ΙΟΥΛΙΟΣ ΙΒ΄!!
ΠΑΪΣΙΟΣ ΟΣΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱ.
Μ. Σουρωτής)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄.
Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε
Πάτερ Παΐσιε, ἀπὸ παιδὸς τῷ Θεῷ, τῆς καρδίας
τὴν ἔφεσιν, ὁλοκλήρως ἔδωκας, καὶ τρωθεὶς θείῳ ἔρωτι, ὑπὲρ τὴν φύσιν ἀνδρείως
ἤσκησας, καὶ δι’ ἱδρώτων πολλῶν ἐπότισας, Ὄρος τὸ Ἅγιον, καὶ Σινᾶ καὶ Στόμιον·
διὸ καὶ νῦν, τοὺς σεπτοὺς ἀγῶνάς σου, πάντες γεραίρομεν.
Πάτερ,
θεόπτα Παΐσιε, νηστείᾳ καὶ προσευχῇ,
καθαρθεὶς τὴν διάνοιαν, μύστης ἐχρημάτισας, μυστηρίων τοῦ Πνεύματος, καὶ
ἠξιώθης ἰδεῖν μακάριε, κάλλος οὐράνιον τοῦ παντάνακτος, καὶ δόξαν ἄῤῥητον, ὑπὲρ
φῶς ἀστράπτουσαν ἡλιακόν, ἥνπερ νῦν τρανότερον, ὁρᾷς ἀοίδιμε.
Ὅσιε
Πάτερ Παΐσιε, καταυγασθεὶς τὴν ψυχήν, τῇ
ἐλλάμψει τοῦ Πνεύματος, ἑώρας σαφέστατα ὡς παρόντα τὰ μέλλοντα· τὰ πόῤῥω ὥσπερ
ἐγγὺς ἐγνώριζες, καὶ τὰς καρδίας ἀνθρώπων ἔβλεπες· ἐξ οὐρανοῦ δὲ νῦν, ἱλέῳ σου
ὄμματι καὶ συμπαθεῖ, βλέψον πρὸς τοὺς χρήζοντας, τῆς βοηθείας σου.
Πάτερ,
θαυμαστὲ Παΐσιε, ἡ σὴ σεπτὴ βιοτή, καὶ τὰ μέγιστα θαύματα, ταχέως διέδραμον τὴν
ὑφήλιον ἅπασαν· εἰ καὶ βιῶσαι λάθρᾳ ἐσπούδασας, ἡ θεία Χάρις ἐν σοὶ σκηνώσασα,
ἄστρον σὲ ἔδειξεν ὄντως παμφαέστατον καθοδηγοῦν, τῶν πιστῶν τὸ πλήρωμα πρὸς
βίον ἔνθεον.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἅπας
ὁ βίος σου Ὅσιε βία φύσεως ὑπῆρξε, διὰ συνεχοῦς ἐπινοίας πολυτρόπων ἀσκήσεων·
ἐνίκα γὰρ τοὺς κόπους ἡ τῆς ψυχῆς σου φιλοτιμία, ὅτι ἐθεώρεις σεαυτὸν χρεώστην,
διὰ τὰς ἀμέτρους τοῦ Θεοῦ εὐεργεσίας. Ὁ δὲ πλουσιόδωρος Δεσπότης σὲ τὸν
εὐγνώμονα δοῦλον, μεγίστων χαρισμάτων ἐπλούτισε Πάτερ Παΐσιε, τοῦ περιθάλψαι
τετραυματισμένας ψυχάς, ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ· καὶ νῦν Αὐτὸν ἱκέτευε σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
οἱ μονασταί, Θεῷ τὴν δόξαν δῶμεν, τῷ δόντι ἡμῖν λύχνον πρὸς ἀκριβείας βίον, τὸν
ἀσκητὴν Παΐσιον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δεῦτε
καὶ οἱ πιστοί, ὑμνήσωμεν συμφώνως, ἡμῶν τὸν εὐεργέτην καὶ πρὸς Θεὸν μεσίτην,
θαυματουργὸν Παΐσιον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δεῦτε
ἑορτασταί, τιμήσωμεν ἀξίως, Παΐσιον τὸν νέον, μιμούμενοι τοὺς κόπους, αὐτοῦ καὶ
τὴν ταπείνωσιν.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
ἀνυμνήσωμεν λαοί, τὸν ἐν ἐσχάτοις χρόνοις Ἀθωνίτην ἀσκητήν, τὸν στοργικὸν
πατέρα καὶ πρακτικὸν διδάσκαλον, τὸν μέγαν ἐν τῇ πράξει καὶ μείζονα ἐν θεωρίᾳ,
τὸν Ὅσιον Παΐσιον· οὗτος τῷ πυρὶ τῆς ἀγάπης ὡς λαμπὰς ἀναλωθείς, νῦν παρίσταται
τῇ ὑπερφώτῳ Τριάδι, ὑπὲρ ἡμῶν πρεσβεύων, ὅπως λάβωμεν φῶς θεϊκῆς ἐπιγνώσεως.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς
ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος, ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ, καὶ
παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς
θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν
πρεσβεύεις ἀπαύστως, ὑπὲρ παντὸς τοῦ κόσμου Ὅσιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον
φαιδρὰ πανήγυρις, τῇ σεπτῇ σου μνήμῃ Ὅσιε Παΐσιε, καὶ χαίρει Καππαδοκία ἡ
γεννήσασα, Πατέρων τῶν παλαιῶν, σὲ μιμητὴν θαυμαστὸν καὶ ἐφάμιλλον· τὸ Ὄρος Ἄθω
σκιρτᾷ, τῇ ἰσαγγέλῳ ζωῇ σου θαμβούμενον· καὶ ἡ οἰκουμένη πᾶσα, ἱκετεύει
κράζουσα· εὐσυμπάθητε Πάτερ, ταῖς εὐχαῖς σου πάντας στήριξον.
Ὢ
τοῦ παραδόξου θαύματος! Πῶς ἐν σώματι ὢν ἤκουσας μακάριε, Ἀγγέλων δοξολογούντων
τὸν Θεὸν ἡμῶν; αἱ χεῖρές σου πῶς τροφήν, ὡς δῶρον τῆς Θεοτόκου ἐδέξαντο; ἀλλὰ
καὶ πῶς εὐλαβῶς, τῇ πανευφήμῳ ὡμίλησας Μάρτυρι; Πλέον ὅμως τούτων πάντων, πῶς
τὸν ὅλον Κύριον, ὑπερλάμποντα κάλλει, ἐθεάσεω θεοδόξαστε;
Τίς
οὐκ ἐθαμβήθη Ὅσιε, καθορῶν σε ὅλον αἴγλῃ θείᾳ λάμποντα, τὴν ἔνδον σου
μαρτυρούσῃ καθαρότητα; Καὶ τίς ὄντως τὴν καλήν, οὐκ ἠλλοιώθη ἀλλοίωσιν βλέπων
σε; Εὐθὺς γὰρ τὸ ἱλαρόν, καὶ φωτοβόλον σου βλέμμα ἐδέικνυε, θησαυρὸν ἐνθέου
πόθου, βάθος ταπεινώσεως, εὐλαβείας τὸν πλοῦτον, καὶ ἀγάπης σου τὸ πέλαγος.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τὸ
θερμὸν τῆς ἀγάπης σου, ἐξεχέετο Ὅσιε, ἐκ τῆς σῆς καρδίας εἰς κτίσιν ἅπασαν·
ὅθεν πατέρα οἱ ἄνθρωποι, σὲ εὕρισκον εὔσπλαγχνον στοργικὸν καὶ συμπαθῆ, τὰ δὲ
ζῷα ἀφόβως σοι Πάτερ ἤγγιζον, ὥς ποτε τῷ Ἀδὰμ ἐν Παραδείσῳ, ἐντολὴν πρὶν
παραβῆναι, τοῦ Πλάστου πάσης τῆς κτίσεως.
Ψαλμικῶς
εἰς τὰ πέρατα, ὁ σὸς φθόγγος διέδραμεν, καὶ ἡ διδαχή σου σοφὲ Παΐσιε, οἷάπερ
σάλπιγξ γλυκύλαλος, τὴν γῆν περιήχησεν ἐκδιδάσκουσα σαφῶς, ὅτι τρίβος σωτήριος
ἡμῖν γίνεται, ἡ τελεία πρὸς Κύριον ἀγάπη, τὸ ζητεῖν τὸ τοῦ ἑτέρου, καὶ ἡ ὑψοῦσα
ταπείνωσις.
Ἰατρεῖον
ὁ τάφος σου, καὶ θερμὸν καταφύγιον, τοῖς πιστῶς προσπίπτουσι καὶ κραυγάζουσιν·
εὔσπλαγχνε Πάτερ Παΐσιε, ὡς πάλαι ἐνίσχυσας καὶ διέσωσας πολλούς, οὕτω νῦν ἡμᾶς
στήριξον παραμύθησον, δίδου ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, καὶ πρὸς ἔργα
μετανοίας, ἡμῶν τὸν ζῆλον διέγειρον.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀνέτειλε
σήμερον ἡμῖν φωταυγὴς ἑορτή, τὰς καρδίας ἡμῶν φαιδρύνουσα, καὶ τὸν νοῦν πρὸς
οὐρανὸν ἀναβιβάζουσα· ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος, ἑορτάζεται ὁ
θεόφρων Παΐσιος. Οὗτος διάγων ἐπὶ γῆς ὡς ἐν οὐρανῷ ἐπολιτεύετο, οὐδόλως περὶ
τῶν γηΐνων μεριμνῶν, ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν, καὶ τῷ φωτὶ Αὐτοῦ
περιπατῶν· διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο, διὰ προσευχης ἀδιαλείπτου
τὴν καρδίαν οὐρανὸν ἐποίησεν· ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος, σὺν τοῖς
Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν. Ἅπαντες οὖν πανευλαβῶς βοήσωμεν αὐτῷ·
ἰσάγγελε Παΐσιε ποίησον ἡμᾶς μετόχους, τῆς ἀλήκτου λαμπρότητος, ταῖς πρὸς
Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου
Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης
τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν
ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος,
Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α΄.
Ὦ πάντων τῶν ἀσκητῶν ὁμόσκηνε,
ὦ πάντων τῶν Ἁγίων συμμέτοχε, Πατὴρ ἡμῶν Παΐσιε· σὺ καὶ προφήτου εἶχες
ὀφθαλμόν, ὅτι τὰ μέλλοντα ὡς παρόντα ἑώας· σὺ καὶ ἀποστόλου ἔργον ἐτέλεσας, ὅτι
διάγων ἐν τῷ Ἄθῳ, τῶν ἀνθρώπων τὰ πλήθη ὡς μαγνήτης προσείλκυες, εἰς μετάνοιαν
ὁδηγῶν καὶ σωτηρίαν· ἀλλὰ καὶ μάρτυρά σε ἔδειξεν ἡ βιοτή σου, ὅτι γενναίῳ
φρονήματι, κόπους μακροὺς ἀσκήσεως καὶ πόνους ἀσθενείας, ἀγαλλόμενος διὰ
Χριστὸν ὑπέμεινας· Ὃν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῆς πανευφήμου Εὐφημίας τὴν
μνήμην ἑορτάσας, πρὸς οὐρανίους ἀνέπτης μονάς Ὅσιε Πάτερ Παΐσιε· ἔνθα σὲ
ὑπεδέξαντο ἡ πανένδοξος Μάρτυς, ἣν πάλαι ὑπεδέξω ἐν τῇ πτωχῇ σου Καλύβῃ, καὶ ὁ
Ὅσιος Ἀρσένιος οὗ τὸν βίον τὸν ἔνθεον, ἀπὸ παιδὸς ἐμιμήθης καὶ τοῖς πάσιν
ἐφανέρωσας. Ἀλλὰ καὶ νῦν τριὰς Ἁγίων σεπτή, Ἀρσένιε θεοφόρε, Παΐσιε θεόφρον καὶ
Ἀθληφόρε Εὐφημία, τὰς δεήσεις ἡμῶν ὁμοῦ προσάγετε τῇ Παναγίᾳ Τριάδι, αἰτούμενοι
ἡμῖν ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Μακάριος εἶ θεοφόρε Παΐσιε,
ὅτι τὸν ὡραῖον κάλλειν κατιδεῖν ἠξιώθης, Χριστὸν τὸν Θεόν, ὅλον φῶς, ὅλον
γλυκασμόν, ὅλον ὡραιότητα ἄφραστον. Ὅθεν ἐξεστηκὼς ἐβόας λέγων· πῶς τὴν λαμπράν
σου ὄψιν φιλάνθρωπε, ἄνθρωποι ἐμπτῦσαι ἐτόλμησαν; Πῶς δὲ ἐγὼ ὁ ἄθλιος ταύτης
τῆς θεάς ἠξιώθην, δι’ ἣν πάντας τοὺς ἀγῶνας τῶν ἀπ’ αἰῶνος ἀσκητῶν, ἄξιον ἂν ἦν
τινα ποιῆσαι; Νῦν δὲ παμμακάριστε Ὅσιε ἀδιαλείπτως βλέπων, τὸν Σωτῆρα Χριστὸν
πρόσωπον πρὸς πρόσωπον, δυσώπει δεόμεθα ἐν ἡμέρᾳ κρίσεως, ἀξιωθῆναι ἡμᾶς
ἀκαταγνώστῳ συνειδότι, θεάσασθαι Αὐτοῦ τὸ πρόσωπον.
Ἦχος δ΄.
Τίς οὐκ ἐθαύμασε Παΐσιε
Ὅσιε, τὸ διάπυρον τῆς σῆς ἀγάπης, καὶ τὴν ἰσχὺν τῆς μεσιτείας σου πρὸς Κύριον;
Ὄμματι εὐσπλάγχνῳ ἑώρας τοὺς πάσχοντας, καὶ ἀνίάτα πάθη ἐθεραπεύοντο· ἐν τῇ
θερμῇ σου ἀγκάλῃ δαιμονῶντας περιέσφιγγες, καὶ τὰ δαιμόνια φρίττοντα
ἐφυγαδεύοντο· πυρίνῃ γλώσσῃ ἐλάλεις καὶ αἱ καρδίαι ἠλλοιοῦντο, τῇ θείᾳ ἐνεργείᾳ
τῶν λόγων σου· καὶ νῦν ἄνωθεν ἡμᾶς προφθάνεις, σώζων ἐκ κινδύνων συμφορῶν καὶ
θλίψεων. Διὸ εὐχαριστήριον αἶνον Θεῷ προσάγομεν λέγοντες· εὐλογητὸς ὁ Θεός, ὁ
δωρησάμενος ἡμῖν, ἰατρὸν καὶ προστάτην καὶ πρέσβυν ἀκοίμητον.
Ἦχος πλ. β΄.
Δεῦτε ἅπαντες πιστοὶ
εὐφρανθῶμεν ἐνθέως, ἐν τῇ πανσέπτῳ μνήμῃ τοῦ θεοφόρου Παϊσίου, καὶ πνευματικῶς
ἑορτάζοντες αὐτῷ βοήσωμεν· χαίροις, ὁ ἀσιγήτως τὸν Θεὸν δοξολογήσας, θείῳ ἔρωτι
τρωθείς· χαίροις, ὁ δαπανήσας σεαυτὸν ὑπὲρ τοῦ πλησίον, τῇ φλογὶ τῆς ἀγάπης
πυρποληθείς· χαίροις, ὁ πάντα παραμυθήσας, πείθων καταφρονεῖν τῶν ματαίων, καὶ
τῆς ψυχῆς τὸ ὄμμα ἔχειν, πρὸς πατρίδα τὴν οὐράνιον, ἔνθα ἡ ὄντως χαρὰ καὶ
παραμυθία· χαίροις, ὁ τὴν οἰκουμένην στηρίζων, ταῖς θείαις διδαχαῖς, καὶ ταῖς
πρεσβείαις σου πρὸς Κύριον. Αὐτὸν μὴ παύσῃ ἱκετεύων δεόμεθα, Ὅσιε Παΐσιε
οἰκουμένης φωστὴρ φαεινότατε, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν
τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τάδε λέγει Παΐσιος ὁ
θεηγόρος, πρὸς τὸν νόμον τοῦ Σωτῆρος Χριστοῦ, κατευθύνων ἡμᾶς· Μακάριοί ἐστε
ἐὰν ἀγάπην καὶ ταπείνωσιν κτήσησθε, ὅτι τοῦ Ἁγίου Πνεύματος οἰκητήριον
γενήσεσθε· μακάριοί ἐστε ἐὰν ἑαυτοὺς ἀρνήσησθε, καὶ τὸν πλησίον ἀναπαύσητε, ὅτι
τῆς ὄντως ἀναπαύσεως ἀπολαύσετε· χαίρετε καὶ ἀγαλλιᾶσθε, οἱ τὰς θλίψεις καὶ
ἀδικίας εὐχαρίστως ὑπομένοντες, ὅτι μιμηταὶ γεγόνατε Χριστοῦ, τοῦ ἑκουσίως ὑπὲρ
ἡμῶν παθόντος· οὕτω πολιτευόμενοι, γεύσεσθε ἐπὶ τῆς γῆς οὐρανίου εὐφροσύνης,
καὶ ἐν οὐρανῷ τῆς αἰωνίου χαρᾶς ἀξιωθήσεσθε.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Καππαδοκίας βλαστός,
Κονίτσης ἄνθος καὶ τοῦ Ἄθω ἀγλάϊσμα, Ἑλλάδος τὸ θεῖον κλέος, καὶ οἰκουμένης
φωστήρ, Ἐκκλησίας φάρος τηλαυγέστατος, πιστῶν χειραγώγησις, πρὸς φιλότιμον ἄσκησιν,
κινδυνευόντων ἀπροσδόκητος λύτρωσις, μοναζόντων δέ, ἀσφαλὴς καθοδήγησις· Πάτερ
πανολβιώτατε, Παΐσιε Ὅσιε, νῦν τὸν σὸν τάφον κυκλοῦντες πανευλαβῶς τὴν ἐτήσιον,
τελοῦμέν σου μνήμην, καὶ γεραίρομεν τοὺς ἄθλους τῆς πολιτείας σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Ἔρωτι θεϊκῷ πτερωθείς, τὴν ἀκροτάτην
ἡσυχίαν ἐπόθησας, καὶ ταύτην ἀκαταπαύστως ὡς μανικὸς ἐραστής, ἀνεζήτεις Ἅγιε ἕως
ἔφθασας, εἰς τόπον πανέρημον, ἔνθα πάθη ἐνέκρωσας, καὶ τῶν δαιμόνων, τὰς ἐνέδρας
διέλυσας, δι’ ἀσκήσεως καὶ πολλῆς ταπεινώσεως· ὅθεν Θεῷ ἑνούμενος, Θεοῦ ὤφθης ὄργανον,
Ὅσιε Πάτερ ὑπείκων Αὐτοῦ τῷ θείῳ θελήματι, καὶ καύσει καρδίας, ὡς θυσία
προσηνέχθης τῷ κόσμῳ ἅπαντι.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ καθαρᾷ προσευχῇ, πρὸς
θεωρίαν ὑψωθεὶς Πάτερ Ὅσιε· θεάμων γὰρ ἀθεάτων ἐγένου ὑπερφυῶς, καὶ τῶν ἀποῤῥήτων
γνῶσιν ἔσχηκας, Θεοῦ τὰ μυστήρια, ἐμυήθης μακάριε, μετὰ Ἁγίων, συνωμιλήσας Ἅγιε,
ὕμνων ἤκουσας, τῶν Ἀγγέλων ἰσάγγελε· ξένης τροφῆς μετέλαβες, τὴν πάναγνον
Δέσποιναν, ὡς καθαρὸς ὑπεδέξω τοῦ δὲ Κυρίου τὸ πρόσωπον, κατεῖδες θεόπτα, Ὃν
δυσώπει ἡμῖν δοῦναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Παρακαλεῖτε παρακαλεῖτετὸν
λαόν μου, φησὶν ὁ Προφήτης· ὁ γὰρ Θεὸς ἡμῶν παρακλήσεως Θεὸς ὑπάρχει. Ὅθεν τῷ
Θεῷ ὁμοιωθεὶς θεοφόρε Παΐσιε, πηγὴ ἀναδέδειξαι παραμυθίας· ψυχὰς πεινώσας ἄρτῳ
τῶν λόγων σου ἐξέθρεψας, διψῶντας τῷ καύσωνι τῶν θλίψεων, ὕδωρ ἀναπαύσεως
ἐπότισας, γυμνοὺς ἀρετῶν τῇ στολῇ ἐνέδυσας, τῆς ἐναρέτου πολιτείας, ξένοις
πατὴρ ἀδελφὸς καὶ μήτηρ γέγονας, νοσοῦντας δι’ ἐντεύξεως ἐθεράπευσας, ἔτι δὲ
καὶ νεκροὺς κατακρίτους, ἐπεσκέψω Ὅσιε Πάτερ, ἀναψυχὴν αὐτοῖς ταῖς εὐχαῖς σου
χαρισάμενος. Καὶ νῦν κληρονόμος γενόμενος τῆς Χριστοῦ Βασιλείας, οὐ παύῃ
εὐεργετῶν καὶ ἰώμενος τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς
ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος, ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ, καὶ
παράκλησις πολλῶν ἀνθρώπων γέγονας, λόγοις θείοις νουθετῶν, προσευχαῖς
θαυματουργῶν, Παΐσιε θεοφόρε· καὶ νῦν
πρεσβεύεις ἀπαύστως, ὑπὲρ παντὸς τοῦ κόσμου Ὅσιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ζωὴν
ἀγγελικήν, ὡς οἱ πάλαι Πατέρες, ἐν Ἄθῳ καὶ Σινᾷ καὶ Στομίῳ διῆλθες, Παΐσιε Ὅσιε
καὶ τοὺς πάντας προέτρεψας, ἔργοις λόγοις τε καταφρονεῖν τῶν ματαίων, μόνης δὲ
ψυχῆς ἐπιμελεῖσθαι ἀπαύστως· ὑπάρχει γὰρ ἀθάνατος.
Δόξα.
Τὴν
θείαν σου λαμπρῶς, ἑορτάζοντες μνήμην, κυκλοῦμεν εὐλαβῶς, τὸν σὸν πάνσεπτον
τάφον, Πατὴρ ἡμῶν Παΐσιε, εὐγνωμόνως συμπλέκοντες, ἄνθη εὔοσμα, τῶν ἱερῶν
ἐγκωμίων· ταῦτα πρόσδεξαι, καὶ τὰς ἡμῶν ἱκεσίας, Θεῷ διαβίβασον.
Καὶ
νῦν. Θεοτοκίον.
Μαρία
καθαρόν, ὁ Δεσπότης δοχεῖον, εὑρών Σὲ ἐπὶ γῆς, οὐρανῶν πλατυτέραν, ἀνέδειξέ Σε
πάναγνε, ἐν γαστρί Σου σαρκούμενος· ὅθεν πλάτυνον, ἡμῶν τὸ στόμα καὶ πλῆσον,
σῆς αἰνέσεως, ὅπως τὰ Σὰ μεγαλεῖα, δοξάζομεν Δέσποινα.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀδιάλειπτος
εὐχή, φύσεως βία διαρκής, ὑπομονὴ ἐν πειρασμοῖς, εὐχαριστία ἐν παντί, ἡ βιοτή
σου ὑπῆρξε θεόφρον Πάτερ· ἔσχες γὰρ ὡς πῦρ, ἐν τῇ καρδίᾳ σου, φιλοτιμίαν
θαυμαστὴν ἐκπηγάζουσαν, ἐκ τῆς ἀμέτρου εὐγνωμόνος ἀγάπης, πρὸς τὸν Δεσπότην καὶ
Κύριον· δι’ Ὃν καὶ θνήσκειν σφοδρῶς ἐπόθεις, καθ’ ἑκάστην ἡμέραν.
Δόξα.
Συμπαθέστατος
πατήρ, σύμβουλος ὄντως ἀπλανής, πλανωμένων παιδευτής, καὶ τῶν πλανώντων
ἐλεγκτής, γέγονας Πάτερ παρέχων ἑνὶ ἑκάστῳ, ἴαμα ψυχῆς τὸ προσφορώτερον, μετρῶν
ἐν τῷ ζυγῷ τῆς διακρίσεως· ἐκ τῆς θεοσυνέτου σου καρδίας, ὁμοῦ γὰρ ἔβλυζον
Ἅγιε, ἡ στογική σου φιλαδελφία, καὶ ἡ φιλεύσπλαγχνος παιδαγωγία.
Καὶ
νῦν. Θεοτοκίον.
Μεγαλεῖα
ἀληθῶς, ὁ πάντων Πλάστης καὶ Θεός, Σοὶ ἐποίησεν ἁγνή· διὸ ἱκέτευε Αὐτόν, τοῦ
μεγαλῦναι τὸ ἔλεος ἐπὶ πάντας, ὅπως ἐν χαρᾷ ἀπαύστως ψάλλωμεν· Ἄξιόν ἐστι
μακαρίζειν Σε, τὴν Χερουβεὶμ καὶ Σεραφεὶμ ὑπερτέραν, ὡς Μητέρα ὑπάρχουσαν, τοῦ
ἐν ὑψίστοις Θεοῦ καὶ Κτίστου, καὶ Σωτῆρος τοῦ κόσμου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ
πῦρ τοῦ ζήλου σου καὶ τοὺς ἀγῶνάς σου, τίς οἶδεν Ὅσιε; ἢ τῆς ἀγάπης σου, τοὺς
ἀειῤῥύτους ποταμοὺς τίς δύναται ἐκμετρῆσαι; Καθ’ ἡμέραν ἔθνῃσκες, ῥώσιν δίδων
τοῖς κάμνουσιν· εἰ δὲ καὶ ἠδύνασο, τὴν καρδίαν σου ἔδωκας ἄν, μιμούμενος
Χριστοῦ τὴν εὐσπλαγχνίαν, τοῦ ὑπὲρ πάντων κενωθέντος.
Δοξα.
Καὶ νῦν. Θεοτοκίον.
Τί
Σὲ καλέσωμεν, Μῆτερ Ἀνύμφευτε, Ἀγγέλων Δέσποιναν, κόσμου μεσίτριαν, θείων
χαρίτων θησαυρόν, ἀλάβαστρον θείου μύρου, βάτον ἀκατάφλεκτον, στάμνον μάννα
βαστάζουσαν, κλίμακα μετάγουσαν ἀπὸ γῆς πρὸς οὐράνια, καὶ σκέπην οὐρανῶν
πλατυτέραν, σκέπουσαν ἡμᾶς καὶ διασώζουσαν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Δεῦτε
πιστοὶ τῆς Παϊσίου τραπέζης, ἐνθέως μετάσχωμεν· ἰδοὺ γὰρ ὁ Πατὴρ ἡμῶν Παΐσιος ὁ
νέος, τοῦ παλαιοῦ ὁμότροπος φανείς, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν·
δεῦτε ἅπαντες εὐφρανθῶμεν, τοῖς καρποῖς τῶν καμάτων τοῖς μελιῤῥύτοις λόγοις,
καὶ τοῖς νάμασι τῶν θαυμάτων αὐτοῦ, ὡς παρόντα δὲ ὁρῶντες τὸν ἡμέτερον
προστάτην, αὐτὸν ἱκετεύσωμεν· Ὅσιε Πάτερ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Παϊσίου ᾄσωμεν
τοὺς ὑπὲρ φύσιν ἄθλους.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πῶς ἐπαξίως ἐν ᾠδαῖς
ὑμνήσωμεν Πάτερ Παΐσιε, τὴν ἀσκητικήν σου πολιτείαν Ὅσιε, καὶ ποίοις λόγοις
ᾄσωμεν τὴν θερμήν σου ἀγάπην, τὴν μετὰ πάντων συμπάσχουσαν, καὶ παραμυθίαν
παρέχουσαν;
Ἀσκητικῶς ἀπὸ παιδὸς
ἐβίωσας ἀγάπῃ θείᾳ φλεχθείς, βίοις δὲ Ἁγίων ἐντρυφῶν ἐσπούδαζες, μιμεῖσθαι μετὰ
ζέσεως τὰ μεγάλα ἐκείνων, καὶ ὑπὲρ φύσιν παλαίσματα, καὶ τὴν βιοτὴν τὴν
ἰσάγγελον.
Ἰδὼν Χριστὸς πῶς ἀπιστίας
κλύδωνα σοφῶς διέφυγες, ἔτι παῖς ὑπάρχων, φιλοτίμῳ πίστει σου, μέσῳ φωτὸς ἐφάνη
σοι, ἀσφαλῶς βεβαιῶν σοι, ὅτι Αὐτὸς ἡ ἀνάστασις, καὶ ζωή ἐστι τοῖς πιστεύουσι.
Θεοτοκίον.
Σοὶ ἀληθῶς μετὰ Θεὸν
ἀνέθηκας πᾶσαν ἐλπίδα ἁγνή, καὶ Σοὶ ἀνατείνων ,ὅλην μου τὴν ἔφεσιν, ἀναβοῶ ἐξ
ὅλης μου, τῆς ψυχῆς καὶ ἰσχύος· πρὸς σωτηρίαν με ἴθυνον, Μῆτερ τοῦ Θεοῦ Παναγία
μου.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Χαίροις, Πάτερ
Παΐσιε, παραμυθία πάντων.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρμόσυνα ᾄσματα ᾄδομεν
σήμερον χαίροντες, Παΐσιε Ὅσιε τῆ θείᾳ μνήμῃ σου, ὡς ἐλάμπρυνας, Χριστοῦ τὴν
Ἐκκλησίαν, τῷ φέγγει τῶν ἄθλων σου, καὶ τῶν θαυμάτων σου.
Ἀγάλλου καὶ χόρευε
Καππαδοκία θαυμάζουσα, Θεὸς πῶς ἐδόξασε τῇ καθ’ ἡμᾶς γενεᾷ, ὃν ἐγέννησας,
Παΐσιον τὸν νέον, ἐν Ἄθῳ ἀσκήσαντα ζέοντι πνεύματι.
Ἰθύνθης στεῤῥότατα πρὸς
ἀρετῶν τελειότητα, ἐκ πρώτων βημάτων σου Πάτερ Παΐσιε, καὶ ἠγώνισαι, ἐν πᾶσι
φιλοτίμως· διὸ καὶ ἀπείληφας, στέφανον ἄφθαρτον.
Θεοτοκίον.
Ῥητόρων οὐδέποτε, γλῶσσαι
σοφαὶ ἐξισχύσουσι, τὸ μέγα μυστήριον ἐξερευνῆσαι ἁγνή, πῶς διέμεινας, Παρθένος
μετὰ τόκον, πῶς Μήτηρ τοῦ Κτίστου Σου ἡ δούλη γέγονας.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἰδοὺ πεπλήρωται σαφως ἡ
περὶ σοῦ προφητεία, τοῦ Ἁγίου Ἀρσενίου εἰόντος, ὡς ὁμότροπος αὐτοῦ ὀφθήσῃ ὦ
Παΐσιε· καὶ νῦν ὡς δύο ἄστρα, τὴν Ἐκκλησίαν φαιδρύνετε.
Ὅλος πυρίπνους εἰσελθὼν εἰς
κοινοβίου παλαίστραν, πῦρ ἐτίθεις τῷ πυρὶ καθ’ ἡμέραν, ἐν ἱδρῶσι κοπιῶν καὶ
δάκρυσιν εὐχόμενος· ὅθεν ἡ θεία Χάρις σὲ περιέλουσεν ἄνωθεν.
Ὑπερβαλλόντως ὁ σφοδρὸς τῆς
ἡσυχίας ὁ πόθος, σὲ διήγειρε δραμεῖν πρὸς ἐρήμους· ἔνθα πίνω διαυγῆ τῆς
ἀπαθείας νάματα, πηγὴ ἐγένου Πάτερ, ὕδωρ τὸ ζῶν ἀναβλύζουσα.
Θεοτοκίον.
Ἄχραντε Μῆτερ τοῦ Θεοῦ, τῇ
Σῇ ἀγάπῃ ἐθέλχθη, ἡ καρδία τοῦ σεπτοῦ Παϊσίου, ὃς προσπίπτων Σοι θερμῶς μετ’
εὐλαβείας ἔκραζεν· ἡδύτερον οὐκ ἔστι Σοῦ τῆς Μητρὸς τοῦ Κυρίου μου.
Ἕτερος.
Τοὺς Σοὺς ὑμνολόγους.
Ὁ ἄσβεστος ζῆλός σου
θεόφρον, ὁ μέγας σου ἔρως πρὸς Χριστόν, ἀπαύστως σε προέτρεπεν ἀναβοᾶν
τρανότατα· ἐμοὶ τὸ ζῆν Χριστός ἐστι καὶ μέγα κέρδος ὁ θάνατος.
Ἰσχύϊ Θεοῦ καθωπλισμένος,
ἐπ’ ὤμων σου ἦρας τὸν σταυρόν, καὶ ἐσταυρώθης Ὅσιε τῷ κόσμῳ καὶ τοῖς πάθεσι·
διὸ ὁ ἅπας βίος σου Πάσχα Κυρίου ἐγένετο.
Σοφίαν τοῦ κόσμου οὐκ
ἐκτήσω, σοφίαν δὲ ὄντως τοῦ Θεοῦ, ἐδέξω θεοδίδακτε τῇ καθαρᾷ καρδίᾳ σου, καὶ
ἔγνως τὰ ἀνέκφραστα καὶ ὑπὲρ φύσιν μυστήρια.
Θεοτοκίον.
Παρθένε πανύμνητε Μαρία, ἡ
θεία εἰκών Σου θαυμαστῶς, εὐφραίνει χείλη ὄμματα καρδίαν καὶ διάνοιαν· ἣν
πίστει ἀσπαζόμενοι ἰσχὺν μεγίστη λαμβάνομεν.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Γλυκυτάτῳ
τῷ βέλει τῆς θεϊκῆς, ἀγαπήσεως Πάτερ ἐκκεντηθείς, τὸν κόσμον κατέλιπες καὶ
μητρὸς σχέσιν ἔῤῥιψας, καὶ ἐν ἐρήμῳ ἐκτήσω τὴν θείαν πρὸς ἅπαντας, γενικὴν
ἀγάπην ἧς βέλος σε ἔνυττεν, Ὅσιε ἀπαύστως
πρὸς ἀνάπαυσιν πάντων· διὸ ἐκ τοῦ αἵματος σῆς καρδίας ἠλέησας, ἀσθενεῖς
κινδυνεύοντας, πενθοῦντας πλανωμένους πτωχούς, ἔτι δὲ τεθνεῶσιν ἔδωκας,
ἀναψυχὴν ταῖς εὐχαῖς σου πρὸς Κύριον.
Δόξα.
Ὑποκύπτων
τῷ βάρει τῶν πειρασμῶν, καὶ κεντούμενος βέλει τῶν λυπηρῶν, ἐξαίφνης σε εὕρηκα
ὀξυτάτην ἀντίληψιν, ὅτι πρὶν εἴπω· Ἅγιε Παΐσιε πρόφθασον, ἐνώπιόν μου ἔστης, ὦ
θαῦμα ἐξαίσιον! Τὸν γὰρ στεναγμόν μου τὸν κρυπτὸν οὐ παρεῖδες, οὐδὲ τῆς καρδίας
μου τὴν πικρὰν θλῖψιν Ὅσιε, ἀλλ’ ὡς δοῦλος φιλότιμος, τοῦ μόνου φιλανθρώπου
Θεοῦ, ἐπεσκέψω τὴν ἐμὴν ἀσθένειαν, ἰατρείαν παρέχων ἀνέλπιστον.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁρατῶς
τῇ εἰκόνι Σου παρεστώς, ὥσπερ ζώσῃ παρίσταμαι νοερῶς, καὶ πόθῳ προσπίπτων Σοι,
εὐλαβείᾳ ἀσπάζομαι, τοὺς Σοὺς ἀχράντους πόδας, Παντάνασσα Δέσποινα, εὐχαριστίας
προσφέρων, ἀνθ’ ὧνπερ ἀπήλαυσα, καὶ ἀναβοῶν Σοι ἐν καρδίᾳ σκιρτώσῃ· Μαρία τὸ
πάμφωτον τοῦ Δεσπότου παλάτιον, Σὺ ὑπάρχεις πανάχραντε· ὅλος γὰρ κατώκησεν ἐν
Σοί, Θεὸς Λόγος ἵνα με τὸν ἄνθρωπον, κατὰ χάριν θεὸν ἀπεργάσηται.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς, Κύριε.
Σὺ ὡς τρυφήν, πᾶσαν
οἰόμενος στέρησιν, τὴν νηστείαν ὡς τερπνὴν ἀπόλαυσιν, καὶ πᾶσαν ἄσκησιν ὡς
χαράν, ἐπενόεις ἄθλους παντοειδεῖς, Πάτερ Ὅσιε· ἐνίκα γὰρ τοὺς κόπους ὁ πόθος
τοῦ Δεσπότου, Ὃν ἐζήτεις ὡς μόνον παμπόθητον.
Ὢ πῶς ἐν γῇ ἔζης, παμμάκαρ
ὡς ἄγγελος, καὶ Ἀγγέλους εἶχες βοηθοῦντάς σοι, καὶ τοὺς Ἁγίους συγκοινωνούς!
Μεθ’ ὧν νῦν χορεύων ἐν οὐρανίοις σκηνώμασι, μὴ παύσῃ δυσωποῦμεν, πρεσβεύων ὑπὲρ
πάντων, τῶν τιμώντων σε Πάτερ Παΐσιε.
Μέσῳ φωτός, πλήρης
γλυκύτητος ὤφθη σοι, ὁ Δεσπότης, ὢ μεγίστης χάριτος! ὅθεν ἐβόας ἐξεστηκώς· πῶς
ἐνέπτυσάν Σε, τοιούτῳ κάλλει κοσμούμενον; Χιλίους ἔτι χρόνους εἰ ἔζων ἐν
ἀσκήσει, οὐκ ἂν ἤρκουν μοι Σῶτερ, εὐχαριστῆσαί Σοι.
Θεοτοκίον.
Ἐν τῷ Σινᾷ ὤφθης, ὡς Μήτηρ
φιλόστοργος, Παϊσίῳ τῷ θερμῷ ἱκέτῃ Σου, ὃς καὶ θαυμάζων τὴν Σὴν στοργήν, καὶ
τὴν γλυκυτάτην παραμυθίαν Σου ἔλεγε· Σὺ Μήτηρ μου ὑπάρχεις, Θεομῆτορ Παρθένε,
καὶ εἰς ἑμαυτὸν ἀνατέθηκα.
Ἕτερος.
Τὴν ἀνεξιχνίαστον.
Ἄῤῥητον ὑπέρλαμπρον ἄπλετον
φῶς, ἔλαμψέ ποτε τῇ Καλύβῃ σου, Χάριτος θείας· ὅθεν θείῳ φωτισμῷ καταυγασθεὶς
μακάριε, ἔνθεα νοήματα ἔβλυσας.
Τέκνον ὥσπερ τρέφει πατὴρ
στοργικός, οὕτω σε ἐφρόντιζε Κύριος ἐν τῇ ἐρήμῳ, ἐπιῤῥίψας γὰρ Αὐτῷ ἐλπίδα
πᾶσαν Ὅσιε, ὅλως ἀμερίμνως ἐβίωσας.
Εὔχαριν γλυκύτατον καὶ
προσηνῆ, Χριστοῦ εὐωδίαν ἐκχέοντα Πάτερ σὲ ἔγνω, πᾶς ἐρχόμενος πρὸς σέ· καὶ
θλίψεις ἀποθέμενος, ὡς ὑπόπτερος ἀπήρχετο.
Θεοτοκίον.
Ῥήμασιν οὐκ ἔστιν ὑμνεῖν Σε
ἁγνή· ὅθεν τί προσάξωμεν ἄξιον Σοὶ τῇ πανσέπτῳ; Πίστιν μόνον ἀληθῆ πανευλαβῶς
προσφέρομεν, ἥνπερ μὴ παρίδῆς δεόμεθα.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Νικητὴς τῶν δαιμόνων, ὄντως
κραταιότατον ἐδείχθης Ὅσιε· οὐ γὰρ ἐπτοήθης, τὰς ἐνέδρας αὐτῶν καὶ τὰ φόβητρα,
ὅπλον σωτηρίας τὸν τοῦ Χριστοῦ σταυρὸν κατέχων, καὶ ταπείνωσιν ἔχων ὡς θώρακα.
Τὴν πτωχεύουσαν πλούτῳ,
ἀλλὰ πλουτοδότιδα Πάτερ Καλύβην σου, αἴγλῃ οὐρανίῳ, ἐπεσκέψατο αἴφνης ἡ
ἔνδοξος, Μάρτυς Εὐφημία πληροῦσα θείας εὐφροσύνης, καὶ εἰρήνης πολλῆς τὴν
καρδίαν σου.
Ὅλος πῦρ ἐγεγόνεις, ὅτε τὰς
εὐχάς σου Κυρίῳ ἀνέπεμπες, ὑπὲρ τῶν τεθνεώτων, μετὰ πόνου θερμοῦ τε καὶ
πίστεως· ὅθεν σαῖς πρεσβείαις ὁ πολυέλεος Δεσπότης, ἐκ πυρὸς αἰωνίου ψυχὰς
ἐῤῥύσατο.
Θεοτοκίον.
Ὑπὸ Σοῦ Θεομῆτορ, ὁ σεπτὸς
Παΐσιος τροφὴν ἐδέξατο· Ἄγγελος γὰρ τούτῳ, κεκμηκότι τροφὴν θείαν ἔδωκε, λέγων·
εἰς τὸν δόξαν τῆς Παναγίας Θεοτόκου. Ὢ τῆς θείας προνοίας Σου Δέσποινα!
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Πυρὶ Πάτερ Ὅσιε τῶν
πειρασμῶν πυρούμενος, ὥσπερ ὁ χρυσὸς ἐν τῇ καμίνῳ, ἐκαθαρίσθης καὶ διὰ πείρας
μαθών, ἐδίδαξας ὅτι ἐν χαρᾷ, θλίψεις οἱ βαστάζοντες σωτηρίαν εὑρίσκουσιν.
Ἀρίστην ὠνόμασας ὡς ἀσφαλῆ
καὶ σύντομον, τὴν τρίβον τῆς ταπεινοφροσύνης, καὶ γὰρ ἀσκήσει καὶ ἀναλωθεὶς
ὑψηλῇ, ἔγνως ὡς ἁπλοῖς καὶ ταπεινοῖς, ἄφθονος χαρίζεται ἡ Θεοῦ Χάρις Ὅσιε.
Ἰώμενος Ὅσιε νοσήματα τοῦ
σώματος, νόσων τῆς ψυχῆς ἐπεμελήσω, εὐστόχοις λόγοις ὥσπερ καλὸς ἰατρός, εἰς
φιλοτιμίαν παραινῶν, πίστιν καὶ μετάνοιαν καὶ πρὸς βίου διόρθωσιν.
Θεοτοκίον.
Σὺ Εὔας ἡ λύτρωσις καὶ τοῦ
Ἀδὰμ ἀνάκλησις, κόσμου τε χαρὰ καὶ σωτηρία· ἡ μὲν γὰρ Εὔα παρακοῇ πρὸς Θεόν,
ἀπέκλεισε πύλην τῆς Ἐδέμ, Σὺ δὲ ταύτην ἤνοιξας τῷ Κυρίῳ ὑπείκουσα.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Σαφῶς τὰ πόῤῥω ὁρῶν, ὥσπερ
ἐγγὺς Πάτερ Ὅσιε, καὶ βάθη τῶν καρδιῶν καθορῶν ἀφύπνισας, πολλοὺς καὶ ὡδήγησας
εἰς θεογνωσίαν, καὶ ὁδὸν ὄντως σωτήριον.
Ὑψώθης εἰς οὐρανούς, ὅλος
μετάρσιος γέγονας, καὶ θεωρῶν μυστικῶς τὰ θεία μυστήρια, Παΐσιε Ὅσιε ἐν ὅλῃ
καρδίᾳ, τὸν Θεὸν ὑπερεδόξαζες.
Προχέων ἐξ οὐρανοῦ,
πλουσίαν χάριν ὁ Κύριος, ἠξίωσέ σε ποιεῖν τεράστια θαύματα· ἔτι γὰρ ἐφίστασο
καὶ μὴ αἰτουμένοις, τὴν βοήθειάν σου Ὅσιε.
Θεοτοκίον.
Ἐκ Σοῦ ἐτέχθη ἁγνή, ὁ τῆς
χαρᾶς ἡμῶν αἴτιος, Χριστὸς ἡ πάντων χαρὰ καὶ ἀνάστασις· ὅθεν χαρμοσύνως Σοι
ἐκβοῶμεν· χαῖρε, ἡ παντὸς τοῦ κόσμου λύτρωσις.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Ἰλὺν παθῶν ἀποθέμενος,
ἐδείχθης ἀκηλίδωτον ἔσοπτρον, καὶ φῶς δεξάμενος, τῆς τρισηλίου Θεότητος,
ἀντανακλάσεις Πάτερ ἡμῖν ἐξήστραψας.
Ἐν σοὶ Θεὸς ἀνεπαύσατο,
ἐπεὶ ἠρνήσω πᾶσαν ἀνάπαυσιν, καὶ ἐκοπίασας, νυχθημερὸν δαπανώμενος, τοῦ
ἀναπαῦσαι Ὅσιε τὸ πλησίον σου.
Πολλὰ ἐποίεις θαυμάσια,
εὐχαῖς σου πρὸς Χριστὸν τὸν φιλάνθρωπον, Οὗπερ καὶ ἔκρουες, ἐν στεναγμοῖς τῆς
καρδίας σου, τὴν τοῦ ἐλέους θύραν ἀόκνως Ὅσιε.
Θεοτοκίον.
Ἁγνείας θεῖον κειμήλιον,
πανεύοσμον Θεοῦ οἰκητήριον, οἶκόν με ποίησον, τῶν χαρισμάτων τοῦ Πνεύματος,
ταῖς Σαῖς πρεσβείαις Κόρη ἀειμακάριστε.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀγγελικῶς
ἐπὶ τῆς γῆς πολιτευσάμενος, καὶ δι’ ἀγάπης λάμψας Ὅσιε Παΐσιε,
μοναζόντων μέγα στήριγμα ἀνεδείχθης, τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον,
οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον· διὸ κράζομεν· Χαίροις Πάτερ παγκόσμιε.
Ὁ
Οἶκος.
Ἄγγελοι
διηπόρουν, πῶς ἐν σώματι ὤν, Πάτερ, εἰς οὐρανοὺς δι’ ἀγάπης ἀνέβης, κἀντεῦθεν
θείας ἀγάπης πλησθείς, τὴν γῆν τῷ φωτὶ τῆς ἀγάπης οὐράνωσας! Ἡμεῖς δέ, σὲ
θαυμάζοντες, πανευλαβῶς βοῶμέν σοι τοιαῦτα:
Χαῖρε,
ὁ μύστης τῆς ἡσυχίας·
χαῖρε,
δοχεῖον ἀγάπης θείας.
Χαῖρε,
ὁ Ἀγγέλων ἄρτον δεξάμενος·
χαῖρε,
ὁ Ἁγίους ὑποδεξάμενος.
Χαῖρε,
ὅτι τὸν Θεάνθρωπον ἠξιώθης κατιδεῖν·
χαῖρε,
ὅτι τῆς Θεόπαιδος ἐθεάσω τὴν μορφήν.
Χαῖρε,
ὁ εὐσυμπάθητος ὑπὲρ πάντων εὐχέτης·
χαῖρε,
ὁ παντὸς τοῦ κόσμου ἀφανὴς εὐεργέτης.
Χαῖρε,
Ὀρθοδοξίας ὑπέρμαχος ἄριστος·
χαῖρε,
κακοδοξίας ἀντίπαλος κράτιστος.
Χαῖρε,
τοῦ Ὄρος Ἄθω ἡ αἴγλη·
χαῖρε,
Μονῆς Θεολόγου ἡ σκέπη.
Χαίροις, Πάτερ παγκόσμιε.
Συναξάριον.
Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ὀσίου Παϊσίου τοῦ Ἁγιορείτου.
Ζήσας Παΐσιος μόνος Θεῷ μόνῳ,
πολλοὺς
τεθλιμμένους ἐκούφισεν πόνων.
Ἡνωμένος γὰρ
τῷ Θεῷ δι’ ἀγάπης,
παραμυθεῖσθαι
πάντας εἴληφεν χάριν.
Δωδεκάτῃ Παΐσιος ἀνέσπερον αὐγὴν εἶδε.
Ὁ Ὅσιος Πατὴρ ἡμῶν Παΐσιος ὁ Ἁγιορείτης, ἐγεννήθη ὑπὸ γονέων εὐλαβῶν,
τοῦ Προδρόμου καὶ τῆς Εὐλογίας, εἰς τὰ Φάρασα τῆς Καππαδοκίας, κατὰ τὸ 1924ο
ἔτος, ὀλίγον πρὸ τῆς ὀδυνηρᾶς φυγῆς τῶν Φαρασιωτῶν ἐκ τῆς πατρώας γῆς καὶ τῆς
καταφυγῆς των εἰς τὴν μητέρα Ἑλλάδα. Βρέφος ὀλίγων μόλις ἡμερῶν, ἐβαπτίσθη ὑπὸ
τοῦ διαλάμποντος ἐν ἁγιότητι πολιοῦ ἱερέως τῶν Φαράσων, Ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου,
ὅστις ὠνόμασεν αὐτὸν Ἀρσένιον, θέλων νὰ αφήσῃ, καθὼς εἶπε: «καλόγηρον εἰς τὸ πόδι μου». Εἰς τὴν Ἑλλάδα, ἡ οἰκογένεια τοῦ Ὁσίου
Παϊσίου ἐγκατεστάθη εἰς τὴν Κόνιτσαν τῆς
Ἠπείρου, ὅπου ὁ Ὅσιος διῆλθε τὴν παιδικὴν αὐτοῦ ἡλικίαν, γαλουχηθεὶς διὰ τῶν
διηγήσεων περὶ τοῦ θαυμαστοῦ βίου τοῦ Ἁγίου Ἀρσενίου,
ὥστε ἀπὸ τῆς ἡλικίας τῶν 5 ἐτῶν ἔλεγεν ὅτι θὰ γίνῃ μοναχός. Καὶ ὅτε ἔμαθεν
ἀνάγνωσιν, εἶχεν ὡς ἐντρύφημα τὸ ἱερὸν Εύαγγέλιον καὶ τοὺς βίους τῶν Ἁγίων,
τοὺς ἀσκητικοὺς ἀγῶνας τῶν ὁποίων μετὰ ζήλου θερμοῦ ἐμιμεῖτο. Μετὰ τὴν πρώτην
ἐγκύκλιον παιδείαν δὲν ἠθέλησε νὰ μάθῃ περισσότερα γράμματα, ἀλλὰ ἐπιθυμῶν νὰ
μιμηθῇ τὸν Χριστόν, ἐμαθήτευσεν εἰς ξυλουργεῖον, ἔνθα ἐπιμελῶς καὶ ἐπιτηδείως
εἰργάζετο. Εἰς τὴν ἡλικίαν τῶν 15 ἐτῶν ἠξιώθη τῆς φιλανθρώπου ἐμφανείας τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατόπιν ἑνὸς φιλοτίμου λογισμοῦ, διὰ τοῦ ὁποίου μετὰ
σοφίας ἀπέκρουσε δαιμονικήν τινὰ προσβολὴν ἀπιστίας. Ἔκτοτε, ἐπερίσσευσεν ἐν τῇ
καρδίᾳ αὐτοῦ τὸ πῦρ τῆς θείας ἀγάπης καὶ ὁ πόθος τῆς μοναχικῆς ζωῆς.
Ἐν καιρῷ ταραχῆς καὶ
πολέμου εἰς τὴν Ἑλλάδα, ὁ Ὅσιος, καὶ ὡς ἁπλοῦς πολίτης καὶ ὡς στρατιώτης
-ὑπηρετῶν ὡς ἀσυρματιστὴς τὴν στρατιωτικὴν αὐτοῦ θητείαν- ἐπέδειξεν ἀπαράμιλλον
ἀνδρείαν καὶ αὐτοθυσίαν, πρόθυμος ὢν πάντοτε νὰ δώσῃ και αὐτὴν τὴν ζωήν του
ὑπὲρ τῆς σωτηρίας τῶν ἄλλων. Εὑρεθεὶς δὲ πολλάκις ἐν μέσῳ πυρῶν, πολλοὺς
διέσωσε διὰ τῶν διαπύρων αὐτοῦ προσευχῶν, ἀλλὰ καὶ αὐτὸς θαυμαστῶς διεσώθη.
Μετὰ τὴν ἀποστράτευσίν του ἐκ τῶν τάξεων τοῦ στρατοῦ, εἰργάσθη ἐπὶ τριετίαν τὴν
ξυλουργικὴν τέχνην, ἵνα συνδράμῃ οἰκονομικῶς τὴν οἰκογένειάν του. Καὶ εἰς τὴν
ἡλικίαν τῶν 29 ἐτῶν, καταλιπὼν πάντα τὰ τοῦ κόσμου, ἀνέδραμεν εἰς τὸ Ἅγιον
Ὄρος. Φλεγόμενος δὲ ὑπὸ τοῦ πόθου τῆς ἡσυχίας καὶ πάντοτε νεύσει Θεοῦ
κινούμενος, ἠσκήτευσεν εἰς διαφόρους Μονὰς καὶ Σκήτας τοῦ Ἁγίου Ὄρους καὶ εἰς
τὴν ἐν Στομίῳ τῆς Ἠπείρου Μονὴν τῆς Παναγίας –τὴν ὁποίαν καὶ ἀνῳκοδόμησε- καὶ
εἰς τὸ ἐν Σινᾷ ἀσκητήριον τῶν Ἁγίων Γαλακτίωνος καὶ Ἐπιστήμης. Ἅπας δὲ ὁ βίος
αὐτοῦ ἦτο νηστεία διαρκής, ἐγκράτεια ἀσύγκριτος, ἀγρυπνία ἄπαυστος, προσευχὴ
ἀδιάλειπτος, μετὰ πράξεως μελέτη τῶν Ἁγίων Πατέρων, καὶ δὴ τοῦ Ἀββᾶ Ἰσαάκ, ἄκρα
σκληραγωγία καὶ καρτερία μετὰ ἀνδρείας καὶ ἀκαταπαύστου δοξολογίας.
Διὰ τῶν ὑπερφυῶν του
ἀγώνων, εἰς τοὺς ὁποίους ταπεινῶς ὁ Ὅσιος ὑπεβάλλετο, ἐνίκησε τὸν πολυμήχανον
διάβολον, ἡνώθη μετὰ τοῦ Θεοῦ καὶ ηὐφραίνετο ἐκ τῆς θείας παρακλήσεως. Ζῶν ὡς
ἄσαρκος ἐπὶ τῆς γῆς, οὐρανοπολίτης ἐγένετο· καὶ τὴν ἐν πρᾶξιν θεωρίας ἐπίβασιν
ἔχων, εἰς ὑψηλὰς ἀναβάσεις ἀνῆλθε καὶ οὐρανίων μυστηρίων ἐγένετο κοινωνός.
Διότι, καὶ τῆς ὡραιότητος τοῦ Χριστοῦ κατετρύφησε, καὶ Θεομητορικῶν εὐλογιῶν
ἀπέλαυε, καὶ τῆς ἐμφανίσεως Ἁγίων ἠξιώθη, ὡς τοῦ Ἁγίου Ἀρσενίου
τοῦ Καππαδόκου, τοῦ Ἁγίου Ἰσαὰκ τοῦ Σύρου,
τοῦ Ἁγίου Λουκιλλιανοῦ, τοῦ Ἁγίου Παντελεήμονος, τοῦ Ἁγίου Βλασίου
τοῦ ἐν Σκλαβαίνοις, τῆς Ἁγίας Αἰκατερίνης, τῆς Ἁγίας Εὐφημίας
ἡ ὁποία ἐπεσκέφθη τὴν Καλύβην αὐτοῦ καὶ συνομίλησε μετ’ αὐτοῦ. Ὡσαύτως, καὶ τὸν
Φύλακα αὐτοῦ Ἄγγελον
εἶδε, καὶ ἀγγελικὰς ἤκουεν ὑμνῳδίας, καὶ φωτὶ οὐρανίῳ κατηυγάζετο.
Φῶς δὲ ὅλος γενόμενος,
ἀδύνατον ἦτο νὰ μένῃ πλέον ἀφανής, ὡς αὐτὸς ἐπεθύμει. Τὸ ὄνομα αὐτοῦ, πανταχοῦ
διατρέχον, ἐφείλκυε πλῆθος ἀνθρώπων, πάσης ἡλικίας καὶ τάξεως, πρὸς τὴν πλησίον
τῶν Καρεῶν ταπεινὴν Καλύβην του, τὴν ἐπονομαζομένην «Παναγούδα». Ἐκεῖ ἔζησεν ὁ
Ὅσιος τὰ τελευταῖα 14 ἔτη τῆς ἐπιγείου ζωῆς του, εἰ καὶ σφοδρως ἐπόθει τὴν
πεφιλημένην του ἡσυχίαν καὶ ἐλογίζετο ὅπως μεταβῇ εἰς τόπον ἄγνωστον καὶ
ἐκεῖθεν, διὰ τῆς προσευχῆς, ἐλεῇ καὶ στηρίζῃ ἀφανῶς τὸν κόσμον. Πληροφορίαν
ὅμως ἔλαβεν ἄνωθεν, ὅτι ἄλλο ἦτο τὸ θέλημα τοῦ Θεοῦ· ὤφειλε νὰ παραμείνῃ εἰς
τὴν Καλύβην του πρὸς παράκλησιν καὶ στήριξιν τῶν προστρεχόντων εἰς αὐτόν. Ὅθεν,
ἐν μὲν τῇ νυκτί, ὡς λαμπὰς τηκόμενος, προσηύχετο μετὰ πόνου ὑπὲρ τοῦ κόσμου
παντός, μνημονεύων ἰδιαιτέρως καὶ πλῆθος ὀνομάτων ζώντων τε καὶ κεκοιμημένων·
ἐν δὲ τῇ ἡμέρᾳ, ἐδαπανᾶτο εἰς τὸ ἀναπαύειν τὸ πλῆθος τῶν συῤῥεόντων εἰς τὴν
Καλύβην του, καλὸς οἰκονομός γινόμενος τῶν μεγάλων χαρισμάτων, διὰ τῶν ὁποίων ὁ
ἐλεήμων Θεὸς εἶχε πλουτίσει αὐτόν. Διότι, καὶ ἐξ ὀνόματος πολλοὺς ἀγνώστους
προσιόντας εἰς αὐτὸν ἐκάλει, καὶ τὰ κρυπτὰ τῶν καρδιῶν διέβλεπε, καὶ τὰ
μέλλοντα προέλεγε, καὶ μετὰ ἀλλογλώσσων συνωμίλει, καὶ ἀσθενείας –σωματικὰς καὶ
ψυχικάς- ἐθεράπευε, καὶ ἐξουσίαν ἐπὶ πνευμάτων ἀκαθάρτων εἶχεν, ὥστε καὶ
δαιμονῶντας ἠλευθέρωσε διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοῦ. Οἱ δὲ λόγοι
αὐτοῦ ἦσαν «ὠς λόγοι Θεοῦ» κατὰ τὸν
Ἀπόστολον, καὶ δι’ αὐτῶν ἐδείκνυε τοῖς πᾶσι τὸν ἀληθῆ σκοπὸν τῆς ἐπιγείου ζωῆς
–τὸ ἑτοιμάζεσθαι δηλονότι διὰ τὴν μέλλουσαν- καὶ προέτρεπεν εἰς μετάνοιαν,
ἐξομολόγησιν καὶ ἀγώνα φιλότιμον.
Ἦτο δὲ ὁ Ὅσιος ἐν ταῖς
ἀναστροφαῖς γλυκύς, ἁπλοῦς, προσηνής, ἐλεήμων, λίαν παρηγορητικός, καὶ ἐν ἑνὶ
λόγῳ ὅλος ἀγάπη. Ἐνίοτε ὅμως, ἐγίνετο ὡς «λέων
πῦρ πνέων», πρὸς ὅσους ἠθελημένως παρεξέκλινον τοῦ θείου νόμου καὶ τῶν
πατερικῶν παραδόσεων. Ἰδιαιτέρως δὲ ἐπολέμει τὸ κοσμικὸν φρόνημα, θεωρῶν τοῦτο
μέγιστον ἐχθρὸν τῆς σωτηρίας τῶν πιστῶν, καὶ δὴ τῶν μοναχῶν.
Ὁ ἀκαταπόνητος οὗτος
ἀσκητής, ὑπομείνας ἐκ νεότητος πολλὰς σωματικὰς ἀσθενείας, ὑπέμεινεν ἐν τέλει
εὐχαρίστως καὶ τοὺς μαρτυρικοὺς πόνους τοῦ καρκίνου, ἐκ τῶν ὁποίων ἀνευπάθη τὴν
12ην Ἰουλίου τοῦ 1994 ἔτους, ζήσας ἐν ὅλῳ ἔτη 70. Ἐκοιμήθη
εὑρισκόμενος εἰς τὸ Ἡσυχαστήριον τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς
Θεσσαλονίκης, διὰ τὴν ἵδρυσιν τοῦ ὁποίου εἶχε βοηθήσει καὶ τοῦ ὁποίου ὑπῆρξε
καθοδηγητὴς ἐπὶ 30 σχεδὸν ἔτη. Ἐνθάδε εἶχεν ἐναποθέσει καὶ τὰ λείψανα τοῦ Ἁγίου
Ἀρσενίου τοῦ Καππαδόκου,
ἐνθάδε ἠθέλησε νὰ ἐνταφιασθῇ καὶ νὰ παραμείνῃ ἕως τῆς Δευτέρας τοῦ Χριστοῦ
Παρουσίας. Ὁ δὲ τάφος αὐτοῦ, ἰατρεῖον ὑπάρχει πνευματικὸν καὶ θερμὸν
καταφύγιον, καὶ οἱ πίστει προστρέχοντες παραμυθίαν λαμβάνουσιν καὶ δεινῶν
ἀπολύτρωσιν.
Ὁ Ὅσιος Παΐσιος, ζῶν ἐπὶ γῆς, ἐδόθη ὅλως εἰς τὸν Θεὸν καὶ
εἰς τοὺς ἀνθρώπους· νῦν δέ, ἐν Οὐρανῷ εὑρισκόμενος, ἐδόθη δῶρον ἐκ Θεοῦ εἰς
πᾶσαν τὴν οἰκουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βερονίκη ἡ
αἱμοῤῥοοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται.
Ὅλου
νοητῶς δράττεταί σου νῦν, Λόγε,
Ἡ
κρασπέδου σου πρὶν μόνον δραξαμένη.
Αὕτη ἦν ἐκ κώμης Πανεάδος·
δεινῷ δὲ πάθει τῆς αἱμορροίας ἐπὶ δώδεκα ἕτη συνεχομένη, προσῆλθε τῷ Κυρίῳ, καὶ
ἤψατο τῶν ἱματίων αὐτοῦ, καὶ πάραυτα ἰᾶται τῆς μάστιγος αὐτῆς (Μᾶρκ. ι´ 24-34).
Εὐχαριστοῦσα δὲ τῷ Σωτῆρι, ἵδρυσε πρὸς τιμὴν αὐτοῦ πρὸ τοῦ οἴκου αὐτῆς τὸν
ἀνδριάντα αὐτοῦ. Θεασαμένη δὲ τοῦτον πρὸς τὸ ἑκούσιον πάθος ἀγόμενον, καὶ
ἱδρῶτι τὸ πρόσωπον περιῤῥεόμενον, ἐπέδωκεν αὐτῷ σουδάριον· μεθ᾿ oὗ ἀποσμήξας
τὴν θείαν ὄψιν, τετύπωται αὕτη παραδόξως ἐν αὐτῷ. Ἀμέμπτως δὲ καὶ θεοφιλῶς
ζήσασα ἡ μακαρία Βερονίκη, ἀπῆλθεν εἰς τὰς
αἰωνίους μονάς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων Μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Ἤνεγκε
γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη.
ξίφει
δὲ Ἱλάριος ἐτμήθη κάραν.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ
Τραϊανοῦ τοῦ βασιλέως καὶ Μαξίμου ἡγεμόνος. Κατεσχέθη δὲ πρῶτον ὁ Ἅγιος Πρόκλος, καὶ ἐνώπιον τοῦ βασιλέως ὁμολογήσας τὸν
Χριστόν, Μαξίμῳ τῷ ἡγεμόνι ἐκδίδοται καὶ λαμπάσι πυρὸς τὴν γαστέρα καὶ τὰς
πλευρὰς κατακαίεται καὶ ξέεται καὶ ἐπὶ ξύλου κρεμᾶται καὶ λίθῳ βαρεῖται τοὺς
πόδας· καὶ ἀπαγόμενος τοῦ τοξευθῆναι, συναντᾷ τὸν ἑαυτοῦ ἀνεψιὸν Ἱλάριον, ἑλκόμενον ὑπὸ τῶν Ἑλλήνων. Καὶ ὁ μὲν
Ἅγιος Πρόκλος ταῖς νιφάσι τῶν βελῶν
κατατρωθείς, πρὸς Κύριον ἐξεδήμησεν. Ὁ δὲ Ἅγιος Ἱλάριος,
ἐρωτηθεὶς καὶ χριστιανὸν ἑαυτὸν ἀποκαλεσάμενος, κρεμασθεὶς τύπτεται καὶ ἐπὶ
μιλίοις τρισὶ σύρεται· εἶτα τὴν κεφαλὴν ἐκτμηθείς, κατετέθη μετὰ τοῦ Ἁγίου Πρόκλου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεραπίων, πυρὶ τελειοῦται
Πῖόν τι Xριστῷ θῦμα καὶ Σεραπίων,
Xριστοῦ παρ’ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος.
Xριστοῦ παρ’ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀνδρέου τοῦ Στρατηλάτου, Ἡρακλείου, Φαύστου,
Μηνᾶ καὶ τῆς συνοδεία αὐτῶν.
Ὡς ἅρμα αἷμα τετράϊππον εἰς πόλον,
εὑροῦσα, ἑξώρμησε τετρὰς Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαὴλ
τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου, τοῦ ἐν τῷ
Ἄθῳ.
Ζήσας,
Μιχαήλ, ὡς ἄσαρκος ἐν βίῳ,
Ὁμωνύμῳ
νῦν συμπαρίστασαι Νόῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Γερασίμου
καὶ Ἀκακίου, τῆς Μονῆς τῆς Ἁγίας Τριάδος Τζαγκαρόλων Κρήτης.
Γέρας
εὕρατο Γεράσιμος ὁ θεῖος,
ἐχθροῦ
δὲ εἶλεν Ἀκάκιος κακίαν
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις
τῆς Εἰκόνος τῆς Παναγίας τῆς Τριχερούσης, τῆς Μονῆς
Χιλανδραρίου τοῦ Ἁγίου Ὄρους
Εἰκών σου Ἁγνὴ ὡς θεία μυροθήκη,
δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι.
δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι.
Ἡ Ἅγια αὕτη Εἰκὼν τῆς
πανυμνήτου Θεοτόκου, ἣν κτῆμα Ἰωάννου τοῦ Δαμασκηνοῦ· ὃς συκοφαντηθεὶς ὑπὸ τοῦ
εἰκονομάχου Λέοντος τοῦ Ἰσαύρου τῷ ἀμηρᾷ τῆς Δαμασκοῦ, ὡς δῆθεν ἐπιβουλεύων
αὐτῷ τῆς ἀρχῆς, ἀπεκόπη τὴν δεξιὰν χεῖρα. Λαβὼν αὐτὴν οὗτος, καὶ παννυχίως
προσπέσας ἐν δάκρυσι τῇ Θεοτόκῳ πρὸ τῆς ἁγίας αὐτῆς εἰκόνος, ἔλαβε παραδόξως
τὴν ἴασιν, συγκολληθείσης τῆς χειρός, ἀοράτῳ ἐπιστασίᾳ τῆς Ὑπεραγίας Παρθένου,
ὡς ταῦτα ἱστορούνται κατὰ πλάτος ἐν τῷ βίῳ αὐτοῦ. Οὗτος ὁ θεῖος πατὴρ γενόμενος
μοναχὸς ἐν τῇ περιωνύμῳ κατὰ Παλαιστίνην Λαύρα τοῦ Ἡγιασμένου Σάββα, ἔλαβε μεθ᾿
ἑαυτοῦ καὶ τὴν ἁγίαν Εἰκόνα, ἥτις προσφυῶς Τριχεροῦσα κέκληται, ἀνατεθέντος
παρ᾿ αὐτοῦ ταύτῃ χρυσοῦ ὁμοιώματος τῆς ἰαθείσης χειρός, εἰς μνείαν τοῦ
θαύματος.
Εἶχεν
οὖν ἡ τοῦ Ἡγιασμένου Σάββα Λαύρα τὴν ἁγίαν εἰκόνα· μεσοῦντος δὲ τοῦ δεκάτου καὶ
τρίτου αἰῶνος, παρεγένετο ἐκεῖσε προσκυνήσων ὁ ἱερώτατος Σάββας, ἀρχιεπίσκοπος
ὤν τῆς Σερβίας, ᾧ καὶ δεδώρηται αὕτη, εὐλογίας χάριν, ἣν μετακομίσας ἐκεῖθεν τῇ
οἰκείᾳ πατρίδι κατέθετο εὐλαβῶς. Ἄδηλος ὁ χρόνος τῆς ἐκεῖ παραμονῆς αὐτῆς.
Ἐπισυμβάσης δὲ ἀνωμαλίας τινός, ἐτέθη αὕτη ἐπὶ ὄνου, ὅστις ἀφεθεὶς ἐλεύθερος,
παρεγένετο ἄνευ ὁδηγίας τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω, παρακολουθούντων μακρόθεν
εὐσεβῶν τίνων, καὶ ἐλθὼν ἔστη ἀκίνητος πρὸ τῆς ἱερᾶς τοῦ Χιλανδαρίου Μονῆς. Ἰδόντες
τοῦτο οἱ μοναχοί, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ὕμνοις καὶ ᾠδαῖς
πνευματικαῖς δεξάμενοι τὴν ἁγίαν τῆς Θεομήτορος Εἰκόνα, ἐναπέθεντο ἔνδον τοῦ
ἱεροῦ Βήματος. Τελευτήσαντος τοῦ τῆς Μονῆς Ἡγουμένου, καὶ διαφωνούντων τῶν
ἀδελφῶν περὶ τοῦ διαδεξομένου αὐτόν, εἰσελθόντων ὡς ἔθος περὶ τὸν ὄρθρον ἐν τῷ
ναῷ, εὑρὸν αὐτὴν ἐν τῷ τοῦ Ἡγουμένου τόπῳ, ὁ καὶ ἐξέλαβον ἔργον ἀνθρωπίνης
χειρός, καὶ ἐναπέθηκαν αὖθις ἔνδον τοῦ Βήματος ὁ καὶ τὴν ἐπιοῦσαν γέγονε καὶ
ἐπιτηρήσαντες ἐπιμελῶς, σφραγίσαντες τὸν ναόν, ἐθαύμαζον εὑρόντες πάλιν τὴν
ἁγίαν εἰκόνα, ἔνθα, ὡς ἔθος, ὁ Ἡγούμενος ἵσταται. Ἀπορούντων αὐτῶν, παρεγένετο
ἐρημίτης τίς, ὅστις διεβεβαίου αὐτοῖς τὴν τῆς Θεοτόκου εὐδοκίαν, ἐπιφανείσης
αὐτῷ ὅτι αὕτη τοῦ λοιποῦ θὰ προΐσταται τῆς Μονῆς. Δοξάσαντες οἱ ἀδελφοὶ τὴν
Ὑπερένδοξον Δέσποιναν, καὶ ἔχοντες ἔκτοτε ταύτην ὡς Ἡγούμενον καὶ ὁδηγόν,
λαμβάνουσιν ἐξ αὐτῆς πᾶσαν εὐλογίαν καὶ χάριν, προσκυνοῦντες εὐλαβῶς τὴν ἁγίαν
Εἰκόνα, ἥτις παρὰ πάντων Τριχεροῦσα καλεῖται, καὶ ἀπαλλαττόμενοι παντὸς
κινδύνου καὶ συμφορὰς τῇ κραταιᾷ προστασίᾳ αὐτῆς. Καὶ δὴ τῷ παρελθόντι αἰῶνι,
ὅτε στρατὸς Τούρκων εἰσέδραμε τῷ Ὄρει, ταῖς Ἱεραῖς σκηνώσας Μοναῖς, ἡ τοῦ
Χιλιανδαρίου οὐδὲν πέπονθεν, ἑώρων γὰρ γυναῖκά τινα περιφερομένην τοῖς τείχεσι
τῆς
μονῆς, ἥτις ἄφαντος ἐγένετο, ἡνίκα προσεπάθουν
συλλαβεῖν αὐτὴν· καὶ ἐπαλλήλως πειραθέντων τοῦτο, αὕτη ἐκρύπτετο ἔνδον τῆς
Μονῆς. Οὕτω γὰρ φυλάττει καὶ σκέπει τὴν ἑαυτῆς Μονὴν ἡ Παντοβασίλισσα καὶ
Πανύμνητος Θεοτόκος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς
Παναγίας τῆς Φοβερᾶς Προστασίας τῆς Μονῆς Κουτλουμουσίου.
Οὐ
φόβον ἡμῖν ἡ κλῆσίς Σου Παρθένε,
ἀλλ’
ἐλπίδα φέρει πολλὴν καὶ ἀγάπην.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς
Παναγίας τῆς Ἀχειροποιήτου, τῆς Ῥουμάνικης Σκήτης τοῦ Τιμίου Προδρόμου τοῦ
Ἁγίου Ὄρους.
Τῇ αὐτῇ ἡμέρα, ἀνάμνησις τῆς ἀνακομιδῆς
τῶν λειψάνων τοῦ Ἁγίου Γεωργίου, Ἐπισκόπου Ἀσσοῦ Μυτιλήνης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ
Ἁγίου Ἀρσενίου τοῦ Νόβγκοροντ, τοῦ Ῥώσσου.
Ταῖς τῶν Σῶν Ἁγίων, πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
ᾨδῆ
ζ΄. Παῖδες Ἑβραίων.
Ῥήματα ἔβλυζεν ἀγάπης, ἡ
ἁπλῆ σου καὶ φιλόστοργος καρδία, ἃ ἐνόουν σαφῶς, λαοὶ φυλαὶ καὶ γλῶσσαι, καὶ
ἡλικίαι ἅπασαι, ὦ Παΐσιε θεόφρον.
Φῶς τὸ ἐκλάμπον τῇ μορφῇ
σου, τὴν λαμπρότητα ἐδείκνυ τῆς ψυχῆς σου· ὅθεν πᾶς σὲ ὁρῶν ἐκ θάμβους
ἠλλοιοῦτο, βοῶν· ἀρκεῖ μοι βλέπειν σε, ὦ γλυκύτατέ μου Πάτερ.
Ὕδωρ ζωήῤῥυτον ἀντλοῦμεν,
τῇ μελέτῃ τῶν ἁγίων σου ῥημάτων, ἀναβλύζουσι γὰρ κρουνοὺς θεογνωσίας, καὶ πρὸς
ζωὴν ἀνάγουσι, φωτεινὴν καὶ μακαρίαν.
Θεοτοκίον.
Σκέπη ὑπάρχουσα Παρθένε, ὡς
νεφέλη μυστικῶς ἐπισκιάζεις, καὶ φρουρεῖς ἀσφαλῶς ἐκ βλάβης ἀσεβούντων, τοὺς
ὀρθοδόξως πάναγνε, Σὲ τιμῶντας εἰς αἰῶνας.
Ἕτερος.
Οὐκ ἐλάτρευσαν.
Ῥῆμα ἄξιον τοῦ ἐξειπεῖν οὐκ
ἔχομεν, πῶς ὑπερέβαινες τοὺς νόμους τοὺς φυσικούς, τελῶν πλεῖστα θαύματα καὶ
πῶς ἐνόησας, θείᾳ Χάριτι τῶν νόμων τῶν πνευματικῶν, τὴν ἐνέργειαν παμμάκαρ.
Ἀληθέστατον τὸ τοῦ Κυρίου
λόγιον, ὅτι οὐ δύναται κρυβῆναι λύχνος φωτός· καὶ γὰρ τὸ σὸν ὄνομα ὡς μὴ
κρυπτόμενον, πᾶσιν ἔλαμψεν ἀποστεροῦν σε Ὅσιε, τῆς σῆς φίλης ἡσυχίας.
Μέγαν εὕραντον πατέρα οἱ
συῤῥέοντες, εἰς τὴν Καλύβη σου κατέθλεγες γὰρ αὐτούς, ἁπλότητι τρόπων σου
χάριτι λόγων σου, καὶ παραίνεσις αὐτοῖς ὑπῆρχες Ὅσιε, φθεγγομένη καὶ σιγῶσα.
Θεοτοκίον.
Ὑπὲρ ἥλιον λαμπρᾷν τῇ
ὡραιότητι, ψυχῆς καὶ σώματος εὑρών Σε ὁ Λυτρωτής, ἐν Σοὶ κατεσκήνωσεν ἵνα
ἐνδύσῃ ἡμᾶς, τὸ ὑπέρλαμπρον ἀρχαῖον κάλλος Δέσποινα, πανυπέραγνε Παρθένε.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἰαμάτων τὴν χάριν ὡς
πλουτήσας, νοσημάτων δεινῶν ἀπήλλασσες νοσοῦντας, ἀλλὰ τὴν σὴν ἀνίατον
ἀσθένειαν, ὑπέμεινας γενναίως δι’ ἀγάπην θέλων, τοῖς πάσχουσι συμπάσχειν.
Νοερῶν Ἀσωμάτων ἐνωτίζου,
ὑμνῳδούντων Θεῷ τὸν τρισάγιον ὕμνον, ὅτε ἡ νόσος μὲν κατέτηξε τὸ σῶμά σου, σὺ
δὲ καρτερόφρον ὡς ἂν μὴ ἔχων σῶμα, τὴν ἄσκησιν ἐτήρεις.
Ἀποθέμενοι ἅπαν τὸ φορτίον,
τῶν τοῦ βίου δεινῶν τῷ τάφῳ σου παμμάκαρ, ἰσχὺν χαρὰν ἐλπίδα κομιζόμεθα, καὶ
τῶν ἀνιάτων δεινῶν τε νοσημάτων, ἰάματα ἀντλοῦμεν.
Θεοτοκίον.
Θεῖος θρόνος ὡς οὖσα
Θεοτόκε, δυσωπῶ Σε θερμῶς μὴ μὲ ἐάσῃς μόνον, ὅτε Κριτοῦ τῷ θρόνῳ παραστήσομαι,
ἀλλὰ πρόστηθί μοι ὡς καλὴ μεσῖτις, καὶ ῥῦσαι καταδίκης.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Θύσατε ἑαυτοὺς ὑπὲρ
ἀλλήλων, καὶ θείας χαρμονῆς ἐπαπολαύσετε, λόγῳ μὲν ἐδίδαξας ἔργῳ δὲ ἐβεβαίωσας·
τὰ πάντα γὰρ γινόμενος τοῖς πᾶσιν Ὅσιε, ἐγεύου θείας παραμυθίας, νῦν δὲ ὅλης
ὅλως χαρᾶς ἐπαπολαύεις.
Ἰθύνεις χοροὺς τῶν
μοναζόντων, διδάσκων· γενναιοφρόνως ἀγωνίζεσθε, μετὰ ταπεινώσεως καὶ πολλῆς
συνέσεως, καλῶς ὑποτασσόμενοι καὶ προσευχόμενοι, ἀπαύστως, τῇ εὐχῇ ἐντρυφῶντες,
καὶ δοξολογοῦντες Θεὸν ἐν εὐλαβείᾳ.
Ἀφαρπάζεις ταχὺ ἐκ τοῦ
ὀλέθρου, κινδύνους ἀποσοβεῖς Πάτερ Παΐσιε, ἐπισκέπτῃ ἄνωθεν ὁρατῶς τοὺς
πάσχοντας, ὑγείαν τοῖς νοσοῦσι μὲν παρέχων Ὅσιε, χαρὰν δέ, εἰρήνην καὶ ἐλπίδα,
τοῖς ἐν ἀπογνώσει, δεινῶς βεβυθισμένοις.
Θεοτοκίον.
Προεῖδέ Σε Παρθένε ὁ
Προφήτης, ὡς πάγχρυσον στάμνον μάννα φέρουσαν· νῦν δέ Σε γινώσκομεν ζωηφόρον
τράπεζαν, Χριστὸν τὸν Ἄρτον φέρουσαν τὸν ἀδαπάνητον, εἰς πάντων, ζωὴν καὶ
σωτηρίαν· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπρῶς τελοῦντες μνήμην
τὴν ἱεράν, Παϊσίου τοῦ θείου σπουδάσωμεν καὶ τὰς ψυχάς, ταῖς τούτου κοσμήσασθαι
ἀρεταῖς, τὸν ζῆλον ἐκμιμούμενοι, ἅμα τὴν ἀνδρείαν τὴν προσευχήν, τὴν
ταπεινοφροσύνην, τὴν πρὸς Θεὸν ἀγάπην, καὶ τὴν θυσίαν τὴν φιλότιμον.
Ὁλόλευκον ὑφάνας περιβολήν,
τῆς ψυχῆς δι’ ἀπαύστου ἀσκήσεως καὶ προσευχῆς, εἰς νυμφῶνα πλήρη θείου φωτός,
εἰσῆλθες Πάτερ Ὅσιε, ἔνθα σε ἐδέξατο ὁ χορός, ἁπάντων τῶν Ὁσίων, τοῦ θείου
Ἀρσενίου, ἀγαλλιάσει προεξάρχοντος.
Ὑπέρλαμπρος ἡ δόξα καὶ
εὐκλεής, ἧς μετέχεις Παΐσιε Ὅσιε ἐν οὐρανοῖς· ταύτην μαρτυροῦσιν ἐπὶ τῆς γῆς,
τὰ σὰ ποικίλα θαύματα, ὧνπερ ἀπολαύομεν οἱ πιστοί· δι’ ὧν καὶ μεγαλύνεις, τὸν
Κύριον τῆς δόξης, τὸν ἐν Ἀγίοις δοξαζόμενον.
Θεοτοκίον.
Σωτῆρα ἡ τεκοῦσα καὶ
Λυτρωτήν, καὶ ἡμᾶς σωτηρίας ἀξίωσον ὡς ἀγαθή, ὅπως ἐμπλησθῶμεν θείου φωτός, καὶ
ψάλλωμεν γηθόμενοι, τρισάγιον ὕμνον ἐν οὐρανοῖς, σὺν πᾶσι τοῖς Ἁγίοις,
δοξάζοντες Πατέρα, Υἱὸν καὶ Πνεῦμα τὸ Πανάγιον.
Ἔτερος.
Ἅπας γηγενής.
Ἅπας γηγενής, σκιρτᾷ καὶ
ἀγάλλεται Πάτερ Παΐσιε, ὅτι διετράνωσας τῇ πολιτείᾳ σου καὶ τοῖς θαύμασιν, εἰς
πάσης γῆς τὰ πέρατα ἐν τοῖς ὑστέροις καιροῖς, ὅτι ὄντως ὁ Χριστὸς καὶ σήμερον,
ὥσπερ χθὲς καὶ ἀεὶ ὁ αὐτός ἐστι.
Νεῦσον συμπαθῶς, ἡμῖν Πάτερ
Ὅσιε τοῖς ἐκτελοῦσι λαμπρῶς, τὴν ἁγίαν μνήμην σου καὶ πᾶσαν αἴτησιν διαβίβασον,
τῷ θρόνῳ τοῦ παντάνακτος καθὼς ὑπέσχου σαφῶς, τοῖς σοῖς τέκνοις ὡς πατὴρ
φιλότεκνος, πρὸ τῆς σῆς μακαρίας κοιμήσεως.
Τάξεις μοναχῶν, πιστῶν τὰ
συστηματα Πάτερ Παΐσιε, πᾶσα ἡλικία τε καὶ ἅπαν γένος πανηγυρίζομεν, καὶ
εὐλαβῶς προσπίπτοντες τῷ θείῳ τάφῳ σου, ἐκζητοῦμεν δεινῶν ἀπολύτρωσιν, καὶ
ὑγείαν ψυχῆς τε καὶ σώματος.
Ὦ τετρὰς σεπτή, Ἀρσένιε
Ὅσιε Πάτερ Παΐσιε, Εὐφημία ἐνδοξε σὺν Ἀποστόλῳ ἠγαπημένῳ Χριστῷ, τοὺς
συνελθόντας σήμερον τῇ θείᾳ ταύτῃ Μονῇ, οὐρανόθεν δεῦτε εὐλογήσατε, καὶ χαρᾶς
οὐρανίου πληρώσατε.
Θεοτοκίον.
Νέμοις δωρεάς, τοῖς πόθῳ
ὑμνοῦσί Σε καὶ μακαρίζουσι, τὴν ἀειμακάριστον τὴν Θεὸν Λόγον ἀφράστως τέξασαν,
τὸν ποιητὴν τῆς κτίσεως τὸν ὑπερύμνητον, Ὃν ὑμνοῦσιν Ἀγγέλων τὰ τάγματα, τὸν
τρισάγιον ὕμνον προσάδοντα.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Πηγὴ
ἀείῤῥυτος ὤφθης, χριστομιμήτου ἀγάπης, Παΐσιε
θεοφόρε, τὴν οἰκουμένην ἀρδεύων, τοῖς ῥείθροις τῶν σῶν ῥημάτων, καὶ ὄμβροις τῶν
σῶν θαυμάτων.
Ἕτερον.
Ἦχος β΄. Τοῖς Μαθηταῖς.
Συναθροισθέντες
σήμερον, τῇ ἁγίᾳ σου μνήμῃ, ἐν τῷ ναῷ σου Ὅσιε καὶ κύκλῳ τοῦ σοῦ τάφου, ἐν
εὐλαβείᾳ βοῶμεν· ὦ Παΐσιε Πάτερ, καὶ τάφῳ καλυπτόμενος, ἀοράτως ὑπάρχεις μέσον
ἡμῶν· ὅθεν δέξαι πάντων τὰς ἱκεσίας, καὶ δώρησαι πρεσβείαις σου, πᾶσιν τὴν
σωτηρίαν.
Θεοτοκίον.
Χάριν
μεγίστην εὕρηκας, ἐκ Θεοῦ ὡς ἐβόα, ὁ Γαβριήλ Σοι πάναγνε μεγαλόχαρη Κόρη· ὅθεν
ἡμεῖς γηθοσύνως ἐκτενῶς Σοι βοῶμεν· χαῖρε ἡμῶν πρὸς Κύριον, θερμοτάτη πρεσβεία·
χαῖρε δι’ ἧς θείας ἠξιώθημεν μετουσίας· πανύμνητε οὐ παύσομεν, ἀναμέλπειν Σοι·
Χαῖρε
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Σκιρτήσατε
ὄρη ἐν χαρᾷ, σὺν τῷ Ἄθῳ σήμερον, ἡ οἰκουμένη δὲ χόρευε, ὕμνοις δοξάζουσα,
Κύριον τὸν δόντα, ἐν ἐσχάτοις ἔτεσι, Παΐσιον Ὁσίων τὸ καύχημα, πιστῶν ἑδραίωμα,
μετανοίας τὸν διδάσκαλον, ἀληθείας ὑπέρμαχον ἄριστον.
Ὢ
πόσων χαρίτων καλλοναῖς, τὴν ψυχὴν ἐκόσμησας, Ὅσιε Πάτερ Παΐσιε· ζῆλον γὰρ
πύρινον, Ἠλιοὺ ἐκτήσω, Δανιὴλ τὴν σύνεσιν, γενναίων Μακκαβαίων τὸ φρόνημα, τὸν
θεῖον ἔρωτα, Ἰγνατίου ἐπὶ πᾶσι δέ, τὴν ἀγάπη τοῦ Παύλου τὴν ἄμετρον.
Ἀκένωτος
ὄντως θησαυρός, ἡ πολλὴ ἀγάπη σου, δι’ ἣν συμπάσχων τοῖς πάσχουσιν, ἐπ’ ὤμων
ἤνεγκας, τὰς ὀδύνας τούτων καὶ προθύμως ὥδευσας, παμμάκαρ τὴν ὁδὸν τῆς
σταυρώσεως, ἐν ᾗ εὑράμενος, τὴν χαρὰν τὴν ἀναστάσιμον, οἰκουμένης παράκλησις
γέγονας.
Ἐπίφανον
ἄνωθεν ἡμῖν, ὡς πρόμαχος κράτιστος, φρουρῶν φυλάττων λυτρούμενος ἐκ πάσης
θλίψεως· στῆσον τῶν πολέμων τὸ δεινὸν κλυδώνιον, τὴν πίστιν τὴν ὀρθόδοξον
κράτυνον, εἰρήνην δώρησαι ταῖς ψυχαῖς ἡμῶν δεόμεθα, σαῖς πρεσβείαις Παΐσιε
Ὅσιε.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, τὸν πολύτιμον μαργαρίτην εὑρών, ὅς ἐστι Χριστὸς ὁ Θεός, τὰ πάντα χαίρων
ἔδωκας, ἕως θανάτου ἀγωνισάμενος, ἵνα αὐτὸν μόνον κερδήσῃς. Ἀμέτρῳ πόθῳ δὲ
κτησάμενος αὐτόν, πλοῦτον ὑπερκόσμιον ὑπερεπλούτησας· ὃν καὶ φυλάττων νηφούσῃ
καρδίᾳ, ἐν τοῖς ταμιείοις τῆς ἡσυχίας, ἐξ ἀρχοντικῆς ἀγάπης μετὰ πόνου
διένεμες, ἔργοις λόγοις μεγίστοις θαύμασι, καταπλουτίζων τὸν κόσμον. Καὶ νῦν
θεοδόξαστε Παΐσιε, ἀπολαύων τῶν παρὰ Θεοῦ ἡτοιμασμένων ἀγαθῶν, τοῖς ἀγαπῶσιν
Αὐτὸν πρέσβευε ὑπὲρ ἡμῶν, ὅπως καλῶς τὸν παρόντα βίον πραγματευσάμενοι,
κτησώμεθα ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
ἐραστὴν τῆς ἱερᾶς ἡσυχίας, καὶ μιμητὴν τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας, Παΐσιον τὸν
Ὅσιον ὑμνήσωμεν· οὗτος γὰρ εν Ἄθωνι καὶ Σινᾷ καὶ Στομίῳ, ζήσας ὥσπερ ἄσαρκος,
ἐκλογῆς ὤφθης σκεῦος· καὶ νῦν προστάτης καὶ χειραγωγός, πάντων ὑπάρχει, καὶ
πρέσβυς πρὸς Κύριον.
Δόξα.
Τῆς
συμπαθείας σου τὸν ἄμετρον πλοῦτον, καὶ μεσιτείας σου τὴν δύναμιν γνόντες, οἱ
ἐν πελάγει ὄντες ὀλεθρίων παθῶν, καὶ κλυδωνιζόμενοι πειρασμοῖς πολυτρόποις, σὲ
ἐπικαλούμεθα, ὦ Παΐσιε Πάτερ· σπεῦσον ταχὺ διάσωσον ἡμᾶς, καὶ πρὸς λιμένα
ὁδήγει ἀκύμαντον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Εὔσπλαγχνε Πάτερ, βοηθὸς γενοῦ πάντων.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους τοῦ θείου ὁ μιμητής, Παΐσιε Πάτερ ὡς ἠλέεις
διηνεκῶς, τοῖς πᾶσι γενόμενος τὰ πάντα, νῦν ταῖς πρεσβείαις σου πρόφθασον
ἅπαντας.
Ὑπάρχεις σωμάτων ὁ ἰατρός, ψυχῶν θυμηδία καὶ γλυκεῖα
ἀναψυχή, μέγας ἐν ἀνάγκαις ἀντιλήπτωρ, καὶ ἐν πολέμοις ὑπέρμαχος κράτιστος.
Συνέχομαι Ὅσιε νυσταγμῷ, πολλῆς ἀμελείας καὶ
συστέλλομαι ἐκζητῶν, τὴν ἀνύστακτόν σου προστασίαν· ἀλλ’ ἐπιστάς μοι ἐγρήγορσιν
δώρησαι.
Θεοτοκίον.
Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ, νέφη τὰ ζοφώδη τῶν
κινδύνων καὶ πειρασμῶν, ταχέως διάλυσον καὶ σκέπε, ὡς φωτοφόρος νεφέλη τὴν
ποίμνην Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπρυνθεὶς τῇ καρδίᾳ
ἀσκητικοῖς πόνοις σου, καὶ καταλαμφθεὶς διανοίᾳ φέγγει τῆς Χάριτος, φῶς ὅλος
γέγονας· ὅθεν ἐκ ζόφου πταισμάτων, ῥῦσαί με πρεσβείαις σου, Πάτερ Παΐσιε.
Ἀγαλλόμενος ἄλγη ἀσθενειῶν
ἤνεγκας, τῆς ὑπομονῆς καὶ ἀνδρείας τύπος γενόμενος· κἀμὲ ἐνίσχυσον, ἐν κλίνῃ
πόνου πεσόντα, εἰς χαρὰν οὐράνιον, τρέπων τὴν θλῖψίν μου.
Γῆν οὐράνωσας ὄντως
κατατρυφῶν Ὅσιε, τῆς ἀγγελικῆς ἡσυχίας ζέων τῷ πνεύματι· ἐξ οὐρανοῦ δὲ νῦν,
σαῖς πρὸς Θεὸν ἱκεσίαις, τοῦ ἀστάτου βίου μου, παῦσον τὸν τάραχον.
Θεοτοκίον.
Χαρμονὴ εὐφροσύνη καὶ
γλυκασμὸς πέφυκας, Μήτηρ τῆς χαρᾶς γενομένη, Θεογεννήτρια· ὅθεν θλιβόμενος,
πρὸς Σὲ ἀεὶ καταφεύγω, τὴν θερμὴν παράκλησιν καὶ προστασίαν μου.
Ἐπάκουσον,
τῶν σὲ καλούντων Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα, ὡς
ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Θερμὸς πρεσβευτὴς ὑπάρχων
πρὸς τὸν Κύριον, ἡμῶν τὰς θερμὰς δεήσεις Πάτερ πρόσδεξαι, ἐκτενῶς βοώντων σοι·
ἐν νυκτὶ καὶ ἡμέρᾳ ἡμᾶς φρούρησον, καὶ βοηθὸς γενήθητι ἡμῖν, ἐν τῷ παρόντι
αἰῶνι καὶ τῷ μέλλοντι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νὺξ πικρᾶς ἀπογνώσεως, τὴν ἐμὴν καρδίαν δεινῶς ἐκάλυψε·
σὺ δὲ φῶς καὶ ἀγαλλίασις, Ὅσιε Παΐσιε ἐφάνης μοι.
Εὐφροσύνης πληρούμεθα, τάφῳ σου τῷ θείῳ πιστῶς
προσπίπτοντες, βρύει χάριν γὰρ σωτήριον, μυστικῶς ἡμᾶς ἐπισκιάζουσαν.
Πεπτωκότα με ἔγειρον, καὶ πρὸς τὴν μετάνοιαν
καθοδήγησον, ταῖς εὐχαῖς σου ἀπαλλάττων με, ἐκ τῆς τυραννούσης συνηθείας μου.
Θεοτοκίον.
Ἀπαθείας λαμπρότητι, σκεῦος καθαρώτατον ὤφθης πάναγνε·
ὅθεν κάθαρον τοὺς δούλους Σου, μολυσμοῦ σαρκός τε καὶ τοῦ πνεύματος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχός μοι γενοῦ, σωτηρίας Πάτερ Ὅσιε, ἐν παντὶ καιρῷ
καὶ τόπῳ ἀβλαβῇ, ὡς προστάτης μου καλὸς διαφυλάττων με.
Ἕλκη τῶν παθῶν, τὴν καρδίαν μου μαστίζουσιν· ἀλλ’ οἱ
λόγοι σου ὡς βάλσαμον τερπνόν, ἐπιφέρουσιν εἰρήνην τε καὶ ἴασιν.
Ῥάθυμον ψυχήν, Πάτερ κέκτημαι καὶ ἄκαρπον· ἀλλὰ χάρισαί
μοι ζῆλον καὶ ἰσχύν, πρὸς ἀγῶνας φιλοτίμους διεγείρων με.
Θεοτοκίον.
Βήματι φρικτῷ, τοῦ Υἱοῦ Σου Μητροπάρθενε, ὅτε μέλλω
παραστῆναι δυσωπῶ, δεξιᾶς χειρός με κράτησον καὶ σῶσόν με.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἰκτίρμων, καὶ πλήρης θείας ἀγάπης, ἱλαρὸς καὶ ἐλεήμων
ἐφάνης, ὅτι παθῶν καθαρθεὶς ἐν ἐρήμῳ, ἐλέους σπλάγχνα ἐκέκτησο Ὅσιε· νῦν δὲ
πρεσβείαις σου θερμαῖς, τὴν γνησίαν ἀγάπην μοι δώρησαι.
Ἠγάπησας, τὴν ἀφάνειαν Πάτερ, καὶ ἐμίσησας τὴν δόξαν
τοῦ κόσμου· ἀλλ’ ὁ τῆς δόξης Θεὸς καὶ Δεσπότης, τὴν σὴν ταπείνωσιν πᾶσιν
ἐπέδειξεν· ταύτης ῥανίδα δυσωπῶ, στάλαξόν μοι πρεσβείαις σου Ὅσιε.
Θερμότατος, σὲ θεῖος ἔρως ἥρπαζε, καὶ Θεὸν σὺν τοῖς
Ἀγγέλοις ἀνύμνεις· ὅθεν κἀμέ, τῶν γηΐνων φροντίδων, καὶ τῆς ματαίας μερίμνης
ἐξάρπασον, ἵνα καρδίᾳ καθαρᾷ, εὐλογῶ καὶ δοξάζω τὸν Κύριον.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Θεοῦ Παράδεισος, τὸ σεπτὸν τῆς εὐωδίας
δοχεῖον, τῆς τῶν παθῶν δυσωδίας με ῥῦσαι, καὶ ἀρετῶν οἰκητήριον δεῖξόν με· Σὺ
γὰρ χαρίτων ἡ πηγή, καὶ αἰτία ὑπάρχεις πανάμωμε.
Ἐπάκουσον,
τῶν σὲ καλούντων Παΐσιε θεοφόρε, χαριζόμενος συμπαθῶς αὐτῶν τὰ αἰτήματα, ὡς
ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπομένων ὑπέμεινας τὸν
Κύριον, ἐν ἀσθενείαις τελειωθεὶς Πάτερ Ὅσιε· νῦν δὲ πόνων πολυειδῶν ἀνάπαυσιν
ἑυρών, ἄριστος ὤφθης ἰατρός, παθῶν καὶ νόσων χαλεπῶν, τῆς ψυχῆς καὶ τοῦ
σώματος, βρύων παραμυθίαν, καὶ ἄμισθον ἰατρείαν, τοῖς καταφεύγουσι εἰς σέ,
πολυθαύμαστε Παΐσιε.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα
ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ
σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅλος συνεχόμενος ἐν άπορίᾳ
μεγίστῃ, κρημνισθεὶς εἰς βάραθρον, δεινῆς ἀπογνώσεως καὶ ζοφώσεως, Ὅσιε Παΐσιε,
σὲ καθικετεύω, τὴν ὁδὸν τῆς ἀναβάσεως, δεῖξον παρέχων μοι, κλίμακα πρὸς φῶς τὴν
ἀνάγουσαν, ταπείνωσιν μετάνοιαν, πίστιν καὶ ἐλπίδα πρὸς Κύριον, ὅπως εἰς τὸ
ὕψος ἀγάπης ἀναβὰς πνευματικῆς, ἀγαλλιάσεως γένομαι, οὐρανίου μέτοχος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στενὰ πάντα μοι ὄντως καὶ δεινὰ ἐπώδυνα Πάτερ Παΐσιε·
ἀλλὰ θαῤῥῶν τῷ σθένει, τῶν θείων πρεσβειῶν σου, πρὸς τὴν σκέπην σου ἔδραμον· σὺ
γὰρ ἐν τάχει θαυμαστῶς, ἐκ πάντων διασώζεις.
Γαληνόν σε λιμένα ἐν ἀνάγκαις τοῦ βίου πάντες
ἐκτήσαντο· πενήτων εὐπορία, γερόντων βακτηρία, σὺ γὰρ πέφηνας Ὅσιε,
ἀπηλπισμένων ἐλπίς, παράκλησις πενθούντων.
Ἐκ δεινῶν νοσημάτων τοὺς νοσοῦντας ἀπάλλαξον Πάτερ
Παΐσιε, καρκίνου πάθος λῦσον, ἡμιθανεῖς τῆς κλίνης, τοῦ θανάτου διάσωσον,
τυφλοῖς παράσχου τὸ φῶς, ἀλάλοις ὁμιλίαν.
Θεοτοκίον.
Νοῦν ψυχὴν καὶ καρδίαν πρὸς σὲ αἴρω τὴν κόσμου μόνην
βοήθειαν, καὶ πίστει ἀνακράζω· κινδύνων πολυτρόπων τῶν κυκλούντων με λύτρωσαι,
τῇ μητρικῇ Σου ἁγνή, πρὸς Κύριον πρεσβείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ διαλάμψας, εἰς τὸν ἰσάγγελον βίον, θεωρίᾳ τε καὶ
πράξει ὦ θεόφρον, φῶς τῶν μοναζόντων ὑπάρχεις εἰς αἰῶνας.
Ὑπὲρ τοῦ ἔθνους, πρὸς τὸν Σωτῆρα ὡς πρέσβυς, στῆθι Ὅσιε
Παΐσιε πρεσβεύων, ἐξ ἐχθρῶν παντοίων λυτροῦσθαι εἰς αἰῶνας.
Πίστιν γνησίαν, Ὀρθοδοξίας φυλάττειν, γενναιότατα ὡς
ἄλλοι Μακκαβαῖοι, στήριξον τοὺς νέους ταῖς πρὸς Θεὸν εὐχαῖς σου.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, ὅσα κἂν βούλῃ ἰσχύεις, ὡς τεκοῦσα τὸν
ἁπάντων Βασιλέα· ὅθεν Σε ὑμνοῦμεν ἀεὶ ἐν Σοὶ θαῤῥοῦντες.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν ἔτυχον ὁ τάλας, θείας βοηθείας, ὅτε ἠσπάσθην θερμῶς
τὴν εἰκόνα σου, ὦ θεοδόξαστε Πάτερ ἡμῶν Παΐσιε.
Τὸ ὄνομά σου ὄντως, τίς ἐπεκαλέσθη, καὶ οὐκ εὐθέως
αὐτοῦ τὰ αἰτήματα, πρὸς τὸν Θεὸν διεβίβασας Πάτερ Ὅσιε;
Ὡς ἔχων παῤῥησίαν, Πάτερ πρὸς τὸν Κτίστην, ὑπὲρ τοῦ
κόσμου παντὸς καθικέτευε, εἰρήνην ἄνωθεν δοῦναι ἀπαρασάλευτον.
Θεοτοκίον.
Νῦν φθάσαντα εἰς τέλος, τῆς δεήσεώς μου, ἀξίωσόν με
πανύμνητε Δέσποινα, εὐχαριστεῖν καὶ δοξάζειν καὶ μακαρίζειν Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ἡσυχίας ὁ ἐραστής,
καὶ τῆς εὐσπλαγχνίας τοῦ Κυρίου ὁ μιμητής· θείας γὰρ ἀγάπης, πληρούμενος
ἐδόθης, Θεῷ καὶ τοῖς ἀνθρώποις Πάτερ Παΐσιε.
Χαίροις τῆς ἀγάπης θεῖος
κρουνός, καὶ τῆς συμπαθείας ἀνεξάντλητος ποταμός· χαίροις ὁ θεράπων, ψυχῶν τε
καὶ σωμάτων, καὶ ὁ προστάτης πάντων, Πάτερ Παΐσιε.
Γλυκύτατον ἔαρ καὶ
ποθεινόν, ἐφάνης παμμάκαρ, ἐν χειμῶνι τῶν πειρασμῶν· πᾶσι γὰρ παρέχεις, θερμὴν
παραμυθίαν, χαράν τε καὶ ἐλπίδα, Πάτερ Παΐσιε.
Πάτερ τὴν Παρθένον ἑωρακώς,
πολλάκις ἐν βίῳ, ἀνεβόας ἐξεστηκώς· Μῆτερ τοῦ Θεοῦ μου, Παντάνασσα Μαρία, τῇ
σκέπῃ σῶν πτεργων, σκέπε τὸν κόσμον σου.
Πρόσωπον πρὸς πρόσωπον νῦν
ὁρῶν, τὸν ὡραῖον κάλλει, παρὰ πάντας υἱοὺς βροτῶν, Χριστὸν τὸν Σωτῆρα, ὑπὲρ
ἡμῶν δυσώπει, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Πρόσδεξαι δεήσεις σῶν
ἱκετῶν, τῶν ἀπὸ περάτων εἰς τὸν τάφον σου τὸν σεπτόν, πίστει ἐρχομένων καὶ
ἀποτιθεμένων, τοὺς πόνους καὶ τὰς θλίψεις Πάτερ Παΐσιε.
ᾨδὰς εὐχαριστίας ἡ σὴ Μονή,
Παΐσιε Πάτερ, ἀναπέμπει σοι εὐλαβῶς, ἀντὶ τῶν αμέτρων, μεγάλων δωρημάτων, ἅπερ
αὐτῇ πλουσίως παρέσχες Ὅσιε.
Ἁγίων Καππαδόκων σεπτὴ
δυάς, Παΐσιε Πάτερ καὶ Ἀρσένιε ἱερέ, ῥύσασθε κινδύνων, τοὺς πίστει ἐκζητοῦντας,
ὑμῶν τὴν προστασίαν, τὴν ἀπροσμάχητον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σπεῦσον, ἐπιφάνηθι ἡμῖν,
τοῖς ἐν στεναγμοῖς καὶ δακρύων, ἐπιζητοῦσι θερμῶς, Ἅγιε Παΐσιε, τὴν μεσιτείαν
σου, καὶ παράσχου τὴν ἴασιν, ψυχῶν καὶ σωμάτων, πᾶσαν δὲ ἐπίνοιαν δαιμόνων
σύντριψον· ἵν’ εὐχαρίστῳ καρδίᾳ, σὲ τιμῶμεν Ὅσιε Πάτερ, καὶ τὸν σὲ δοξάσαντα
δοξάζομεν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου