Παρασκευή 20 Ιουλίου 2018

ΚΥΡΙΑΚΗ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Α΄ ΟΙΚΟΥΜΕΝΙΚΗ ΣΥΝΟΔΟΥ ΑΓΙΟΙ ΕΠΙΣΚΟΠΟΙ ΝΙΚΟΠΟΛΕΩΣ ΗΛΙΟΔΩΡΟΣ, ΔΟΝΑΤΟΣ, ΑΤΤΙΚΟΣ & ΑΝΑΣΤΑΣΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΚΥΡΙΑΚΗ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ
Α΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΗΛΙΟΔΩΡΟΣ, ΔΟΝΑΤΟΣ, ΑΤΤΙΚΟΣ & ΑΝΑΣΤΑΣΙΟΣ
ΕΠΙΣΚΟΠΟΙ ΝΙΚΟΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Φιλαρέτου Βιτάλη)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Ἀναστάσιμα δύο. Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ Ἅδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Καὶ τῶν Ἐπισκόπων. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ὀρθοδοξίας τοὺς στύλους δεῦτε φιλέορτοι, καὶ παμφαεῖς ἀστέρας, τῆς Χριστοῦ Ἐκκλησίας, τιμήσωμεν ἐν δόξῃ θεοπρεπῶς, θεοφθόγγοις διδάγμασιν, ἐν Νικοπόλει Συνόδοις καὶ ἐν παντί, τοὺς πιστοὺς πάντως ἐστήριξας.

Τῶν Πρεβεζαίων ὁ δῆμος σήμερον ἄσμενος, ἐν τῷ ναῷ συντρέχει, τοὺς ποιμένας τιμῆσαι, καὶ χάριν τοῦ αἰτήσασθαι ἐκτενῶς, δωρεὰς καὶ ἰάματα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος καὶ ἀρχηγοῦ, τῆς ἁγίας ἡμῶν πίστεως.

Δόξα. Ἦχος πλ. β΄.
Εὖ δούλοι ἀγαθοὶ καὶ πιστοί, εὖ ἐργάται τίμιοι, τοῦ ἀμπελῶνος Χριστοῦ· ὑμεῖς γὰρ ἕπεσθε, τοῖς τοῦ Ἀρχιποίμενος ἴχνεσι, διακονήσαντες καλῶς, τῇ Ὀρθοδοξίᾳ, ἧς φύλακες ἀνεδείχθητε, στεῤῥῶς ὑπὲρ αὐτῆς προμαχεσάμενοι. Εἰσέλθετε οὖν εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, πρεσβεύοντες ἀεὶ Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.




Καὶ νῦν... Θεοτοκίον, τὸ Δογματικόν. Ἦχος πλ. β'
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ λογικῶς ἐμψυχωμένῃ σαρκί, καὶ ἐν αὐτῷ τὸ εἶναι λαβούσῃ, ἑνωθεὶς καθ' ὑπόστασιν· ὅθεν εὐσεβῶς ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν ποιούμεθα. Αὐτὸν ἱκέτευε, σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν. Ἦχος πλ. β'
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Καὶ τῶν Ἐπισκόπων. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ἡ εὐκλεής, Νικόπολις Ἠπείρου, ἐπὶ τῇ πανηγύρει, τῶν ἑαυτῆς ποιμένων, δοξάζουσα τὸν Κύριον.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Τέρπεται εὐσεβῶς, λαὸς ὁ τοῦ Κυρίου, ὑμνολογῶν ἀπαύστως, τοὺς θείους Ἱεράρχας, Κυρίου Παντοκράτορος

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Πᾶσα τῶν γηγενῶν, ὀρθόδοξος χορεία, γεραίρει τοὺς Ἁγίους· αὐτοὶ γὰρ ὀρθοδόξως, τὴν πίστιν κατελάμπρυναν.

Δόξα... (Τῶν Πατέρων) Ἦχος δ'
Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.





Καὶ νῦν... (Τῆς Ἑορτῆς) Ἦχος δ'
Κύριε, τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός, ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν ποιητὴν καὶ πάντων δημιουργόν· τὴν γὰρ ἐν τῷ πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν, ἔδει καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς, ἧς καὶ ἡμεῖς μετασχόντες, τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος, τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος πλ. β΄. Αὐτόμελον
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῶν Πατέρων. Ἦχος πλ. δ΄.
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι.
Δόξα. Τῶν Ἁγίων Ἐπισκόπων. Ἦχος α’. Τῆς ἐρήμου πολίτης
Τετρακτὺς τῶν Πατέρων ὑπερένδοξος γέγονας, τὴν Ὀρθοδοξίαν τρανῶς γάρ, ἐν Συνόδοις διέλαμψας· ποιμένων ὑμεῖς οἱ ἀριστεῖς, ἐν τῇδε Νικοπόλει εὐκλεεῖ, Ἡλιόδωρε Δονᾶτε σὺν Ἀττικῷ, καὶ θεῖε Ἀναστάσιε· δόξα ὑμῖν πανόλβιοι, δόξα τῇ νικησάσῃ δι’ ὑμῶν Ἐκκλησίᾳ Ἅγιοι.
Καὶ νῦν. Τῆς Ἀναλήψεως. Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Ἀπόλυσις.











ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου γ’. Ἦχος πλ. β΄
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Τῆς Ἀναλήψεως ἕν. Ἦχος πλ. β΄
Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ. Οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον, τὸ Πνεῦμα τὸ ἅγιον, κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.

Τῶν ἁγίων Πατέρων γ’. Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη
Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου, ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν αἰώνων, κἂν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζῃ, τόλμῃ συνάπτων σε τὸν κτίστην, τοῖς κτίσμασιν ἀφρόνως, ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτῷ θησαυρίζων· ἀλλ' ἡ σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.

Τίς σου τὸν χιτῶνα Σῶτερ διεῖλεν, Ἄρειος, σὺ ἔφης, ὁ τῆς Τριάδος, τεμὼν τὴν ὁμότιμον ἀρχὴν εἰς διαιρέσεις, οὗτος ἠθέτησέ σε εἶναι, τὸν ἕνα τῆς Τριάδος, οὗτος Νεστόριον διδάσκει, Θεοτόκον μὴ λέγειν· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.

Κρημνῷ περιπίπτει τῆς ἁμαρτίας, Ἄρειος, ὁ μύσας τὸ φῶς μὴ βλέπειν, καὶ θείῳ σπαράττεται, ἀγκίστρῳ τοῖς ἐγκάτοις, πᾶσαν ἐκδοῦναι τὴν οὐσίαν, καὶ τὴν ψυχήν βιαίως, ἄλλος Ἰούδας χρηματίσας, τῇ γνώμῃ καὶ τῷ τρόπῳ· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.

Καὶ γ’ τῶν Ἐπισκόπων. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Νικοπόλεως σήμερον, ὁ ὀρθόδοξος σύλλογος, εὐφραινέσθω ἔνδοξος γὰρ ἀνέτειλε, τῶν Διδασκάλων πανήγυρις· διὸ ἑορτάσωμεν, καταστέφοντες αὐτούς, ἐγκωμίοις καὶ ᾄσμασιν, προσκυνήσωμεν, τὴν ἁγίαν εἰκόνα τῶν Ὁσίων, ἱερῶς αὐτοὺς τιμῶντες, καὶ τὸν  Σωτῆρα δοξάζοντες.

Εὐσεβείας τοὺς κήρυκας, καὶ τοῦ Πνεύματος ὄργανα, Ἱεράρχας τέσσαρας εὐφημήσωμεν· θεοστεφῆ Ἠλιόδωρον, κλεινὸν Ἀναστάσιον, ἅμα θειον Ἀττικόν, καὶ Δονᾶτον πανάριστον, Νικοπόλεως, τῆς Ἠπείρου σοφοὺς ἀρχιεράρχας, Ἐκκλησίας τε ἁπάσης, πανευκλεεῖς θεοφάντορας.

Τῆς Χριστοῦ ἐδιώξατε, νοητοὺς λύκους Ἄγιοι, Ἐκκλησίας Πνεύματι τῷ Ἁγίῳ γάρ, ἀδιαλείπτως φερόμενοι, ἐῤῥύσασθε ποίμνιον, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ εἰς μάνδραν σωτήριον, ὡδηγήσατε, τοὺς λαοὺς ὀρθοδόξῳ πολιτείᾳ, ἀρετῇ καὶ εὐσεβείᾳ, Ὀρθοδοξίας ὑπέρμαχοι.

Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον. Ἦχος πλ. β΄
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.









Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. 14, 14-20)
Ἀκούσας Ἄβραμ, ὅτι ἠχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ, καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν ὁ οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 8-11, 15-17)
Ἔλιπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῶ ἐκείνω, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.






Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. 10, 14-21)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνω λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὁμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Λιτή. Τῶν Ἐπισκόπων. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ, Νικόπολις Ἠπείρου, ἀγάλλου καὶ χόρευε, πίστει λαμποφοροῦσα, ὡς νύμφη ἐκλεκτὴ καὶ εὐκλεής, τοῦ ἐπουρανίου Βασιλέως, Χριστοῦ τοῦ Θεοῦ· ἰδοὺ γὰρ γηθόμενοι, οἱ ἔνθεοί σου Ἀρχιερεῖς, ὡς φωστῆρες παμφαεῖς ἁπάσης τῆς οἰκουμένης, φαιδρῶς πανηγυρίζουσι. Καὶ τὸν τῆς πίστεως κόσμον περιβαλλόμενοι, παρέχουσι πᾶσι, τῆς ὑπερθέου Τριάδος τὰ δόγματα, τρανῶς τεθεσπισμένα· ὅθεν αὐτοὺς γεραίροντες, εὐχαρίστῳ καρδίᾳ καὶ ἡμεῖς, τὸν Κύριον ἱκετεύομεν, τηρηθῆναι ἀκριβῆ, τὴν πίστιν τὴν ὀρθόδοξον, καὶ εἰς αἰῶνας αἰώνων ἀλώβητον.

Ἦχος β΄.
Τοῖς θεοφθόγγοις ῥήμασιν ὑμῶν, θεόληπτοι Πατέρες, τὰς τῶν πιστῶν καρδίας ἐστηρίξατε, καὶ τὸ τῆς πλάνης κράτος, εὐθαρσῶς κατεβάλετε. Εὐσεβοφρόνως οὖν λαοί, ἀεὶ πολιτευσώμεθα, ἐκ τῶν σοφῶν Διδασκάλων ἀρυόμενοι, τῆς εὐσεβείας τὰ ζώπυρα, καὶ τῆς Ὀρθοδοξίας ἡμῶν, τὰ ζωήῤῥυτα νάματα.

Δόξα... Τῶν Πατέρων. Ἦχος δ'
Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος πλ. β'
Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι' ἐμὲ πτωχεύσας κατ' ἐμέ, καὶ ἀναβάς· ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β΄
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Τῶν Ἐπισκόπων. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Ἱεραρχῶν ἡ Τετράς, Ὀρθοδοξίας τὰ μεγάλα προπύργια, Ποιμένες τῆς Ἐκκλησίας, ἐν Νικοπόλει σεπτοί, τῆς Ἠπείρου πάσης θεῖοι ἔξαρχοι· ἡμῶν ἠ ἀντίληψις, τῶν νοσούντων ἐπίσκεψις, τῶν πενομένων, πᾶσα δόσις καὶ ἄνεσις, τῶν ἐν θλίψεσι, καὶ κινδύνοις κραταίωσις· ὅθεν ἀσμένως σήμερον, οἱ πάντες προστρέχομεν, καὶ εὐγνωμόνως τιμῶμεν, τὴν θείαν τούτων πανήγυριν· Χριστὸν δυσωποῦντες, δι’ ὑμῶν ἡμῖν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις, Ἱεραρχῶν ἡ Τετράς, τοῦ Ἀρχιποίμενος χρυσόῤῥοα στόματα, τοῦ κόσμου τὴν σωτηρίαν, καὶ τὴν εἰρήνην Θεοῦ, ἐν τῇ οἰκουμένῃ ἐκλαλήσαντα· τοῦ Λόγου οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβολοι, τῆς Ἐκκλησίας, οἱ πυρφόροι Διδάσκαλοι, καὶ τῆς χάριτος, τοῦ καθαίροντος Πνεύματος, κήρυκες διαπρύσιοι, Ποιμένες πανάριστοι, κακοδοξίας  ἁπάσης ἡ ὀλεθρία κατάπτωσις· Χριστοῦ γὰρ τὴν πίστιν, ἐτρανώσατε ἐνθέως, Πατέρες Ἅγιοι.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, Ἱεραρχῶν ἡ Τετράς, οὐρανοβάμονες ἐπίγειοι ἄγγελοι, φωστῆρες τῆς οἰκουμένης, καὶ τῶν πιστῶν στηριγμός, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις· ὑμεῖς γὰρ γεγένησθε, Νικοπόλεως τείχισμα, Δονᾶτε μάκαρ, Ἀττικὲ πανσεβάσμιε, Ἡλιόδωρρε, Ἀναστάσιε πάνσοφε· δέξασθε οὖν πανεύφημοι, ἡμῶν τὰ ἐγκώμια, ἀποδιδόντες ἐν τάχει, τὰς εὐλογίας καὶ χάριτας· πιστοὶ διαμεῖναι, ἐς ἀεὶ τῇ Ἐκκλησίᾳ, Χριστοῦ θεράποντες.

Δόξα. Τῶν Ἐπισκόπων. Ἦχος δ’.
Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν Συνόδοις ἁγίαις, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Μεθ’ ὧν καὶ τοὺς τῆς Νικοπόλεως συναθλητὰς Ἱεράρχας, Ἡλιόδωρον καὶ Ἀττικόν, Δονᾶτόν τε καὶ Ἀναστάσιον, συνευφημήσωμεν. Οὗτοι γάρ, τῶν δεινῶν αἱρετικῶν τὰ ἄθεα δόγματα καθεῖλον, καὶ τούτους συνοδικῶς τῆς Ἐκκλησίας ἐξωστράκισαν, διδάξαντες πᾶσιν ὁμολογεῖν, τῆς Ὀρθοδοξίας τὰ ῥήματα, ἀκριβῶς καὶ εὐσεβῶς ταῦτα ἐκθέμενοι, ἐν τῷ τῆς πίστεως Συμβόλῳ· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος δ'
Κύριε, τὸ μυστήριον, τὸ ἀπὸ τῶν αἰώνων κεκρυμμένον, καὶ ἀπὸ γενεῶν, πληρώσας ὡς ἀγαθός, ἦλθες μετὰ τῶν Μαθητῶν σου ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ἔχων τὴν τεκοῦσάν σε τὸν ποιητὴν καὶ πάντων δημιουργόν· τὴν γὰρ ἐν τῷ πάθει σου μητρικῶς πάντων ὑπεραλγήσασαν, ἔδει καὶ τῇ δόξῃ τῆς σαρκός σου ὑπερβαλλούσης ἀπολαῦσαι χαρᾶς, ἧς καὶ ἡμεῖς μετασχόντες, τῇ εἰς οὐρανοὺς ἀνόδῳ σου Δέσποτα, τὸ μέγα σου ἔλεος, τὸ εἰς ἡμᾶς γεγονὸς δοξάζομεν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἀναστάσιμον. Ἦχος πλ. β΄. Αὐτόμελον
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῶν Πατέρων. Ἦχος πλ. δ΄.
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι.
Δόξα. Τῶν Ἐπισκόπων. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς πίστεως πρόμαχοι τῆς Ὀρθοδόξου στεῤῥοί, ποιμένες γεγόνατε ἐν Νικοπόλει σεπτοί, Πατέρες τρισόλβιοι· ὅθεν μετὰ Ἀγγέλων, καὶ πιστῶν αἱ χορεῖαι, ὕμνους χαριστηρίους, πρὸς ὑμᾶς νῦν κροτοῦμεν· διὸ ἐκδυσωποῦντες Χριστόν, εὔχεσθε σωθῆναι ἡμᾶς.
Καὶ νῦν. Τῆς Ἀναλήψεως. Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
ΟΡΘΡΟΣ

Καθίσματα Ἀναστάσιμα. Ἦχος πλ. β΄
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

Καθίσματα Ἀναστάσιμα. Ἦχος πλ. β΄
Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Τῷ ἑκουσίῳ θανάτῳ σου, ζωὴν ἀθάνατον εὕρομεν, παντοδύναμε καὶ μόνε τῶν ὅλων Σωτήρ· σὺ γὰρ ἐν τῇ σεπτῇ σου Ἐγέρσει, πάντας ἀνεκαλέσω, ὁ λύσας ᾍδου τὸ νῖκος, καὶ θανάτου τὸ κέντρον.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἡ Ὑπακοή
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.







Οἱ Ἀναβαθμοί, Ἦχος πλ. β'
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτιρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.

Ἀντίφωνον Β'
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.

Προκείμενον: Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.












Εἶτα, οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῶν Ἁγίων Πατέρων καὶ τοῦ Ἁγίου Στρατηγίου
Ὁ Ἀναστάσιμος. ᾨδὴ α'. Ἦχος πλ. β΄
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».
Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.
Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

ᾨδὴ α', Κανὼν τῶν Πατέρων. Ἦχος πλ. β΄ Ὡς ἐν ἠπείρῳ πεζεύσας
Τὴν τῶν ἁγίων Πατέρων ἀνευφημῶν, παναγίαν Σύνοδον, τὸ πανάγιον αὐτῆς, ἐν ἐμοὶ χρησμῴδημα βοῶν, ἱκετεύω σε Χριστὲ διαφυλάττεσθαι.
Οἱ θεοφόροι Πατέρες ὡς ἀστραπαί, συνελθόντες σήμερον, σὲ Χριστὲ μονογενῆ, τῷ Πατρὶ συνάναρχον Υἱόν, ὡμολόγησαν τρανῶς καὶ ὁμοούσιον.
Νύμφης σου τῆς Ἐκκλησίας οἱ εὐκλεεῖς, νυμφοστόλοι Δέσποτα, τὸν τῆς πίστεως σαφῶς, ὁρισμὸν ἐκθέμενοι, χρυσοῦν, ὥσπερ κόσμον εὐπρεπῆ, ταύτην ἐκόσμησαν.
Θεοτοκίον
Πεποικιλμένῃ τῇ δόξῃ τῇ θεϊκῇ, ἡ σεπτὴ Βασίλισσα, τῷ Υἱῷ τῷ ἑαυτῆς, καὶ Θεῷ παρίσταται ἡμῖν, σωτηρίαν ψυχικὴν καθικετεύουσα.

Ὁ Κανὼν τῶν Ἐπισκόπων, οὗ ἡ ἀκροστιχίς: Ὀρθοδοξίας Πατέρες, εὖχος. Φιλαρέτου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ὁμόθυμον ἔπαινον μελῳδῶ· τοὺς σεπτοὺς Πατέρας, Νικοπόλεως νῦν τιμῶ· διόπερ Ὀρθόδοξοι ᾀσμένως, τὴν ἱερὰν τούτων μνήμην τιμήσωμεν.
Ῥανάτωσαν ὅθεν οἱ εὐσεβεῖς, τοῖς ἄνθεσι πάντες, τὴν εἰκόνα αὐτῶν σεπτήν· τοὺς θείους Ποιμένας τῆς Ἠπείρου, ἐν Νικοπόλει φαιδρῶς ἑορτάζομεν.
Θεόθεν λαβόντες ψῆφον τιμῆς, τῆς ποιμανορίας, ἐν Ἠπείρῳ φωτοειδεῖς, κατέστησαν πάντες εὐσεβείας, καὶ ἀρετῆς θειοτάτης πανέμπλεοι.
Θεοτοκίον
Οἱ νόσοις ἐν σώματι καὶ ψυχῇ, πρὸς Σὲ Θεοτόκε, καταφεύγουσιν ἐν σπουδῇ, αἰτούμενοι ῥῶσιν σωτηρίαν, ταῖς πρὸς Θεὸν διαπύροις πρεσβείαις Σου.
ᾨδὴ γ'. Ὁ Ἀναστάσιμος.
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Κανὼν τῶν Πατέρων. Οὐκ ἔστιν ἅγιος
Ῥοὴν καὶ πάθος καὶ τομήν, Ἄρειος ὁ παράφρων, τῇ γεννήσει τῇ θείᾳ, δυσσεβῶς ὁ ἀσεβής, προσάπτων τῷ τμητικῷ, τῶν Πατέρων ξίφει ἀποτέμνεται.
Ὡς πάλαι θεῖος Ἀβραάμ, στρατευόμενοι πάντες, οἱ σεπτοὶ θεηγόροι, τοὺς ἐχθρούς σου ἀγαθέ, τοὺς μανιώδεις τῇ σῇ, δυναστείᾳ κραταιῶς ἀπώλεσαν.
Τὸ πρῶτον ἄθροισμα τῶν σῶν, κροτηθὲν ἱερέων, ὁμοούσιον Σῶτερ, σὲ τῷ ἀνάρχῳ Πατρί, καὶ ποιητῇ τοῦ παντός, γεννηθέντα εὐσεβῶς ἐκήρυξαν.
Θεοτοκίον
Οὐ σθένει λόγος σε βροτῶν, οὐδὲ γλῶσσα Παρθένε, εὐφημεῖν σε ἀξίως· ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησεν.

Κανὼν τῶν Ἐπισκόπων. Οὐρανίας ἁψῖδος.
Διδασκάλων τὸ κλέος τιμητικῶς σήμερον, τῆς Ὀρθοδοξίας τοὺς στύλους πάντες ὑμνήσωμεν· καὶ ἐπαινέσωμεν νῦν, ὡς ἀρετῆς θιασώτας, τῶν πιστῶν ὑπόδειγμα καὶ ἀγαλλίαμα.
Ὁ τῶν ὅλων γὰρ Κτίστης καὶ Πλαστουργὸς Κύριος, τοὺς ἁγιωτάτους Πατέρας, ὅλως ἠγάπησεν, ἐπιβραβεύσας αὐτοῖς, τὴν οὐρανῶν Βασιλείαν, ὄμβρους καταρδεύοντας ἄνωθεν σήμερον.
Ξενωθέντες τοῦ κόσμου οἱ εὐκλεεῖς Ἅγιοι, θεῖος Ἀναστάσιος ἅμα, καὶ ὁ Δονᾶτος ὁμοῦ, ὁ Ἡλιόδωρος, καὶ Ἀττικὸς εἰς τὸ σκάμμα, ἔργα τε πανίερα, συνειργάσαντο.
Θεοτοκίον
Ἱκετεύω Παρθένε τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· Σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Κοντάκιον. Ἦχος πλ. β', τῆς Ἀναλήψεως. Αὐτόμελον
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.
Κοντάκιον. Τῶν Ἁγίων Πατέρων. Ἦχος πλ. δ'
Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Κάθισμα. Κάθισμα τῶν Πατέρων. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα. Τῶν Ἐπισκόπων. Ὅμοιον.
Πατέρες τρισόλβιοι τῆς Ἐκκλησίας Χριστοῦ, ἐμφρόνως διδάξαντες τὰς ἀληθείας Ἀυτοῦ, τῷ κόσμῳ καὶ ἅπαντα, ὄχλον κακοδοξίας, διελύσατε τάχος, Πνεύματι τῷ Ἁγίῳ, δογματίσαντες ὅρον, ὀρθῶς λατρεύειν τὸν Ἕνα Θεόν, ᾯ ἑδρασθῆναι ἡμᾶς νῦν πρεσβεύσατε.
Καὶ νῦν ... Τῆς Ἀναλήψεως Ὅμοιον
Ὁ ἀνελθὼν εἰς οὐρανοὺς μετὰ δόξης, καὶ συγκαθίσας τῷ Πατρὶ δεξιόθεν, οὗ οὐδαμῶς κεχώρισαι, φιλάνθρωπε Χριστὲ· Πνεῦμα δὲ τὸ ἅγιον, τοῖς σοφοῖς Μαθηταῖς σου, πέμψειν ὑποσχόμενος, καὶ ἡμῶν καταυγάσας, τὰς διανοίας δίδου φωτισμόν, ὡς ἂν ἀπαύστως ὑμνῶμέν σε Δέσποτα.







ᾨδὴ δ'. Ὁ Ἀναστάσιμος.
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».
Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.
Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.

Κανὼν τῶν Πατέρων. Χριστός μου δύναμις
Νοθεύσας Ἄρειος, φρενὶ ἀγνώμονι, τὴν ὀρθόδοξον πίστιν ταῖς πατρικαῖς, ψήφοις ἐξωστράκισται, τῆς Ἐκκλησίας σεσηπός, ὥσπερ μέλος ὁ δυσώνυμος.
Ὑπὲρ σοῦ Δέσποτα, ἀγωνιζόμενος, ὁ χορὸς τῶν Πατέρων, σοῦ τοὺς ἐχθρούς, ἄγαν ἐτροπώσατο, καὶ συμφυῆ σε τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐδόξασε.
Μεσίτης γέγονας, Θεὸς καὶ ἄνθρωπος, τοῦ Θεοῦ καὶ ἀνθρώπων· ὅθεν Χριστέ, δύο σε ταῖς φύσεσιν, ἕνα γνωρίζοντες Υἱόν, οἱ θεόφρονες ἐκήρυξαν.
Θεοτοκίον
Νεκρόν μὲ ἔδειξε, φυτοῦ ἀπόγευσις· τῆς ζωῆς γὰρ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον με κατέστησεν.

Κανὼν τῶν Ἐπισκόπων. Εἰσακήκοα, Κύριε.
Ἀναστάσιος πάνσοφος, τῆς Ὀρθοδοξίας μέγα προπύργιον, ἀνεδείχθη ὁ πανθαύμαστος, διὰ εὐσεβείας καὶ σεμνότητος.
Σὺν αὐτῷ Ἡλιόδωρος, ἔλαμψεν ὁ μάκαρ διὰ τῆς πίστεως, ἀρετῆς καὶ ὁσιότητος, ἐν τῇ Ἐκκλησίᾳ ὁ πανάριστος.
Παντελῶς ἐξειργάσατο, ὁ Δονᾶτος ἅμα, τὸ μέγα τρόπαιον, τῆς Συνόδου ὁ θεόληπτος, τῆς ἀειπαρθένου ὢν ὑπέρμαχος.
Θεοτοκίον
Ἀπολαύοντες πάναγνε, τῶν Σῶν δωρημάτων Σοὶ χαριστήρια, ἀναμέλπομεν ἐφύμνια, οἱ γινώσκοντές Σε Θεομήτορα




ᾨδὴ ε', Κανὼν Ἀναστάσιμος.
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».
Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.
Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

Κανὼν τῶν Πατέρων. Τῷ θείῳ φέγγει σου.
Ὡραῖοι πόδες ὡς ἀληθῶς, σὲ τῶν κηρυττόντων τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν, πάντων τῶν Ἀγγέλων, καὶ τῶν ἀνθρώπων Χριστέ, καὶ πλήθει τῆς εἰρήνης κόσμον συνάπτουσαν.
Σοφίαν δύναμιν τοῦ Πατρός, Λόγον ἐνυπόστατον Χριστέ, σὲ συνελθόντες ἐκήρυξαν, οἱ τῆς Παναγίας ἱερωσύνης σεπτῶς, τῷ νόμῳ σφραγισθέντες θεῖοι Διδάσκαλοι.
Ὑδάτων νάματα καθαρά, τῆς διδασκαλίας τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ποτίσαντες, ἐπὶ τῶν ὑδάτων της ἀναπαύσεως νῦν , τρυφᾶτε δι' αἰῶνος ἀγαλλιώμενοι.
Θεοτοκίον
Λυχνίαν πάναγνε φαεινήν, πᾶσιν ἀπαυγάζουσαν Χριστόν, δικαιοσύνης τὸν Ἥλιον, σὲ εἰδότες, μόνη Θεογεννῆτορ ἁγνή, τὴν σὴν νῦν προστασίαν ἐπικαλούμεθα.

Κανὼν τῶν Ἐπισκόπων. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς, ὦ Ἀττικὲ θαυμασιώτατε, τὴν σὴν εὐσέβειαν ἐμπνέων ἡμῖν, Ὀρθοδοξίας σὺ γενόμενος ἀπαύγασμα.
Ἔμπλησον ἡμᾶς, τετρακτὺς Πατέρων σήμερον, τῆς σῆς φαιδρότητος· διδοῦσα ἀεί, Ὀρθοδοξίας ἐπικράτησιν καὶ θρίαμβον.
Ῥῶσιν τῆς ψυχῆς, καὶ τοῦ σώματος παράσχου μοι, ἵνα ὑμνῶ διαπαντὸς τὸν Θεόν, διακηρύττων τὴν ὀρθόδοξον παράδοσιν.
Θεοτοκίον
Ἔμπλησον ἁγνή, εὐφροσύνης τὴν ζωὴν ἡμῶν, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.



ᾨδὴ ς', Κανὼν Ἀναστάσιμος.
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε».
Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαῤῥήξας, τὸν κόσμον ἠλευθέρωσας.
Ἀδὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.
Θεοτοκίον
Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.

Κανὼν τῶν Πατέρων. Τοῦ βίου τὴν θάλασσαν.
Παθεῖν οὐ δεδύνηται, ζιζανίων ὁ σπορεύς, τὸ τῆς προνοίας ἄφατον, τῆς μανίας ἐπώνυμος ὁ κληθείς· Ἰούδαν ζηλώσας γάρ, ὡς ἐκεῖνος ἐῤῥάγη ὁ παμπόνηρος.
Ὁ θεῖος κατάλογος, τῶν Πατέρων ὁ σεπτός, μονογενὲς ἀπαύγασμα, τῆς οὐσίας ἐκλάμψαν τῆς Πατρικῆς, κηρύττει σε Δέσποτα, καὶ πρὸ πάντων γεννηθέντα Υἱόν.
Γαστὴρ διαῤῥήγνυται, κατὰ λόγον ἡ πηγή, τὴν θολερὰν καὶ ἄποτον, αἱρέσεων πηγάσασα δυσσεβῶν, ἀρότρῳ δεήσεως, ἱερέων ἐνθέων προμηθέστατα.
Θεοτοκίον
Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν, καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.

Κανὼν τῶν Ἐπισκόπων. Τὴν δέησιν.
Συνέτισον, ὦ τετρὰς τῶν Πατέρων, τὰ τεκνία Ἐκκλησίας ἁπάσης, Ὀρθοδοξίαν ὑμνεῖν καὶ δοξάζειν, καὶ ἐν παντὶ περιέπειν ἑκάστοτε, ἵνα ὁ κόσμος δι’ αὐτῆς, τῆς ἐχθρῶν κακουργίας ἐκρύσασθε.
Ἐν πέρασιν, οἰκουμένης Ἅγιοι, ἐδιδάξατε ὀρθῶς τὸ πιστεύειν, τῷ ἐν Τριάδι Θεῷ καὶ Μονάρχῃ, τὴν Ἐκκλησίαν Αὐτοῦ ἀγαπήσαντες, καὶ ἀνυμνοῦντες ἐς ἀεί, τῇ καρδίᾳ ἡμῶν καὶ τοῖς χείλεσιν.
Ὑμνήσωμεν, τοὺς Ποιμένας σήμερον, Νικοπόλεως κλεινῆς ἐν Ἠπείρῳ· τῇ δὲ αὐτῶν, εὐσεβείᾳ καὶ πίστει, προσηλωθῶμεν οἱ πάντες θερμότερον· ὅπως ῥυσθῶμεν πειρασμῶν, καὶ ἐκ πάσης παγίδος τοῦ δαίμονος.
Θεοτοκίον
Χαρίτωσον, τὰς καρδίας πάνσεμνε, Ὀρθοδόξων εὐλαβῶν ἱερέων, ἀρχιερέων ὁμοῦ καὶ λαοῦ τε, εἰς τὸ δοξάζειν ἀπαύστως τὸν Κύριον, τὸν γεννηθέντα παρὰ Σοῦ, πρὸς ἡμᾶς σωτηρίαν Θεόνυμφε.

Κοντάκιον. Τῶν Ἐπισκόπων. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τοῖς θεοφόροις καὶ σεπτοῖς Πατράσι σήμερον, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι ἐκ κινδύνων τὴν Ἐκκλησίαν, καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντας τὴν πανίερον, καὶ φωσφόρον αὐτῶν μνήμην ὅπως κράζωμεν· νίκας δίδετε, ὦ Ποιμένες θεσπέσιοι.
Ὁ Οἶκος.
Πάσης σοφίας καὶ εὐκλείας ὑπέρκειται τῶν σοφῶν Ἱεραρχῶν τῆς Νικοπόλεως τὸ μνημόσυνον. Τῷ γὰρ οὗτοι θείῳ ἔρωτι τρωθέντες, καὶ ποικίλοις χαρίσμασιν κοσμηθέντες, τὴν τοῦ Παναγίου Πνεύματος χάριν ἀπέλαβον, ἐπὶ τὴν τιμὴν τῆς ἀρχιερωσύνης ἀναχθέντες· ὅθεν, ἀνδρειοφρόνως πᾶσαν τοῦ κόσμου τερπνότητα ἀπαρνησάμενοι, καὶ τὸν τῶν ἀρετῶν δίαυλον διελθόντες, πρόμαχοι τῆς ἁγιωτάτης Ὀρθοδοξίας ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ ἀνεδείχθησαν· διόπερ, κἀμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι τούτους, ὡς εὐαρέστους γενομένους Θεῷ, θεοφόρους Πατέρας καὶ Διδασκάλους τῆς εὐσεβείας, ἣν ἐκδυσωποῦμεν διαπαντὸς φρονεῖν τε καὶ ἀσάλευτον τηρεῖν, πρὸς τὸ βοᾷν αὐτοῖς ἐς ἀεί τε καὶ κράζειν· νίκας δίδετε, ὦ Ποιμένες θεσπέσιοι.






















Συναξάριον. Τοῦ Μηναίου, καὶ εἶτα τὸ παρόν·
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων.
Πόλου νοητοῦ ἀστέρες σελασφόροι.
Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.
Κατὰ Ἀρείου
Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων,
Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.

Τῇ αὐτῇ ἡμέρᾳ, συνοερτάζομεν τοὺς Ἁγίους θεοφόρους Πατέρας τῶν Ἁγίων Α’, Γ’, Δ’ καὶ Ζ’ Οἰκουμενικῶν Συνόδων, Ἀρχιεπισκόπους δὲ τῆς ἐν Ἠπείρῳ Νικοπόλεως γενομένους· Ἡλιόδωρον, Δονᾶτον, Ἀττικὸν καὶ Ἀναστάσιον.
Ὕμνοις Πατράσιν ἑορτάζειν ἀπαύστως,
Ὀρθοδοξίας μέγα Νικοπόλεως.
Τούτων ὁ μὲν Ἠλιόδωρος ἦν, ἐπὶ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου, ἐπίσκοπος Κερκύρας, ὑπὸ τὸν τῆς παλαιᾶς Ἠπείρου ἀρχιεπίσκοπον Νικοπόλεως διατελῶν, ὃς καὶ ἐν τῇ, κατὰ τὴν Νίκαιαν Πρώτῃ ἁγίᾳ Οἰκουμενικῇ Συνόδῳ συμπαρήδευσε, καταισχύνας τὸν παμμίαρον Ἄρειον, ψήφῳ τὴν αὐτοῦ αἵρεσιν ἐξοστρακίσας· μεθ’ ὃ προήχθη εἰς τὸν τῆς Νικοπόλεως ἀρχιεπισκοπικὸν θρόνον· ἔνθεν ὑπὲρ τῆς Ὀρθοδοξίας ἠγωνίσατο, καὶ ἐν τῇ ἁγίᾳ τοπικῇ Συνόδῳ τῆς Σαρδικῆς (342/3).
Ὁ δὲ Δονᾶτος ἦν, ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ἀρχιεπίσκοπος τῆς Νικοπόλεως, ὃς καὶ τὰ τήν, ἐν Ἐφέσῳ, Τρίτην ἁγίαν Οἰκουμενικὴν Σύνοδον (431) διέλαμψε, τὸν δυσσεβῆ Νεστόριον καθελὼν καὶ τὴν ὑπέραγνον Μαριὰμ ὡς ὄντως Θεοτόκον δογματίσας.
Ὁ, μετ΄ αὐτόν, Ἀττικός, ἀρχιποίμην καὶ οὗτος τῆς Νικοπόλεως γεγονώς, ἐπ’ Ὀρθοδοξίᾳ δὲ διακρινόμενος, ἐν τῇ, κατὰ Χαλκηδόνα, Τετάρτῃ ἁγίᾳ Οἰκουμενικῇ Συνόδῳ (451), τὸν αἱρεσιάρχην Εὐτυχῆ κατεκερμάτισε, ψήφῳ τιμίᾳ, τοῖς 629 θεοστεφέσι Πατράσι συνταυτισθείς.
Τέλος, ὁ Ἀναστάσιος, πρόεδρος τῆς Νικοπόλεως, κοινωνὸς γέγονε τῶν θειοτάτων Πατέρων τῆς ἐν Νικαίᾳ Ἑβδόμης Οἰκουμενικῆς Συνόδου (787), στηλιτεύσας τοὺς εἰκονομανεῖς εἰκονομάχους αἱρετικούς, τὴν δὲ τῶν σεπτῶν καὶ ἁγίων Εἰκόνων προσκύνησιν ἐνθέρμως δογματίσας.
Ταῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ', Κανὼν Ἀναστάσιμος.
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».
Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Κανὼν τῶν Πατέρων. Δροσοβόλον μὲν τὴν κάμινον
Νενικήκατε μανίας τὸν ἐπώνυμον, Ἄρειον, τὸν μανέντα δεινῶς, καὶ λαλήσαντα εἰς τὸ ὕψος ἄδικα Θεοῦ· Υἱῷ γὰρ ἠρνήσατο βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὸν Υἱὸν βροντῆς μιμούμενοι θεσπέσιοι, Λόγον Πατρὶ συνάναρχον, καὶ ὁμόθρονον, πυριμόρφοις στόμασιν ὑμῶν, τοὺς πάντας διδάσκετε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ὑπόπτεροι τῷ Λόγῳ βοηθήσαντες, ἥκετε θεομακάριστοι· οἰκουμένης γὰρ ἐκ περάτων ἤθροισεν ὑμᾶς, τὸ Πνεῦμα τὸ ἅγιον βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ σε μὴ φλέξαν, ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογημένη ἡ Θεόν σαρκὶ κυήσασα.

Κανὼν τῶν Ἐπισκόπων. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐκ τῆς ἐν Ἠπείρῳ Νικοπόλεως τέτταρες θεοφάντορες, Πατέρες ἐν Συνόδοις, φρουροὶ Ὀρθοδοξίας, ἐκ βαθέων ἐκραύγαζον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωμάτων καὶ ψυχῶν τε ἰατροὶ κατὰ πνεῦμα γεγένησθε, τῆς πλάνης καὶ τοῦ ψεύδους, πολέμιοι δειχθέντες, ἀληθείας ἀκέστορες· διὸ προστάτας ἀκλινεῖς, ὑμᾶς θερμούς τε σχῶμεν.
Φυλάττοντες τὴν ποίμνην καὶ ἡμᾶς ἐν τῇ πίστει καὶ τῇ ὁσίᾳ ζωῇ, Ποιμένες θεηγόροι, ἐκ πλάνης ἐπηρείας, τῶν δαιμόνων ὡς κράζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἱλαστήριον Σῶτερ καὶ πηγὴν ἀφθαρσίας τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, ἐν τῇ Ὀρθοδοξίᾳ, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η', Κανὼν Ἀναστάσιμος.
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».
Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Πατέρων. Ἐκ φλογὸς τοῖς Ὁσίοις
Πυρσωθέντες ἀκτῖσι τῆς σῆς Θεότητος, οἱ χρηστοί σου Ποιμένες σὲ ὡμολόγησαν, γενεσιουργὸν τῶν ἁπάντων καὶ Κύριον, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ χορὸς τῶν Ποιμένων ὁ παναοίδιμος, ἀθροισθεὶς θεοφρόνως Τριάδα ἄκτιστον, νῦν θεολογῶν, πάντας διδάσκει βοᾶν· Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἱεράρχαι ποιμένες οἱ ἀξιάγαστοι, τὴν Χριστοῦ Ἐκκλησίαν, καταφωτίζουσιν, ἄλλοι ἀλλαχοῦ ταύτην καταφαιδρύναντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μυστικῶς ἐν εἰκόσι προεθεάσαντο, οἱ Προφῆταί σε πάντες Λόγον κυήσουσαν· σάρκα γὰρ ἐκ σοῦ λαβὼν οὗτος προῆλθε διπλοῦς, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Ἐπισκόπων. Τὸν Βασιλέα.
Λύτρωσιν ὅπως, ἐκ τῶν δεινῶν προσδεχθῶμεν, ἱκετεύσατε Κυρίῳ Πατέρες, ἵνα σεσωσμένοι, ὦμεν εἰς τοὺς αἰῶνας.
ᾌσμενοι πάντες, λαμπαδηφόροι τιμῶμεν, Νικοπόλεως τοὺς θείους Ποιμένας· καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥήτορες δεῦτε, ἐγκωμιάσατε θείως, τοὺς μεγάλους ἡμῶν ἀρχιεράρχας, εὐφημοῦντες ἅμα, αὐτοὺς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐπὶ Σὲ Κόρη, πᾶσαν ἡμῶν τὴν ἐλπίδα, ἀνατίθεμεν ὑπὲρ τῆς σωτηρίας, Ἐκκλησίας ἔθνους, ἡμῶν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ', Κανὼν Ἀναστάσιμος.
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».
Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.
Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
Τριαδικόν
Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄῤῥητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.

Κανὼν τῶν Πατέρων. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον
Εὑρὼν συμμάχους ὑμᾶς συνήθροισε, τῇ κραταιᾷ δυνάμει καθοπλίσας τοῦ Πνεύματος, ὁ Πατρὶ συνάναρχος καὶ σύνθρονος, Λόγος ὁ πρὸ αἰώνων, ὃν νῦν Πανίεροι, σύν ταῖς οὐρανίαις στρατιαῖς, ἀεὶ δοξάζετε.
Νομὴν Ἀρείου δεινῆς αἱρέσεως, ὡς ἰατροὶ ψυχῶν τε καὶ σωμάτων ἐστήσατε, ἱερῶς τῆς πίστεως τὸ Σύμβολον, πᾶσιν ἐκτεθεικότες· ὃ νῦν κατέχοντες, μνήμην τὴν ὑμῶν, Ἱερουργοί, ἀεὶ δοξάζομεν.
Ὡς φῶς ὑπάρχων, Χριστέ, πανάχραντον, τῆς τῶν παθῶν ἀχλύος τὴν ψυχήν μου ἐκλύτρωσε, ταῖς πρεσβείαις Δέσποτα τῶν σῶν λειτουργῶν, τῶν νῦν σε κηρυξάντων, ἄναρχον, ἄκτιστον, κτίστην τε τῶν ὅλων, καὶ Θεὸν Πατρὶ συνάναρχον.
Θεοτοκίον
Νεκροῖς ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀῤῥήτου κυήσεως, Θεοτόκε Δέσποινα· ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδὲς σαφῶς διέλυσεν.

Κανὼν τῶν Ἐπισκόπων. Κυρίως Θεοτόκον.
Τιμίοις κατὰ χρέος, ῥήμασι τιμῶμεν, καὶ εὐφημοῦμεν ὑμᾶς ἱερώτατοι, σὺν τῶν Πατέρων χορείαις, ἀεὶ ἐκλάμποντας.
Ὁρῶντες ἐν τῇ ἄνω, θείᾳ κληρουχίᾳ, ἡμᾶς ἀπαύστως στεφάνους κατέχοντας, παρὰ Χριστοῦ εἰληφότας, θερμῶς δοξάζομεν.
Θεοτοκίον
Ὑμνοῦμέν Σε Παρθένε, μετὰ τῶν Πατέρων, ἀδιαλείπτως ἐν Σοὶ καταφεύγοντες· Σὲ γὰρ θερμὴν προστασίαν οἱ πάντες ἔχομεν.
Ἐξαποστειλάριον. Ἀναστάσιμον. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναήλ, τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἵ, Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον, φανείς, καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Ἐξαποστειλάριον. Ἕτερον τῶν Πατέρων. Γυναῖκες ἀκουτίσθητε.
Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον· πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν Σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα Λόγον δοξάζειν, και τὸ πανάγιον Πνεῦμα.
Ἐξαποστειλάριον. Ἕτερον τῶν Ἐπισκόπων. Ὅμοιον.
Εὐφραίνεται Νικόπολις, Ἠπείρου ἐγκαλλώπισμα, ἐπὶ τῇ μνήμῃ τῶν θείων, τῆς Ἐκκλησίας Ποιμένων· διὸ προθύμως ἥκοντες, τιμῶντες τούτους σήμερον, ἐκδυσωποῦντες τὸν Κτίστην, δοῦναι ἡμῖν σωτηρίαν.
Ἐξαποστειλάριον τῆς Ἀναλήψεως. Ἦχος β’. Αὐτόμελον.
Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.

Αἶνοι. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος πλ. β΄
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.







Τῶν Πατέρων Προσόμοια δύο. Ἦχος ὁ αὐτός. Ὅλην ἀποθέμενοι.
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

Τῶν Ἐπισκόπων, Προσόμοια δύο. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Στ.: Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τῆς Νικοπόλεως δῆμος τέρπου καὶ χόρευε, ἐπὶ τῇ πανηγύρει, τῶν Ἁγίων Πατέρων, Δονάτου παναρίστου καὶ Ἀττικοῦ, Ἡλιοδώρου τοῦ μάκαρος, Ἀναστασίου· τιμήσωμεν εὐλαβῶς, τὸ σεπτὸν αὐτῶν μνημόσυνον.

Στ.: Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ.
Αἱ τῶν Ἁγίων Συνόδων χορεῖαι σήμερον, λαμπφοροῦσαι πάνυ, ἑορτάζειν καλοῦσι, Πατέρας τοὺς Ἁγίους θεοστεφεῖς, Ἀποστόλων ὁμόφρονας, καὶ διδασκάλους τῆς πίστεως ἀκλινεῖς, Ὀρθοδόξων τοὺς ἀκέστορας.

Δόξα. Τῶν Ἁγίων. Ἦχος πλ. δ΄.
Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.





Καὶ νῦν. Θεοτοκίον. Ἦχος β'.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τῆς Ὀρθοδοξίας τοὺς ἀρχηγούς, Δονᾶτον τὸν μέγαν, Ἡλιόδωρον Ἀττικόν, σὺν Ἀναστασίῳ, σεπτοὺς ἡμῶν Ποιμένας, τρανῶς καὶ εὐγνωμόνως, ἀνευφημήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου