Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 17. ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΖ΄!!
ΑΘΑΝΑΣΙΟΣ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Πάντες, οἱ εὐσεβεῖς σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν ἀθανασίας ἐπώνυμον, καὶ Ἀθανασίου ἐφάμιλλον, Χριστιανουπόλεως ποιμένα, δοχεῖον, λαμπρὸν γενόμενον τοῦ πνεύματος, τὸ σῶμα, σὺν τῇ ψυχῇ ἀποκαθάραντα, τῆς τῶν παθῶν τρικυμίας· ὅθεν ἠξιώθη, ἀεννάως θαυματουργεῖν, Χριστῷ παριστάμενος, τῷ σώσαντι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Δεῦτε, ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν κάραν, εὐωδίας οὖσαν ἀνάπλεων, καὶ πάμπολλα θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην, βοῶντες· σὲ ἀνυμνοῦμεν παντοδύναμε, προστάτην καὶ ἀρωγὸν ἡμῖν ἐκφήναντα, τὸν Ἀθανάσιον ὄντως, οὗ τὸ θεῖον σκῆνος, εὐωδίας πολλῆς πληροῖς, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)

Θαῦμα, ἐκπληκτικὸν γέγονε, καὶ κατέπληξε τοὺς τολμητίας, τοὺς βεβήλους χεῖρας ἐκτείναντας, καὶ τὰ λείψανά σου συλλήσαντας, ἐκλονίσθη πᾶσα ἡ οἰκία, καὶ κρότος, φρικτὸς καὶ μέγας καὶ παννύχιος, σὲ ζῶντα καὶ μετὰ θάνατον ἀπέδειξε· καὶ οἱ αὐτόπται νῦν ζῶσιν, οὗτοι μαρτυροῦσιν, ὅτι σὺ εἶ θαυματουργὸς κλεινὲ Ἀθανάσιε, εὐχαῖς σου πάντες σωθείημεν.

Πόθῳ, θεοτερπεῖ σήμερον, ἀσπασώμεθα τὸ θεῖον σκῆνος, τοῦ ἀξιαγάστου Πατρὸς ἡμῶν, Ἀθανασίου τοῦ μάκαρος, τοῦ κρουνοῖ δακρύων καθαρθέντος, τὸ μέγα, τῆς Γορτυνίας ἐγκαλλώπισμα, καὶ θεῖον Μονῆς Προδρόμου στύλον ἄσειστον, τῆς εὐποιΐας τὸν πλοῦτον, τὸν ᾀεὶ δηλοῦντα, ἀγανάκτησιν τοῦ Θεοῦ, τριγμῷ τῆς σῆς λάρνακος, τιμῶμέν σε Ἀθανάσιε.






Δόξα. Ἦχος πλ. α΄.
Ὡς θαυμαστά Σου τὰ ἔργα Χριστέ! ἀνέδειξας ἐν τοῖς ἐσχάτοις χρόνοις, θαυματουργὸν τὸν ἱεράρχην Σου Ἀθανάσιον. Σὲ γὰρ τὸν βαρύτιμον ποθήσας μαργαρίτην, τὸν πλοῦτον καὶ τὴν δόξαν, σκύβαλα ἐλογίσατο. Καὶ τοῖς ἴχνεσί Σου ἀκολουθῶν, πνεῦμα καὶ σῶμα ταῖς ἀρεταῖς ἀπεθέωσεν· ὅθεν τό· ἐπίβλεψον Κύριε, ἐκφωνῶν, λαμπρότατον ἄστρον, πρὸ τοῦ στόματος αὐτοῦ ἑωρᾶτο. Τὴν δ’ ὁλολύζουσαν γοερῶς, ἐπὶ τοῦ θείου λειψάνον, νεκρὸς τὴν χεῖρα ὕψωσε, καὶ ταύτην ηὐλόγησε. Μεγαλουργὲ Ἀθανάσιε, πρέσβευε τοῦ ῥυσθῆναι ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ βελίαρ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.









Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τοὺς ὑπὲρ ἄνθρωπον ἀγῶνάς σου, καὶ τὰς πυκνὰς χαυμενίας, πῶς μὴ θαυμάσωμεν, ἱεροφάντα θεσπέσιε. ἀρχῆθεν γὰρ προορισθείς, τὸν τιμαλφῆ καὶ ἰσάγγελον τῆς παρθενίας χιτῶνα, ἄσπιλον διεφύλαξας. Καὶ τοῖς τερπνοῖς καὶ χαμαιζήλοις τοῦ βίου χαίρειν εἰπών, νύκτωρ τε μεθ’ ἡμέραν, τῷ Σωτῆρι ἐβόας· ἡ ψυχή μου ἐκκολήθη ὀπίσω σου, γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι· ὅθεν ἀνελθὼν εἰς τὸ περίβλεπτον ἱεραρχίας ὕψος, ἐπινεύσει τῆς Θεοτόκου, πᾶσαν ἀρετὴν ἑαυτῷ ἐνεθησαύρισας, καὶ θαυματουργὸν σεαυτὸν ἀναπέφηνας· πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.

Ὁ αὐτός.
Τὴν πίστιν τετήρηκε, τὸν δρόμον τετέλεκε, ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὁ Χριστιανουπόλεως Ἀθανάσιος. Ποιμαίνων γὰρ καὶ πυκτεύων, καὶ τὴν σάρκα δουλαγωγῶν, τοῖς πᾶσι, πάντα γέγονεν, ἵνα πάντας κερδήσῃ. Καὶ τὸν Σωτῆρα μιμούμενος, ὑπὲρ τῶν προβάτων τὴν ψυχὴν αὐτοῦ ἐτίθει· διό, καὶ τοῦτον ἐδόξασεν ὁ Χριστός, καὶ ζῶντα καὶ μετὰ θάνατον· τῷ τρισηλίῳ οὖν φωτί, φαιδρὸς παριστάμενος πρέσβευε ὑπὲρ ἡμῶν, τοῦ Εὐαγγελίου κήρυξ διαπρύσιε.

Ὁ αὐτός.
Ὡς ἀργαλέος ἐστὶν ὁ δρόμος τῆς ἀρετῆς! Διὸ καὶ παρὰ Θεοῦ στεφανοῦνται, οἱ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενοι, καὶ ἀκλινῶς πολεμοῦντες, καὶ κόσμον καὶ κοσμοκράτορα. Ἀλλ’ ὦ Κερκύρας βλάστημα, καὶ Γορτυνίας καύχημα, τῆς Χριστιανουπόλεως ἱερουργὲ καὶ ποιμάντωρ, ἐν οὐρανοῖς χοροβατῶν, καὶ ἐπὶ γῆς ἀπείροις θαύμασι δοξασθείς, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀθανάσιε.



Δόξα. Ἦχος δ΄.
Σήμερον σκιρτήσωμεν καὶ πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ ἱεράρχου. Τὸν γὰρ Σωτῆρα τοῦ παντός, οὗτος ἐπιποθήσας, γονεῖς, μνηστήν, σὺν τοῖς λοιποῖς τοῦ βίου θελγήτροις ἀπηρνήσατο. Καὶ τῇ λυχνίᾳ ἐπιβὰς διὰ τῆς Θεοτόκου, τῇ ἀόκνῳ διδασκαλίᾳ, Θεὸν καὶ ἄνθρωπον ἐκήρυξε. Φόβῳ καὶ τρόμῳ δὲ τοῦτον θύων, ὅλην ἐν αὐτῷ τὴν Τριάδα ἐπεσπάσατο. Καὶ τὴν ψυχὴν τῆς τῶν παθῶν ἀχλύος ἐκκαθάρας, γυμνητιώντων καὶ πειναλέων, χηρῶν τε καὶ ὀρφανῶν ὑπῆρξε παραμύθιον· ὅθεν τοῖς θαύμασιν ἐδοξάσθη, μέλλοντα προειπών, καὶ τοὺς τῆς λίμνης βατράχους ἀφώνους ἀπειργάσατο, αὖθις δὲ τούτοις τὸ κοάζειν, μετὰ καιρὸν ἐχαρίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, εἰρήνην τῇ πίστει δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Διάδοχος ὤφθης ἀληθής, Πάτερ Ἀθανάσιε, τῶν Ἀποστόλων καὶ ἔνδοξος, καὶ διαπρύσιος, τοῦ Χριστοῦ θεράπων, καὶ ποιμὴν ἐγρήγορος, εἰσάγων καὶ ἐξάγων τὸ ποίμνιον, ὃ ἐλυτρώσατο, ὁ Σωτὴρ ἰδίῳ αἵματι, καὶ ἐλαύνων πρὸς νομὴν σωτήριον.

Στ.: Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Γορτύνιοι ἅπαντες τορῶς, δεῦτε συναθροίσθητε, καὶ τὸν ποιμένα ὑμνήσατε, κατασπαζόμενοι, ἐν ἀπλέτῳ πόθῳ, σῶμα τὸ μυρίπνοον, καὶ κάραν τὴν ἁγίαν καὶ πάντιμον, τὴν ἀπελαύνουσαν, τὰ πολλὰ δεινοπαθήματα, καὶ φρουροῦσαν, τοὺς πιστῶς προστρέχοντας.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Τῷ πόθῳ Χριστοῦ τρωθεὶς σοφέ, ἱεράρχα ἔνδοξε, θαυματουργὲ Ἀθανάσιε, καὶ τοῦτον ἀκλινῶς, ἐν τοῖς στέρνοις φέρων σὺν Πατρὶ καὶ Πνεύματι, προλέγειν ἠξιώθης τὰ μέλλοντα· Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος γ΄.
Λαμπροφανὴς καὶ πανένδοξος ἐπέφανεν νῦν ἡ μνήμη σου Ἀθανάσιε. Ἀγγελικῶς γὰρ βιώσας, ἐν μέσῳ τύρβης τῆς κοσμικῆς, τὸ χεῖρον τῷ κρείττονι καθυπέταξας, καὶ τὴν σὴν ποίμνην ἀόκνως, τῶν κακοδόξων αἱρετικῶν ἄτρωτον διεφύλαξας· ὅθεν τῶν τῇδε ὑπεραρθείς, τῶν Ἀποστόλων ὁμόσκηνος γέγονας. Καὶ ὑπερφυῶς θαυματουργῶν, τοὺς τὴν σὴν μνήμην τελοῦντας, ταῖς εὐλογίαις οὐρανόθεν καταστρέφεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοὺς τελοῦντας τὴν μνήμην, καὶ τιμῶντας τὸ σῶμά σου, καὶ πανευλαβῶς προσκυνοῦντας τὴν μυρίπνοον κάραν σου, ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, ἱκέτευε Χριστὸν τὸν ἀγαθόν, καὶ ταῖς σαῖς θερμαῖς πρεσβείαις, τῶν κινδύνων σῷζε, ὦ Ἅγιε Ἀθανάσιε. Ἔχων δὲ καὶ συμπρεσβευτήν, τὸν μέγαν Κυρίου Πρόδρομον, ἔσο ἀοράτως τῆς Μονῆς, φρουρὸς καὶ προπύργιον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βίον ἰσάγγελον, θεομακάριστε, Πάτερ διήνυσας, ἐν μέσῳ κλύδωνος, τοῦ κοσμικοῦ καὶ τῶν κακῶν, καὶ ὕλης τῆς φθειρομένης· ὅθεν ἀπεξήρανας, τῶν δακρύων τοῖς ῥεύμασι, τῶν παθῶν μακάριε, τὸν ἀκάθεκτον χείμαῤῥόν· διὸ καὶ πρεπωδέστατα μέλπομεν, πίστει σὴν μνήμην ἱεράρχα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πανήγυριν φαιδράν, ἱερὰν πανδαισίαν, σκιρτῶσα ἐκτελεῖ, ἡ Μονὴ τοῦ Προδρόμου, σοφὲ Ἀθανάσιε, ἐν τοῖς κόλποις κατέχουσα, τὴν σὴν πάντμον, καὶ θεοβράβευτον κάραν, ἀνυμνοῦσά σου, τοὺς ἐναρέτους ἀγῶνας· διὸ ταύτην φύλαττε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τὸν Γορτυνίας ἀδελφοὶ φρουρὸν καὶ φύλακα, καὶ τοῦ Προδρόμου τῆς Μονῆς ἔρεισμα ἄσειστον, Ἀθανάσιον πάντες τὸν ἐν ἱεράρχαις, προφρόνως νῦν ἑορτάσωμεν ἐν ᾠδαῖς, βοῶντες ἀκαταπαύστως· φρούρει ἡμᾶς καὶ περίσωζε Ἅγιε, παντοδαπῶν ἀσθενειῶν, καὶ πάσης ἄλλης θλίψεως, καὶ παντοίας κακώσεως.
 Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον εἰς Ἱεράρχην.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀθανάσιε Πάτερ, τῇ πολιτείᾳ ἰσάγγελε, καὶ πιστὲ Χριστοῦ θεράπων, ὡς ἔχων παῤῥησίαν πρὸς Αὐτόν, περίσωζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, ἐκ παντοίων κινδύνων, ὅτι πρὸς σὲ καταφεύγομεν.





Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μέλπω τοῦ Χριστοῦ θεῖον ἱεροφάντην. Ἐν δὲ τοῖς Θεοτοκίοις: Μαρτῖνος.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Μολπὴν σοὶ προσάγοντι, κανόνος τούτου, προσδέχου ὦ Ἅγιε, καὶ τἀμὰ πταίσματα, νοός μου τὰς ἐκτροπάς, σαῖς πρὸς Θεὸν θερμαῖς λιταῖς, ἄρδην ἐξάλειψον.
Ἐχθρὸν τὸν παμπόνηρον, ᾔσχυνας Πάτερ στεῤῥὲ Ἀθανάσιε, Χριστιανουπόλεως, ποιμὴν καὶ ἱερουργέ, πατήσας ταῖς σαῖς ἀρεταῖς, τούτου τὰ ἔνεδρα.
Λαμπρῶς σὲ ἐδόξασε, θαύμασι πλείστοις Τριὰς ἡ ὑπέρθεος, καὶ τὴν θείαν κάραν σου, πανέντιμον θησαυρόν, καὶ τῶν δεινῶν ἀπαλλαγήν, πᾶσι δεδώρηται.
Παντοίοις δεδόξασαι, καὶ ἐν τῷ βίῳ Πάτερ Ἀθανάσιε, θαυμαστοῖς τέρασιν, ἀρᾷ γὰρ σῇ ὑποβαλών, βατράχους κοάζοντας, ἀφώνους κατέστησας.
Θεοτοκίον.
Μαρία πανάχραντε, εὐλογημένη φωτός, οἰκητήριον, καὶ ναὸς τοῦ Πνεύματος, Σὺ γέγονας ἀληθῶς, τὸν γὰρ Υἱὸν τὸν τοῦ Θεοῦ, Παρθένος ἐκύησας.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ὦ Ἀθανάσιε ἰσάγγελε, σὺ ἀπαρνήσω σοὺς γεννήτορας, καὶ ἐγκατέλιπες μνηστήν, καὶ τοῦ βίου τὰ θέλγητρα, καὶ τὸν Κύριον ἠγάπησας, τὸν ἡμᾶς ἀγαπήσαντα.
Τὸν γοητεύτριαν δεσμεύσαντα, καὶ νεκρᾷ χειρὶ εὐλογήσαντα, τὴν ἐπὶ φέρετρον τὸ σόν, γοερῶς ὀλολύζουσαν, ἀνυμνοῦμέν σε προφρόνως, ἱερὲ Ἀθανάσιε.
Ὅτε εὐλόγεις τὸ σὸν ποίμνιον, καὶ ἐξεφώνεις τὸ ἐπίβλεψον, οἱ τὴν καρδίαν καθαροί, ἄστρον φεγγοβολώτατον, πρὸ τοῦ στόματός σου ἔβλεπον, εὐλαβῶς ἐξιστάμενοι.
Θεοτοκίον.
Ἁγιωτέρα πάσης κτίσεως, Σὺ ὦ Παρθένε ἀναδέδειξαι, καὶ καθαρώτατος ναός, καὶ πυρίμορφον ὄχημα, καὶ παλάτιον τοῦ λόγου, τοῦ τὸν κόσμον λυτρώσαντος.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Αἰσχύνθητε ἐχθροί, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ πάντες ὑλισταί, τῆς ἀθέου μωρίας, οἱ θαύματα τεράστια, ἀναιδῶς μὴ πιστεύοντες, καὶ νῦν ἔλθετε, Ἀθανασίου τὸ σκῆνον, ἰδεῖν πῶς αὐτό, εὐωδιάζει ἀῤῥήτως, καὶ δαίμονας τέρπεται.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.


ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Νοσήματα διώκεις, καὶ πάθη χαλεπά, καὶ τὰ σπερματοφθόρα ζιζάνια σοβεῖς, τῶν ἐν θερμῇ καρδίᾳ σὲ ἐπικαλουμένων, καὶ τὴν ἁγίαν κάραν σου κατασπαζομένων, ὦ θεοφόρε Ἀθανάσιε.
Χριστὸν ἐπιποθήσας, τὸν θεῖον Λυτρωτήν, ἐκ τῶν γηΐνων Πάτερ, ἀνύψωσας σαυτόν· δι’ ἐγκρατείας ἐκάθηρας τὸ σαρκίον, καὶ ὄντως ἀνεδείχθης τροφεὺς τῶν πενομένων· ὅθεν τὴν μνήμην σου γεραίρομεν.
Ῥηγνύεις σὺ τὸ ὄρος, ποινῇ τῇ τοῦ δεσμοῦ, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον πολλήν· ὅθεν ὐμνοῦμεν Θεόν, τὸν καλῶς εἰδότα, τοὺς λατρευτὰς καὶ φίλους, αὐτοῦ ἀντιδοξάζειν, καὶ θαυμαστοῦν ἀπείρους θαύμασιν.
Ἰάσεων πλημμύρα, ἡ σὴ λάρναξ σοφέ, καὶ νοσημάτων πέλει, ταχὺς φυγαδευτής· διὸ ἀκέστορα ἔχει σε, ἡ Προδρόμου Μονή, καὶ Γορτυνία καύχημα, καὶ προστάτην, ἱερουργὲ πανιερώτατε.
Θεοτοκίον.
Ῥοώδη φύσιν κόσμου, τῷ τόκῳ Σου ἁγνή, ἐπαναφέρεις αὖθις, εἰς ὃ ἦν ἀπ’ ἀρχῆς· διὸ Παρθένον πρὸ τόκου, καὶ ἐν τῷ τόκῳ, καὶ μετὰ τόκον πάντες, ὦ Κεχαριτωμένη, ὁμολογοῦμεν ἐμμελέστατα.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην.
Στενὴν καὶ τεθλιμμένην, σὺ βαδίσας ὁδόν, ῥεύμασι δακρύων, τὴν σάρκα ἐμάρανας, ἐν τῷ κρυπτῷ ταῦτα ποιούμενος· ὅθεν ὁ Χριστός, σὲ τοῖς θαύμασι δοξάζει.
Ταῖς σαῖς πρεσβείαις ἱεράρχα, φρούρει ἡμᾶς, ὅτι πλήν σου ἄλλον ἀρωγόν, οὐ γινώσκομεν, ἐν Γορτυνίᾳ οἱ τιμῶντές σε· ἐλατὴρ γὰρ πέλεις, ποικίλων νοσημάτων.
Ὀργὴν Θεοῦ φρικώδη, τριγμῷ δηλοῖς σῆς σοροῦ, καὶ τὰ ἀναρίθμητα στίφη τῆς ἀκρίδος ἀπήλασας, καὶ κατεξήρανας τὸν δάκτυλον, τοῦ τολμήσαντός σου, τῇ κάρᾳ προσεγγίσαι.
Ὑγρὰν αὐχμῶσαν σαῖς εὐχαῖς, ποιεῖς σὺ τὴν γῆν, καὶ τὴν ἀπειθοῦσάν σοι κώμην, ἐρημίᾳ παρέδωκας, τοὺς γὰς νεκρούς, οὕτοι κατέκαιον, ἐκ πολλῆς ἀνοίας, καὶ δεισιδαιμονίας.
Θεοτοκίον.
Τὴν Σὴν βοήθειαν Κόρη δίδου ἡμῖν, ἄλλην γὰρ ἐκτός Σου Παρθένον οὐκ ἔγνωμεν, μετὰ τὸν τόκον, ὦ πανάσπιλε· ὅθεν Σὲ τιμῶμεν, ἁγνὴ ὡς Θεοτόκον.








ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Θαυματόβρυτος πηγή, Ἀθανάσιε σοφέ, ἡ σὴ κάρα ἀληθῶς, ἀνεδείχθης τοῖς πιστοῖς, καὶ καύχημα, τῶν Γορτυνίων βοώντων πρόφθασον.
Ἔχρισέ σε ὁ Θεός, μύρῳ θείῳ νοητῷ, ἀρχιποίμενα ἡμῶν, καὶ τὸ σῶμά σου λαμπρῶς, ἐδόξασε, σὺν εὐωδίᾳ νῦν σωζόμενον.
Ἵνα σαῖς εὐχαῖς κἀγώ, εὕρω ἵλεων Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ἐν ἡμέρᾳ τῇ φρικτῇ, ἐξύφανα, τὰ τῆς σῆς μνήμης ἑόρτια.
Θεοτοκίον.
Ἵλεών μοι τὸν Υἱόν, Σοῦ ἀπέργασαι ἁγνή, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ὅνπερ, κηρύττομεν Θεόν, ᾀεί τε καὶ ἄνθρωπον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὁ δοξασθεὶς παρὰ Θεοῦ θαυμασίως, δι’ εὐωδίας καὶ θαυμάτων ποικίλων, ἐν τοῖς ἐσχάτοις χρόνοις Ἀθανάσιε· φάνηθι ταχύτατος, καὶ θερμὸς ἀντιλήπτωρ, τῶν δεινῶν λυτρούμενος, τοὺς πιστῶς σὲ τιμῶντας, καὶ τοὺς τὰ λείψανα κατέχοντας τὰ σά, πρὸς μετανοίας, ὁδὸν χειραγώγησον.
Ὁ Οἶκος.
Φώτισόν μου τὴν φρένα, σθένωσόν μου τὴν χεῖρα, ὦ πνεῦμα ζωοποιὸν καὶ αὐτάγαθον, ὅπως ὑμνήσω ἀριπρεπῶς τὸν χθιζά τε καὶ πρώϊζα ἐκ Κερκύρας ἀνατείλαντα φαεινὸν φωστῆρα τῆς Ἐκκλησίας, καὶ λάτρην Χριστοῦ Ἀθανάσιον. Καταφρονήσας γὰρ τῶν γεηρῶν καὶ χαμαιζήλων, ὡς δυνατὸν τὸ κατ’ εἰκόνα ἀκηλίδωτον διετήρησεν, ἀγγελικῶς τὸν βίον διήνυσε, καὶ τῷ διττῷ τῆς ἀρχιερωσύνης τε καὶ ἀσκήσεως χαρίσματι λαμπρυνθείς, ἐν οὐρανῷ τὴν ψυχὴν ἀνεβίβασε. Τῶν δὲ νομιζόντων μύθους εἶναι τὴν ἀρετὴν καὶ τὰ θαύματα δυσσεβῶν τὰ στόματα κατεφίμωσεν· ὅθεν, τῆς μυριπνόου ἐμπιπλάμενοι εὐωδίας, καὶ τὴν πανίερον αὐτοῦ μνήμην τελοῦντες βοῶμεν· ὦ θεῖε Πάτερ, πρὸς μετανοίας, ὁδὸν ἡμᾶς χειραγώγησον.














Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ.
Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη
Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Ἔθνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ,
Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
 Οὗτος ὁ τοῦ Κυρίου Ἀπόστολος, πᾶσαν τὴν οικουμένην ὡς ὑπόπτερός τις διαδραμών, πᾶσαν πλάνην ἐκ βάθρων ἀνέσπασε, τον Χριστον κηρύττων, συνεπομένην ἔχων καὶ τὴν ὑπερθαύμαστον Ιουνίαν, τῷ κόσμῳ ἤδη νεκρωθεῖσαν, καὶ Χριστῷ μόνῳ ζῶσαν. Ὅθεν πολλοὺς πρὸς θεογνωσίας ελκύσαντες, εἰδωλικοὺς μὲν οἴκους κατέστρεφον, ἐκκλησίας δὲ θείας πανταχοῦ οἰκοδομήσαντες, και πνεύματα ἀκαθαρτα ἐξ ἀνθρώπων ἀποδιώξαντες, καὶ πάθη ανίατα θεραπεύσαντες, τὸ κοινὸν χρέος ὡς ἄνθρωποι ὄντες, τῇ φύσει ἀποτιννύασιν. Τούτων καὶ ὁ μέγας Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ μέμνηται: Ἀσπάσασθε, λέγων, Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου, οἳ και πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμήρ, καὶ Παμφυλών.
Φυγὼν Σολόχων τοῦ σατανᾶ τοὺς λόχους,
ἄτρωτος ἤκει πρὸς τὸν ὕψιστον Λόγον.
Οὗτοι στρατιώτες εἰσι, ἐξ Αιγύπτου, ἐν ἔτει 289, ἡρνήθησαν ὅπως θυσιάσουν στὰ εἴδωλα, κηρύττοντες ἑαυτοὺς χριστιανούς. Ὅθεν διὰ τοῦτο, τόσον πολλὰ ἐδάρησαν καὶ ἐτιμωρήθησαν οἱ ἀοίδιμοι, ὥστε ἐπρίσθησαν αἱ πλάται των, καὶ τὸ πρίσμα ἐφούσκωσε καὶ ἀνέβη ἄνω τῆς κεφαλῆς των. Ὅθεν ἐν τῷ μεταξὺ τοῦ δαρμοῦ αὐτοῦ, παρέδωκαν τὰς ψυχάς των ὁ Παμφαμήρ, καὶ ὁ Παμφυλών, ὁ δὲ Ἅγιος Σολοχών, ὀλίγον ἐνδυναμωθείς, ἐπεκαλείτο παῤῥησίᾳ τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ ἐκατηγόρει τὸν ἀρχιστράτηγον Καμπανόν, διὰ τὴν ἀγνωσία του. Ἐκ τοῦτου λοιπόν, ὁ Καμπανὸς θυμωθείς, ἐπρόσταξε νὰ ἀνοίξωσι μὲ τὴν σπάθην τὸ στόμα τοῦ Μάρτυρος καὶ χύσωσιν ἐντὸς αὐτου κρασίον τὸ ὁποῖον εἶχε προσφερθῇ ὡς θυσία εἰς τοὺς Θεούς, ὁ δὲ Ἅγιος ἐδάγκασε μὲ τοὺς ὁδόντας του τὴν σπάθην καὶ ἔκοψε μέρος ἀπὸ αὐτό. Κόψας δὲ καὶ τὰ δεσμὰ τὰ ὁποῖα ἐφόρει, ἐστάθη ἔμπροσθεν τοῦ Καμπανοῦ, μεγαλύνων τὴν Θεότητα τοῦ Θεοῦ. Τότε ἤκουσε καὶ μίαν φωνήν, ἐλθοῦσαν ἐξ οὐρανοῦ, ἡ ὁποία παρεκίνει καὶ ἐδυνάμωνεν αὐτὸν εἰς τὸ μαρτύριον.
Μετὰ ταῦτα, ἐσκόρπισαν κεραμίδια τραχέα εἰς τὸν τόπον τοῦ σταδίου, και ἔπειτα δέσαντες τὸν Ἅγιον ἀπὸ τοὺς πόδας, ἔσυραν αὐτὸν ἐπάνω εἰς τὰ τραχέα ἐκεῖνα καὶ σκληρὰ κεραμίδια, ἀπὸ τὰ ὁποῖα κατατριβόμεναι αἱ πληγαὶ τοῦ Ἁγίου, ἐπροξένουν εἰς αὐτὸν δριμυτάτους πόνους. Ὕστερον τὸν ἔδεσαν ἀπὸ τὴν δεξιὰν χεῖρα καὶ ἐκρέμασαν αὐτὸν  ἀπὸ μίαν δοκὸν τῆς οἰκίας, ἀπὸ δὲ τὸν ἀριστερόν του πόδα ἐκρέμασαν μίαν βαρεῖαν πέτραν, βασανιζόμενος ἀπὸ τὴν ἕκτην ὥραν ἕως τὴν δεκάτην. Ὕστερον δὲ ἔκοψαν τὸ σχοινίον μὲ δρέπανον καὶ πεσὼν ὁ Ἅγιος κάτω, εστάθη ὄρθιος εἰς τους πόδα του. Ὅτε δὲ ἐνύκτωσεν, ὁ Καμπανός, λαβὼν ἕν καλάμιον μὲ τὸν ὁποῖον ἔγραφεν, ἐνέπηξεν αὐτὸ εἰς τὸ ὠτίο τοῦ Ἁγίου, καὶ σπρώξας με βίαν, διεπέρασεν αυτὸ ἕως εἰς τὸ ἐνδότερον μέρος τῆς κεφαλῆς του. Ἐγκαταλείψας ἐκεῖ τὸν Ἅγιον, οἱ παρευρεθέντες χριστιανοί, πῆραν τὸν Ἅγιον πάνω εἰς τὸ ξυλοκρέββατον, ἐπειδὴ παρελύθησαν ὅλα τὰ μέλη του καὶ οὕτως ἦλθεν εἰς τὴν οἰκίαν μίας χήρας. Ἐκεὶ ὁ Ἅγιος φαγὼν ὀλίγον ψωμίον εὐχήθη τοὺς παρεστῶτας χριστιανούς, και ἔπειτα παρέδωσε τὴν ψυχήν του εἰς χεῖρας Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφάνους τοῦ Μυροβλύτου, ἐπισκόπου Σολέας τῆς Κύπρου.
Θεόφανες μάκαρ ποθῶν σὸν Νυμφίον,
Του κόσμου κατέλιπες κενὴν τὴν δόξαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδωρήτου, πρεσβυτέρου τῆς Ἀντιόχειας, μαρτυρήσαντος κατὰ τοὺς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ Παραβάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁλώσεως καὶ πυρπολήσεως τῆς Ἱερουσαλὴμ ἐκ τῶν Περσῶν ἐν ἔτει 614 μ.Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Νεκταρίου καὶ Θεοφάνους τῶν αὐταδέλφων τῶν κτιτόρων τῆς Ἱερᾶς Μονῆς τοῦ Βαρλαὰμ τῶν Μετεώρων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μαϊδούλφου τοῦ Ἄγγλου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐξ Ἰωαννίνων, ἐν Σόφιᾳ τῆς Βουλγαρίας, ἐν ἔτει 1555, λιθοβοληθεὶς τελειοῦται.
Τῷ του Πνεύματος φωτὶ καταυγασθεὶς ὁ Νικόλαος,
τοῦ φθηρομένου πυρὸς τὴν καῦσιν κατεφρόνησεν.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νικόλαος ὁ ἐκ Μετσόβου, ἐν Τρικκάλοις μαρτυρήσας ἐν ἔτει 1617, πυρὶ τελειοῦται.
Ἵν’ ἐκφύγης πῦρ τῆς γεέννης παμμάκαρ,
Tὸ πῦρ ὑπέστης Nικόλαε εὐθύφρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλεαζάρου ἐν Ὄλονετς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὀσίου Ἰωνᾶ τῆς Ὀδησσοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς Μετακομιδῆ τῶν λειψάνων τοῦ Ὁσίου Ἀδριανοῦ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας.
Ὁ χαυμενίαις καὶ δεήσεσι πυκναῖς, καὶ τῇ ἐγκρατείᾳ τὸν ῥοῦν τῶν παθῶν χειρωσάμενος, πνευματικὴν εὐωχίαν ἐν τῇ μνήμῃ αὐτοῦ σήμερον παρατίθεται, καὶ βοᾷν ἐπείγει· εὐλογητὸς ὁ Θεὸς Ἀθανασίου.
Νικήσας νίκην κατὰ τοῦ ἐχθροῦ, ἥνπερ κατενίκησαν Προφῆται καὶ Μάρτυρες, καὶ ὁ κλεινὸς τῶν Ἀποστόλων θίασος, Ἀγγέλους καὶ ἀνθρώπους ἐξέπληξας, ἡμᾶς οὖν σῶζε ἀεί, τοῦ λαοφθόρου λοιμοῦ.
Ἱερατεύσας νεύσει θεϊκῇ, τοῦ Εὐαγγελίου διαπρύσιος κήρυξ σὺ γέγονας, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν ἑπόμενος, ὑπογραμμὸς ἀρετῆς ἀναδέδειξαι, καὶ εὐλογεῖς τὸν Θεόν, ἐν οὐρανοῖς κατοικῶν.
Ἐπὶ τὴν θείαν ἤρθης σκοπιάν, ἀρχιερωσύνης καθαρότητι νοῦ Ἀθανάσιε, καὶ τὸν σταυρόν σου ἐπ’ ὤμων ἀράμενος, τῷ κόσμῳ ἐνεκρώθης ἰσάγγελε, καὶ ἀπεδείχθης τρανῶς, τῶν πενομένων τροφεύς.
Θεοτοκίον.
Νενεκρωμένον πάθεσι δεινοῖς, καὶ τῶν ἀκαθάρτων λογισμῶν, τοῖς βελέμνοις βεβλημένον μὲ ἔγειρον, ὦ Θεοῦ Λόγου ὑπέραγνον σκήνωμα, Μαρία Θεοτόκε Μητράναδρε, ἡ τέξασα τὸν Θεόν, δίχα τροπῆς καὶ φυρμοῦ.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Ῥαθάμιγγες κόνεως ἐκ λάρνακος τῆς σῆς, ἐβλύζουσιν Ἅγιε, καὶ πάντας τοὺς πιστοὺς λυτροῦντα κινδύνων, τελοῦντας πιστῶς καὶ ἀνευφημοῦντας τὴν γεραράν σου μνήμην.
Οὐράνιοι Ἄγγελοι καὶ πᾶσα σεπτὴ Ἱεραρχῶν ὁμήγυρις, κροτοῦσι τοὺς σοὺς πανσέπτους ἀγῶνας, καὶ ἔχουσι νῦν σύσκηνόν σε Πάτερ, εἰς πάντας τοὺς αἰῶνας.
Φαιδρύνεται σήμερον ἐνδόξως καὶ τερπνῶς, ἡ Γορτυνία ἅπασα· σκιρτᾷ δὲ εὐαγῆς τιμία Προδρόμου καὶ ὁσία Μονή, θησαυρὸν εὑροῦσα τὰ λείψανά σου  Πάτερ.
Ἁγνείαν ἐξήσκησας νηστείαν προσευχήν, ἐκ βρέφους ὦ Ἅγιε, πενήτων καὶ γυμνῶν τροφεὺς καὶ προστάτης, διόρθωσις ἀκριβής, τῶν ἁμαρτανόντων σὺ ἀνεδείχθης Πάτερ.
Θεοτοκίον.
Ὁ τόκος Σου ἔθλασε πανύμνητε ἁγνή, τὴν κεφαλὴν τοῦ δράκοντος, κρημνίσας γὰρ δολερῶς τὴν Εὔαν ἀπάτῃ, συνέσυρεν ἅπαν τὸ γένος τῶν ἀνθρώπων, εἰς τὴν παρανομίαν.







ᾨδὴ θ΄. Τὴν φωτοφόρον Νεφέλην.
Νῦν οὖν Γορτύνιοι πάντες, δεῦτε ἀθροίσθητε πόθῳ, καὶ περιπτύξασθε θερμῶς, τὴν πανσέβαστον κάραν, καὶ ἐμφορήθητε ὀσμῆς εὐώδους καὶ θείας ἐκ τῆς λάρνακος, ἀνυμνοῦντες καὶ βοῶντες, σῶσον πάντας ἱεράρχα σαῖς εὐχαῖς.
Τὴν φωτοφόρον σου μνήμην, ἐπιτελοῦμεν ἐνθέως, ᾠδαῖς καὶ ὕμνοις ἱεροῖς, Ἀθανάσιε Πάτερ· θαυματουργὸς γὰρ ἀληθῶς, ἡμῖν ὁσημέραι ἀναδείκνυσαι, καὶ τὴν θείαν σου κάραν, ἐγκατέλιπες ἡμῖν ὡς θησαυρόν.
Ἡνίκα μέλλει ὁ Κτίστης, τὰ ἔθνη ἅπαντα κρῖναι, τότε παράστηθι γοργῶς, καὶ λιπάρησον Πάτερ, ἵνα ὁ δύστηνος ῥυσθῶ, τῆς γεέννης ἐκείνης καὶ τοῦ σκώληκος, καὶ τὸ πλῆθος παρίδῃ, τῶν ἐμῶν πταισμάτων ὁ Κριτής.
Νικητικὰ μὲν βραβεῖα, τῆς ἀρετῆς ἤρω Πάτερ, ὡς γὰρ ποιμὴν ἀληθινός, καὶ τυφλῶν ποδηγέτης ὑπερετίθης σὴν ψυχήν, καὶ τοῖς πᾶσι πάντα γέγονας οὐράνιε, ἵνα πάντα κερδήσῃς, καὶ προσάξῃς τὸν σὸν ποίμνιον Χριστῷ.
Θεοτοκίον.
Σῶσον ἡμᾶς Θεοτόκε, τοὺς ἐπὶ Σοὶ πεποιθότας, καὶ Θεοτόκον ἀληθῶς, καὶ Παρθένον πρὸ τόκου, καὶ μετὰ τόκον ἀψευδῶς, καὶ ἐν τόκῳ Σὲ ἀνακηρύττοντας· προσκυνοῦμεν οὖν Μῆτερ, καὶ λατρεύομεν τὸν τόκον Σου ἁγνή.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀθανασίου σήμερον, τοῦ σεπτοῦ ἱεράρχου, καὶ Χριστιανουπόλεως, ὑπερκάλου ποιμένος, καὶ Γορτυνίων προστάτου, χαρμονικῶς ἐκτελοῦντες μνήμην τὴν παναοίδιμον, ἀπαντλοῦμεν ἀφθόνως ἐκ τῆς σοροῦ, δαψιλῆ χαρίσματα καὶ ἰάσεις· καὶ πρὸς Θεὸν κεκτήμεθα, ἀκαταίσχυντον πρέσβυν.
Καὶ τὸ τῆς Ἑορτῆς.














Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς καλλιγόνου τὸ θρέμμα Κερκύρας μέλψωμεν, καὶ τὸν τῆς Γορτυνίας, ἀρωγὸν καὶ προστάτην, καὶ θεῖον ἱεράρχην θαυματουργόν, τῆς Χριστιανουπόλεως, αὐτῷ βοήσωμεν πάντες εἰλικρινῶς· χαίροις Πάτερ ἁγιώτατε.

Δεῦτε πιστοὶ συνελθόντες περικυκλώσωμεν, τὴν θήκην τῶν λειψάνων, ἵνα ἐμφορηθῶμεν, καὶ ἀπλέτου θείας ὀσμῆς, καὶ τερπνῶς ἐκβοήσωμεν, τοὺς ἐκ κινδύνων καὶ θλίψεων πολλαπλῶν, τρυχομένους Πάτερ πρόφθασον.

Οὔτε λαμπρότης χρυσίου, οὔτε γονέων στοργή, κατίσχυσαν σαλεῦσαι, τὸν στερέμνιον Πάτερ, πύργον τῆς ψυχῆς σοῦ, ἀλλ’ ἀτρεκῶς τῷ Χριστῷ ἠκολούθησας, καὶ ἐκμαγεῖον τοῦ σκεύους τῆς ἐκλογῆς, ἀνεδείχθης ἱερώτατε.

Τέρπου ἀγάλλου καὶ σκίρτα, Μονὴ Προδρόμου λαμπρῶς, κατέχουσα ἐν κόλποις, χρῆμα μέγα καὶ θεῖον, Χριστοῦ τὸν ἱεράρχην τὸν θαυμαστόν, καὶ σεπτὸν Ἀθανάσιον, τῶν Γορτυνίων προπύργιον ἀῤῥαγές, καὶ φρουρὸν ἀκαταμάχητον.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς σμυρναλόης φιάλη, καὶ πολυτίμητος νάρδος, προτέθειται νῦν ἡ πάντιμος κάρα σου Ἀθανάσιε, τοῖς μετὰ πόθου προσιοῦσι, ῥεῖθρα ἰάσεων πελαγίζουσα. Τὸ γὰρ τρισάκτινον φῶς, τῆς ὑπερφώτου Τριάδος λατρεύσασα, φαιδρὰς καὶ αἰγληέσσας ἀστράπτει τὰς μαρμαρυγάς· ὅθεν, καὶ ἡμεῖς σήμερον, μεταρσιούμενοι τῷ πνεύματι, ἐν κατανύξει καρδίας βοῶμεν· ἄναψον ἡμῖν, τὸ πῦρ Χριστὲ τῆς σῆς ἀγάπης, ταῖς λιταῖς τοῦ θεράποντός σου, καὶ ταῖς ψυχαῖς ἡμῶν ῥίζωσον τὸν φόβον τῶν ἐντολῶν σου, ἐνίσχυσον δέ, ὅπως κατ’ ἔτος τελῶμεν, τὴν παναγίαν τοῦ ἱεράρχου σου κοίμησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.









Μεγαλυνάρια.
Χριστιανουπόλεως τὸν καλόν, καὶ σεπτὸν ποιμένα, Ἀθανάσιον τὸν κλεινόν, τιμήσωμεν πάντες, ὡς μέγαν Θεοῦ φίλον, καὶ Γορτυνίων σθένος, ἀκαταμάχητον.
Τὸν ἐν ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Ἀθανάσιον τὸν νέον, πάντες τιμήσωμεν.
Ἔχοντες τὴν κάραν σου τὴν σεπτήν, Ἀθανάσιε Πάτερ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ, ἐν πᾶσι τοῖς κινδύνοις, καὶ λοιμικῆς τῆς νόσου, ἀπολυτρούμεθα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου