Παρασκευή 15 Ιουνίου 2018

ΙΟΥΛΙΟΣ 19. ΟΣΙΑ ΜΑΚΡΙΝΑ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΛΙΟΣ ΙΘ΄!!

ΜΑΚΡΙΝΑ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

(Ὑπὸ Ἀλεξάνδρου Μωραϊτίδη).

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α’ στάσιν τοῦ· Μακάριος Ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια τὰ ἐν τῷ Μηνιαίῳ δευτεροῦντες αὐτά. Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Ἐμφιλοσοφώτατα, τὸ τῆς ψυχῆς αὐτοκίνητον, καὶ ἀθάνατον ἔδειξας· διὸ καὶ ἐσπούδασας, ἀμιγὴς κηλίδων, τῶν τῆς ἁμαρτίας, καὶ καθαρὰ ῥύπου παντός, ἀπαλλαγῆναι δεσμῶν τοῦ σώματος, μηδένα σπῖλον ἔχουσα, μηδὲ ῥυτίδα θεόληπτε, ἀλλ᾿ ἁγνὴ καὶ πανάμωμος, τῷ νυμφίῳ παρίστασθαι.

Ἄφθορον ἐτήρησας, τὴν παρθενίαν καὶ ἄσπιλον, καθαρῶς βιοτεύσασα, καὶ πλοῦτον διένειμας, τοῦ Χριστοῦ πληροῦσα, τὴν νομοθεσίαν, καὶ ἠκολούθησας τὴν γῆν, καταλιποῦσα καὶ τὰ περίγεια· διό σοι τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Αἴγλῃ κατελάμπετο, φωτοειδεῖ σου τὸ πρόσωπον, καὶ θανούσης πανεύφημε, Χριστοῦ σε δοξάσαντος, ὡς αὐτοῦ παρθένον, θεοειδεστάτην, ὡς ἐλεήμονα φαιδράν, ὡς συμπαθῆ τε καὶ θεοῤῥήμονα· ζωὴν γὰρ τὴν ἰσάγγελον, ἐπὶ τῆς γῆς πεπολίτευσαι, καὶ Θεῷ εὐηρέστησας, διὰ βίου λαμπρότητος.

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς θείας ἀμπέλου βλάστημα ὑπάρχουσα παιδιόθεν ἐδέξω σοφίαν τὴν ἐπουράνιον, δι’ ἧς κυβερνῶσα σῶμα καὶ ψυχὴν, κεκαθαρμένον πυξίον τὴν καρδίαν παρεσκευάσας, ἥν εὑραμένη ἡ χάρις τοῦ Ἁγίου Πνεύματος κατεγράψατο γράμμασι χρυσοῖς, πίστιν καὶ ἀγάπην, καὶ τελείαν ἀπάθειαν. Ὅθεν πτερουμένη τῷ θείῳ ἔρωτι, ὥς ἀφροὺς θαλαττίους τοὺς ἔρωτας τῶν γηΐνων ἀπεκρούσω. Πλοῦτον καὶ δόξαν καὶ γένους εὔκλειαν προσφιλῆ ἐνασχόλησιν εὑραμένη εἰς τὸ καταρτίζειν ἐνθέως τὰς ψυχὰς τῶν ἐν τῷ παρθενῶνι παρθένων σου, ἅς καὶ παρέστησας νύμφας ἀμώμους, τῷ οὐρανίῳ Νυμφίῳ. Διὸ καὶ ὁ τῶν ἁπάντων Θεὸς ἐδόξασε καὶ ζῶσαν καὶ μετὰ θάνατον πηγὴν θαυμάτων ἀναδείξας σε. Ἀληθὴς γὰρ ὁ εἰπών, ὅς ἄν ἀφῆκε πάντα δι’ ἐμὲ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει, ἧς νῦν τυχοῦσα Μακρίνα πανεύφημε, μνημόνευε καὶ ἡμῶν τῶν μεμνημένων σου καὶ ἐτησίως ἀγόντων τὴν χαρμόσυνόν σου πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον.

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Τῆς παρθενίας τὸ κρίνον, τὸ ἄνθος τῆς ἐγκρατείας, τῶν μαρτυρικῶν γεννητόρων τὸ εὐγενὲς ἀποκύημα, ἡ παρθένος Μακρίνα, σήμερον συνεκαλέσατο ἡμᾶς, εἰς ὕμνους τῆς ἀρετῆς καὶ ἐγκώμια. Ὁ γὰρ τὴν Μακρίναν ἐπαινῶν, τὴν παρθενίαν γεραίρει, ἧς περ τὸν στέφανον ἔπλεξε τὸ Πανάγιον Πνεῦμα διὰ τοῦ Ἡσαΐου. Φησὶ γὰρ, τοῖς παρθένοις τοῖς φυλάσσουσι τὰ σάββατά μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἐκεῖθεν οὖν, ἔνθα νῦν αὐλίζῃ πανεύφημος Ἡγουμένη, φώτιζε τὸν νοῦν ἡμῶν εἰς τὸ ἐκλέγεσθαι ἀεὶ, ἅπερ θέλει ὁ Κύριος, ὁ Νυμφίος τῶν ψυχῶν ἡμῶν.

 

 

 

Ἦχος β΄.

Νεκρωθεῖσα τῷ κόσμῳ καὶ τοῦ κόσμου τοῖς πράγμασι, Θεῷ μόνῳ ζῆν ἐπεπόθησας, καὶ νυμφαγωγοῦσα παρθένους, τῷ Παρθένῳ Λόγῳ, τῷ ἐκ Παρθένου ἐκλάμψαντι, παρέστησας ἐκ δεξιῶν αὐτοῦ, λελαμπρυσμένας ταῖς ἀρεταῖς καὶ πεποικιλμένας τοῖς θείοις χαρίσμασιν, λαμπαδηφόρους βασιλίσσας. Μὴ ἐπιλάθῃ οὖν καὶ ἡμῶν, φιλεύσπλαγχνος Μήτηρ, ἀλλὰ δίδασκε ἐνδελεχῶς διὰ τῆς ἱερᾶς πολιτείας σου, ὅπως εὐπλοήσασαι, καταντήσωμεν εἰς τὴν ἀΐδιον μακαριότητα.

Ἦχος πλ. β΄.

Τὴν τῶν παρθένων καλλονὴν, τῶν Μοναστῶν τὸ κλέος, συνελθόντες Μονασταὶ καὶ Μονάστριαι, ὁσιακοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες. Χαίροις τῶν ἀρετῶν ἡ κλίμαξ ἡ ἐπουράνιος, δι’ ἧς οἱ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνυψοῦνται. Χαίροις ἡ τὴν τρυφῆν καὶ εὐπάθειαν τῇ ὡραίᾳ ἀνταλλαξαμένη πενίᾳ. Χαίροις ἡ τοῖς ῥάκεσι καλλωπιζομένη, ὁ εὐγενὴς τῆς Καισαρείας ὄρπηξ, ἧς ἐν τῇ κοιμήσει οὐδὲν εὑρέθη, πλὴν τῶν τετριμμένων ὑποδημάτων καὶ τοῦ μόνου χιτῶνος. Χαίροις ἡ τὸν μέγαν πλοῦτόν σου εἰς ἐλεημοσύνας σκορπίσασα, καὶ διὰ τῶν χειρῶν ἀποστολικῶς ἀποζῶσα. Χαίροις ἡ καθαρθεῖσα τὸ σῶμα καὶ τὴν ψυχὴν, καὶ γενομένης ἁγνείας καὶ σωφροσύνης ὑπόθεσις, σφραγὶς τῆς ἀπαθείας καὶ εἰκὼν τῆς ἀσκήσεως. Πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τὴν σωτηρίαν ποθούντων, Μακρίνα μεγαλώνυμε.

Δόξα. Ἦχος πλ. α΄.

Τῆς ψυχῆς σου τὰ ὄμματα, τῆς τῶν παθῶν ἰλύος ἀποκαθάρασα, ἀπ’ ἐντεῦθεν ἐθεώρησας τοῦ μέλλοντος αἰῶνος τὰ μυστήρια. Οὐ γὰρ ἔνεστι τοῖς τῷ ζόφῳ τῶν παθῶν κρατουμένοις, ἐνορᾶν τὰ μεγαλεῖα τοῦ Θεοῦ τὰ ἀθέατα. Διὸ νηστείαις καὶ ἀγρυπνίαις καὶ χαμευνίαις, σαυτὴν παραδέδωκας· καὶ ὑποπιάζουσα τὸ σῶμα, καὶ δουλαγωγοῦσα τὸ χεῖρον τῷ κρείττονι, ἔσχισας τῆς ψυχῆς σου τὸ κάλυμμα, τῇ κοπίδι τῆς προσευχῆς καὶ τῇ βίᾳ τῆς ἀκτημοσύνης, καὶ τῇ μαχαίρᾳ τῆς ταπεινώσεως. Καὶ ἔδραμες ὡσεὶ δορκὰς, πρὸς τὸ φῶς τὸ ἀνέσπερον. Ἔνθα νῦν πρόσωπον πρὸς πρόσωπον καθορᾷς τὸν φωτοδότην· καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν μετὰ πόθου ἑορταζόντων, τὸ ἱερόν σου μνημόσυνον.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Παρισταμένη τῷ θρόνῳ σὺν τοῖς μεγάλοις χοροῖς, τοῦ πάντων βασιλέως καὶ Δεσπότου Μακρίνα, κλέος τε καὶ χάρμα τῶν μοναστῶν, ὑπὲρ πάντων ἱκέτευε, τῶν ἐκτελούντων τὴν μνήμην τὴν ἱερὰν, τῆς σεπτῆς σου μεταστάσεως.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Πάθη δυσκάθεκτα Μῆτερ, ψυχῆς δουλώσασα, ἐν ἐγκρατείας πόνοις, τοῖς ἀΰλοις ἀγγέλοις, ἐν σώματι βιοῦσα τῷ ὑλικῷ, θαυμαστῶς ἐξωμοίωσαι, προσομιλοῦσα τῷ πάντων Δημιουργῷ, ἐν ταῖς θείαις σου ἐντεύξεσι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνες τὰ διαβήματά μου

Ὡς κρίνον εὔοσμον Μῆτερ, λαμπρῶς ἐξήνθησας, ἐν ταῖς κοιλάσιν ἄνθος, σεπτὸν ἀκτημοσύνης καὶ ἐγκρατείας κόσμος πανευπρεπής, ὅπερ δρέψας εἰσήγαγεν, εἰς τὸ Νυμφῶνα τῆς δόξης τὸν ποθητὸν, ὁ ἀθάνατος Νυμφίος Σου.

Δόξα. Ἦχος β΄.

Στοιχοῦσα ταῖς θείαις τοῦ Σωτῆρος ἐντολαῖς, ἐν ἀληθεῖ ἐπιγνώσει, τοὺς σοῦς ἐυσεβεῖς γεννήτορας, εὐσεβῶς ἐτίμησας, μέχρι θανάτου, τὴν μεγάλην σου Μητέρα εὐλαβῶς γηροκομήσασα. Καὶ αὖθις σὺ τοῦ οἴκου σέμνωμα καὶ ἔρεισμα, τῶν συγγόνων τῶν σοφῶν, αὐτὴ τὰ πρῶτα βήματα εἰς τὴν τῶν Γραφῶν μελέτην εἰσήγαγες, καὶ ἐν τῇ ἀσκητικῇ ἀγωγῇ ἐχειραγωγήσας, τρεῖς ἐπιφανεῖς τῆς Ἐκκλησίας κήρυκας καὶ φαεινοὺς τῆς πίστεως ἐκφάντορας, καὶ τῆς Οἰκουμένης ἁπάσης διδασκάλους καὶ κοσμήτορας, Βασίλειον τὸν μέγαν, Γρηγόριο τῶν Νυσσαέων τὴν σάλπιγγα, καὶ Πέτρον Σεβαστείας τὸν πρόεδρον. Ὅθεν καὶ χρεωστικῶς τὴν μητρικὴν εὐλογίαν, Μακρίνα ἀπείληφας.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Αὐτόμελον.

Εὐσχημόνως συνδραμοῦσαι, ὦ παρθένοι εὐσχήμονες, τὴν τῆς εὐσχημόνος Μακρίνης ὁσίαν μνήμην, εὐσχήμοσιν ἐν ὕμνοις ἐπιτελέσωμεν. Καὶ γὰρ ἀσκήσεως αὕτη ὡραῖος ἀνεδείχθη κανὼν, ταπεινώσεως καὶ ἀκτημοσύνης, ὄρος φωτοειδέστατος, τῆς Καισαρείας ἡ δόξα, καὶ τοῦ Βασιλείου ἡ μεγάλη σύγγονος, ὅν ἀπὸ τῆς ἔξω σοφίας πανύμνητον, εἰς τὴν τῶν θείων Γραφῶν μελέτην σοφῶς ἐπαιδαγώγησεν. Αὐτὴ καὶ νῦν τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως δέεται.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν· κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου.

Ἐκ βρέφους τῷ Χριστῷ, ἀφωρίσθης παρθένε, παρθένος τὴν ψυχὴν, καὶ τὸ σῶμα παρθένος, τὸ κάλλος μαράνασα δι’ ἀσκήσεως τέλεον, ἐν νηστείαις τε χαμαικοιτίαις καὶ πόνοις, ἀγρυπνίαις τε καὶ προσευχαῖς τεταμέναις, Μακρίνα θεόληπτε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

Μετὰ τὴν β΄ στιχολογίαν· κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.

Ἀγωγαῖς στομωθεῖσα ἀσκητικαῖς, τὰς ἑνέδρας ἁπάσας τοῦ πονηροῦ, ἀνδρείως ἐξέφυγες τὸν δεινὸν κοσμοκράτορα, κατὰ κράτος ὀλέσασα καὶ τρόπαιον ἤγειρας, τὸν σεμνὸν παρθενῶνα, τοῖς πᾶσιν περίβλεπτον, ἔνθα ποδηγέτις ταῖς παρθένοις ἐγένου, ζωῆς τῆς ἀκτήμονος καὶ διδάσκαλος πάνσοφος, ὦ Μακρίνα πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.

 

Μετὰ τὸν Πολυέλεον· κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὡς θεῖον κρίνον τῶν κοιλάδων Μακρίνα, τῆς ἀνθρωπίνης φύσεως τὸ ἀπόλεκτον ἄνθος, ταῖς ἀρεταῖς ἀνθήσασα, συνήφθης μυστικῶς, τῷ ποθεινοτάτῳ σοι καὶ παγκάλῳ Νυμφίῳ, ὅστις σε ἠξίωσεν οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν Αὐτῷ, τῶν σὲ τιμώντων ἐκ πόθου πανεύφημε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνες τὰ διαβήματά μου

Εὐαγγέλιον.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Νεκρωθεῖσα τῷ κόσμῳ καὶ τοῦ κόσμου τοῖς πράγμασι, Θεῷ μόνῳ ζῆν ἐπεπόθησας, καὶ νυμφαγωγοῦσα παρθένους, τῷ Παρθένῳ Λόγῳ, τῷ ἐκ Παρθένου ἐκλάμψαντι, παρέστησας ἐκ δεξιῶν αὐτοῦ, λελαμπρυσμένας ταῖς ἀρεταῖς καὶ πεποικιλμένας τοῖς θείοις χαρίσμασιν, λαμπαδηφόρους βασιλίσσας. Μὴ ἐπιλάθῃ οὖν καὶ ἡμῶν, φιλεύσπλαγχνος Μήτηρ, ἀλλὰ δίδασκε ἐνδελεχῶς διὰ τῆς ἱερᾶς πολιτείας σου, ὅπως εὐπλοήσασαι, καταντήσωμεν εἰς τὴν ἀΐδιον μακαριότητα.

 

 

 

 

 

 

 

 

Οἱ κανόνες τῆς Θεοτόκου· καὶ τῆς Ὁσίας (ὁ ἐν τῷ Μηνιαίῳ), οὗ ἡ Ἀκροστιχίς· Νύμφην ἁγνὴν Χριστοῦ σε, Μακρίνα, στέφω.

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

Νυμφίον τὸν ἄχραντον, τῆς τῶν ψυχῶν ὡραιότητος, Μακρίνα πανένδοξε, ὃν ἐπεπόθησας, ὃν ἠγάπησας, ἐξ ὅλης τῆς καρδίας, φωτίσαι δυσώπησον, τοὺς ἀνυμνοῦντάς σε.

πάρχων ἡ ἄβυσσος, τῆς ὑπὲρ νοῦν ἀγαθότητος, Χριστὲ σοῦ τὴν ἄσπιλον, νύμφην ἐδόξασας, τὴν τῷ ἔρωτι, τῷ σῷ καθηλουμένην, Μακρίναν τὴν ἄμωμον, καὶ παναοίδιμον.

Μακρίνα πανεύφημε, τῆς παρθενίας τὸ καύχημα, θερμῶς διετήρησας, ἀδιαλώβητον, δι᾿ ἀσκήσεως, τῆς σῆς καὶ πολιτείας, τὴν σάρκα τῷ πνεύματι, καθυποτάξασα.

Θεοτοκίον.

Φωσφόρος ἀνέτειλεν, ἐν ταῖς καρδίαις πανάμωμε, τῶν πίστει τιμώντων σε, τὴν Θεομήτορα καὶ διηύγασεν, ἡμέρα σελασφόρος, Χριστὸς ὁ ἐκ μήτρας σου, λάμψας θεόνυμφε.

ᾨδὴ γ´. Οὐκ ἐν σοφίᾳ.

γλαϊσμένη, καλλονῇ θεοσδότῳ καὶ χάριτι, καὶ Μαρτύρων εὐκλεῶς, καταγομένη τὸ γένος σεμνή, τὸν τρόπον ἐζήλωσας, τούτων τὸν ἔνθεον.

Νόμῳ τῷ θείῳ, πειθαρχοῦσα παρθένε κατέλιπες, τὴν τοῦ βίου ταραχήν, καὶ τοὺς θορύβους διέφυγες, νηστείαις καὶ δεήσεσι, πόθῳ σχολάζουσα.

γιωσύνην, ἁπαλῶν ἐξ ὀνύχων ἐπόθησας, ὀφθαλμοῖς τε μητρικοῖς, τετηρημένη διέμεινας, Μακρίνα πανεύφημε, καὶ παναμώμητε.

Θεοτοκίον.

Γῆν σε Παρθένον, Παναγίαν Παρθένε γινώσκομεν, ὡς τὸν στάχυν τῆς ζωῆς, ἡμῖν ἀσπόρως βλαστήσασαν, δι᾿ οὗ στηριζόμενοι, σὲ μακαρίζομεν.

Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ἡ ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς χάριτος, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα, τὰ ἀῤῥωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

 

 

 

 

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.

Νεκρωθεῖσα νῦν τῷ κόσμῳ, καὶ τοῦ κόσμου τοῖς πράγμασι, τῷ Θεῷ ζῆν μόνῳ, πόθῳ θεϊκῷ ἐδικαίωσας, τοῦ σοῦ νυμφίου τὸ κάλλος διασῴζουσα, ἀδιάφθορον, καὶ καθαρὸν πανσεβάσμιε.

ζηλώσασα τὴν Θέκλαν, τὴν σεπτὴν πρωτομάρτυρα, καὶ τὸν θεῖον ταύτης, βίον μιμουμένη τῆς πίστεως, ἐξ ἐπιπνοίας ἐνθέου ταύτης ἄνωθεν, καὶ τὸ ὄνομα, συμβολικῶς ὑπεδέξατο.

Νυμφαγωγοῦσα παρθένους, σὺ Μακρίνα προσήγαγες, τῷ παρθένῳ Λόγῳ, τῷ ἐκ τῆς Παρθένου ἐκλάμψαντι· τῷ ἀπαθεῖ γὰρ οἰκείαν καὶ ἁρμόδιον, τὴν ἀπάθειαν, ταύταις σαφῶς ὑπεδείκνυες.

Θεοτοκίον.

Χαρισμάτων θεῖα ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς χαριτώνυμε.

ᾨδὴ ε´. Ἀσεβεῖς οὐκ ὄψονται.

υπωθῆναι πάθεσι, τὸ κάλλος τὸ σεπτόν, τῆς ψυχῆς καὶ θεοειδές, οὐκ ἠνέσχου πάνσοφε, κάλλος τὸ ἄφραστον, τοῦ σεπτοῦ νυμφίου σου, ἐννοοῦσα καλλιπάρθενε.

σχυρὰν παράκλησιν, πλουτοῦσα τὸν Χριστόν, ἀσφαλῆ τε καὶ ἀῤῥαγῆ, τῶν παθῶν ἐνέκρωσας, τὸ πολυτάραχον, ἐκ νυκτὸς ὀρθρίζουσα, καὶ δοξάζουσα τὸν Κύριον.

Σταθερὰν ἐτήρησας, τὴν γνώμην τῷ Χριστῷ· ἐπ᾿ αὐτῷ γὰρ ἀπὸ γαστρός, ἐπεῤῥίφης ἄμωμε· ᾧ καὶ ἀνέθηκας, καὶ ψυχὴν καὶ σῶμά σου, ἐκ νεότητος ἀσκήσασα.

Θεοτοκίον.

Τὸν Χριστὸν ἐγέννησας, τὸν Κτίστην τοῦ παντός, τὸν ἡμᾶς πρὸς διαφθοράν, ἑκουσίως ῥεύσαντας, ἀναμορφώσαντα, καὶ πρὸς δόξαν ἄφραστον, Θεομῆτορ ἀνυψώσαντα.

ᾨδὴ στ´. Θύσω σοι, μετὰ φωνῆς.

πόθος, τοῦ Χριστοῦ ἐνακμάζων σαφέστατα, τῇ διανοίᾳ σου πᾶσαν, ἀρετῆς ἰδέαν διαφερόντως, ἐμφυτεύει, καὶ εὐσεβείας θεῖα διδάγματα.

μνοῦσα, τὸν Θεὸν ταῖς ἀπαύστοις δεήσεσι, τὴν καρτερὰν ἐπεσπάσω, παρ᾿ αὐτοῦ παρθένε ἐπικουρίαν, καὶ ἐνθέου, παρθενίας, τὴν χάριν ἀπείληφας.

Στεφάνῳ, τῶν χαρίτων Χριστὸς ἐστεφάνωσεν, ὡς καθαράν σε παρθένον, καὶ χοροῦ παρθένων καθηγουμένην, καὶ θαλάμοις, οὐρανίοις θεόφρον ἐσκήνωσεν.

Θεοτοκίον.

νώσει, τὰ τὸ πρὶν διεστῶτα συνέδραμε· δύο γὰρ φύσεις ἀλλήλαις, ἡνωμένας ἔτεκες ἀποῤῥήτως, Θεὸν Λόγον, ἀληθῶς σαρκωθέντα Πανάμωμε.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Θαυμάτων πηγὴν ὁ Θεὸς σὲ ἀνέδειξε, διὸ σοὶ κἀγὼ προσπίπτω δεόμενος Μακρίνα θεόληπτε, ὡς τῆς παιδὸς ἰάσω τὰ ὄμματα, οὕτως οὖν κἀμοῦ, τοὺς τῆς ψυχῆς θεράπευσον ὀφθαλμοὺς παναοίδιμε.

Ὁ Οἶκος.

Τῆς τοῦ Νυμφίου φωνῆς ἐνωτισθεῖσα ἀπὸ παιδὸς ὀπίσω αὐτοῦ ἠκολούθησας, σκύβαλα πάντα τὰ τοῦ κόσμου ἡγησαμένη, ἵνα τῆς ἀκηράτου τρυφῆς καὶ δόξης ἐν τῇ ἄνω Ἱερουσαλὴμ ἀπολαύσῃς, ὅπου τὸ φῶς τὸ ἀνέσπερον, ἡ χαρὰ ἡ ἀνέκλειπτος, τῶν παρθένων ἡ ἐκλεκτὴ καὶ ἰδιάζουσα κατοικία. Βουλόμενος οὖν κἀγὼ ὁ ἀνάξιος καὶ ὑπὸ τῶν παθῶν ἐζοφωμένος ἀνυμνῆσαί σου τοὺς ἀσκητικοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ἂν ὧν πλουσίαν τὴν χάριν τῶν θαυμάτων παρὰ τοῦ ἐτάζοντος καρδίας καὶ νεφροὺς Παντοκράτορος ἀπέλαβες, δέομαί σου, τοὺς τὴν ψυχὴν θεράπευσον ὀφθαλμοὺς παναοίδιμε.

 

Συναξάριον.

Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Ὁ διασώσας ἐν πυρί.

Μόνον ποθοῦσα τὸν Χριστόν, καὶ τελειοτάτης ἀγάπης, ὡς τετρωμένη προφανῶς, ἀνεβόας· Δραμοῦμαι ὀπίσω σου, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

πωσαμένη τῶν παθῶν, τὰς πολυταράχους κινήσεις, τῆς ἀπαθείας τὸν φαιδρὸν, ἐνεδύσω χιτῶνα κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Καταβαλοῦσα τὴν ὀφρύν, τὴν θηριωδῶς ἐπηρμένην, τοῦ ἀρχεκάκου δυσμενοῦς, τὸ βραβεῖον τῆς νίκης ἀπείληφας, ἀξιάγαστε ψάλλουσα· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Θεοτοκίον.

ῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ μητρικῇ παῤῥησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων τῷ τόκῳ σου πάναγνε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.

εροπρεπεῖ σου πολιτείᾳ, καὶ βίῳ κεκαθαρμένῳ διαπρέπουσα, ἄσυλον ἀνάθημα, κάλλος τε ἀπόθετον, θεοειδὲς ἀγλάϊσμα ὤφθης πανεύφημε· Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Νέκρωσιν παθῶν ἐνδεδυμένη, πρὸς θείαν ἀθανασίαν μεταβέβηκας, ἄριστα διδάξασα, καὶ φιλοσοφώτατα, τὸ τῆς ψυχῆς ἀθάνατον καὶ αὐτοκίνητον· Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Αἴγλῃ τριλαμποῦς φωτοχυσίας, τὸν νοῦν λαμπομένη καὶ τὸ πρόσωπον, ὕπνωσας πανόλβιε, ὕπνον τὸν μακάριον, μετ᾿ εὐφροσύνης βλέπουσα τὸν σοὶ ποθούμενον, καὶ Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀΐδιον, δι᾿ εὐσπλαγχνίαν ἄφατον ἐνανθρωπήσαντα, τεκοῦσαν Θεομῆτορ, ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ´. Εὔα μὲν τῷ τῆς παρακοῆς.

Τὸ ἔλεος ὄντως τοῦ Θεοῦ τὸ πλούσιον, μιμουμένη διετέλεσας, τρέφουσα πάντας τοὺς πενίᾳ, καταπεπονημένους πανεύφημε· ἐντεῦθεν ὁ ἐλεήμων ἐδόξασε, σὲ τὴν φανεῖσαν ἐλεήμονα.

νώπιον ἔστης τοῦ Θεοῦ πανένδοξε, φωτοφόρος· φῶς γὰρ γέγονας, βίῳ καὶ λόγῳ κοσμουμένη, καὶ τοῖς παντοδαποῖς προτερήμασι, καὶ γένους τὴν εὐδοξίαν λαμπρύνουσα, ταῖς ὑπερτάταις ἀναβάσεσιν.

Φανότατον ᾤκησας παστὸν καὶ θάλαμον, ὦ Μακρίνα ἐπουράνιον· ἔνθα παρθένε γενομένη, σὺν τοῖς Ἀρχιερεῦσι συγγόνοις σου, δυσώπει παῤῥησίᾳ τὸν Κύριον, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.

ραῖος ἐν κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ πάντας τῆς κοιλίας σου· σὺ γὰρ Παρθένε Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας, φανέντα εἰς τὸ σῶσαι τὸν ἄνθρωπον· ὅθεν σε πάντες μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Ὁ πότε ἐξεδήμησας, πρὸς τὸν Χριστὸν πανεύφημε, τὸν ποθητόν σου Νυμφίον, ἀκτινοβόλος ἐφάνη, χάριτος ἀκοντίζουσα ἐξαστραπὰς ἡ ὄψις σου. Οὕτω γὰρ οἶδε Κύριος λαμπρύνειν τε καὶ φαιδρύνειν τὰ λείψανα τῶν παρθένων.

Ἕτερον. Ὅμοιον.

Ἀγάλλονται, εὐφραίνονται, οἱ παρθενῶνες σήμερον, ἐν τῇ κοιμήσει σου Μῆτερ, ὁσιωτάτη Μακρίνα. Σὺ γὰρ λιποῦσα ἅπασαν, τοῦ κόσμου τὴν εὐπάθειαν, πλοῦτον καὶ γένους εὔκλειαν, διέλαμψας ἐν ἀσκήσει, οἷα πυρσὸς ἀκτησίας.

Θεοτοκίον.

Ἁγία Μητροπάρθενε, τὸ μέγα περιήχημα τῶν Ἀποστόλων Μαρτύρων, καὶ Προφητῶν καὶ Ὁσίων, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἱλέωσαι τοῖς δούλοις σου, ἡμῖν Θεογεννήτρια, ὅταν καθίσῃ τοῦ κρῖναι, τὰ κατ' ἀξίαν ἑκάστου. 

 

 

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν προσόμοια δευτεροῦντες αὐτά. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε ἡ ἁγία σου ψυχὴ, ἔμελλε λιπεῖν τὸ σαρκίον, Μακρίνα πάντιμε, τότε τὸ πανύστατον, εὐχὴν ἀνέπεμψας, σὲ ἠγάπησε λέγουσα· Χριστὲ ἡ ψυχή μου, σοὶ καὶ ἀφιέρωμαι, καὶ συνεσταύρωμαι, φόβῳ σου τὰς σάρκας μου Σῶτερ, ὅλως καθηλώσασα ὅθεν, δέξαι νῦν εἰς χεῖράς σου τὸ πνεῦμά μου.

Νῦν ἀγαλλομένη ἐν χοροῖς, τοῖς ἐπουρανίοις αὐλίζῃ, Μακρίνα πάνσοφος, ὕμνον τὸν τρισάγιον προσαναμέλπουσα, τῇ Τριάδι πανεύφημε, σὺν πάσαις παρθένοις, καὶ ἁγίων τάξεσι, καὶ ταῖς δικαίων ψυχαῖς, ἔνθα καὶ τοὺς σοὺς αὐταδέλφους, τοὺς σεπτοὺς ὁρᾷς Ἱεράρχας, θρόνῳ τοῦ Δεσπότου λιτανεύοντας.

Δόξα. Ἦχος δ΄.

Δόξαν καὶ πλοῦτον, καὶ γένους εὔκλειαν, ὥσπερ σκύβαλα καὶ κόνιν λελόγισαι· ποθοῦσα δὲ μόνον τὸν οὐράνιον Νυμφίον σου, τοῦ κόσμου σαυτὴν ἐμάκρυνας, Μακρίνα πανεύφημε· τῇ ἐπάρσει μὲν τοῦ γένους ἀντιβάλλουσα τῆς ψυχῆς τὴν εὐγένειαν, τῷ δὲ κάλλει τοῦ σώματος, τὸ τῆς ψυχῆς ὑπέρκαλον μεγαλεῖον, ἀντιπροτείνουσα, καὶ ἀντὶ τοῦ πλούτου τοῦ γεηροῦ, τὸν τῶν ἀρετῶν ἄσυλον πλοῦτον, ἐν τοῖς οὐρανοῖς ἀποθησαυρίσασα διὰ τῶν πενήτων. Καὶ οὕτως ἔζης λελαμπρυσμένη Νύμφη πάγκαλος, ἐκ δεξιῶν τοῦ Νυμφίου σου, πανάσπιλος περιστερὰ, καὶ ἀμίαντος παρθένος, πρεσβεύουσα ὑπὲρ ἡμῶν, τῶν μετὰ πόθου ἑορταζόντων, τὴν πανίερόν σου κοίμησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου