἁγνή.
Τὴν μόνην ἀπείρανδρον, καὶ μετὰ τόκον Παρθένον μείνασα, τοῦ Θεοῦ τὴν Μητέρα, τῶν ἐπιγείων τὸ σεμνολόγημα, τῶν οὐρανίων Ἀγγέλων τὸ καύχημα, πνευματικαῖς οἱ πιστοί, ὑμνολογοῦμεν φωναῖς.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἐν προσευχαῖς σχολάζουσα, καὶ νηστείαις πανάμωμε, ταύτας τὰς ἡμέρας, ἐξεδέχου χαίρουσα, τὴν θείαν ἀνάλυσιν, τὴν ἀπὸ γῆς μετάστασιν, τὴν εἰς οὐρανοὺς πανευκλεῆ ἐκδημίαν· διό Σοι καὶ οἱ δοῦλοι, συνηστεύομεν πάντες, καὶ συνδοξολογοῦμεν, τὸν μεγαλύναντά Σε.
Νεφέλαι δεῦτε πάρητε, θεοδρόμῳ κινήματι, ἡ Δέσποινα γὰρ καὶ Βασιλὶς τοῦ παντός, πρὸς φῶς νῦν ἐπείγεται, ἀνελθεῖν τὸ ἀνέσπερον· διό, ἐπὶ πάντας, τοὺς σοφοὺς Ἀποστόλους, ἐνέγκατε πρὸς αἶνον, καὶ πρὸς δοξολογίαν, τοῦ παναγίου σκήνους, αὐτῆς τῆς θεοδόχου.
Μέγα θαῦμα τετέλεσται, ἐν τῇ σεπτῇ κοιμήσει Σου, ἐκ περάτων γὰρ νεφελοδρόμοι ἥκασι, οἱ μῦσται τῆς χάριτος, ἐξ ὕψους δὲ ὁ Κύριος, καὶ τὰ Χερουβείμ, καὶ Σεραφεὶμ τὰ πυρώδη, βροτοὶ ἐξομολόγουν, ὁμοῦ σὺν τοῖς Ἀγγέλοις, τὸ πάντιμόν Σου σκῆνος, ἁγνὴ τὸ θεοδόχον.
Σὲ τὴν κοινὴν βοήθειαν, βασιλεῖς τε καὶ ἄρχοντες, ἱερεῖς λαὸς καὶ μοναζόντων τάγματα, πιστῶς λιτανεύομεν, εἰρηνικὴν καὶ ἄλυπον, δώρησαι ἡμῖν, τὴν ἐπὶ γῆς παροικίαν, καὶ δόξης ἀϊδίου, καὶ ζωῆς μελλούσης, καταξίωσον πάντες, ἐν τῷ μέλλοντι αἰῶνι.












ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Μηδεὶς ἀπολειφθήτω τῆς ἱερᾶς, τῆς Δεσποίνης ἡμῶν πανηγύρεως, πάντες ὁμοῦ, δράμωμεν θεάσασθαι νοητῶς, τὸ ὑπὲρ νοῦν μυστήριον, ψυχὴν γυναικείαν εἰς οὐρανούς, χερσὶ κομιζομένην Θεοῦ παντοδυνάμου, δήμους Ἀγγέλων παραπέμποντας.
Ἀγγέλων τε αἱ θεῖαι παρεμβολαί, Χερουβεὶμ Σεραφεὶμ Κυριότητες, Θρόνοι Ἀρχαί, Δυνάμεις Ἐξουσίαι πανευκλεεῖς, σὺν Ἀποστόλοις ᾄδουσιν, ὕμνον τὸν ἐξόδιον τῇ Μητρί, τοῦ πάντων Βασιλέως, λαμπρῶς διερχομένη, ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.
Νεφέλαι εὐφροσύνη ῥάνατε νῦν, καὶ βουνοὶ καὶ τὰ ὄρη σταλάξατε, τὸν γλυκασμόν, καὶ ἡ Ἐκκλησία τῶν εὐσεβῶν, λαμπρύνθητι καὶ χαίρουσα, τὴν σεπτὴν μετάστασιν τῆς ἁγνῆς, ἑόρταζε Παρθένου, ἰδοὺ γὰρ πρὸς τὸ φέγγος, τὸ ὑπεράϋλον μεθίσταται.
Ὑπόδεξε Ἀγγέλων ἡ στρατιά, οὐρανοί τε Θεοῦ τὸ στερέωμα, ταῖς ἀρεταῖς, ὡς ἄστροις ὑπάρχουσα λαμπροειδεῖ, τὴν τοῦ Κυρίου πάναγνον, Μητέρα καὶ μόνην ἐν γυναιξίν, Παρθένον Θεοτόκον, ἰδοὺ γὰρ μετὰ δόξης, πρὸς φῶς ἀνέρχεται τὸ ἄϋλόν.
Ταύτας τὰς ᾠδὰς ὦ Μῆτερ Θεοῦ, προεόρτιον ὕμνον προσφέρω Σοι, πρόσδεξαι οὖν, ὡς τὰ λεπτὰ τῆς χήρας ὁ Σὸς Υἱός, καὶ πανοικτίρμων Κύριος, καὶ παράσχου χάριν ἥτις ἐστί, τὸ ἔλεος τὸ μέγα, τῆς Σῆς φιλευσπλαγχνίας, δι’ ἀγαθότητός Σου τὸ πέλαγος.
Λουτῆρι τοῦ ἐλέους τοῦ Σοῦ ἁγνή, τὰς ἐμὰς ἁμαρτίας ἐξάλειψον, καὶ παράσχου χάριν τὴν φωταυγῆ, τὰς τοῦ νοός, κόρας ἀποκαθαίρουσα, καὶ προσενισχύουσα καθορᾶν, ἀεὶ τὸ τοῦ Υἱοῦ Σου, κάλλος τοῦ φιλανθρώπου, καὶ ἐλεήμονος Θεοῦ ἡμῶν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Νῦν δὲ μετετέθης πρὸς τὴν ζωήν, κεχαριτωμένη, ὡς Βασίλισσα τοῦ παντός, στᾶσα δεξιόθεν, τοῦ Σοῦ Υἱοῦ καὶ Λόγου, παρέχουσα τῷ κόσμῳ, χάριν δὲ ἄφθονον.
Πάντες τὴν μετάστασιν τὴν φρικτήν, τῆς ἀειπαρθένου, ἀνυμνήσωμεν εὐλαβῶς, χάριν δὲ τὴν θείαν, ἡμῖν ἐξαιτουμένη, παρὰ τοῦ ζωοδότου, ὡς Μήτηρ ἄμωμος.
Δίδου τοῖς τιμῶσί Σε ἀγαθή, τούτων τὰς αἰτήσεις, καὶ ἀξίωσον τῆς χαρᾶς, τῆς ἐπουρανίου, ἡ ἄνω μεταστᾶσα, καὶ τῷ ἐκ Σοῦ τεχθέντι, νῦν παρεδρεύουσα.
Τοὺς τὴν Σὴν μετάστασιν ἀγαθή, τιμῶντας ἐκ πόθου, διαφύλαττε ἀσινεῖς, ἐκ παντὸς κινδύνου, καὶ δίδου θείαν χάριν, ψυχῶν δὲ καὶ σωμάτων, τὴν ἀπολύτρωσιν.
Ἔδραμον Παρθένε ἐκ πάσης γῆς, νῦν νεφελοδρόμοι, οἱ Ἀπόστολοι Σοῦ Υἱοῦ, Πνεύματος δυνάμει, καὶ ὕμνους ἐξοδίους, τῇ Σῇ σεπτῇ κοιμήσει, πάντες προσέφερον.
Σὲ τὴν ἀπειρόγαμον καὶ σεμνήν, Βασίλισσαν πάντων, ἱκετεύομεν οἱ πιστοί, χάριν ἡμῖν δίδου, καὶ λύσιν τῶν πταισμάτων, τοῖς ἀνυμνολογοῦσι, Σοῦ τὴν μετάστασιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν Σὴν Θεοτόκε Παρθένε, σεπτὴν μετάστασιν, πλήρου τῆς Σῆς χάριτος, ὡς προστασία ἡμῶν, καὶ παθῶν ἀπολύτρωσιν, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων, δίδου ἑκάστοτε, Σὺ γὰρ προστασία τοῦ κόσμου, καὶ τῷ Σῷ Υἱῷ μεσιτεία, ἡ ἀεὶ Αὐτῷ συμβασιλεύουσα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.
ΑΥΓΟΥΣΤΟΣ ΙΕ.
ΚΟΙΜΗΣΙΣ ΠΑΝΑΓΙΑΣ
ΧΑΙΡΕΤΙΣΜΟΙ

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς ἀθανάτου Σου Κοιμήσεως πανάχραντε, τὴν ἑορτὴν λαμπροφανῶς πανηγυρίζοντες, προσκομίζομεν τὸν ὕμνον Σοι Θεοτόκε· ἀλλ’ ὡς οὖσα συμπαθείας μέγα πέλαγος, δυσωπήθητι καὶ δὸς πταισμάτων ἄφεσιν, τοῖς Σοὶ κράζουσι· Χαῖρε Μῆτερ ἀπείρανδρε.

γε δὴ τῶν Ἀγγέλων ὁ χορὸς ἐκ τῶν ἄνω, Μαριὰμ τὴν Παρθένον ὑμνεῖτε (γ΄)· οἱ γὰρ πηλινογλῶσσοι ἡμεῖς οὐ δυνάμεθα τοῦτο ποιεῖν ἄνθρωποι, τῷ πόθῳ δὲ φλεγόμενοι βοᾷν ὡς ἐφικτὸν τολμῶμεν·
Χαῖρε, δι’ ἧς οὐρανὸς ἠνοίγη·
χαῖρε, δι’ ἧς ὁ Σωτὴρ ἐφάνη.
Χαῖρε, τοῦ ἀοράτου Θεοῦ γεννήτρια·
χαῖρε, τοῦ τῶν ὅλων Ποιητοῦ λοχεύτρια.
Χαῖρε, Θρόνων ὑπερέχουσα ἅμα καὶ Ἐξουσιῶν·
χαῖρε, μᾶλλον κυριεύουσα Κυριοτήτων αὐτῶν.
Χαῖρε, δυνατωτέρα τῶν Δυνάμεων οὖσα·
χαῖρε, τῶν Ἀρχαγγέλων καὶ Ἀγγέλων κρατοῦσα.
Χαῖρε, τῶν Ἀρχῶν λίαν ἐξάρχουσα·
χαῖρε, πασῶν Τάξεων προέχουσα.
Χαῖρε, τῶν Χερουβὶμ τιμιωτέρα·
χαῖρε, τῶν Σεραφὶμ ἐνδοξοτέρα.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Βρέφος μου χρηματίσας καὶ Υἱός μου ὑπάρχων, Υἱὲ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ παράλαβέ μου τὴν ψυχήν· ἐκ περάτων δὲ τοὺς Μαθητὰς ἄθροισον, ἐν μνήματι κηδεῦσαί με, καὶ ᾆσαι ἐξόδιον ὕμνον·
Ἀλληλούϊα.

Γνόντες δι’ ἣν αἰτίαν ἐκ περάτων τῆς γαίας, ἀρθέντες ὑπὸ νεφῶν, οἱ μύσται συνήχθησαν ὁμοθυμαδόν, ἐν τῷ ἁγίῳ οἴκῳ τῷ Σῷ Δέσποινα, ἐξίσταντο καὶ ἴσταντο, κραυγάζοντες πρὸς Σὲ τοιαῦτα·
Χαῖρε, χαρᾶς τῆς ὄντως δοχεῖον·
χαῖρε, πασῶν ἀρετῶν ταμεῖον.
Χαῖρε, Μαριὰμ προφητόφθεγκτον ἄκουσμα·
χαῖρε, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα.
Χαῖρε, ὅτι Σοῦ τὴν ἔνδοξον καὶ πανίερον ταφήν·
χαῖρε, τῇδε συναγήοχας, ἡμᾶς πάντας κατιδεῖν.
Χαῖρε, ἡ μεταβῆναι τῶν γηΐνων μολοῦσα·
χαῖρε, ἡ μεταστῆναι πρὸς Υἱόν Σου ποθοῦσα.
Χαῖρε, δι’ ἧς κατάρας ἐῤῥύσθημεν·
χαῖρε, δι’ ἧς Ἀγγέλων συνήφθημεν.
Χαῖρε, ἡμῶν ἀποστολῆς αἰτία·
χαῖρε, πιστῶν πρὸς Θεὸν μεσιτεία.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Δύναμις τοῦ Ὑψίστου, ὑπὲρ νοῦν τε καὶ λόγον, τοὺς θείους καὶ σοφοὺς Ἀποστόλους, ἐκ περάτων τῆς γῆς, διὰ νεφῶν εἰς χωρίον τὴν Γεθσημανῆ ἤγαγε κηδεῦσαί Σε τὴν Δέσποιναν, καὶ ᾆσαι λιγυρῶς τὸν ὕμνον·
Ἀλληλούϊα.

φθασεν ἐπὶ τούτοις, ὁ θεσπέσιος Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς δι’ ἀέρος, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, τὴν Παρθένον ἐξόχως ὑμνεῖν ἤρξατο, ἀῤῥήτως ἐξιστάμενος, καὶ φάσκων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, πανάχραντε Θεοτόκε·
χαῖρε, ἁγία ἁγνὴ Παρθένε.
Χαῖρε, τοῦ ἐμοῦ κηρύγματος ὑπόθεσις·
χαῖρε, τῶν ἐμῶν περιόδων διεύθυνσις.
Χαῖρε, ὅτι Σὲ θεώμενος ἐθεώρουν Σὸν Υἱόν·
χαῖρε, ὅτι ἐν προσώπῳ Σου, προσεκύνουν τὸν Χριστόν.
Χαῖρε, δι’ ἧς τὰ ἔθνη πρὸς Θεὸν ἐπιστρέφω·
χαῖρε, δι’ ἧς τοῖς πᾶσιν ἐπιστέλλω καὶ γράφω.
Χαῖρε, τῶν ἐμῶν πόνων ἀνάπαυλα·
χαῖρε, τῶν ἐμῶν δεσμῶν ἀπάλλαγμα.
Χαῖρε, ἡ τῆς ἀληθοῦς ζωῆς Μήτηρ·
χαῖρε, ἣν ὁ τάφος βραχεῖ συνέξει.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Ζήσασα θεαρέστως, πρὸς ζωὴν μετετέθης, τὴν κρείττονα ἀληθῆ καὶ ἀγήρω· τὴν γὰρ ἐνυπόστατον ζωήν, τὴν ζωοποιοῦσαν τὰς ζωάς, τέτοκας Χριστὸν παρεχόμενον, ἄληκτον ζωὴν τοῖς βοῶσιν·
Ἀλληλούϊα.

γέρθης μετὰ πότμον, ἀναστᾶσα ἐνδόξως, τριήμερος ὥσπερ ὁ Υἱός Σου, καὶ ἀνῆλθες εἰς τοὺς οὐρανούς, μετὰ δόξης καὶ τιμῆς πολλῆς σύσσωμος. Θωμᾶς δὲ ὑπαντήσας Σοι, ἐβόα σὺν χαρᾷ καὶ πόθῳ·
Χαῖρε, δι’ ἧς μαθητὴς πιστοῦται·
χαῖρε, δι’ ἧς ἀπιστίας λυτροῦται.
Χαῖρε, λογισμῶν ἀμφιβόλων διώκτρια·
χαῖρε, εὐσεβῶν φρονημάτων γεννήτρια.
Χαῖρε, ἣν ἐγὼ ὑπήντησα ἐν ἀέρι τηλαυγῶς·
χαῖρε, ἣν ἐγὼ ἐπέγνωκα, ἐκ τῆς δόξης προφανῶς.
Χαῖρε, ἧσπερ τὴν χάριν εἰς τὰ ἔθνη κηρύξω·
χαῖρε, ἧσπερ τὴν Ζώνην, τοῖς ἐν κόσμῳ κομίσω.
Χαῖρε, ἡ ἐμὲ χαροποιήσασα·
χαῖρε, ἐμὴν κατήφειαν λύσασα.
Χαῖρε, ἡ νεκροπρεπῶς κηδευθεῖσασα·
χαῖρε, ἡ θεοπρεπῶς ἐγερθεῖσα.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Θεοδόχον Σου σκῆνος, θεοκτόνων τὸ σμῆνος, ὁρῶν ἐκφερόμενον ἐνδόξως, φρυαττόμενον μανιωδῶς, θεομάχους χεῖρας κατ’ αὐτοῦ ὥπλιζεν· ἀλλ’ ἔτισε τῆς ὕβρεως δίκας, ὡς μὴ γινώσκων ψάλλειν·
Ἀλληλούϊα.

ωμεν μετὰ πόθου, ὦ θεόφρονες πάντες, σπουδῇ εις Γεθσημανῇ χωρίον, ὀψόμενοι τάφον νοητῶς, οὗ σῶμα Θεομητορικὸν τέθαπται· τὰ χείλη δὲ καὶ ὄμματα προσψαύοντες αὐτῷ βοῶμεν·
Χαῖρε, Μητρὸς τοῦ Ὑψίστου τάφε·
χαῖρε, νεκρᾶς τριημέρου τύμβε.
Χαῖρε, ὁ κενὸς μετὰ τρίτην φαινόμενον·
χαῖρε, ὁ ἐκτὸς σώματος προσκυνούμενος.
Χαῖρε, ὅτι τὴν πανάχραντον ὑποδέδεξαι ἐν σοί·
χαῖρε, ὅτι τὴν πανύμνητον περιέσχες ἐν βραχεῖ.
Χαῖρε, τὰ δευτερεῖα φέρων Ἁγίου Τάφου·
χαῖρε, ὁ τὰ σημεῖα εὐμοιρήσας τᾀκείνου.
Χαῖρε, ἐν ᾧ ἡ Θεόπαις τέθειται·
χαῖρε, ἀφ’ οὗ ἡ αὐτὴ ἐγήγερται.
Χαῖρε, Σὲ γὰρ δι’ αὐτὴν προσκυνοῦμεν·
χαῖρε, πάντες πρὸς αὐτὴν ἐκφωνοῦμεν.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Κήρυκες θεοφόροι, ὦ Ἀπόστολοι θεῖοι, ὁπαδοὶ φοιτηταὶ τοῦ Υἱοῦ μου, ἐκ περάτων τῆς γῆς αὐθωρὸν εἰς χωρίον τὴν Γεθσημανῆ σπεύσαντες, κηδεύσατε τὸ σῶμά μου νεκροπρεπῶς ᾄδοντες ὕμνον·
Ἀλληλούϊα.

Λόγοις ὑπερκοσμίοις, Διονύσιος ἅμα, ἐγέραιρε σὺν Ἱεροθέῳ, τὴν ἄχραντον Μητέρα Θεοῦ, τὰ λοίσθια ἀνθρωπρεπῶς πνέουσαν, θεόληπτοι δεικνύμενοι καὶ ἐνθεαστικῶς βοῶντες·
Χαῖρε, ἡ ὄντως κρυφιομύστης·
χαῖρε, ἐφ’ ἣν ἵδρυται ἡ πίστις.
Χαῖρε, τῆς ζωαρχικῆς Τριάδος ἔποψις·
χαῖρε, τῶν θείων ὀνομάτων ἀνάπτυξις.
Χαῖρε, πέλαγος ἀόριστον, θεολογίας φημί·
χαῖρε, θάλασσαν ἀπέραντον, ἡ διδάξασα προσπλεῖν.
Χαῖρε, Ταξιαρχίας σύνθημα τῆς ἄνω·
χαῖρε, Ἱεραρχίας ὕμνημα τῆς κάτω.
Χαῖρε, μυστηρίων ἀποκάλυψις·
χαῖρε, ἀποῤῥήτων διασάφησις.
Χαῖρε, δι’ ἧς οἱ νόες ἀνυψοῦνται·
χαῖρε, δι’ ἧς πρὸς Θεὸν ἀφικνοῦνται.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Μὴ φίλοι τοῦ Υἱοῦ μου, μὴ ποιήσητε πένθους, ἡμέραν τῆς Μεταστάσεώς μου· μεμνημένοι δι’ ὡς εἶπον ὑμῖν, οὐκ ἐάσω ὑμᾶς ὀρφανοὺς πώποτε, τὴν λύπην ἀπωσάμενοι, διδάξατε τὰ ἔθνη λέγειν·
Ἀλληλούϊα.

Νέα τὴν ἡλικίαν, κομιδῇ τε ἀκμαία, καὶ γήρατος δεινοῖς πρὶν ἐγκῦψαι, μετεπέμφθης πρὸς τοῦ Σοῦ Υἱοῦ εἰς Βασίλεια τῶν οὐρανῶν Δέσποινα· Αὐτῷ δὲ συμβασιλεύουσα περισώζοις τοὺς Σοὶ βοῶντας·
Χαῖρε, Παρθένε ἡ βρεφοτρόφος·
χαῖρε, νηπίων νηπιοτρόφος.
Χαῖρε, τῶν καμνόντων παιδίων περίθαλψις·
χαῖρε, τῶν ἐφήβων ὡσαύτως ἀνάπτυξις.
Χαῖρε, κάλλος παρθενεύοντος σώματος πανευπρεπές·
χαῖρε, ἄνθος τῆς νεότητος, ἡ τηροῦσα ἀσινές.
Χαῖρε, ἀνδρῶν τελείων συντηροῦσα δυνάμεις·
χαῖρε, γυναικῶν αὖθις κατευθύνουσα πράξεις.
Χαῖρε, λαμπρὰ προμήθεια πένητος·
χαῖρε, στεῤῥὰ βακτηρία γήρατος.
Χαῖρε, καλὴ γηροτρόφε πρεσβύτου·
χαῖρε, κοινὴ προστασία τοῦ κόσμου.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Ξύμπαντες οἱ θεόπται, ἐφεστήκεισαν τότε, ἡνίκα πρὸς Θεὸν ἐξεδήμεις, καὶ σὺν
Τιμοθέῳ τῷ σοφῷ, δύο Ἱεράρχαι Ἀθηνῶν ἄχραντε, τὰ θεῖα μεγαλεῖά Σου θαυμάζοντες καὶ ἐκβοῶντες·
Ἀλληλούϊα.

λος ὁ ἐν τοῖς κόλποις, καθεζόμενος Λόγος, ἀνάρχου Πατρὸς ἀνεκφοίτητως, κατελήλυθεν ὅλος ἐν γῇ, τὴν τῆς Μητρὸς ἁγίαν ψυχήν, λήψεσθαι Ἀγγέλων Ἀρχαγγέλων τε, δωρυφορούντων καὶ λεγόντων·
Χαῖρε, ἡ Βασιλὶς καὶ Κυρία·
χαῖρε, ἡ Θεοτόκος Μαρία.
Χαῖρε, τῷ Θεῷ ἡμῶν σάρκα δανείσασα·
χαῖρε, τὸν Ποιητὴν γαλακτοτροφήσασα.
Χαῖρε, ὄνομα σεβάσμιον, καὶ Ἀγγέλοις καὶ βροτοῖς·
χαῖρε, θέαμα ἐξαίρετον, οὐρανοῦ τε καὶ τῆς γῆς.
Χαῖρε, ἡ οἰκοῦσα ἐν Οὐρανῷ ἐμπυρίνῳ·
χαῖρε, ἡ παρεστῶσα τοῦ Θεοῦ ἐν τῷ Θρόνῳ.
Χαῖρε, οὐρανίων ὑπερέχουσα·
χαῖρε, τῶν ἐπιγείων δεσπόζουσα.
Χαῖρε, μετὰ Θεὸν λατρευομένη·
χαῖρε, σὺν τῷ Υἱῷ προσκυνουμένη.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Πέτρος ὁ κορυφαῖος, Ἀποστόλων ἀκρότης, μεγίστης ἀθυμίας ἐπλήσθη, ἡπλωμένην ἰδών σε νεκράν, ἐμπόνως δακρύων ἐπὶ Σοὶ ἔτενε, καὶ πρώτιστος ἀπήρξατο τῶν ἐξοδίων ὕμνων ᾄδων·
Ἀλληλούϊα.

ήμασι θεοφθέγκτοις, Θεολόγος ὁ Μέγας, ὁ θεῖος Μαθητὴς Ἰωάννης, ἐδεξιοῦτο Μητέρα τὴν ἑαυτοῦ, ἀπαίρειν πρὸς τὰς ἄνω σκηνὰς μέλλουσαν, πυκνῶς κατασπαζόμενος, ὑιοπρεπῶς τε ἀνακράζων·
Χαῖρε, Πατρὸς τοῦ ἀνάρχου Νύμφη·
χαῖρε, Υἱοῦ συνανάρχου Μήτηρ.
Χαῖρε, Μαθητοῦ ἠγαπημένου καύχημα·
χαῖρε, φοιτητοῦ ἐπιστηθίου σέμνωμα.
Χαῖρε, ἣν ἐγὼ παρέλαβον τότε ἀπὸ τοῦ Σταυροῦ·
χαῖρε, ἣν ἐγὼ ἐφύλαξα ὥσπερ κόρην ὀφθαλμοῦ.
Χαῖρε, ἡ ἐν κρανίῳ Μαθητῇ δωρηθεῖσα·
χαῖρε, ἡ ἐν τῷ οἴκῳ τῷ ἐμῷ οἰκισθεῖσα.
Χαῖρε, Θεοῦ Μήτηρ ἀειπάρθενος·
χαῖρε, κόσμου Μήτηρ θεοδώρητος.
Χαῖρε, ἡ Μήτηρ πάντων πιστευόντων·
χαῖρε, ἡ σκέπη πάντων τῶν βοώντων.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Σύστειλόν μου τὸ σῶμα, ὦ υἱὲ Ἰωάννη, ἐν τάφῳ μητροπρεπῶς ὡς οἶδας· ὥσπερ δὲ ἤνεγκας καρτερῶς, ὅτε ἐν τῷ τάφῳ τῷ καινῷ ἐτέθειτο, ὁ σὸς καλὸς Διδάσκαλος, οὕτω τέτλαθι καὶ νῦν λέγων·
Ἀλληλούϊα.

Τύπος ἦν τῆς Σῆς δόξης, τὸ σημεῖον ὦ Μῆτερ, ὃ εἶδον τρανῶς ἐν τῇ Ἀποκαλύψει· καὶ γὰρ ὤφθης μοι τότε γυνὴ ἐνδεδυμένη τὸν νοητὸν Ἥλιον, τὸν πάντας καταυγάζοντα, καὶ συνετίζοντα βοᾷν Σοι·
Χαῖρε, λαμπρῶς ἡ ἐστολισμένη·
χαῖρε, φαιδρῶς ἡ κεκοσμημένη.
Χαῖρε, ἡ περιβεβλημένη τὸν Κύριον·
χαῖρε, πεποικιλμένη Αὐτοῦ ἐνώπιον.
Χαῖρε, στέφος δωδεκάαστρον, φέρουσα ἐν κεφαλῇ·
χαῖρε, δίσκον τὸν σελήνιον, ἔχουσα ἐν τοῖς ποσί.
Χαῖρε, Χριστὸν ἰδοῦσα ὑπεράνω Σου πάλιν·
χαῖρε, καταπατοῦσα τῆς ἀπάτης τὴν πλάνην.
Χαῖρε, ἰδοὺ ἀστέρες οἱ δώδεκα·
χαῖρε, ἰδοὺ ἀσπασμόν Σοι ἔδωκαν.
Χαῖρε, τῶν Χριστιανῶν Μήτηρ·
χαῖρε, Ἰωάννου Μαθητοῦ Μήτηρ.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

μνους ᾖδον οἱ νόες, φλογερῶν τῶν στομάτων, συμψάλλοντες σεπτοῖς Ἀποστόλοις, καὶ τάφῳ φερόμενον νεκρόν, σῶμα τὸ Θεομητορικὸν προὔπεμπον, τιμὴν αὐτῷ ποιούμενοι, καὶ φθεγγόμενοι μετὰ δέους·
Ἀλληλούϊα.

Φέροντες οἱ θεόπται, τὸ κλινίδιον Κόρη, ἐν ᾧ τὸ θεοδόχον Σου σκῆνος, λύπης καὶ ἀθυμίας μεστοί, ἡρέμα λίαν καὶ ἡσυχῇ ὤδευον, τὰ θεῖα καὶ ἐξαίσια ἀνυμνοῦντες μυστήρια·
Χαῖρε, δι’ ἧς ὁ Θεὸς ἐσαρκώθη·
χαῖρε, δι’ ἧς ὁ σατὰν ἐτροπώθη.
Χαῖρε, μυστηρίου ἀρχαίου φανέρωσις·
χαῖρε, ἀπ’ αἰῶνος κεκρυμμένου δήλωσις.
Χαῖρε, ἧ περ καθυπέκλινας, δένδρα κορυφαὶ αὐτῶν·
χαῖρε, ἥνπερ προσεκύνησαν, ἐν τῷ Ὄρει Ἐλαιῶν.
Χαῖρε, ἡ δι’ Ἀγγέλου εἰς τὰ ἄνω κληθεῖσα·
χαῖρε, διὰ σημείου φοίνικος πιστωθεῖσα.
Χαῖρε, πρὸς τὸν Υἱὸν ἐνδημήσασα·
χαῖρε, ἐν Παραδείσῳ σκηνώσασα.
Χαῖρε, ἐκ γῆς πρὸς οὐρανὸν ἀρθεῖσα·
χαῖρε, ἡμᾶς ὀρφανοὺς μὴ ἀφεῖσα.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

Χεῖράς Σου παναχράντους, καὶ παλάμας ἀμώμους, ὑψώσασα ἁγνὴ πρὸς Υἱόν Σου, μητρικῶς ἀνεβόας αὐτῷ, οὕς μοι ἐκτήσω διηνεκῶς φύλαττε, ᾠδήν Σοι τὴν οὐράνιον, τῷ Δημιουργῷ προσφωνοῦντας·
Ἀλληλούϊα.

Ψαῦσαί τις μὴ τολμήσῃ, ἀμυήτων χεὶρ ταύτης, τῆς θείας Κιβωτοῦ ὡς ἐμψύχου, μόνα δὲ τὰ χείλη τῶν πιστῶν, κινείσθωσαν ἐπὶ τὸν αὐτῆς ἔπαινον, φωνήν τε τὴν χαρμόσυνον μελπέτωσαν τὴν τοῦ Ἀγγέλου·
Χαῖρε, ἡ πύλη τοῦ Παραδείσου·
χαῖρε, ἡ κλεὶς χλοεροῦ χωρίου.
Χαῖρε, ἀπροσίτῳ φωτὶ σελαγίζουσα·
χαῖρε, τὰς ψυχὰς πάντων περιαυγάζουσα.
Χαῖρε, ὅτι Σὺ ἐφώτισας τοὺς τῶν ὕμνων ποιητάς·
χαῖρε, ἣν ἐδοξολόγησαν, Ἰωάννης καὶ Κοσμᾶς.
Χαῖρε, ἡ Θεοδώρου καὶ Θεοφάνους νάβλα·
χαῖρε, Ἰωσὴφ καὶ Ῥωμανοῦ κιθάρα.
Χαῖρε, Δαμασκηνοῦ χειρὸς ἴασις·
χαῖρε, παντὸς πάθους ἀνακούφισις.
Χαῖρε, δὴ Κόρη! Καὶ δὸς ὃ αἰτήσω·
χαῖρε, Μαρία ἵν’ εἰπὼν ἐκψύξω.
Χαῖρε, Μῆτερ ἀπείρανδρε.

πάσης εὐφημίας ὑπερέκεινα Μῆτερ, παντὸς ἐγκωμίου ἀνωτέρα, Ἥνπερ οὐδὲ νοῦς ἀγγελικός, σχολῇ γε ἀνθρώπειος ἐπαινεῖν δύναται!, τὸ πρόθυμόν μου πρόσδεξαι καὶ ἐλέησον ὅπως ψάλλω·
Ἀλληλούϊα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου