Πέμπτη 14 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 12. ΟΣΙΟΣ ΜΙΧΑΗΛ ΜΑΛΕΪΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΒ΄!!
ΜΙΧΑΗΛ ΜΑΛΕΪΝΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
(Ἀλεξάνδρου Μωραϊτίδη)

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ τῆς Ὀκτωήχου καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν Μαλεΐνον, Μιχαὴλ τὸν θεῖον ἱέρακα, τὸν διαπτάντα ταῖς πτέρυξι, ταῖς πνευματικαῖς τῆς γῆς τοὺς κύκλους, καὶ ἄνω τὴν καλιὰν αὐτοῦ προσπήξαντα, εἰς ὕψη τὰ νοητὰ καὶ ὑπερκόσμια, ἔνθα Ἀγγέλων χορεῖαι, τὸν τρισάγιον ὕμνον, μελῳδοῦσι διηνεκῶς, τῇ Ἁγίᾳ Τριάδι μετὰ δέους λατρεύοντες.

Ποίοις, ἐώας μύροις καὶ ἄνθεσιν, ἀναδήσωμεν τὸν Μαλεΐνον, Μιχαὴλ ἐρήμου τὸ καύχημα, καὶ τοῦ Κυμιναίου τὸ πόλισμα, μοναστῶν ἁπάντων πρωτοστάτην, τὸν νόμους τοῖς κοινοβίοις διαγράψαντα, καὶ τύπους ἡσυχασταῖς διατυπώσαντα, οὓς ἐν τῷ Ἄθῳ κομίσας, ὁ Ἀθανάσιος, ὁ αὐτοῦ μέγας μαθητής,  τοῦ Ὄρους δὲ πρύτανης, χαίρων εἰσήγαγε.

Πῶς σε νῦν ἀξίως αἰνέσωμεν, ἐν τῇ μνήμῃ σου ὦ Μαλεΐνε, Μιχαὴλ τὸ ἔμψυχον ἄγαλμα, τῶν ἀρετῶν καὶ ἐκτύπωμα, πράξεων ὁμοῦ καὶ θεωρίας, τὸ μέγα τῶν θλιβομένων παραμύθιον, πεινώντων τροφήν, νοσούντων δὲ τὴν ἴασιν, τῶν ῥαθυμούντων δὲ αὖθις, τὴν θείαν ἀλλοίωσιν, τὸν συμπαθείᾳ ὀξύν, καὶ τὸν ἀμνησίκακον, ἡμῶν δὲ τὸ καταφύγιον.

Δόξα. Ἦχος δ΄.
Εὐφραίνει ὁ βίος σου Ὅσιε, τῶν μοναστῶν τὰς καρδίας, εὐωδιάζων τὴν χάριν τοῦ Πνεύματος, ὡς θυμίαμα τῆς συνέσεως, ὅτι τρυφερὸς ὑπάρχων βλαστός, ἀγκάλας γονέων, τοῖς κόλποις ἀντηλλάξω πνευματικοῦ πατρός, οἷά τις λελευκανθισμένη περιστερά, ἀπὸ τῆς γῆς εἰς οὐρανοὺς ἀναπετάσασα. Ῥωννύουσι δὲ τὰς ψυχὰς τῶν ἡσυχαστῶν οἱ ἀγῶνές σου, οἱ ἐν τῇ ἐρήμῳ κατὰ τοῦ παλαμναίου ἐχθροῦ, ὅτι τὸ σαρκίον τὸ εὔπλαστον, τῇ τοῦ Χριστοῦ ἔθυσας ἀγαπήσει, ὑφ’ ἧς ἡ καρδία ἀναφλεγομένη, τὰ μαρτύρια τῆς ἀσκήσεως, ὡς τρυφὰς ἐλογίζετο, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀποσκοποῦσα, τὰ δὲ ἐξαίσια θαύματά σου πάντα νοῦν ἐκπλήττουσιν, ἐπιβοώμενα, τὴν πλουσίαν ἀντιμισθίαν, ἣν παρὰ Θεοῦ ἀπέλαβες, χαρίεις καὶ προσηνὴς ἐμφανιζόμενος, καὶ πάντα τῶν τέκνων σου κίνδυνον, καὶ τῶν δεομένων τῆς προστασίας σου, Μιχαὴλ παναοίδιμε.

Καὶ νῦν. Θεοτοκίον. Ἔδωκας σημείωσιν.
Ἡσαῦ νέος γέγονα, πᾶσιν ἐν τρόποις Πανάχραντε, ἐμπαθὴς ὑπὲρ ἄνθρωπον, μόνος ὤφθην ἄθλιος, ἀρετῆς ἐνθέου, γυμνὸς μόνος ὅλος· τίς οὖν μὴ κλαύσει ἐπ' ἐμέ; τίς μὴ θρηνήσει μου τὴν ἀπώλειαν· διὸ πρὸ τέλους κράζω σοι· Ἥμαρτον Δέσποινα, σῶσόν με, ὥσπερ ἔσωσε πρότερον, ὁ Υἱός σου τὸν Ἄσωτον.
Ὴ Σταυροθεοτοκίον.
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ἠλάλαζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο, τέκνον μου ποθεινότατον μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Εἰς τὰ Ἀπόστιχα, τῆς Ὀκτωήχου.

Δόξα. Ἦχος πλ. β΄.
Τὴν καλλονὴν τῶν ἀσκητῶν, τὸν πολιστὴν τοῦ Κυμιναίου, καὶ κανόνα τῆς ἀζύγου βιοτῆς, Μιχαὴλ τὸν θαυμάσιον, συνελθόντες οἱ τῆς ἀσκήσεως ἐρασταί, ἀνευφημήσωμεν, ψαλμοῖς καὶ ὕμνοις τὴν μακαρίαν αὐτοῦ κοίμησιν γεραίροντες, ὅτι ἀπὸ παιδὸς τὸν κόσμον ἀπαρνησάμενος, δι’ ἀγώνων ὑπερφυῶν, ἀνέβη εἰς τὴν ἀπάθειαν, ἔτι ἐν σώματι ὤν, ἐν οὐρανοῖς ἀναστρεφόμενος, οὓς καὶ κληρωσάμενος νῦν εἰς κατοικίαν, ἀγάλλεται μετὰ πάντων τῶν μακαρίων. Ὡς μὲν ὅσιος τῆς ἀγαλλιάσεως περιβεβλημένος τὸ ἱμάτιον, ὡς δὲ ἱερεύς, τὴν δικαιοσύνην ἐνδεδυμένος, καὶ ὡς ἀπείρων τέκνων καθηγεμὼν εὐφραινόμενος, ὥσπερ ἄλλος Ἀβραὰμ ἐν τοῖς κόλποις φέρων τὰς ψυχὰς τῶν ὑπ’ αὐτοῦ σεσωσμένων, ὡς δὲ συμπαθέστατος πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν ἑορτὴν αὐτοῦ τὴν χαρμόσυνον.

Καὶ νῦν. Θεοτοκίον. Ὅλην ἀποθέμενοι.
Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, δι' ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἅλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται· διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μῆνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τῇ Θεοτόκῳ κραυγάζουσα· Δέσποινά μου σῶσόν με.
Ἢ Σταυροθεοτοκίον ὅμοιον
Κρίσιν Ἰσραὴλ κριταί, θανατηφόρον κριθῆναι, σὲ Υἱὲ κατέκριναν, ὡς κριτόν σε στήσαντες ἐπὶ βήματος, τὸν νεκροὺς κρίνοντα, καὶ τοὺς ζῶντας Σῶτερ, καὶ Πιλάτῳ παριστῶσί σε, καὶ κατακρίνουσι, πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι, καὶ βλέπουσα τιτρώσκομαι, καὶ συγκατακρίνομαι Κύριε· ὅθεν καὶ προκρίνω, θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς, ἡ Θεοτόκος ἐκραύγαζε, μόνε πολυέλεε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν τοῦ κόσμου ἡδύτητα ἀπειπάμενος, εἰς ὁδὸν σωτηρίας πόθῳ προσέδραμες, βίον ἰσάγγελον βιώσας ἄριστα, ὅθεν ἀλείπτης μοναστῶν, καὶ κυβερνήτης τῶν ψυχῶν, πανάριστος ἀνεδείχθης, Μιχαὴλ ἀοίδιμε Πάτερ, ἡμᾶς λιταῖς σου καὶ νῦν περίσωζε.


























ΟΡΘΡΟΣ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λόγον μοι δίδου Λόγε συναΐδιε τοῦ προανάρχου Πατρός, καὶ Πνεύματος θείου, ὅπως ἀνυμνήσω Σου, τὸ σκεῦος τὸ πανάγιον, τῆς Ἁγίας Τριάδος, τὸ ἐκλεκτὸν καταγώγιον, Μιχαὴλ Ὁσίων τὸ σέμνωμα.
Βασιλικοῦ γένους ὑπάρχων ἐκβλάστημα ἀπὸ κοιλίας μητρός, ὡς ἡγιασμένος, λάμψιν καὶ εὐγένειαν, ἡγήσω ὥσπερ σκύβαλα, καὶ Δεσπότῃ τῶν ὅλων, μάκαρ ἀνάθημα τίμιον, ὅλον σεαυτὸν ἀφιέρωσας.
Τρωθεὶς τῷ βέλει τοῦ Νυμφίου ἔδραμες ὀπίσω μύρων αὐτοῦ, ὅλος καλὸς μάκαρ, ὅλος ὡραιόμορφος, διόπερ σε εἰσήνεγκεν, ἔνδον εἰς τὸ ταμεῖον, ὁ Βασιλεὺς εὑρὼν κρίνον σε, μέσον ἀκανθῶν ἱερώτατε.
Θεοτοκίον.
Γονυπετὴς τῇ Σῇ Εἰκόνι πανάχραντε αἰτοῦμαι Σὴν ἀρωγήν, ὅπως ἀποφύγω, πειρασμῶν τὰ κύματα, δεινῶς περικυκλώσαντα, τὴν ἀθλίαν ψυχήν μου, καὶ εἰς πυθμένα καθέλκοντα, ἀπωλείας ἐσχάτης Θεόνυμφε.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Κατανυγεὶς ἐκ τῶν θερμῶν καὶ θολερῶν σου δακρύων, ὁ πολὺς Ἰωάννης ὁ Ἑλλαδίτης, εἰς τὴν μάνδραν τὴν αὐτοῦ, εὐθέως σὲ ἐδέξατο, καὶ περιέβαλέ σε τοῦ πένθους μάκαρ τὰ σύμβολα.
Ἡ θεία χάρις ἡ σοφῶς τὰ πάντα οἰκονομοῦσα, γεννητόρων σῶν ὀργὴν καταπαύει, οἳ ἑώρτασαν φαιδρῶς, γάμον σου τὸν οὐράνιον, ἀντὶ τοῦ ἐπιγείου ὅν σοι ἡτοίμαζον Ὅσιε.
Ὅπου καὶ βούλεται Θεὸς ἡ φύσις κατανικᾶται, ἀλλοιοῦνται δὲ τὰ πάντα πανσόφως, ἡ θρηνοῦσα γὰρ τὸ πρίν, πεφιλημένη μήτηρ σου, ἐδέξατο τὸ σχῆμα, ὅπερ τὸ πρῶτον ἀπήχθετο.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε ἡ χαρὰ καὶ δόξα τῆς παρθενίας, διατήρει με ἀλώβητον ὅπως, ἐν αἰνέσει ἀνυμνῶ, τὰ θεῖα μεγαλεῖά Σου, καὶ τοὺς πρὸς παρθένους, διηνεκῆ προστασίαν Σου.









Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν τῷ ἄνθει τῆς ὥρας κόσμον φυγών, ἀπηρνήσω γονέων φίλτρον γλυκύ, τρωθεὶς βέλει Ὅσιε, γλυκυτάτῳ τοῦ Κτίστου σου, τοῦ οὐρανίου Νυμφίου τῶν παγκάλων ψυχῶν, ἀποπτύσας καὶ πλοῦτον καὶ γάμον καὶ εὔκλειαν, ὅθεν καὶ πτωχεύσας ἐν τῷ κόσμῳ τρισμάκαρ, τὴν δόξαν ἀπέλαβες, τὴν ἀεὶ διαμένουσαν, θεοφόρε Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Τὸ τοῦ σώματος κάλλος ἀσκητικοῖς, ἐκμαράνας ἀγῶσι τὴν σὴν ψυχήν, λαμπρῶς ἐξωράϊσας, εὐμορφίαις τῆς χάριτος, ἐκχυθείσης πλουσίως ἐν σοὶ παναοίδιμε, καὶ παντοίοις σημείοις ἀστραψάσης καὶ τέρασιν, ὅθεν τῶν νοσούντων ἰατρὸς ἀνεδείχθης, καὶ ῥύστης ὀξύτατος, ἐν κινδύνοις καὶ θλίψεσι, Μιχαὴλ παμμακάριστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Συμπεσὼν ἀθυμίας πάθει δεινῷ, ἐξ ἀμέτρων πταισμάτων καὶ χαλεπῶν, τῆς σῆς ἀντιλήψεως, πανακήρατε ἔτυχον, τοῖς δεομένοις πᾶσιν, ἐν πόνῳ καὶ δάκρυσι, προφθανούσης ὀξέως εἰς ἐπίσκεψιν πάναγνε, ὅθεν τῇ φωνῇ τε, καὶ τῇ γλώσσῃ προφρόνως, θυσίαν αἰνέσεως, καὶ ᾠδὴν χαριστήριον, σοὶ τανῦν ἀποδίδωμι, Δέσποινα Παρθένε Ἁγνή, διὰ Σοῦ γὰρ ἀπὸ τῆς καρδίας μου, ἀθυμίας τὰ νέφη σκεδάννυνται.
Ἢ Σταυροθεοτοκίον. Ἀνέστης ἐκ νεκρῶν
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ Μυστηρίου! ἐβόα ἡ Ἀμνάς, τὸν Υἱὸν καθορῶσα, ξύλῳ Σταυροῦ παγέντα. Τί τοῦτο Λόγε Θεοῦ ἀθάνατε; πῶς νεκρὸς ὁρᾶσαι, καὶ γῆν σαλεύεις ὡς παντοδύναμος; ἀλλὰ ὑμνῶ Σου τὴν φρικτήν, καὶ θείαν συγκατάβασιν.













ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Παντὸς δεσμοῦ, ἐκλυτρωθεὶς παναοίδιμε, ἀετός τι ἄλλος ἀνεπέτασας, ὑπεραρθεὶς πρὸς τοὺς οὐρανούς, ὧν καὶ ἐπόθεις, τὸ κάλλος τὸ πανυπέρκαλον, καὶ πήξας ἐν τῇ πέτρᾳ τὴν ἁγνὴν καλιάν σου, τῆς ἐρήμου τὸ μέλι ἐτρύγησας.
Τῶν ἀρετῶν, προσαναβαίνων τὴν κλίμακα, ἔτι ἔνδον τῆς ἐρήμου ἔδραμες, οἷα τρυγών, φεύγων τῶν πολλῶν, πᾶσαν συντυχίαν, καὶ ἐντυγχάνων μονώτατος, πρὸς μόνον τὸν Δεσπότην καὶ Θεὸν τῶν ἁπάντων, Μιχαὴλ τῆς ἐρήμου τὸ καύχημα.
Σῶμα τὸ σόν, παιδαγωγήσας θεσπέσιε, θείῳ νόμῳ τὴν ψυχὴν ἐλάμπρυνας, τῆς ἀπαθείας ταῖς ἀστραπαῖς, ὑφ’ ὧν βαλλομένων, ὁ πονηρὸς ἀφωπλίζετο, σὺν πάσαις ταῖς ἐνέδραις, αὐτοῦ καὶ ταῖς ἀπάταις, κατησχυμμένος ἀποιχόμενος.
Θεοτοκίον.
Ἰδοὺ καλή, ἰδοὺ καλὴ ἡ Παντάνασσα, ὀφθαλμοί Σου, ὄντως ὡς περιστεραί, πνευματικαῖς γνώσεσιν ἀεί, καὶ ταῖς θεωρίαις, τῶν νοητῶν εὐφραινόμενοι, δι’ ὧν καταύγασόν μου, τὴν ὄψιν τὴν τακεῖσαν ταῖς θεωρίαις ταῖς ὑλώδεσι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τοὺς δοξάζοντάς με, ἀντιδοξάσω σφόδρα εἶπεν ὁ Κύριος, διὸ καὶ τὴν χάριν, τῶν μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐχαρίσατό σοι, ἀντὶ τῶν πόνων οὓς ἀνέτλης, εἰς Χριστοῦ δόξαν Μιχαὴλ παμμακάριστε.
Ἐκ περάτων τὰ πλήθη, πρὸς τὸ Κυμιναῖον συνέῤῥεον Ὅσιε, ἀσθενεῖς τὸ σῶμα, καὶ ψυχῆς θεραπείας δεόμενοι, οὓς τῇ μελιῤῥύτῳ διδασκαλίᾳ σου τρισμάκαρ, συμπαθῶς ἐκ τῶν πόνων ἀνέπαυες.
Ὡς σπαρτίον θεόφρον, κόκκινον τὰ χείλη σου ὄντως πεφύκασι, τὴν βαφὴν γὰρ ταῦτα, τοῦ δεσποτικοῦ αἵματος κέκτηνται ἀληθείας λόγους, προφέροντα τοὺς συνδεσμοῦντας, εἰς Χριστοῦ ἀγάπην τοὺς ἀκούοντας.
Θεοτοκίον.
Προστασία τοῦ κόσμου, καὶ ἐμοῦ ἐξαιρέτως Θεοχαρίτωτε, νῦν τὴν δέησίν μου, εὐμενῶς δεξαμένη ἐκλύτρωσαι, πάσης ἀκηδίας καὶ ῥαθυμίας τὴν ψυχήν μου, τὸν σωτήριον πόθον ἐξάπτουσα.







ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Αὐγάζεις Πάτερ τὴν γῆν, ὥς τις ἀστὴρ τηλαυγέστατος, ἐστηριγμένος λαμπρῶς, τῇ ἄκρᾳ τοῦ Κυμινοῦ ἀκτῖσι τῶν πόνων σου, τῶν ἀσκητικῶν σου, καὶ θαυμάτων ταῖς φαιδρότησι.
Κτημάτων ὄγκον βαρύν, ἀπέπτυσας παναοίδιμε, καὶ διελθὼν τὴν στενήν, πύλην ὡς εὐρύχωρος, κατήντησας Ὅσιε, καὶ καλὴν πορείαν, ἀρθεὶς κοῦφος εἰς οὐράνια.
Τοῖς λόγοις σου Μιχαήλ, τοῖς ὑψηγόροις κατηύφρανας, τὰς Λαύρας σου θαυμαστῶς, καὶ ἡμῶν τῶν δούλων σου, Πάτερ τὴν διάνοιαν, ἡδὺ καταθέλγεις, καὶ ῥωννύεις καταπίπτουσαν.
Θεοτοκίον.
Ἀνθρώπων αἱ γενεαί, Σὲ μακαρίζομεν ἄχραντε, ὥσπερ προέφης ἀεί, καὶ πόθῳ δοξάζομεν, καὶ τιμῶμεν ὕμνοις τε καὶ φωταγωγίαις, τὴν εἰκόνα Σου τὴν πάντιμον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν μοναστῶν τὸν ἀρχηγέτην καὶ κοσμήτορα, τοῦ Κυμιναίου πολιστὴν τὸν συμπαθέστατον, συνελθόντες ὑμνήσωμεν κατὰ χρέος, ὡς θαυμάτων ἐξαισίων πηγὴν ἄφθονον, ἰατῆρά τε παντοίων νόσων ἄμισθον, ἀνακράζοντες· Χαίροις, Πάτερ τρισόλβιε.
Ὁ Οἶκος.
Φέρων σάρκα τρισμάκαρ, Μιχαὴλ πρὸς ἀσάρκους, ἐπάλαισας ἐχθροὺς βροτοκτόνους, τὸν τοῦ Κυρίου βαστάζων σταυρόν, τὴν δίστομόν τε ῥομφαίαν τῆς πίστεως, τῷ θώρακι δὲ τῆς ὑπομονῆς ἀπαστράπτων, δι’ ὃ ἀκούεις παρ’ ἡμῶν τὸν ὕμνον·
Χαίροις, ἀστὴρ φαεινὲ τῶν ἀζύγων·
χαίροις, βολὶς ἐρημαίου φέγγους.
Χαίροις, ἀστραπὴ Κυμιναῖον αὐγάσασα·
χαίροις, ἡ βροντὴ ἡ τοὺς δαίμονας πλήξασα.
Χαίροις, ὅτι τῶν ἰάσεων ἀναβρύεις τὴν πηγήν·
χαίροις, ὁ δεδεγμένος προφητείας τὴν χάριν.
Χαίροις, τῆς συμπαθείας τὸ πέλαγος·
χαίροις τῆς εὐσπλαγχνίας ἡ ἄβυσσος.
Χαίροις, κανὼν βιοτῆς μονοτρόπων·
χαίροις, ὁδὸς πρὸς τὴν ἄνω πορείαν.
Χαίροις, Πάτερ τρισόλβιε.




Συναξάριον.
Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου, τοῦ ἐν τῷ Ἄθῳ.
Ζήσας, Μιχαήλ, ὡς ἄσαρκος ἐν βίῳ,
Ὁμωνύμῳ νῦν συμπαρίστασαι Νόῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη.
Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν.
Οὗτοι οἱ Ἅγιοι ὑπῆρχον ἐπὶ Τραϊανοῦ τοῦ βασιλέως καὶ Μαξίμου ἡγεμόνος. Κατεσχέθη δὲ πρῶτον ὁ Ἅγιος Πρόκλος, καὶ ἐνώπιον τοῦ βασιλέως ὁμολογήσας τὸν Χριστόν, Μαξίμῳ τῷ ἡγεμόνι ἐκδίδοται καὶ λαμπάσι πυρὸς τὴν γαστέρα καὶ τὰς πλευρὰς κατακαίεται καὶ ξέεται καὶ ἐπὶ ξύλου κρεμᾶται καὶ λίθῳ βαρεῖται τοὺς πόδας· καὶ ἀπαγόμενος τοῦ τοξευθῆναι, συναντᾷ τὸν ἑαυτοῦ ἀνεψιὸν Ἱλάριον, ἑλκόμενον ὑπὸ τῶν Ἑλλήνων. Καὶ ὁ μὲν Ἅγιος Πρόκλος ταῖς νιφάσι τῶν βελῶν κατατρωθείς, πρὸς Κύριον ἐξεδήμησεν. Ὁ δὲ Ἅγιος Ἱλάριος, ἐρωτηθεὶς καὶ χριστιανὸν ἑαυτὸν ἀποκαλεσάμενος, κρεμασθεὶς τύπτεται καὶ ἐπὶ μιλίοις τρισὶ σύρεται· εἶτα τὴν κεφαλὴν ἐκτμηθείς, κατετέθη μετὰ τοῦ Ἁγίου Πρόκλου.

Πῖόν τι Xριστῷ θῦμα καὶ Σεραπίων,
Xριστοῦ παρ’ ἐχθρῶν εἰς τὸ πῦρ βεβλημένος.

Ὡς ἅρμα αἷμα τετράϊππον εἰς πόλον,
Εὑροῦσα, ἑξώρμησε τετρὰς Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βερονίκη ἡ αἱμοῤῥοοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται.
Ὅλου νοητῶς δράττεταί σου νῦν, Λόγε,
Ἡ κρασπέδου σου πρὶν μόνον δραξαμένη.
Αὕτη ἦν ἐκ κώμης Πανεάδος· δεινῷ δὲ πάθει τῆς αἱμορροίας ἐπὶ δώδεκα ἕτη συνεχομένη, προσῆλθε τῷ Κυρίῳ, καὶ ἤψατο τῶν ἱματίων αὐτοῦ, καὶ πάραυτα ἰᾶται τῆς μάστιγος αὐτῆς (Μᾶρκ. ι´ 24-34). Εὐχαριστοῦσα δὲ τῷ Σωτῆρι, ἵδρυσε πρὸς τιμὴν αὐτοῦ πρὸ τοῦ οἴκου αὐτῆς τὸν ἀνδριάντα αὐτοῦ. Θεασαμένη δὲ τοῦτον πρὸς τὸ ἑκούσιον πάθος ἀγόμενον, καὶ ἱδρῶτι τὸ πρόσωπον περιῤῥεόμενον, ἐπέδωκεν αὐτῷ σουδάριον, μεθ᾿ oὗ ἀποσμήξας τὴν θείαν ὄψιν, τετύπωται αὕτη παραδόξως ἐν αὐτῷ. Ἀμέμπτως δὲ καὶ θεοφιλῶς ζήσασα ἡ μακαρία Βερονίκη, ἀπῆλθεν εἰς τὰς αἰωνίους μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Γερασίμου καὶ Ἀκακίου, τῆς Μονῆς τῆς Ἁγίας Τριάδος Τζαγκαρόλων Κρήτης.
Γέρας εὕρατο Γεράσιμος ὁ θεῖος,
ἐχθροῦ δὲ εἶλεν Ἀκάκιος κακίαν
Εἰκών σου Ἁγνὴ ὡς θεία μυροθήκη,
δέδοται ἡμῖν ἐκ Παλαιστίνης πάλαι.
Ἡ Ἅγια αὕτη Εἰκὼν τῆς πανυμνητοῦ Θεοτόκου, ἣν κτῆμα Ἰωάννου τοῦ Δαμασκηνοῦ· ὃς συκοφαντηθεὶς ὑπὸ τοῦ εἰκονομάχου Λέοντος τοῦ Ἰσαύρου τῷ ἀμηρᾷ τῆς Δαμασκοῦ, ὡς δῆθεν ἐπιβουλεύων αὐτῷ τῆς ἀρχῆς, ἀπεκόπη τὴν δεξιὰν χεῖρα. Λαβὼν αὐτὴν οὗτος, καὶ παννυχίως προσπέσας ἐν δάκρυσι τῇ Θεοτόκῳ πρὸ τῆς ἁγίας αὐτῆς εἰκόνος, ἔλαβε παραδόξως τὴν ἴασιν, συγκολληθείσης τῆς χειρός, ἀοράτῳ ἐπιστασίᾳ τῆς Ὑπεραγίας Παρθένου, ὡς ταῦτα ἱστορούνται κατὰ πλάτος ἐν τῷ βίῳ αὐτοῦ. Οὗτος ὁ θεῖος πατὴρ γενόμενος μοναχὸς ἐν τῇ περιωνύμῳ κατὰ Παλαιστίνην Λαύρα τοῦ Ἡγιασμένου Σάββα, ἔλαβε μεθ᾿ ἑαυτοῦ καὶ τὴν ἁγίαν Εἰκόνα, ἥτις προσφυῶς Τριχεροῦσα κέκληται, ἀνατεθέντος παρ᾿ αὐτοῦ ταύτῃ χρυσοῦ ὁμοιώματος τῆς ἰαθείσης χειρός, εἰς μνείαν τοῦ θαύματος.
Εἶχεν οὖν ἡ τοῦ Ἡγιασμένου Σάββα Λαύρα τὴν ἁγίαν εἰκόνα· μεσοῦντος δὲ τοῦ δεκάτου καὶ τρίτου αἰῶνος, παρεγένετο ἐκεῖσε προσκυνήσων ὁ ἱερώτατος Σάββας, ἀρχιεπίσκοπος ὤν τῆς Σερβίας, ᾧ καὶ δεδώρηται αὕτη, εὐλογίας χάριν, ἣν μετακομίσας ἐκεῖθεν τῇ οἰκείᾳ πατρίδι κατέθετο εὐλαβῶς. Ἄδηλος ὁ χρόνος τῆς ἐκεῖ παραμονῆς αὐτῆς. Ἐπισυμβάσης δὲ ἀνωμαλίας τινός, ἐτέθη αὕτη ἐπὶ ὄνου, ὅστις ἀφεθεὶς ἐλεύθερος, παρεγένετο ἄνευ ὁδηγίας τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθω, παρακολουθούντων μακρόθεν εὐσεβῶν τίνων, καὶ ἐλθὼν ἔστη ἀκίνητος πρὸ τῆς ἱερᾶς τοῦ Χιλανδαρίου Μονῆς. Ἴδόντες τοῦτο οἱ μοναχοί, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς δεξάμενοι τὴν ἁγίαν τῆς Θεομήτορος Εἰκόνα, ἐναπέθεντο ἔνδον τοῦ ἱεροῦ Βήματος. Τελευτήσαντος τοῦ τῆς Μονῆς Ἡγουμένου, καὶ διαφωνούντων τῶν ἀδελφῶν περὶ τοῦ διαδεξομένου αὐτόν, εἰσελθόντων ὡς ἔθος περὶ τὸν ὄρθρον ἐν τῷ ναῷ, εὑρὸν αὐτὴν ἐν τῷ τοῦ Ἡγουμένου τόπῳ, ὁ καὶ ἐξέλαβον ἔργον ἀνθρωπίνης χειρός, καὶ ἐναπέθηκαν αὔθις ἔνδον τοῦ Βήματος ὁ καὶ τὴν ἐπιοῦσαν γέγονε καὶ ἐπιτηρήσαντες ἐπιμελῶς, σφραγίσαντες τὸν ναόν, ἐθαύμαζον εὑρόντες πάλιν τὴν ἁγίαν εἰκόνα, ἔνθα, ὡς ἔθος, ὁ Ἡγούμενος ἵσταται. Ἀπορούντων αὐτῶν, παρεγένετο ἐρημίτης τίς, ὅστις διεβεβαίου αὐτοῖς τὴν τῆς Θεοτόκου εὐδοκίαν, ἐπιφανείσης αὐτῷ ὅτι αὕτη τοῦ λοιποῦ θὰ προΐσταται τῆς Μονῆς. Δοξάσαντες οἱ ἀδελφοὶ τὴν Ὑπερένδοξον Δέσποιναν, καὶ ἔχοντες ἔκτοτε ταύτην ὡς Ἡγούμενον καὶ ὁδηγόν, λαμβάνουσιν ἐξ αὐτῆς πᾶσαν εὐλογίαν καὶ χάριν, προσκυνοῦντες εὐλαβῶς τὴν ἁγίαν Εἰκόνα, ἥτις παρὰ πάντων Τριχεροῦσα καλεῖται, καὶ ἀπαλλαττόμενοι παντὸς κινδύνου καὶ συμφορὰς τῇ κραταιᾷ προστασίᾳ αὐτῆς. Καὶ δὴ τῷ παρελθόντι αἰῶνι, ὅτε στρατὸς Τούρκων εἰσέδραμε τῷ Ὄρει, ταῖς Ἱεραῖς σκηνώσας Μοναῖς, ἡ τοῦ Χιλιανδαρίου οὐδὲν πέπονθεν, ἑώρων γὰρ γυναῖκά τινα περιφερομένην τοῖς τείχεσι τῆς μονῆς, ἥτις ἄφαντος ἐγένετο, ἡνίκα προσεπάθουν συλλαβεῖν αὐτὴν· καὶ ἐπαλλήλως πειραθέντων τοῦτο, αὕτη ἐκρύπτετο ἔνδον τῆς Μονῆς. Οὕτω γὰρ φυλάττει καὶ σκέπει τὴν ἑαυτῆς Μονὴν ἡ Παντοβασίλισσα καὶ Πανύμνητος Θεοτόκος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Φοβερᾶς Προστασίας τῆς Μονῆς Κουτλουμουσίου.
Οὐ φόβον ἡμῖν ἡ κλῆσίς Σου Παρθένε,
ἀλλ’ ἐλπίδα φέρει πολλὴν καὶ ἀγάπην.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Ἀχειροποιήτου, τῆς Ῥουμάνικης Σκήτης τοῦ Τιμίου Προδρόμου τοῦ Ἁγίου Ὄρους.

Τῇ αὐτῇ ἡμέρα, ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Γεωργίου, Ἐπισκόπου Ἀσσοῦ Μυτιλήνης.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου τοῦ Νόβγκοροντ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ Γέροντος Παϊσίου τοῦ Ἁγιορείτου.
Ταῖς τῶν Σῶν Ἁγίων, πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων
Τίς διηγήσεται θεόφρον, τοὺς ἀγῶνάς σου οὓς ἐν τῇ Ξηρολίμνῃ ἠγώνισαι λαμπρῶς, καὶ ἐν τῷ πανερήμῳ, διάγων ὥσπερ ἄσαρκος, μετὰ καὶ τοῦ Ἀγαπίου.
Σάλπισον χώρα Βιθυνίας, ἐν εὐσήμῳ νῦν τῇ σάλπιγγι ᾀσμάτων, τοῦ προστάτου σου, πατρός τε καὶ ποιμένος, τὴν κοίμησιν γεραίρουσα, Μιχαὴλ τοῦ Μαλεΐνου.
Γόνοι κλεινοὶ τῶν βασιλέων, ἀποῤῥίψατε νῦν τὰς ἡμῶν πορφύρας, τὸ κῦδος γὰρ ἰδού, ἀρχόντων λαμπροτέραν, τὴν δόξαν περιβάλλεται, τῷ μοναστικῷ παλλίῳ.
Θεοτοκίον.
Σκέπην καταφυγὴν καὶ τεῖχος, κεκτημένοι Σε Παρθένε Θεοτόκε, οὐ πτοούμεθα νῦν, ἐχθρὸν τὸν παλαμναῖον, μάτην ἡμῖν προβάλλοντα, καὶ τὰ βέλη καὶ τοὺς δόλους.



















ᾨδὴ η΄. Ἑπταπλασίως τὴν κάμινον.
Ὁ κλέπτης καὶ κακότροπος, μοναχὸς νουθετούμενος, ἀντὶ μεταγνῶναι, ὥρμησεν ὁ πάντολμος, φονεῦσαί σε Ὅσιε, κρύφᾳ δραξάμενος μάχαιραν, ὡς δ’ ἐκ τῆς ὀπῆς, μέσῳ φλογῶν σε κατεῖδεν εὐχόμενον ποσί σου, συμπεσὼν ἀνεβόα· συγχώρησόν μοι Πάτερ, ἡμάρτηκα ὁ τλήμων.
Ὁ νεαρὸς Ἡσύχιος, ἐκτελῶν σου παράγγελμα, ἔξω τῆς Λαύρας, εὑρεθεὶς εἰς κίνδυνον θυέλλης καὶ σκοτισμόν, ἔκραξε Πάτερ σῶσόν με νῦν, αἴφνης οὖν φανεὶς εἰς τὸν κρημνὸν τοῦ βαράθρου, ὡδήγεις τῇ λαμπάδι τὸν παῖδα, ὑμνοῦντα εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τοῦ καλλιγράφου πάσχοντος, καὶ θανάτῳ ἐγγίζοντος, ἤθελον εὐθέως ἀνατεμεῖν τὸ πρόσωπον, τῷ μόχθῳ ἐξῳδηκός, ἀλλ’ ἀπέκρουσας τὴν ἐκτομήν, καίπερ Ὅσιε ἐν Βυζαντίῳ διάγων, ἐξαίφνης ἐν ὀνείρῳ ἐπιστὰς τῷ νοσοῦντι, καὶ θεραπεύσας τοῦτον, διὰ τοῦ κουκουλίου.
Πολλά τε καὶ ἐξαίσια, τὰ θαυμάσια πέλουσιν, ὅσα ζῶν ἐτέλεις, Μιχαὴλ παμμακάριστε, ἰατρεύων τοὺς πάσχοντας, καὶ τοὺς πένητας ἐλεῶν, καὶ παραμυθίαν θλιβομένοις παρέχων, δι’ ὃ κἀμὲ ἀνάγκαις, ἀεὶ δεδουλωμένον, ἀπελευθέρωσόν με, ταῖς ἱεραῖς εὐχαῖς σου.
Θεοτοκίον.
Σύ μου ἰσχὺς καὶ στήριγμα, Παναγία πανάχραντε, Σύ μου προσφυγὴ ἐν κινδύνοις καὶ συμφοραῖς, καὶ Σοὶ πεποιθώς εἰμι, χεῖρα βοηθείας καὶ γάρ μοι ἐπορέγεις, καὶ νῦν τὴν νόσον παῦσον τὴν καταθλίβουσάν με, ἀνάνευσιν διδοῦσα τῇ ταπεινῇ ψυχῇ μου.


















ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐξήνθησεν ὡς κρίνον τοῦ Κυμινᾶ, ἡ αὐχμῶσα καὶ ἄγονος ἔρημος, ὅτι πολλὰ τέκνα εὐλογίας τέκνα εὐχῆς, ὁ Μιχαὴλ ἐβλάστησε, φάλαγγας Ὁσίων καὶ ἀσκητῶν, καὶ ἔνθα τὰ θηρία, τὸ πρότερον διῆγον, Λαῦραι φαιδραὶ προσανεφύησαν.
Τὴν ἄχραντον Μητέρα τοῦ Λυτρωτοῦ, καλλονὴν τῶν παρθένων τὴν ἄῤῥητον, ἐν ταῖς αὐτῆς, ἑορταῖς ἀνύμνεις μελῳδικῶς, ἰδίαν τρέφων Ὅσιε, πρὸς Αὐτὴν εὐλάβειαν καὶ τιμήν, διὸ οὐσιωδῶς σοι, παρίσταται ἐν δόξῃ, ἐν τῷ Ναῷ ἐπευλογοῦσά σε.
Τῷ θρόνῳ τῷ ἀστέκτῳ νῦν παρεστώς, ἀπολαύων τῆς αἴγλης θεσπέσιε, καὶ θεαυγοῦς τῆς σεπτῆς Τριάδος μαρμαρυγῆς, μετὰ Ἀθανασίου τε τοῦ καὶ Ἀθωνίτου, σοῦ μαθητοῦ, πρεσβείαις πρὸς τὸν πάντων Θεὸν καὶ Βασιλέα, ὑπὲρ ἡμῶν ποιεῖσθε πάντοτε.
Ἀκρότης τῶν Ὁσίων πανευκλεής, τὸν πτωχὸν ὑμνητήν σου ἀξίωσον, τυχεῖν μονῆς, ἐν τῇ γῇ τῶν ζώντων οὗ ἡ χαρά, ἐστὶν ἡ ἀτελεύτητος, ἀπέδρα δὲ λύπη καὶ στεναγμός, εἰς σὲ γὰρ μετὰ πόθου, τὴν ἐμὴν σωτηρίαν, πανευλαβῶς προσανατέθηκα.
Θεοτοκίον.
Οὐ μόνον κάλλος ἔχεις ὦ Μαριάμ, ἀλλ’ ὁμοῦ τε καὶ ὕψος ὑπέρκαλον, τῷ ὑψηλῷ, εἰκασμένον φοίνικι τοῦ ἀγροῦ, οἰκοῦσα ὑπεράνωθεν, τῆς ἐπουρανίου πανστρατιᾶς, ὁπόθεν τοὺς τιμῶντας, τοῦ Σοῦ φίλου τὴν μνήμην, εὐεργετεῖς συγκαταβαίνουσα.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Φιλοσοφίας ἔρωτι οὐρανίου τρισμάκαρ, τῆς κάτω κατεφρόνησας ὅλως καὶ πατουμένης, καταλιπὼν γὰρ τὰ πάντα, πλοῦτον καὶ δυναστείαν, κάλλους ἀκμὴν καὶ εὔκλειαν, εἰς τὰ ὄρη ἐξῆλθες, οὗ καθαρθείς, δι’ ἀσκήσεως ἀτρύτων ἱδρώτων, εἰς οὐρανοὺς ἀνέδραμες, ὡς ἀστὴρ φαεσφόρος.
Θεοτοκίον.
Ἐξόχως ὡραιώθησαν, σιαγόνες Σου Κόρη, ὥσπερ τρυγόνος πάνσεμνε, ὄρνιθος φιλερήμου, ἔμφυτον Σὺ γὰρ τὴν χάριν, σχοῦσα τῆς ἐγκρατείας, τὴν σωφροσύνην ἤσκησας, παρθενίας τὸ ἄνθος τὸ φαεινόν, δείξασα τοῖς αὐτὸ ἐκθύμως ποθοῦσι, οὓς καὶ φυλάττοις πάναγνε, καθαροὺς καὶ ἀμώμους.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου