Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 4. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΘΕΟΔΟΥΛΟΣ & ΑΓΑΘΟΠΟΥΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ Δ΄!!
ΑΓΑΘΟΠΟΥΣ & ΘΕΟΔΟΥΛΟΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τοῦ Τριωδίου ἢ τοῦ Πεντηκοσταρίου καὶ γ΄ τῶν Ἁγίων. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς θεϊκῆς ξυνωρίδος ἄθλα καὶ σκάμματα, ἐνωτισθέντες πίστει, πρὸς τὸν ὅμοιον ζῆλον, πτερώσωμεν τὰς φρένας Χριστὸν ἐκτενῶς, δυσωποῦμεν καὶ λέγοντες, ὁ τοὺς Ἁγίους δοξάσας ὡς ἀγαθός, καὶ ἡμᾶς στήριξον φόβῳ τῷ σῷ.

Ὡς φερωνύμως τὰς κλήσεις προειληφότες σοφοί, καὶ τὰς ἐνθέους πράξεις, κατορθώσαντες ἄγαν, προσφόρως Ἀθλοφόροι ἐν τρίβοις ὀρθαῖς, τῷ Θεῷ ἐδουλεύσατε, καὶ μαρτυρίου ποτήριον ἀληθῶς, πεπωκότες τὸ σωτήριον.

Τὴν ἀθεΐαν ὡς ἄλλην τεμόντες θάλασσαν, εἰς γῆν τῆς ἀπαθείας, οὐρανῶν Βασιλείαν, εἰσήχθητε ἀξίως ἔνθα τρυφῆς, ὁ χειμάῤῥους ἐκβλύζει καὶ φῶς, τὸ ἀδιάδοχον Μάρτυρες τοῦ Χριστοῦ, καταλάμπει καὶ ἀΐδιον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.
Ἢ Σταυροθεοτοκίον. Πανεύφημοι Μάρτυρες.
Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.









ΟΡΘΡΟΣ

Ὁ κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Τῶν Σῶν γεραίρω Μαρτύρων Χριστὲ κλέος. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Τὸν θεῖον τοῦ μαρτυρίου στέφανον ἀναδησάμενοι, λελαμπρυσμένοι κάλλει νοητῷ, τῷ Δεσπότῃ παρίστασθε, ὑπὲρ ἡμῶν δεόμενοι, πανευκλεεῖς μεγαλομάρτυρες.
ραίως τὴν πρὸς Θεὸν ποιούμενοι, σοφοὶ οἰκείωσιν, τῆς εἰδεχθοῦς κακίας ἑαυτούς, εὐσεβῶς ἐμακρύνατε καὶ ὁμηγύρει χαίροντες, τῶν Ἀθλοφόρων ἠριθμήθητε.
Ναμάτων ζωοποιῶν τοῦ Πνεύματος, ὄντες ἀνάπλεοι, τῆς ἀγνωσίας πάλαι τῷ αὐχμῷ, τοὺς τακέντας ἠρδεύσατε, ἀγαθοδότως Ἅγιοι, θείοις ὑπείκξοντες προστάγμασι.
Θεοτοκίον.
Σωτῆρα καὶ παντουργὸν καὶ Κύριον ἐκυοφόρησας, Ὃν Ἀγαθόπους ἅμα τῶ κλεινῷ Θεοδούλῳ ἐκήρυξεν, ὄντα Θεὸν καὶ ἀνθρωπον, Παρθενομῆτορ πανάμωμε.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
ημάτων σου ταῖς πλοκαῖς, συμποδισθεὶς ὁ δυσμενής, πέπτωκε καὶ προφανῶς ἤλεγκται, Μάρτυς Ἀθλοφόρε Θεόδουλε.
γάπῃ τῇ πρὸς Θεόν, νενευρωμένος τὴν ψυχὴν ἔδειξας, πᾶσαν ἐχθροῦ δύναμιν Μάρτυς Ἀγαθόπους ἀνίσχυρον.
άματα τοῖς πιστοῖς, ἐξ ἀενάων ὀχχετῶν βρύοντας, βρύσιν παθῶν ἔνδοξοι, θείᾳ δυναστείᾳ ξηραίνετε.
Θεοτοκίον.
υόμενον τοὺς βροτούς, αἰχμαλωσίας τοῦ ἐχθροῦ ἄχραντε, τὸν Λυτρωτὴν τέτοκας, σάρκα τὴν ἡμῶν περικείμενον.













Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀδελφοὶ κατὰ χάριν πνευματικήν, ὁμογνώμονες πίστει τῇ εὐσεβεῖ, ὑπάρχοντες Ἅγιοι, ἀληθῶς μεγαλώνυμοι, ἐν προσευχαῖς καὶ νηστείας τὸν βίον ῥυθμίζοντες, τοὺς λαοὺς εἱλκύσατε πρὸς θείαν ἐπίγνωσιν· ὅθεν ὡς γενναῖοι, στρατιῶται τὴν πλάνην, ἀνδρείως πορθήσαντες καὶ νομίμως ἀθλήσαντες, τῶν στεφάνων ἐλάβατε, πρεσβεύοντες Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτᾶζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Ἢ Σταυροθεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα.
ς φωστῆρες ἀνατείλαντες φρυκτωρίαις, μαρτυρικῆς φαιδρότητος, τὸ τῆς οἰκουμένης πλήρωμα φωτίζουσιν, οἱ ἔνδοξοι Μάρτυρες, πλάνης ἀμαυροῦντες κακόνοιαν.
Μακαρία ξυνωρίδος ἐννοησάσης καὶ ἀνυσάσης στάδιον τὸ τοῦ μαρτυρίου, Ἄγγελοι ἐθαυμάσαν καὶ ἄνθρωποι ἤνεσαν τὴν καρτερικὴν γενναιότητα.
γαλλόμενος Θεόδουλος ἀνεβόα· ὁδὸν δραμοῦμαι Κύριε, τῶν Σῶν μαρτυρίων, καὶ κατατερφθήσομαι πλουτῶν Σου τὴν ἔλλαμψιν, ἅμα τῷ στεῤῥῷ Ἀγαθόποδι.
Θεοτοκίον.
ητορεύοντες τὴν σάρκωσιν τοῦ Δεσπότου, τοῦ ἐκ τῆς Σῆς ἐκλάμψαντος γαστρὸς Θεοτόκε, Μάρτυρες οἱ ἔνδοξοι, σωτήριον ἔπιον, πόμα μαρτυρίου γηθόμενοι.




ᾨδὴ ε΄. Σὺ Κύριε μου φῶς.
Τοὺς πόδας σου σαφῶς, ἐν εὐθύτητι ἔστησας, πανεύφημε Ἀγαθόπους, τῆς σεπτῆς μαρτυρίας, ἐχθροὺς ὑποσκελίζοντας.
δωρ τὸ εἰς ζωήν, Ἀθλοφόροι ἁλλόμενον, ἐγκάρδιον κεκτημένοι, τὸ ἀοίδιμον τέλος δι’ ὕδατος ἐδέξασθε.
οῦν τῆς εἰδωλικῆς, ἀπειλῆς ἐξηράνατε, ῥυπτούμενοι Ἀθλοφόροι, εἰς βυθοὺς θαλαττίους καὶ γνώμῃ θανατούμενοι.
Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκιῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύναντα.

ᾨδὴ στ΄. Θύσω σοι.
Ναμάτων, ζωηῤῥύτων ὑπάρχοντες ἔμπλεοι, τὸ ἀξιέπαινον τέλος, πνιγμὸν ὑδάτων ἐδέξασθε, τῆς κακίας, ἐν ἑαυτοῖς τὸν προστάτην συμπνίξαντες.
Χάριτι, καὶ δυνάμει Θεοῦ συντηρούμενοι, οὐ παρετράπητε θῦσαι, βδελυκτοῖς ξοάνοις ἀλλὰ θυσίαν, τῷ Δεσπότῃ, ἑαυτοὺς καθαρὰν προσηγάγετε.
ομφαῖαι, τοῦ ἐχθροῦ ἐν ὑμῖν ἐξησθένησαν, ἐστιλβόμενα γὰρ βέλη, τῆς ὑμῶν ἀνδρείας ἐπήξατο, Ἀθλοφόροι, ἐν καρδίᾳ αὐτοῦ γενναιότατοι.
Θεοτοκίον.
ασαι, τῆς ψυχῆς μου τὰ πάθη πανάμωμε, τῆς ἀπαθείας τεκοῦσα, τὴν πηγὴν καὶ παῦσον τὴν τυραννίδα, τῶν ἀπαύστως, τυραννούντων ἁγνὴ τὴν καρδίαν μου.


Συναξάριον.
Τῇ Δ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδούλου καὶ Αγαθόποδος
Πρῶτος θάλασσαν εἰσιὼν Ἀγαθόπους,
Ἔργοις ὑπῆρχε Χριστόπους Θεοδούλῳ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ ἐν τῷ ὄρει Μαλε
Ψυχὴν ὁ Γεώργιος ἀσμένως δίδως,
Ψυχῶν γεωργῷ καὶ φυτουργῷ σαρκίων.

Ἁπλῆν με πλάττεις, Χριστὲ διπλὲ τὴν φύσιν,
Ἔχεις δὲ πρισθεῖσάν με διπλῆν Φερβούθαν.
Δούλας ἀληθεῖς Δεσπότου Θεοῦ δύο,
Δούλην τε καὶ Δέσποιναν ἔπρισε πρίων.

Τῇ αὐτῇ ἡμέρα, Ὁ Ὅσιος Πόπλιος ἐν εἰρήνῃ τελειοῦται.
Ἐν οὐρανοῖς, Πόπλιε, μισθὸς σοι μέγας,
Πρὸς οὓς ἀπαίρων χαῖρε καὶ κρότει μέγα.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Πλάτων, ὁ ἡγούμενος τῆς Μονῆς τῶν Στουδίου, ἐν εἰρήνῃ τελειοῦται.
Πλάτων ἀρίστην εὖ μετεπλάσθη πλάσιν,
Χριστῷ πλάσαντι συγκραθεὶς πλάσιν ξένην.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ὅσιοι Θεωνᾶς, Συμεών και Φερβίνος, ἐν εἰρήνῃ τελειοῦται.
Ψυχὰς δέχου τρεῖς οὐ κεκηλιδωμένας,
Ψυχῶν ἀκηλίδωτε τῶν θείων τόπε.


Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Θεωνᾶς, ὁ ἐν τῇ Μονῇ τοῦ Παντοκράτορος ἀσκήσας, ὕστερον δὲν ἐπίσκοπος Θεσσαλονίκης γενόμενος, ἐν εἰρήνῃ τελειοῦται
Λιπὼν Θεωνᾶς τὴν κάτω προεδρίαν,
Παρίσταται νῦν τῷ Προέδρῳ τῶν ὅλων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζωσιμά, τοῦ κηδεύσαντος τὴν Ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.
Ζῶσαν προπέμψας Ζωσιμᾶς τὴν Μαρίαν,
Θανοῦσαν εὗρεν· ἀλλὰ νῦν ζῶσιν ἅμα.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου Ἐπισκόπου Σεβίλλης

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Νικήτας ὁ ἐν Σέρραις μαρτυρήσας, ἀπαγχνονισθεὶς τελειοῦται ἐν ἔτει 1808

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ  Πολυάθλου τοῦ Ῥώσου, τοῦ ἀσκήσαντος κατὰ τὸν 14ον αἰώνα

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζωσιμά τοῦ Βορμποζόμ τοῦ Ῥώσου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωσήφ, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Συνέσει θείᾳ, λευϊτικὴν στολὴν ἐνδέδυσαι, ταύτην μαρτυρίου λάμψασιν ἱερῶς, λαμπροτέραν ἐργασάμενος καὶ νῦν παρίστασαι Ἀγαθόπους, τῷ λόγῳ γηθόμενος.
Τῇ τοῦ πρωτάθλου, διακονίᾳ σεμνυνόμενος, λόγῳ τῷ τυθέντι μάκαρ διακονεῖν, Ἀγαθόπους κατηξίωσαι, εὐλογημένος εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
ν ὀμονοίᾳ, τὸ ἓν φρονοῦντες ἀξιάγαστοι, μίαν τοῦ θανάτου πεῖραν διὰ Χριστὸν διαμείνατε κραυγάζοντες· εὐλογημένος εἶ ὁ Θεός μου καὶ Κύριος.
Θεοτοκίον.
Κεκοσμημένην, τῶν ἀρετῶν Ἁγνὴ λαμπρότησι, Λόγος ἀρετῇ καλύψας τοὺς οὐρανούς, εὐφημώς Σε κατεσκήνωσεν, ἐν Σοὶ πανάμωμε, καὶ τῶν βροτῶν τὴν φύσιν ἐτράνωσεν.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Λόγοις σου τὴν πλάνην ἀμαυρῶν, σοφὲ Θεόδουλε, σοφίας χάρισι καταυγαζόμενος ἔλαμψας, πρὸ βημάτων τὴν εὐσέβειαν, ἀναφωνῶν καὶ δυσσεβῶν ἐμφράττων στόματα καὶ κραυγάζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
κρυψε θαλάττιος βυθός, ὑμῶν τὰ σώματα οὐδόλως Ἅγιοι, τῇ χέρσῳ ταῦτα γὰρ δίδωσι, θείᾳ νεύσει ἀδιαίρετα, ἀναπηγάζοντα ἡμῖν σεπτὰ τεράστια, τοῖς βοῶσι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
λως δουλωθεὶς τῷ διὰ σέ, ἐν δούλου σχήματι φανέντι ἔνδοξε καὶ μετὰ θάνατον πρόνοιαν, ὀρφανῶν φαίνη ποιούμενος καὶ τῶν χειρῶν δεσποτικήν, νομοθεσίαν πληρῶν, ὡς εὐγνώμων δοῦλος Κυρίου παμμάκαρ Θεόδουλε.
Θεοτοκίον.
Σὺ τέξασα τὸν Λόγον καὶ Θεόν, ἐκ Σοῦ τὸν ἄνθρωπον ὅλον ἐφόρεσε, θεοχαρίτωτε Δέσποινα, Οὗ τὸ πάθημα Θεόδουλος καὶ Ἀγαθόπους οἱ στεῤῥοὶ ἐξεικονίσαντες, ἐκβοῶσι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.












ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
δοὺ τὶ καλὸν ἀνεβόων, ἢ τὶ τερπνὸν οἱ Ἀθλοφόροι, ἀλλ’ ἣ τὸ οἰκῆσαι εἰς πόλιν Θεοῦ τοῦ ζῶντος διατηρήσαντας, τὸν εὐσεβείας σύνδεσμον μέχρι θανάτου ἀδιάσπαστον.
ς τοῦ μαρτυρίου τὸν δρόμον, τετελεκότας Ἀθλοφόροι, ἡ χοροστασία τῶν ἄνω ὑμᾶς ταγμάτων καθυπεδέξατο, ἀμαραντίνοις ἔνδοξοι, στεφθέντες θείοις διαδήμασιν.
Σήμερον λαμπρῶς ἡ εὐκλεὴς Θεσσαλονίκη, πᾶσαν πολιτείαν καὶ χώραν, συγκαλουμένη ἐπὶ τῇ μνήμῃ ὑμῶν, μεθ’ ὑψηλοῦ κηρύγματος, ὦ Ἀγαθόπους καὶ Θεόδουλε.
ρθητε πρὸς ἄῤῥητον δόξαν, φωτοφανεῖς ὡς Ἀθλοφόροι, ἧς ἀξιωθῆναι τοὺς πίστει, ὑμῶν τελοῦντας τὴν μνήμην πάντοτε, ὡς παῤῥησίαν ἔχοντες, ἐκδυσωπεῖτε πανσεβάσμιοι.
Θεοτοκίον.
Φέγγει με τῆς Σῆς εὐσπλαγχνίας, τὸν ἐν τῷ σκότει τῆς ἁγνοίας, κείμενον καταύγασον μόνη, τὸν φωτοδότην ἀποκυήσασα καὶ λυτρωτὴν καὶ Κύριον, τὸν τοὺς Ἁγίους στεφανώσαντα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου