Κυριακή 1 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 18. ΟΣΙΟΙ ΘΕΟΔΩΡΟΣ, ΣΥΜΕΩΝ & ΕΥΦΡΟΣΥΝΗ ΜΕΓΑΛΟΥ ΣΠΗΛΑΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΗ΄!!
ΘΕΟΔΩΡΟΣ, ΣΥΜΕΩΝ & ΕΥΦΡΟΣΥΝΗ ΟΣΙΟΙ
ΜΕΓΑΛΟΥ ΣΠΗΛΑΙΟΥ ΚΑΛΑΒΡΥΤΩΝ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πατέρες πανεύφημοι ὑμᾶς, τὸ Πνεῦμα τὸ Ἅγιον, θαυματοῤῥόας ἀνέδειξε, πηγὰς τῇ Πέλοπος, πάσας τρικυμίας, τοῦ βίου καὶ ζάλας τε καὶ νόσους βυθιζούσας ἑκάστοτε, ὑγείαν πᾶσαν δέ, ἐκβλυζούσας καὶ γαλήνην τε, τοῖς τελοῦσιν ὑμῶν τὸ μνημόσυνον. (Δίς)

Πατέρες πανόλβιοι ὑμᾶς, ὁ Κύριος ἔπεμψεν, ἐκ Θετταλῶν εἰς τὴν Πέλοπος, φρικτὸν εἰκόνισμα, τῆς Αὐτὸν τεκούσης, ἐν ἄντρῳ κρυπτόμενον εὑρεῖν, καὶ ἀναδεῖξαι τοῖς ἅπασι, τρανῶς κηρύξαι δέ, τὴν προσκύνησιν ὀρθόδοξον, μορφωμάτων τῶν θείων ὑπάρχουσαν. (Δίς)

Πατέρες πανόσιοι ὑμεῖς, καλῶς ἐνιδρώσατε, ταῖς ἀρεταῖς ἀγαλλώμενοι, Χριστὸν Ὃν ἔτεκεν, ἡ Θεοκυῆτορ, ἐνθέως εὐφράναντων· διὸ καὶ μετὰ θάνατον βλύζετε, ὑμῶν τῆς λάρνακος, ἐν σπηλαίῳ τὰ ἰάματα· ὄθεν πίστει ὑμᾶς νῦν γεραίρομεν.

Ὁσία πανεύφημε τὴν σήν, ψυχὴν ἀνεβίβασας, ταῖς ἀρεταῖς πρὸς τὸν Ὕψιστον· διὸ καὶ πέλαγος, σῶν ἐκ τῶν λειψάνων ὁρῶμεν χεόμενον, θαυμάτων καθ’ ἡμέραν τοῖς χρήζουσιν. Αὐτὸν οὖν πρέσβευε, Εὐφροσύνη τοὺς τιμῶντάς σε, εὑρεῖν χάριν καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Δυὰς πατέρων σύσκηνον, καὶ ξυνωρὶς ὁμότροπος, Συμεὼν καὶ Θεοδώρου, ὑμεῖς πατρίδα μὲν ἔχετε τὴν ἄνω Ἱερουσαλήμ, ἧς τὰ τείχη ἐν ταῖς χερσὶ τοῦ Θεοῦ ἐζωγράφηται, πατέρα δὲ τὸν Θεόν, παρ’ Οὗ γεγόνατε, καὶ πρὸς Ὃν ἐπεστράφητε. Ἀδελφοὺς δὲ καὶ φίλους, τὰ τῶν Ἀγγέλων μακάρια Τάγματα, καὶ τοὺς χοροὺς πάντων τῶν Ἁγίων· ἀλλ’ ὅμως οὐδὲ τὸ τῆς ἀρετῆς ὑμῶν ἐργαστήριον, ἀγέραστον κατελίπετε. Τὸν γὰρ κατὰ τὴν Βηθλεὲμ σπηλαίῳ ἐξ ἁγνῆς τεχθέντος νεάνιδος, τιμῶντές τε καὶ κηρύττοντες, σπήλαιον ᾠκήσατε, καὶ θαῦμα τοῦτο ἀνεδείξατε. Ἐν ᾧ πηγάζουσιν ἀεὶ τοῖς Χριστωνύμοις, ποταμοὶ παντοίων ἰαμάτων χαρίσματα. Ἀλλ’ ὦ πανόλβιοι, σὺν τῇ Ὁσίᾳ Εὐφροσύνῃ, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, δωρηθῆναι τοῖς πόθῳ ἑορτάζουσι τὴν πανένδοξον ὑμῶν μνήμην, ἄφεσιν ἁμαρτιῶν καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.










Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Ἀνυμνήσωμεν τοὺς Πατέρας ἡμῶν, βοῶντες ἐν ῷδαῖς, καὶ μεγαλύνοντες, τὴν ἀμίμητον αὐτῶν θείαν βίωσιν, σὺν τῇ Ὁσίᾳ Εὐφροσύνῃ· ἔζησαν γὰρ ὥσπερ ἄγγελοι ἐν γῇ, καὶ ἀνεύραντο τῆς Μητρὸς τοῦ Ἰησοῦ, ἐν σπηλαίῳ εἰκόνισμα κεκρυμμένον μακροτάτοις ἐν χρόνοις. Τὴν γὰρ ὀρθόδοξον πίστιν ἐκράτυναν, καὶ τοῖς Ἀχαιοῖς ἀνεκήρυξαν, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύετε, θαυματοφόροι Ὅσιοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Δεῦτε λαοί, στεφάνους πλέξαντες, ἐξ ἀνθέων ᾀσμάτων, στεφανώσωμεν κάρας τῶν θεοσόφων Πατέρων ἡμῶν. οὗτοι γάρ, πάντα ὡς σκύβαλα ῥίψαντες, μόνῳ Χριστῷ προσεκολλήθησαν, καὶ οὐδὲν ἐνταῦθα κτησάμενοι, τὸν ἐν οὐρανοῖς πλοῦτον ἐκληρονόμησαν, παλαίστραν ἀσκητικὴν ἐσχηκότων τὸ σπήλαιον, ἐν ᾧ καὶ μεταστάντες, ψυχὰς μὲν ἔχουσιν ἐν χειρὶ Θεοῦ, ἣν δὲ ζῶντες, ἐπλούτουν χάριν, ταύτην Χριστὸς βραβεύει τῇ τῶν λειψάνων αὐτῶν θήκῃ, ἐξ ἧς καὶ σωμάτων νόσοι, καὶ ψυχῶν ἰῶνται τὰ παθήματα.

Ἦχος γ΄.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐν ὁονοίᾳ ὑμᾶς προβλέπων, Δαυΐδ ὁ ᾀσματογράφος ἀνακέκραγεν, Πατέρες παμμακάριστοι, Συμεὼν καὶ Θεόδωρε, ἐπὶ τὸ αὐτὸ γὰρ ὑμεῖς καὶ ζήσαντες, καὶ πολιτευσάμενοι, οοὐ δὲ μετὰ θάνατον χωρισθῆναι τὰ ὑμῶν σώματα ἠνέχεσθε. Ἀλλ’ ἑνὶ τάφῳ ἀδελφικῶς διατηρεῖτε ταῦτα ἀδιαλώβητα, πλοῦτον ἄσυλον καὶ καύχημα μέγιστον τῇ ἱερᾷ ποίμνῃ ὑμῶν.

Ἦχος δ΄.
ᾈσματικὴν πανήγυριν συστησόμεθα, ἐπὶ τῇ μνήμῃ τῶν θεολήπτων Πατέρων ἡμῶν, καὶ στεφάνοις ἐπαίνων τὰς κεφαλὰς αὐτῶν ἀναδήσωμεν. Οὗτοι γὰρ σὺν τῇ μακαρίᾳ Εὐφροσύνῃ, τὴν πανθαύμαστον εἰκόνα τῆς Θεοτόκου, σπηλαίῳ μακροῖς ἔτεσι κρυπτομένην εὑρόντες, ἐφανέρωσαν, πηγὴν ἰάσεων βρύουσαν, καὶ τοῖς ἀπείροις θαύμασι, τὴν οἰκουμένην συναγείρουσαν. Ἀλλ’ ἱκετεύσατε πανόλβιοι, Συμεὼν καὶ Θεόδωρε, ἱλασμὸν ἡμῖν χορηγεῖσθαι ἀεὶ παρὰ Χριστοῦ, καὶ μέγα ἔλεος.







Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα τοὺς τῶν μοναστῶν ἀκρέμονας, Συμεὼν καὶ Θεόδωρον, ἐγκωμιάσωμεν λέγοντες αὐτοῖς· χαίρετε, οἱ τοὺς μεγίστους ἀγῶνας κατὰ παθῶν, καὶ δαιμόνων διενεγκόντες ἀνδρείως· χαίρετε, οἱ εὑρεταὶ τῆς παναγίας Εἰκόνος τῆς Θεοτόκου, καὶ τῆς τῶν εἰκονομάχων πλάνης καθαιρέται· χαίρετε, οἱ τοῦ σπηλαίου οἰκισταὶ καὶ πανευδαίμονες πολιοῦχοι· χαίρετε, Θετταλίας τὸ κλέος, καὶ πάσης Ἑλλάδος τὸ καύχημα, καὶ Ἀχαΐας ἐγκαλλώπισμα· χαίροις καὶ σὺ καλλιπάρθενε κόρη καὶ σεμνοτάτη Εὐφροσύνη, ἡ τὸν σταυρὸν ἐπ’ὤμων σου ἀραμένη, καὶ τὴν ζωὴν ἐν στενωτάτῳ οἰκίσκῳ ἀπρόσιτος διαβιβάσασα· χαίροις Ὁσία Μῆτηρ, ἡ ζῶσα καὶ μετὰ θάνατον, ἐραστὴ μὲν Θεῷ, ποθεινὴ δὲ Ἀγγέλοις, καὶ φοβερὰ δαίμοσιν ἀναδειχθεῖσα. Ἀλλ’ ὦ Θεομῆτορ Μαρία, πανύμνητε Δέσποινα, καὶ Ζωοδόχε Πηγή, ταῖς πρεσβείαις αὐτῶν, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, καὶ τὴν ποίμνην σου διαφύλαξον, ἐκ παντοίων κακῶν ἀδιαλώβητον.

Δόξα. Ἦχος βαρύς.
Κροτήσωμεν ἐφύμνια, καὶ λαμπρῶς πανηγυρίσωμεν, τὴν τῶν Ὁσίων Πατέρων μνήμην, Συμεὼν καὶ Θεοδώρου, σὺν τῆς Ὁσίας Εὐφροσύνης, ἱερὰν αὐτῶν κατασπαζώμεθα λάρνακα, τὴν θείαν μυροθήκην, τὴν ἀένναον πηγὴν τῶν θαυμάτων· ἐξ’ ἧς φυγαδεύονται δαίμονες, δραπετεύουσι πάθη σωμάτων, καὶ ψυχῶν ἰῶνται νοσήματα. Καὶ ὑπὲρ ἡμῶν τῶν ἀχρείων ἱκετεύσατε τῇ Θεομήτορι, ὅπως εὕρωμεν ἄφεσιν ἁμαρτιῶν, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἱκεσίαις ὑμῶν Ἅγιοι.

Καὶ νῦν. Θεοτοκίον
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοῶμέν σοι· Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥῦσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.














Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τοὺς Πατέρας αἰνέσωμεν, Συμεὼν καὶ Θεόδωρον, τερπνοτάτοις ᾄσμασιν ὥσπερ ἄνθεσι, τὰς τούτων κάρας κοσμήσαντες, καὶ δῶρα προσάξαντες, τούτοις τὰ πενυματικά, ἑορτὴν γὰρ πανίερον συνεστήσαντο, παμφᾶη ἐτησίως, ἣν ἐκ τρίτου ἐκτελοῦμεν, ἰαμάτων πλοῦτον τοῦ τάφου λαμβάνομεν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τοὺς Πατέρας ὑμνήσωμεν, ἐν ᾠδαῖς μεγαλύνοντες, τὴν αὐτῶν ἀμίμητον θείαν βίωσιν, ὥσπερ γὰρ ἄγγελοι ἔζησαν, ἐν γῇ καὶ ἀνεύροντο, τῆς Μητρὸς τοῦ Ἰησοῦ, ἐν σπηλαίῳ εἰκόνισμα, ὃ ἐκρύπτετο, μακροτάτοις ἐν χρόνοις καὶ τὴν πίστιν, τὴν ὀρθόδοξον κρατοῦντες, τοῖς Ἀχαϊοῖς ἀνεκήρυττον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὴν Ὁσίαν τιμήσωμεν, Εὐφροσύνην ἐν ᾄσμασιν, αὕτη γὰρ ποιμαίνουσα καὶ τοῖς ὄρεσιν, ἐνδιατρίβουσα εὕρατο, σπηλαίῳ ἐν ὕδατι, τὴν Μητέρα τοῦ Θεοῦ, ἐν Εἰκόνι ἀστράπτουσαν, ἧς καὶ ἤκουσε, θείους λόγους κειμένη ἐπ’ ἐδάφους, καὶ τὸ χαίροις ἀνεβόα, σεμνὴ Παρθένε Μητρόθεε.

Δόξα. Ἦχος δ΄.
Εὐφραίνου σπήλαιον, τὸ τῆς Δαβιτικῆς Κόρης καὶ Θεοτόκου Μαρίας οἰκητήριον, κρότησον ἐφύμνια, καὶ λαμπρῶς πανηγύρισον, τὴν τῶν Ὁσίων Πατέρων μνήμην, Συμεὼν καὶ Θεοδώρου, τὴν ἱεράν τε αὐτῶν κατάσπασαι λάρνακα τὴν θείαν μυροθήκην, τὴν ἀένναον πηγὴν τῶν θαυμάτων, ἐξ ἧς φυγαδεύονται δαίμονες, δραπετεύουσι πάθη σωμάτων, καὶ ψυχῶν ἰῶνται νοσήματα. Ἀλλὰ καὶ τὴν τῆς παρθένου καὶ θείας Εὐφροσύνης, ἁγίαν καὶ θαυματόβρυτον σωρόν, ἐν κόλποις φέρον, ἀγάλλου καὶ χόρευε καὶ τέρπου, μελῳδικῶς τε αἴτησαι παρὰ τοῦ Σωτῆρος Χριστοῦ, εἰρήνην βαθεῖαν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν Ὁσίων. Ἦχος δ΄.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Δόξα. Τῆς Ὁσίας. Ἦχος πλ. δ΄.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοὺς ἀσκητὰς τοῦ Κυρίου ὕμνοι τιμήσωμεν, ὡς νεκρώσαντας πάσας τὰς προσβολὰς τῶν παθῶν, δι’ ἐγκρατείας καὶ στεῤῥᾶς ὑπομονῆς ὡς ἀληθῶς, καὶ καταισχύναντας τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τὰς τούτου ἐπάρσεις, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἐκ Σοῦ σαρκωθέντα Θεὸν καὶ Κύριον, δι’ ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε θερμῶς τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ σεμνή, ἀπὸ τῶν ἐν πίστει τιμώντων Σε, καὶ εὐφημούντων τὴν δυναστείαν, καὶ τὸ κράτος Σου.

Μετὰ τὴν β’ Στιχολογίαν. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰς ψυχὰς δεσμευθέντες πόθῳ Χριστοῦ, τὰ γεώδη μισήσαντες καὶ φθαρτά, ηὐλίσθητε μακάριοι, ἐν ἐρήμοις καὶ ὄρεσι· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενοι Ὅσιοι, ὡς ἐξ ἀδύτων μύσται ἀγγελικῶς διελάμψατε· ὅθεν τὸν γνόφον τῆς σαρκὸς διαβάντες, τὸ σκότος ἐδιώξατε, τῶν δαιμόνων μακάριοι, μοναζόντων ὁμότροποι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Παρθένε Μῆτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχοι μοι, τῶν ἐμῶν πταισμάτων ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα μολύνας ὁ ἄθλιος. Οἴμοι τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος, τότε Δέσποινα βοήθειάν μοι γενοῦ, καὶ προστάτις διάπυρος, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός Σου.













Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων δύο
Ὁ α’ Κανὼν τῶν Ὁσίων, οὗ ἠ ἀκροστιχίς: Πατράσι δύο, καὶ μιᾷ αἶνος, Κόρῃ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Πατέρας ὑμνήσωμεν, τοὺς ἱεροὺς καὶ θεόφρονας, ἐνθέοις ἐν ᾄσμασιν, χαρμονικῶς ἑορτήν, συστησάμενοι, καὶ θαύματα τὰ τούτων, ὡς ἄνθη δρεψώμεθα, πανηγυρίζοντες.
σμάτων τερπνότητας ὑφαίνειν πίστει σπουδάσωμεν, Εἰκόνος τὴν εὕρεσιν, τῆς τοῦ Κυρίου Μητρός, ἑορτάζοντες, ἣν πρόπαλαι ὁ θεῖος, Λουκᾶς κατεσκεύασε, χάριτος γέμουσαν.
Τῷ πνεύματι ἤστραψεν ἡ ἑορτὴ τῆς Θεόπαιδος, ἧς ἄριστα σήμερον, Λουκᾶς ὁ μέγας λαμπτήρ, προεξάρχειτε, καὶ ᾄδει μακαρίζων, ὡς ἀειμακάριστον, τὴν Θεομήτορα.
Θεοτοκίον.
δήν Σοι ἑόρτιον, ᾄσω πανάμωμε Δέσποινα, Μαρία Μητρόθεε, Σὺ γὰρ τὴν ὄντως ζωήν, ἡμῖν τέτοκας, Χριστὸν ὦ Εὐφροσύνη, μακρᾶς δι’ ἀσκήσεως, ἀγνῶς νενύμφευται.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Καὶ πάλιν ᾠδὴν τοῖς Ὁσίοις ἐνθάδε.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Κατευθυνθήτω μοι ὁ ὕμνος ἄνωθεν ἐξ οὐρανίας πνοῆς, τῆς παντουργοῦ, ὅνπερ μέλπει νῦν προήρημαι, χαρμονικῶς ἑόρτιον, τοῖς Ὁσίοις Πατράσιν, εὐχαῖς αὐτῶν καὶ δεήσεσιν, κόρης τε Ὁσίας θεόφρονος.
ναδεξάμενοι ζυγὸν τὸν ἔνθεον μοναδικῆς ἀγωγῆς, ἐ παιδικῆς ἤβης, καὶ ἱερατεύσαντες, Κυρίῳ παντοκράτορι, ὦ Πατέρες θεόπται, Εἰκόνα θείαν εὑρήκατε, Παύλου καὶ Ἀνδρέου προστάξεσιν.
ταμωτάτης χαλεπῆς αἱρέσεως εἰκονομάχων δεινῶν, καταστροφὴν πάλαι, Πατέρες θεόληπτοι τῷ κόσμῳ ἀνεδείξατε, τῆς Παρθένου Εἰκόνα εὑρόντες ἄντρῳ, καὶ ὕδατι χρόνοις κρυπτομένην τοῖς ἄνωθεν.
Θεοτοκίον.
Καταφυγὴν καὶ ἱλασμὸν Μητρόθεε, Σὲ κεκτημένος ἀεί, ἁμαρτιῶν πλῆθος, ἐξαλεῖψαι δέομαι, καὶ τὰ παρανομήματα, τῆς ἀθλίας ψυχῆς μου, Μὴν οὖν ἀπώσῃ με Δέσποινα, θείας Εὐφροσύνης δεήσεσιν.









ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
ανάτωσαν σήμερον νεφέλαι, οὐράνιον θεῖον γλυκασμόν, ἡ ἑορτὴ γὰρ ἤστραψε, Συμεῶν Θεοδώρου τε, πᾶσι πιστοῖς παρέχουσα, τῶν ἰαμάτων χαρίσματα.
ένναον Πνεύματος τὴν χάριν, πλουτήσας Λουκᾶς ὁ θαυμαστός, ἐν τῷ σπηλαίῳ γέγραφε, τῶν αὐτοπτῶν τὸ κήρυγμα, δοὺς κάλλει λόγων ἄριστα, ἔργων ἀσύγκριτον μέγεθος.
Συνέλθετε ἥκετε αἱ πόλεις, τῆς Πελοποννήσου καὶ λοιπῆς, Ἑλλάδος καὶ σκιρτήσατε, ἑόρτια χορεύοντες, τῇ ἐφευρέσει σήμερον, θείας Εἰκόνος ἐν Πνεύματι.
Θεοτοκίον.
Δαβὶδ θυγατέρα καὶ τοῦ Κτίστου, Μητέρα γινώσκω Σε ἁγνήν, ἐκ Σοῦ γὰρ ὃ ἀπέκειτο, σωτηρία ἐλήλυθε, πεπιστευκόσιν ἅπασιν, ᾧ Εὐφροσύνη νενύμφευται.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πεποικιλμένοι ἀρεταῖς, θεοπρεπῶς οἱ Πατέρες, καὶ τὰ δόγματα ὀρθόδοξα σχόντων, ἐν καρδίᾳ ἑαυτῶν, τὴν Ἐκκλησίαν ηὔφραναν, αἱρετικὰς ἁπάσας, δόξας διώξαντας μήκιστα.
γαλλιάσθω οὐρανός, καὶ χοεύτω τὰ τῇδε, ἐν τῇ μνήμῃ τῶν Ὁσίων Πατέρων, εὐωδίαν τὴν τερπνήν, ἐκ τῶν λειψάνων βρύουσαν, βλεπόντων ἀεννάως, καὶ τῶν θαυμάτων τὸ πέλαγος.
Λελαμπρυσμένον ἀτεχνῶς, ταῖς καλλοναῖς θεοφόροι, καὶ τοῖς θαύμασι δὲ μᾶλλον τοῖς θείοις, συντηρεῖ τε εἰς ἀεί, τῷ ἐν τῇ νήσῳ Πέλοπος, σπήλαιον, ἔνθα πάλαι, ταῖς ἀρεταῖς ἐνιδρώσατε.
Θεοτοκίον.
λολαμπὴς ἡ ἑορτή, τῶν μακαρίων Πατέρων, ἐξανέτειλε, καὶ Κόρης Ὁσίας, καταστράπτουσα πιστούς, ἐν τῷ ναῷ Σου σήμερον πάναγνε, Θεοτόκε, τῶν ἰαμάτων λαμπρότησιν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν.
Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχὴν ἀποσμήξαντες καὶ τὸν νοῦν, γεγόνατε Ὅσιοι, τῶν Μαρτύρων συμμέτοχοι, καὶ τῶν θαυμάτων ὄντως, τὴν χάριν ἐλάβετε, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων ὑμᾶς· ὅθεν καὶ ναόν τε ἀνεγείρατε Ὅσιοι, τῆς πανάγνου Δεσποίνης Θεοτόκου Μαρίας, ἐν σπηλαίῳ δὲ θείῳ ἀπελαύνετε δαίμονας, καὶ παρέχετε ἰάματα, τοῖς ἀνθρώποις ἐν χάριτι, Συμεὼν καὶ Θεόδωρε, σὺν Εὐφροσύνῃ τῇ πανολβίᾳ, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε πόλις καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὶς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
δε πᾶς ἰάματα ἃ ἐκ Θεοῦ, βρύειν ἐν σπηλαίῳ πεπλούτηκεν, ἡ τῶν Ὁσίων θήκη πᾶσι τοῖς πιστοῖς, καὶ ἀνυμνῶν μελώδησον, δόξα τῇ δυνάμει Σου Κύριε.
Δύναμιν κτησάμενος πνευματικήν, γράφει ἱερὸν εὐαγγέλιον, ἐν τῷ σπηλαίῳ, ὁ θειότατος Λουκᾶς, τὴν τοῦ Σωτῆρος σάρκωσιν, πᾶσιν ἐξαπλῶν ὑψηλότατα.
δατος καθύπερθεν τοῦ θαυμαστοῦ, εὗρον σὺν τῇ κόρῃ οἱ Ὅσιοι, θείαν Εἰκόνα, τῆς τεκούσης τὸν Θεόν, ἀποκρυφὴν γὰρ ἔθετο, σπήλαιον κισσόν τε ἡ πάναγνος.
Θεοτοκίον.
λιος ὡς ἄλλος τὶς ἡ φωταυγής, ἔλαμψεν Εἰκὼν πανακήρατος, τῆς Θεοτόκου· ᾗ τὰ θεῖα Χερουβίμ, δουλοπρεπῶς παρίσταντο, ἔνδον τοῦ σπηλαίου, ὢ θαύματος!

Ἕτερος. Σύ μου ἰσχύς.
να τὸ Σόν, Δέσποινα θεῖον εἰκόνισμα, δείξῃς πᾶσι πρότερον κρυπτόμενον, ἐκ Θετταλῶν ἤγαγες σοφῶς, ἄνδρας θεολήπτους, καὶ κόρην παῖδα ἐγχώριον, σπηλαίᾳ ἔνθα εὗρον, Χερουβὶμ παρεστῶσα, Σοὶ καὶ κράζομεν· δόξα τῷ τόκῳ Σου.
Νόμοις Χριστοῦ, ἐντεθραμμένη ἡ πάνσεμνος, Εὐφροσύνη, πρόβατα ποιμαίνουσα, εὗρε ποτὲ ἄντρῳ καὶ πηγῇ ζώου ὁδηγίᾳ, τὸ θεῖόν Σου ἀπεικόνισμα, Παρθένε Θεοτόκε, καὶ ὑμνοῦσα ἐβόα· παντευλόγητε χαίροις ἀπείρανδρε.
δὴν καινήν, ᾄδω Σοι μόνη Μητρόθεε, κατὰ χρέος, Σὺ γὰρ ἡ ὑπόθεσις, ἣν ὁ Λουκᾶς, ξένῃ συγγραφῇ, δέδωκε τῷ κόσμῳ, καὶ θεῖον δέ Σου εἰκόνισμα ποιήσας, καὶ τῷ ἄντρῳ καταλείψας ἀπῆλθεν, ὅπερ ὕστερον εὕρηται ἄτρωτον.
Θεοτοκίον.
ῆμα τὸ σὸν πληροῦντρς, πάναγνε Δέσποινα, πάντα γένη κόσμου ἐν τοῖς πέρασι, μακαρισμόν, τὸν θεοπρεπῆ, κράζωμέν Σοι πόθῳ· ἐν Σοὶ γὰρ πάντες σεσώσμεθα, ῥυσθέντες διαβόλου, τῷ Σταυρῷ τοῦ Υἱοῦ Σου, καὶ τυχόντες τῆς θείας βιώσεως.





ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Οἱ δοῦλοί Σου Δέσποινα, Συμεὼν καὶ Θεόδωρος, πυρὶ ἁγίῳ κινηθέντες, πόῤῥωθεν ἧκον ἐν τῷ σπηλαίῳ σπουδῇ, καὶ εὗρον κρυπτόμενον τὸ Σόν, θεῖον ἀπεικόνισμα, μακροτάτοις ἐν ἔτεσιν.
Κυκλώσατε σήμερον, λαοὶ φιλοθεώτατοι, θήκην τὴν κοινὴν τῶν αὐταδέλφων, βρύσιν θαυμάτων ἀντλοῦντες· ἔνθεν πιστῶς, καὶ αἶνον προσάξατε Χριστῷ, χάριν τῶν ἰάσεων, δωρουμένῳ τοῖς χρήζουσι.
νύμφευτε Δέσποινα, κλεινοὺς ἱεροκήρυκας, κόρην τε παρθένον καὶ Ὁσίαν, ἤθροισας πάλαι, ἐν τῷ σπηλαίῳ σοφῶς, Εἰκόνος πρὸς εὕρεσιν τῆς Σῆς, ἥνπερ καὶ ἀνέδειξας, ὑπὲρ ἥλιον λάμπουσαν.
Θεοτοκίον.
Πιστεύομεν πάναγνε, τὴν ἄσπορόν Σου γέννησιν, μόνη γὰρ ἐφάνης ἐξ αἰῶνος, Ἀδὰμ θυγάτηρ, καὶ ὑπεράνω βροτῶν, Ἀγγέλων τε πάντων Μαριάμ, Κύριον δι’ ἔλεος, ἐν τῷ κόσμῳ εἰσάξασα.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Δύο τῶν Ἀποστόλων, Παῦλον καὶ Ἀνδρέαν τε, τοὺς θεοκήρυκας, δι’ Ἀγγέλου πέμψας, διϋπνίζεις τὸ ζεῦγος τὸ ἅγιον, τῶν Πατέρων πάλαι, καὶ πρὸς ἀνεύρεσιν Εἰκόνος, ἀποστέλλεις Χριστέ, τῆς τεκούσης Σε.
λιος ὥσπερ ἄλλος, ἤστραψεν ἡ μνήμη σου, ὦ ζεῦγος τίμιον, ὡς ἀκτῖνας κόσμῳ, τῶν ἰάσεων χάριτας μένουσα, καὶ τῷ θείῳ φέγγει, πᾶσαν σκοτόμαιναν ἐκ μέσου, ἐκδιώκουσα καὶ ἀφανίζουσα.
Τετρωμένοι τῷ πόθῳ, Ὅσιοι τοῦ κτίσαντος ἐξενητεύσατε, καὶ ἐν ἄντρῳ θείῳ ἡσυχάσαν τοὺς πόνους ὑπέστητε, χρόνοις πάλαι πλείστοις, ἀσκητικοὺς Θεὸν εὑρόντές, μοναζόντων ἀνδρείας τὸν ἔφορον,
Θεοτοκίον.
ατρὸν τετοκυῖαν, Θεοτόκον Δέσποιναν Σὺ ἐθεράπευσας, ἐγλεισθεῖσα κέλλῃ, καὶ πρὸς ὕψος οὐράνιον φθάσασα, Εὐφροσύνη θεία, ταῖς ἀρεταῖς· διὸ θανοῦσα, ἰατρεύεις τὰς νόσους ἑκάστοτε.














ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
δοὺ τὸ ὕδωρ τὸ ἅγιον, ὃ ἔδειξεν ἡμῖν πάλαι Κύριος, βρύει ἰάματα, δεῦτε πιστοὶ ἀρυσώμεθα, θείων τε χαρισμάτων, πέλαγος ἀνεξάντλητον.
Μανίαν πᾶσαν αἱρέσεως, εἰκόνος ὑβριστῶν ἀπεδίωξας, νήσου τῆς Πέλοπος, εἰκόνα θείαν Σου δείξασα, ἐν τῷ σπηλαίῳ πάλαι, ἄχραντε Δέσποινα.
δοὺ συντρέχουσιν ἅπασαι, αἱ πόλεις τῆς Ἑλλάδος ἑόρτια, τῇ Θεομῆτορι, ἄγουσαι δῶρα καὶ ψάλλουσαι, τὸ τοῦ Ἀγγέλου μέλος· χαίροις πανάμωμε.
Θεοτοκίον.
ῤῥήτως Λόγον γεγένηκας, Πατρὸς τὸν ὁμοούσιον ἄσπιλε, ᾠδὴ νενύμφευται, κόρη ὁσίως βιώσασα, καὶ ἰαμάτων χάριν, τοῦ τάφου βρύουσα.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Οὐκ ἔστιν ἄλλη χαρά, οὐκ ἔστι δὲ ἀγαλλίασις, τοῖς ψάλλουσι συνετῶς, τῷ οἴκῳ Σου Δέσποινα, εἰ μὴ τὰ τεράστια, τῶν Σῶν δούλων Κόρη, Συμεὼν καὶ Θεοδώρου τε.
άματα κρουνηδόν, τῆς λάρνακος ἀποβλύζουσιν, Πατέρων θεοειδῶν, ἀρύσασθε ἄνθρωπο, Θεὸν τε καὶ Κύριον, ἀνυμνοῦντες· ὅθεν τοῖς Ὁσίοις ταῦτα δέδοται.
Συνέλθετε οἱ πιστοί, τοῦ ὕδατος ἀπολαύσατε, ὃ ἔδειξεν ἀληθῶς, ὁ Κύριος θαύματα, πηγάζον τοῖς χρήζουσι, καὶ τὰς τῶν δαιμόνων, κεφαλὰς συντρίβον κράτιστα.
Θεοτοκίον.
Νεάνιδαν εὐσεβῶς, τὴν κόρην δεῦτε μιμήσασθε, ποιμαίνουσα γάρ ποτε, τῆς θείας νεάνιδος, εἰκόνα ἀνεύρατο, Θεοτόκου Κόρης, καὶ εἰς δεῦρο μακαρίζεται.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν πατέρων σήμερον, τὴν πανσεβάσμιον μνήμην, Θεοδώρου ᾄσμασι, καὶ Συμεὼν ἀνυμνοῦμεν, ἅμα δέ, καὶ Εὐφροσύνης τῆς πανολβίας, εὗρον γάρ, τῆς Θεοτόκου εἰκόνα θείαν, ἐν σπηλαίῳ, χορηγοῦσαν πηγὴν θαυμάτων, ἀδιαλείπτως πιστοῖς.
Ὁ Οἶκος.
Ἐπέστη σήμερον ἡμῖν, σωτήριος ἡμέρα, ἡ μνήμη τῶν Πατέρων, καὶ τῆς Ὁσίας Εὐφροσύνης, ἣν πίστει συνελθόντες, ἀνευφημοῦμεν. Οὗτοι γάρ, ἀσκήσει προκαθάραντες ἑαυτούς, εὗρον τῆς Θεοτόκου Εἰκόνα, σὺν τῇ Ὁσίᾳ Εὐφροσύνῃ· διὰ τοῦτο ἐν ὑψίστοις σὺν Ἀγγέλοις χορεύουσι ἀεὶ εἰς αἰῶνας, αἰτούμενοι Χριστῷ, πταισμάτων ἱλασμόν, δοθῆναι τοῖς εὐσεβῶς ἀνευφημοῦσι μνήμην τὴν αὐτῶν, καὶ βοῶσιν ἀκαταπαύστως συμφώνως, αἰτούμενοι δοῦναι ἡμῖν, πηγὴν θαυμάτων, ἀδιαλείπτως πιστοῖς.

Συναξάριον.

Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνός, τῶν Ὁσίων Συμεὼν καὶ Θεοδώρου, καὶ τῆς Ὁσίας Εὐφροσύνης, τῶν εὑραμένων τὴν ἀποστολικὴν καὶ πάνσεπτον Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τὴν Σπηλαιώτισσαν, καὶ τῆς τοῦ Μεγάλου Σπηλαίου Μονῆς καθηγησαμένων.
Ἐν γῆς μὲν ἄντρῳ τῆς Παρθένου τὸν τύπον,
ἐν οὐρανοῖς δὲ ζῶσαν αὐτὴν εὕρετε.
Ὁκτωκαιδεκάτῃ, Συμεῶνά τε καὶ Θεόδωρον,
Εὐφροσύνην θ’ ὁσίως τὸ Μέγα Σπήλαιον ἀείδει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Εἰς Ἐμμαοὺς βλέπειν σὲ κἂν πρὶν εἱργόμην
 (Λουκᾶς λέγει) τρανῶς σε νῦν, Χριστέ, βλέπω.
Ὀγδοάτη δεκάτη πέρατος βίου ἔμμορε Λουκᾶς.
Λουκᾶς ὁ μέγας Εὐαγγελιστής, ἧν ἀπὸ τῆς κατὰ τὴν Συρίαν Ἀντιοχείας τῆς μεγάλης, ἰατρὸς τὴν τέχνην, καὶ ἄκρως τὴν ζωγραφικὴν ἐπιστάμενος ἐπιστήμην. Οὗτος ἐν Θήβαις τῆς Βοιωτίας διάγων καὶ ἰατρεύων, ἐπὶ Τίτου Κλαυδίου βασιλέως, ἐνέτυχε τῷ Ἁγίῳ Παύλῳ τῷ Ἀποστόλῳ, καὶ πιστεύσας τῷ Χριστῷ, ἀπώσατο τὴν πατρώαν πλάνην, καὶ τὴν περὶ τὰ σώματα θεραπείαν ἀφιείς, τὴν τῶν ψυχῶν προσελάβετο. Συνεγράψατο δὲ καὶ τὸ κατ’ αὐτὸν Εὐαγγέλιον πρὸς Θεόφιλον τινὰ ἡγεμόνα, πιστεύσαντα εἰς Χριστόν, ὑπαγορεύσαντος αὐτῷ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ἔπειτα ἐξέθηκε καὶ τὰς πράξεις τῶν Ἀποστόλων πρὸς τὸν αὐτὸν Θεόφιλον. Μετὰ δὲ τὸ ἐγκαταλιπεῖν τὸν Παῦλον, πᾶσαν τὴν Ἑλλάδα διδάξας, ἐν Θήβαις τῆς Βοιωτίας, ὡς φασίν, ὀγδοήκοντα ἐτῶν γενόμενος, ἐν εἰρήνῃ ἀνεπαύσατο. Ἐν ᾧδε τόπῳ κατετέθη τὸ σῶμα αὐτοῦ, δοξάζων ὁ Θεὸς τὸν ἴδιον θεράποντα καὶ ἐργάτην, κολοῦρια ἤ κολλύρια ἔρεξεν ἐπάνω τοῦ μνήματος αὐτοῦ, σύμβολον τῆς αὐτοῦ ἐπιστήμης, ὅθεν καὶ γνωριμώτερος γέγονεν ὁ τάφος αὐτοῦ τοῖς πᾶσιν.
Ὁ δὲ Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντίνου υἱός, μετακομίζει ἐκ Θηβῶν τὸ λείψανον αὐτοῦ, δι’ Ἀρτεμίου τοῦ μεγάλου δουκὸς Αἰγύπτου καὶ Μάρτυρος, καὶ κατίθησιν αὐτὸν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ὑπὸ τὴν ἱερὰν τράπεζαν, μετὰ Ἀνδρέου καὶ Τιμοθέου.
Φασὶ δὲ αὐτὸν πρῶτον τὴν Εἰκόνα τῆς Ἁγίας Θεοτόκου, ἐν ἀγκάλαις φέρουσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ ζωγραφικῆς τέχνης ἐκ κηροῦ, καὶ ἑτέρας δύο ζωγραφῆσαι, προσενεγκεῖν τε αὐτὰς τὸν Ἀπόστολον τῇ Μητρὶ τοῦ Κυρίου, εἰ ἀρεστόν ἐστιν αὐτῇ, καὶ αὐτὴν ἀποδέξασθαι καὶ εἰπεῖν τό: Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος εἴη δι’ ἐμοῦ μετ’ αὐτῶν. Ὡσαύτως καὶ τῶν Ἁγίων Ἀποστόλων καὶ Κορυφαίων τὰς ἁγίας εἰκόνας. Καὶ ἐξ ἐκείνου εἰς πᾶσαν τὴν οίκουμένην ἐξενεχθῆναι τὸ τοιοῦτον καλὸν καὶ εὐσεβὲς καὶ πάντιμον ἔργον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ Γέροντος.
Γέρων Μαρίνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμῃ νεάζων καὶ τελειοῦται ξίφει.






Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.
Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.
Οὗτος, καταλιπὼν τὸν κόσμον, ἀπῆλθεν ἐν ταῖς ὄχθαις τοῦ Εὐφράτου ποταμοῦ, καὶ εὑρὼν ἐκεῖσε σπήλαιον, τον μοναστὴν ἐν τούτῳ διῆγε βίον. Τοῦτον πολλοὶ ζηλώσαντες, προσεῤῥύησαν τῷ σμικροτάτῳ σπηλαίῳ, καὶ καλύβας πηξάμενοι γύρωθεν, μέχρι τῶν ἑκατὸν γεγόνασι, σιτιζόμενοι τὰ παραπλήσια τῷ διδασκάλῳ. Οὗτος ὁ θαυμάσιος καὶ δράκοντα ἀπέκτεινε, καὶ ὕδωρ ἐν γῇ ἀνύδρῳ βλύσαι πεποίηκεν. Οὗτος καὶ τὸ Σίναιον ὄρος ἐλθών, ἐν τῇ Πέτρᾳ, ᾗ Μωσῆς ὁ νομοθέτης, εἶδε τὸν Θεόν, ὡς ἦν δυνατὸν ἰδεῖν, ἐκκλησίαν ᾠκοδόμησε καὶ μέχρι τοῦ νῦν περίεστιν. Ἀλλὰ καὶ τὴν τοῦ δυσσεβοῦς καὶ ἀποστάτου Ἰουλιανοῦ ὑποστροφὴν ἀπὸ τῶν Περσῶν πολλοὶ δεδιότες, ἐπεὶ παρεκάλουν, γινώσκοντες αὐτὸν τοῦ Θεοῦ δοῦλον γνήσιον, οὗτος ἐπὶ δεκάτην ἡμέραν τὴν πρὸς Θεὸν αὐτοῦ ἁγίαν προσευχὴν ἐπεκτείνας: Οὐ μόνον διὰ σε, ἤκουσεν, ἀλλὰ καὶ δι’ ἑτέρων πολλῶν παννύχους παρακλήσεις καὶ δεήσεις ὁ μιαρὸς καὶ δυσσεβὴς Ἰουλιανὸς ἀποσφάττεται.
Μετὰ δὲ χρόνους τινάς, τοῦ μακαρίου Μελετίου ἐξ Ἀντιοχείας διωχθέντος, προσεκαλέσαντό τινες τὸν μακάριον τοῦτον, εὐχῆς καὶ παρακλήσεως καὶ παρηγορίας πολλῶν ἕνεκα, καὶ συνθέμενος καὶ ἀπερχόμενος προσεδέχθη ἐν ὁδῷ παρὰ γυναικὸς φιλοθέου. Καὶ ἐπεὶ κατακλιθέντος εἰς δεῖπνον τοῦ Ἁγίου, ὅπερ εἶχεν ἑπταετὲς παιδίον ἡ γυνὴ μονογενές, ἐν τῇ τραπέζῃ ἀσχολούμενον, μικρὸν ἐξ ὀφθαλμῶν παρελθόν, συνέβη πεσεῖν ἐν τῷ φρέατι, ἡ τιμία γυνή, γνοῦσα μὲν τοῦτο, μηδὲν τὸ παράπαν ἀλλοιωθεῖσα, ἀλλὰ μᾶλλον τὸ φρέαρ σκεπάσασα, μεγαλοψύχως διηκόνει, καὶ τὸ ἅγιον τὸ παιδίον ἐπιζητοῦντα, παρεκρούσατο διὰ νόσον ἐπισυμβᾶσαν. Τοῦ δὲ ἐπιμελῶς το παιδίον ἐπιζητοῦντος ἐπὶ τῆς τραπέζης ἐλθεῖν, καὶ εὐλογίας ἀπολαῦσαι, γνωστὸν ἐγένετο τὸ πραχθέν. Εὐθέως δὲ τῆς τραπέζης ἐξαναστάς, καὶ τὸ κάλυμμα τοῦ φρέατος ἀποῤῥίψας, ὡς εἶδε τὸ παιδίον ἁλλόμενον ἐν τοῖς ὕδασιν ὑγιές, καὶ οἷα παίζοντι τῇ χειρί προσεοικός, ἀχθῆναι τοῦτο διά τινος τῶν παρευρεθέντων ἐκέλευσε, καὶ τούτου γενομένου καὶ τὸ παιδίον ἐρωτώμενον, οὐδέν τι δεινὸν παθεῖν ἔφασκε, διὰ τὸ κουφίζεσθαι τοῦτο, καὶ ἀνέχεσθαι ὑπὸ τοῦ προσομιλοῦντος αὐτὸ ἐν τοῖς ὕδασι καὶ προσπαίζοντος γέροντος.
Ὁδεύοντι δὲ αὐτῷ ἐν τῇ ὁδῷ ποτέ, καὶ ἐπὶ τὰ Βασίλεια ἀπερχομένῳ, τὶς κατακείμενος ὤν, προσεγγίσας τῇ σισύρᾳ αὐτοῦ, εὐθέως ἀνέστη, ἀκολουθῶν αὐτῷ, ὡς ὁ πάλαι χωλὸς τῷ Πέτρῳ καὶ Ἰωάννῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὴν ὀρθόδοξον πίστιν ὑποστηρίξας αὐτόν, ὑπέστρεψεν ἐπὶ τὴν ἀσκητικὴν αὐτοῦ παλαίστρην, διὰ τῆς Κύρου την πορείαν ποιούμενος. Οἱ δὲ τῆς πόλεως Κύρου κρατήσαντες τὸν Ἅγιον εἰς παράκλησιν, ἔλεγον: Τοῦ Θεοῦ δοῦλε, Ἀστέριον τινά, ἀντὶ τοῦ Ἐπισκόπου ἡμῶν προσδοκῶμεν, δυσσεβῆ καὶ ὀλέθριον. Πρόσμεινον μεθ’ ἡμῶν, καὶ βοήθησον εἴτι δύνασαι, μη ποτε τῇ στωμύλῳ αὐτοῦ γλώσσῃ αὐτὸς ἐν λόγοις τισὶ διαστρέψῃ ἡμᾶς. Ὁ δὲ προσμείνας, καὶ ευχὴν παννύχιον ὀλίγων συνελθόντων ἐκτελέσας, θεηλάτῳ ὀργῇ τοῦτον ἀπέκτεινε, μιᾶς καὶ μόνης ἡμέρας ζωὴν ἐπώδυνον ἐάσας τούτῳ. Ὑποστρέψας δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ χρόνους ἱκανοὺς διαρκέσας σὺν αὐτοῖς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τεσσαράκοντα Παῖδες, ξίφει τελειοῦνται.
Παίδων διπλῆ τέθνηκεν εἰκὰς ἐκ ξίφους,
Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ’ οὐσίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, ξίφει τελειοῦται.
Ὡς πύργος ἐνδοὺς τὴν κάραν κλίνας Μνάσων,
Πτῶσιν πρὸ τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.



Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη, τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει 1522.
Ὁ Κυρμιδώλης καὶ Γαβριὴλ οἱ δύο,
ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, ἐπισκόπου Ἱεροσολύμων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη  τῆς Ἁγίας Νεομάρτυρος Ζλάτα Μαγκλένσκα τῆς Βουλγαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Μαχαιριωτίσσης ἐν τῇ ὁμωνύμῳ Μονῇ τῆς Κύπρου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσόν ἡμᾶς.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν τὴν κτίσιν.
λαλάξωμεν ἐφύμνια θεόφρονες, τῇ Θεομήτορι, ὅτι πυρὸς ἀπειλήν, αἱρέσεως ἔσβεσε, θεῖον εἰκόνισμα πάλαι δείξασα, τὸ ἑαυτῆς κρυπτόμενον, τῇ δυάδι τῶν Πατέρων.
νυμνήσωμεν φιλέορτοι τὴν ἔνθεον, μνήμην ἐν ᾄσμασι, τῆς ξυνωρίδος Χριστοῦ, τὸν τάφον κυκλώσαντες, καὶ ἀρυόμενοι, νόσων ἴαμα, καὶ ἀλγηδόνων ψάλλοντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
αμάτων τὰ χαρίσματα λαμβάνοντες, ἀφθόνως βρύοντα, ἐξ ἀεννάου πηγῆς, νῦν δεῦτε φιλέορτοι, θίασον ἔνθεον, συστησώμεθα, ἀναβοῶντες Κύριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
πὲρ ἥλιον ἀνέδειξας Θεόνυμφε, ἐν κόσμῳ λάμποντα, τὸν φωτοδότην Χριστόν, καὶ σκότος διώκοντα πρὶν ὑφιστάμενον, τῇ ἀνθρωπότητι, ὃν Εὐφροσύνη μέλπουσα, ὑπερύμνει εἰς αἰῶνας.

Ἕτερος. Θεοῦ συγκατάβασιν.
λόφωτος ἥλιος, καθάπερ πάλαι εἰσέδυ οὐκ ἀθεεί, ἐν σπηλαίῳ ὁ κήρυξ Εὐαγγελίου, ὁ μέγας λαμπτὴρ τῆς Ἀχαΐας, ἐν μέσῳ καὶ γέγραφε, τὴν νεαρὰν τοῦ Χριστοῦ διαθήκην σοφῶς.
Σιὼν πανηγύριζε, Βηθλεὲμ δὲ χαῖρε τέρπου πιστῶς, σπήλαιον γὰρ εὑρέθη ἐν Ἀχαΐᾳ, ὅπου οἰκεῖ Μαριάμ, Βηθλεεμίτις, καὶ πάλιν παρέχουσα, Χριστιανοῖς ἀγαθὰ Θεοτόκος ἁγνή.
δοὺ Δὰδ θύγατερ εὐλογημένη, Παῦλος ὁ μέγας φωστήρ, καὶ Ἀνδρέας ὁ κῆρυξ, ἐν Ἀχαΐᾳ, προσάγουσί σοι λαόν, εὐσεβοφρόνως λατρεύοντα Κύριον, τὸν τῶν Πατέρων Θεόν, γεννηθέντα ἐκ Σοῦ.
Λόγος σεσάρκωται, ἐκ τῶν ἀχράντων αἱμάτων Κόρη τῶν Σῶν, ἐν Εἰκόνι δὲ τοῦτον, ἀνιστοροῦμεν θεανδρικῇ τῇ μορφῇ, πιστῶν τὰ πλήθη, καὶ ψάλλοντες λέγομεν, σὺν τοῖς Πατράσιν ἁγνή, αὕτη ἡ δόξα ἡμῶν.
Θεοτοκίον.
Θεοῦ συγκατάβασιν, κατανοοῦσα Ὁσία κόρη σοφῶς, ἐκ Παρθένου φανεῖσαν, θεοπλαστίᾳ ἀκαταλήπτῳ βροτοῖς, ἐν παρθενίᾳ ἐβίω, τοῖς δάκρυσιν ἱλεουμένη Χριστόν, διὰ τοῦ βίου παντός.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Νόμον σου φυλάσσοντας ἀγρύπνως, τοὺς ἄνακτας τῶν Ῥωμαίων ὦ Θεάνθρωπε, Κύριε ὑπέρσοφε, σκέπε καὶ περίσωζε, Ἀγγελικαῖς ἐν πτέρυξιν, πάντας ἐχθραίνοντας, τιθείς, ὑπὸ τοὺς πόδας τοῦ κράτους, καὶ τῇ ἀπωλείᾳ, ἐκπέμπων εἰς αἰῶνας.
Οἴκτῳ Βηθλεέμ, Θεὸς ἐτέχθη οὐ νεύματι, ἐν σπηλαίῳ κατελάμπρυνε ποίμνην σου εἰς καύχημα, νήσου τῆς τοῦ Πέλοπος, Θεοκυῆτορ κράτιστος, ἄναξ Ἀνδρόνικος, ᾧ Δέσποινα πανθαύμαστε δίδου, νίκας κατὰ πάντων, βαρβάρων σαῖς πρεσβειαις.
Σήμερον τὴν μνήμην τῶν Πατέρων, ὁμήγυριν σεβασμίαν συνεπλέξαμεν, πάντα διηγούμενοι, τούτων τὰ τεράστια, ἄλλος ἄλλ’ ὅτι λέγοντες, ὧν ἀπηλαύσαμεν, τὸν Κύριον, ὑμνοῦντες ὡς ὅλης, πλούσιον δοτῆρα, τῆς ἀγαθοδωρίας.
Κλέος τῶν Ἁγίων Σου ὑπάρχει, τὸ ζεῦγος τὸ τῶν Πατέρων Πάτερ ὕψιστε, πᾶσαν βαδίσαντες, τρίβον τὴν σωτήριον, καὶ λαοπλάνον αἵρεσιν, θείοις κηρύγμασι, μακράν, ποῦ ἐκδιωξάντων πάλαι, εἰκονομαχίας, ἐκβλύζουσι νῦν μῦρα.
Θεοτοκίον.
Λεύκανον Παρθένε ὡς χιόνα, τοῦ βίου τὸ ζοφῶδες καὶ ἐκλάμπρυνον, θείαις ἱκεσίαις Σου, ἵνα μεγαλύνω Σε, ὡς τοῦ ἐλέους ἄβυσσον, Κύριον τέξασα, καὶ μόνην, σωτηρίας ἐλπίδα, πᾶσι Χριστωνύμοις, δοθεῖσαν εἰς αἰῶνας.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
ερουργοὶ θεόφρονες, τῶν Ὁσίων ἀγλάϊσμα, σὺν τῷ Θεοδώρῳ Συμεὼν πανόλβιε, εἰκόνος ὑπέρμαχοι, ὀρθοδοξίας στύλοι λαμπροί, τῆς τε Πανελλάδος, οἱ τερπνοὶ πλιοῦχοι, Χριστὸν ἐκδυσωπεῖτε, ῥυσθῆναι τῶν κινδύνων, τοὺς πόθῳ ἀνυμνοῦντας, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Στεφηφοροῦντας ἄνακτας τῶν Ῥωμαίων περίφραξον, ταῖς ἀγγελικαῖς ἀπ’ οὐρανοῦ δυνάμεσι, Θεὲ ὑπερούσιε, τὰς ἐθναρχίας πάσας ὁμοῦ, τούτοις ὑποτάττων, καὶ συντρίβων τυράννους, πρεσβείαις τῆς Παρθένου, Θεοτόκου Μαρίας, Πατέρων τε πανσόφων, καὶ θείας Εὐφροσύνης.
πὶ τῆς γῆς τῆς πόλεως, ὦ Θεόνυμφε Δέσποινα, τὴν ἐν τῷ σπηλαίῳ Μονὴν τοῖς κάλλεσιν, εἰς ὕψος ἐπηύξησε Παλαιολόγος ἄναξ σοφῶς, περιβεβλημένος, εὐσεβείας τὸ κράτος, Ἀνδρόνικος ὁ μέγας, τούῳ δίδου τὰς νίκας, βαρβάρων κατὰ πάντων, καὶ πλῆσον θυμηδίας.
Νῦν εἰς τὸ ἄντρον ἅπαντες, ὦ μονάζοντες σπεύσατε, δῶρα τοῖς Πατρᾶσιν, ἀρετὰς προσφέροντες, τὴν λάρνακα ἴδετε, τῶν ἰαμάτων βρύσιν πιστοῖς, βλύζουσαν καὶ πάθη, συμφοράς τε παντοίας, ἐκ μέσου γινομένας· διὸ ἐκδυσωπεῖτε Χριστόν, αὐτῶν πρεσβείαις τυχεῖν τοῦ Παραδείσου.
Θεοτοκίον.
να πιστώσῃς ἄχραντε, τοῦ Υἱοῦ Σου τὴν σάρκωσιν, ἔδειξας Εἰκόνα Σου ποτὲ τοῖς γέρουσιν, ἐν ἄντρῳ καὶ ὕδατι, ἐγκρυπτομένην, χρόνῳ μακρῷ, ἔνθα τοῦτον φέρεις, ἐν τοῖς κόλποις ὡς βρέφος, προσβλέποντάς σε Κόρη, ὀφθαλμοῖς εὐμενέσιν, αἱρετικῶν οὖν θράσος, πιπτέτω παραυτίκα.

ᾨδὴ θ’. Ἅπας γηγενής.
ρος θαυμαστὸν σπηλαίῳ καὶ ὕδατι, εἶχε κρυπτόμενον, πάλαι σου εἰκόνισμα, ὁ Κράθις χρόνοις πλείστοις Μητρόθεε, ἡ ξυνωρὶς δὲ εὕρετο, τοῦτο δοξάζουσα, τῶν Ὁσίων Κύριον, Ὃν αἴτησαι, βασιλείας τὰ σκήπτρα κρατύνεσθαι.
ῆξον δυσμενῶν, τῶν κύκλῳ τὰς φάλαγγας, καὶ τούτους ὤλεσον, νήσου δὲ τῆς Πέλοπος, προστάτην πέμψον θεῖον Ἀρχάγγελον, τοὺς εὐσεβεῖς φυλάττοντα, πάσης ἐκ θλίψεως, τῶν Πατέρων, κόρης τε ἐντεύξεσιν, Παναγία Θεόνυμφε Δέσποινα.
περικαλλής, καὶ πάμφωτος μνήμη σου, ὦ ζεῦγος ἅγιον, πανήγυριν ἤθροισε, λαῶν ἀπείρων ὕμνους ἐξάδοντας, Συμεὼν καὶ Θεόδωρε, καὶ Εὐφροσύνη δέ, οἷς τὴν θείαν, χάριν νῦν παρέχετε, καὶ πταισμάτων πολλῶν ἀπολύτρωσιν.
λης ἐκ ψυχῆς, νοὸς διανοίας τε, μυσταγωγούμενος, παρὰ θεολόγων τε, καὶ Ἀποστόλων δόγματα ὅσια, πιστεύω ὑπερούσιον, Τριάδα ἄκτιστον, τὸν Πατέρα, Λόγον καὶ τὸ Πνεῦμα δέ, τὸ εὐθὲς ὁμοούσιον ὕπαρξιν.
Θεοτοκίον.
δωρ οὓ ποτέ, Δαβὶδ ἐπεθύμησε, Βηθλεὲμ βλύζοντος, βρύει νῦν ἀένναα ἐν τῷ σπηλαίῳ ἰδού, ἀντλήσατε, λαοὶ φιλοθεώτατοι, πανηγυρίζοντες, ἰαμάτων, ἄφθονα χαρίσματα, Θεοτόκον ὑμνοῦντες τὴν ἄσπιλον.

Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Θαυμάτων σου τὸ πέλαγος ὦ δυάς, τῶν Πατέρων μιμεῖται τὰ ῥεύματα, τοῦ ποταμοῦ, ὅσγε τὴν Μονὴν ὑμῶν περιῤῥεῖ, τοῖς τεραστίοις ἅπασιν, ὅλην περικλύζον γῆν νοητῶς, Ἑλλήνων καὶ τὰς νόσους, βυθίζον καὶ ὑγείαν, τοῖς δεομένοις παρεχόμενον.
νάδειξον Θεόνυμφε Μαριάμ, τὴν Μονήν Σου πλουσίαν ἐν ἅπασιν, οἷς οἱ βροτοί, ζῶμεν καὶ ἀκίνδυνον εἰς ἀεί, πάσας κακώσεις πόῤῥωθεν, ταύτης ἐκδιώκουσα κραταιῶς, καὶ πάρεσχε τοῖς πίστει, προστρέχουσι Παρθένε, τῇ Σῇ Εἰκόνι χάριν ἄφθονον.
Δαιμόνων με καὶ νόσων καὶ συμφορῶν, πειρασμῶν τε καὶ ζάλης καὶ θλίψεως, ὦ Μαριάμ, Κόρη ἀπολύτρωσαι εἰς ἀεί, καὶ συκοφάντας ἅπαντας, δεῖξον δὴ ἀφώνους τοὺς κατ’ ἐμοῦ, διέργεσίν μοι δίδου, καὶ πλοῦτον εὐσεβείας, τῷ ἀνυμνοῦντι τὰ Σὰ θαύματα.
πίφανον τὸ πρόσωπόν Σου ἁγνή, βασιλεῦσιν ἡμῶν καὶ εἰρήνευσον, τούτους ἀεί, τάχιον θορύβους καὶ ταραχάς, ἐθνῶν τε τὰ φρυάγματα, μόνη ἐκ τοῦ μέσου πανταρχικῶς, ποιοῦσα καὶ τῇ πόλιε, τοῦ κράτους ὦ Παρθένε, μένουσα δόξαν καὶ ἀσφάλειαν.
λόγος ὁ τῆς πίστεως ὁ εὐθύς, ὀρθοδόξως κηρύττεται ἄνωθεν, μία ἐστί, φύσις καὶ οὐσία καὶ ἡ μορφή, τρία δὲ πάλιν πρόσωπα, καὶ αἱ ὑποστάσεις ὡς ἀληθῶς, Πατὴρ ὁ Λόγος ἅμα, καὶ Πνεῦμα ἡ θεότης, οἷς βεβαπτίσμεθα πιστεύοντες.
Θεοτοκίον.
δάτων ἐξ αἰῶνος τῶν θαυμαστῶν, τὰ τεράστια βλέπω τελούμενα, ἐν τῇ πηγῇ, τῇ Σῇ Θεοτόκε ὦ Μαριάμ, ἣν ἐν σπηλαίῳ νάουσαν, ἔδειξας τοῖς δούλοις Σου ἐμφανῶς, ὡς Βηθλεὲμ τὸ ὕδωρ, αὐτῆς οὖν ὦ παρόντες, πίστει τρυφήσωμεν ταῖς χάρισιν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀπὸ τῆς λάρνακος βρύει, Πατέρων θείων ἐνδόξων, χαρίσματα ἰαμάτων, πᾶσι τοῖς προσιοῦσιν, οὓς εὐφημήσωμεν πόθῳ, οἱ ἀθροισθέντες ἐνθάδε.
Θεοτοκίον.
Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τοὺς Πατέρας αἰνέσωμεν, Συμεὼν καὶ Θεόδωρον, τερπνοτάτοις ᾄσμασιν ὥσπερ ἄνθεσι, τὰς τούτων κάρας κοσμήσαντες, καὶ δῶρα προσάξαντες, τούτοις τὰ πενυματικά, ἑορτὴν γὰρ πανίερον συνεστήσαντο, παμφᾶη ἐτησίως, ἣν ἐκ τρίτου ἐκτελοῦμεν, ἰαμάτων πλοῦτον τοῦ τάφου λαμβάνομεν. (Δίς)

Τοὺς Πατέρας ὑμνήσωμεν, ἐν ᾠδαῖς μεγαλύνοντες, τὴν αὐτῶν ἀμίμητον θείαν βίωσιν, ὥσπερ γὰρ ἄγγελοι ἔζησαν, ἐν γῇ καὶ ἀνεύροντο, τῆς Μητρὸς τοῦ Ἰησοῦ, ἐν σπηλαίῳ εἰκόνισμα, ὃ ἐκρύπτετο, μακροτάτοις ἐν χρόνοις καὶ τὴν πίστιν, τὴν ὀρθόδοξον κρατοῦντες, τοῖς Ἀχαϊοῖς ἀνεκήρυττον.

Τὴν Ὁσίαν τιμήσωμεν, Εὐφροσύνην ἐν ᾄσμασιν, αὕτη γὰρ ποιμαίνουσα καὶ τοῖς ὄρεσιν, ἐνδιατρίβουσα εὕρατο, σπηλαίῳ ἐν ὕδατι, τὴν Μητέρα τοῦ Θεοῦ, ἐν Εἰκόνι ἀστράπτουσαν, ἧς καὶ ἤκουσε, θείους λόγους κειμένη ἐπ’ ἐδάφους, καὶ τὸ χαίροις ἀνεβόα, σεμνὴ Παρθένε Μητρόθεε.
Δόξα. Ἦχος πλ. δ΄.
Ποῖος νοῦς, ἢ γλῶσσα βροτῶν, τὰ καθ’ ὑμᾶς ὑμνῆσαι ἰσχύει μακάριοι Πατέρες, Συμεὼν καὶ Θεόδωρε, ὑπὲρ ἀρετῆς γὰρ τὰ μέγιστα ἐνιδρώσαντες, καὶ τὰ τῆς σαρκὸς σκιρτήματα, τῇ ψυχῇ τελείως καθυποτάξαντες, τὴν τῆς παναχράντου Θεοτόκου εὑρεῖν ἠξιώθητε Εἰκόνα, θεοκινήτῳ ὁδηγίᾳ Εὐφροσύνης τῆς πανευφήμου. Καὶ νῦν τῶν ἐσόπτρων λυθέντων, τῷ ἀκροτάτῳ φωτὶ τῆς ὑπερθέου Τριάδος, καθαρῶς ἐπλησιάσατε, λιπόντες ἡμῖν τὰ πανίερα καὶ ἀσκητικώτατα ὑμῶν σώματα, ποταμοὺς τοῖς χρήζουσιν ἀεί, ἀναβλύζοντα τῶν ἰάσεων. Ἀλλὰ μέμνησθε ἡμῶν Ὅσιοι, αἰτούμενοι παρὰ Χριστοῦ, ἱλασμὸν ἡμῖν, καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν. Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν· τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα· ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου