Παρασκευή 20 Ιουλίου 2018

ΔΕΥΤΕΡΑ ΘΩΜΑ. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΟΣ ΠΑΡΑΜΥΘΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΔΕΥΤΕΡΑ ΤΟΥ ΘΩΜΑ!!!
ΑΝΑΣΤΑΣΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΑΡΑΜΥΘΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστώμεν Στίχους στ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος α'. Πανεύφημοι Μάρτυρες. 
Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρὼν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖςἈποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Καὶ τοῦ Ἁγίου Προσόμοια γ', ὅμοια.
Μάρτυς Ἀναστάσιε Χριστοῦ, θείας ἀναστάσεως, συνωνυμήσας ἐνήθλησας, ὑπὲρ τῆς πίστεως, ἀνδρικῶς παμμάκαρ, καὶ τὰ τούτου στίγματα, καὶ πάθη τὰ σεπτὰ καὶ τὸν θάνατον ἐν τῇ σαρκὶ λαβών, συνανέστης καὶ δεδόξασαι, βασιλεύων, εἰς ζωὴν αἰώνιον.

Ὡς λαμπρὸς καὶ θεῖος ἀριστεύς, Μάρτυς Ἀναστάσιε, ὡς Ἀθλητὴς καρτερώτατος χαίρων ἠγώνισαι, καθελὼν τυράννου τὴν ὀφρὺν πανθαύμαστε, καὶ στέφει οὐράνιῳ κατέστεψαι· δι’ ὃ ὑμνοῦμέν σε, καὶ τὴν μνήμην ἐκτελοῦμέν σου, γηθοσύνως μάκαρ τὴν σεβάσμιον.

Ὕμνοις ἐτησίοις καὶ ᾠδαῖς, Μάρτυς Ἀναστάσιε, ᾀσμάτων θείων γηθόμενοι, ἀνευφημοῦμέν σου, τοὺς σεπτοὺς ἀγῶνας οὓς στεῤῥῶς ὑπήνεγκας, ὑπὲρ τῆς σωφροσύνης καὶ πίστεως· δι’ ὃ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.




Δόξα. Ἦχος β΄.
Ὡς βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὢ θαυμάτων παραδόξων! Πῶς ἐν σαρκὶ οἱ Ἅγιοι, τὴν τῶν Ἀσωμάτων πολιτείαν ἐμιμήσαντο, καὶ τοὺς ἀσάρκους δαίμονας ἐτροπώσαντο, ὧν εἷς ὑπάρχει, καὶ ὁ τῆς Χριστοῦ Ἀναστάσεως ἐπώνυμος γενναῖος Ἀναστάσιος· ἀθλήσας γὰρ ἀνδρείως, τῷ τοῦ μαρτυρίου στέφει κεκόσμηται, τὰ ἐπίκηρα πάντα σοφῶς βδελυξάμενος, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν κληρωσάμενος. Τοῦτον οὖν ἱκετεύσωμεν, σὺν τῷ αὐτοῦ ὁμόφρονι, Δανιὴλ τῷ πάνυ, τῷ ἐξ Ἀγαρηνῶν μὲν ὑπάρχοντι, τὴν σεπτὴν δὲ Τριάδα, ὁλοψύχῳ προαιρέσει ὁμολογήσαντι, καὶ πανοσίως βιώσαντι, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, ὡς παῤῥησίαν κεκτημένους πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μετὰ τὴν Ἔγερσίν σου Κύριε, συνηγμένων τῶν Μαθητῶν σου, καὶ τῶν θυρῶν κεκλεισμένων, ἐν μέσῳ ἔστης, εἰρήνην παρέχων αὐτοῖς. Πεισθεὶς δὲ καὶ ὁ Θωμᾶς, τῇ ὁράσει τῶν χειρῶν καὶ τῆς πλευρᾶς σου, Κύριον καὶ Θεόν σε ὡμολόγησε, σῴζοντα τοὺς ἐλπίζοντας εἰς σέ, φιλάνθρωπε.

Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον. Ἦχος βαρύς: Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην.
Στίχ. Ἐμνήσθην τῶν ἔργων Κυρίου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.


















Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ τῶν πιστῶν ἡ μεγαλόφωνος ὁμήγυρις, ἐπὶ τῇ ἐτησίῳ μνήμῃ, τοῦ λαμπροῦ τῆς ἀληθείας Μάρτυρος Ἀναστασίου, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραζε· ἐμεγαλύνθη ἡ δόξα Σου Κύριε, καὶ ὑπερυψώθη τὸ ὑπερύμνητόν Σου ὄνομα, ὅτι ἐν ἀσθενείᾳ σαρκὸς τὸν ἰσχυρὸν κατέβαλες, καὶ τὴν τούτου ἐπηρμένην ὀφρὺν ἐταπείνωσας. Ἀλλ’ ὁ τὸν Σὸν Ἀθλητὴν ἐνισχύσας κατὰ τοῦ ἀντιπάλου, καὶ ἡμᾶς ταῖς πρεσβείαις αὐτοῦ κατὰ παθῶν κραταίωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ὡς μέγας ὡς πολύς σου ὁ πόθος, Ἀναστάσιε πολύαθλε, πρὸς Χριστὸν τὸν Θεόν· δι’ ὃν πρὸς μαρτυρικοὺς ἀγῶνας ηὐτομόλησας, ῥωμαλέῳ φρονήματι, τοῦ σώματος μὴ φεισάμενος, καὶ ὑπερηύφρανας τοῦτον τῇ ἀποτομῇ τῆς ἐριτίμου σου κάρας. Παῤῥησίαν οὖν ἔχων πρὸς Αὐτὸν, ἱκέτευε ὑπὲρ τῶν ἐκτελούντων τὴν εὔσημον μνήμην σου.

Δόξα. Ἦχος πλ. δ΄.
Ξένα καὶ παράδοξα θαύματα, ἐν τοῖς Ἁγίοις ὁ Κύριος εἰργάσατο, μεθ’ ὧν καὶ ἐν ὑστέροις καιροῖς, τὸν θαυμαστὸν ἐν Μάρτυσιν Ἀναστάσιον, ἄλλον ἥλιον ἔδειξε, τοῖς θαυμασίοις διαλάμποντα. Πρὸς ὃν καὶ ἡμεῖς τὸν ὕμνον προσφέρομεν λέγοντες· χαίροις ὁ νεοφανὴς ἀστὴρ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ Ἀθλητῶν ἀγλάϊσμα· χαίροις ὁ τὸν ἀλλόπιστον Μουσᾶν, πρὸς πίστιν τὴν ἔνθεον φωτίσας, καὶ εἰς προφητώνυμον Δανιήλ, ὁσίως βιώσαντα ἀναδείξας· χαίροις Ἠπείρου τὸ καύχημα, καὶ Ὀρθοδόξων πάντων πρεσβευτὰ ἑτοιμότατε. Δι’ ὃ μὴ παύσῃ δυσωπῶν τὸν Φιλάνθρωπον, βαρβαρικῆς δουλείας ἡμᾶς ἀπαλλάξαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν, λέγει τῷ Θωμᾷ· Δεῦρο ψηλάφησον, καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.









Εἰς τὸν Στίχον, Στιχηρὸν τῆς Ὀκτωήχου. Ἦχος α'. Ἀναστάσιμον.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Καὶ τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν. Στ: Ὑπομένων ὑπέμεινα τῷ Κυρίῳ, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στῦλον εὐσεβείας σε, καὶ στρατιώτην ἀήττητον, οἱ πιστοί σε γινώσκομεν, Μάρτυς Ἀναστάσιε καὶ νέον ἀστέρα, λάμποντα τοῖς ἄθλοις τοῦ μαρτυρίου σου φαιδρῶς, καὶ καταυγάζοντα γῆς τὰ πέρατα· δι’ ὃ Χριστὸς ὁ Κύριος καὶ Βασιλεὺς ἀδιάδοχος, ἐπὶ γῆς σε ἐδόξασε καὶ ἐν πόλῳ πανεύφημε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ζήλῳ πυρπολούμενος τῷ τοῦ Χριστοῦ Μάρτυς ἔνδοξε, τῷ σταδίῳ προσέδραμες, θερμῶς τῆς ἀθλήσεως καὶ βραβεῖον ἦρας Μάρτυς στεφηφόρε κατὰ τῆς πλάνης καὶ Δανιήλ, σοφοῖς σου λόγοις μάκαρ ἐζώγρησας, · Σταυροῦ τῇ πανοπλίᾳ δὲ περιφραχθεὶς τὸν ἀλάστορα, καταβέβληκας τύραννον νικηφόρος γενόμενος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄντως ὑπερβέβηκε τὰ σὰ γενναῖα παλαίσματα, θαυμαστὲ Ἀναστάσιε, τῶν λόγων τὴν σύνθεσιν καὶ τῶν ἐγκωμίων, μεθόδους καὶ τέχνας οὐ γὰρ ἰσχύουσι τρανῶς, τὸν σὸν δηλῶσαι πόθον καὶ ἔρωτα, ὃν ἔσχες ἐν καρδίᾳ σου πρὸς τὸν Χριστὸν παμμακάριστε, ὑπὲρ οὗ καὶ προέκρινας ζωῆς θάνατον ἔνδοξε.

Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον ἡ ἔνδοξος μνήμη σου, Ἀναστάσιε πανένδοξε, τῆς λαμπρᾶς Χριστοῦ Ἀναστάσεως συνεπώνυμε, συγκαλοῦσα ἡμᾶς τοὺς φιλεόρτους, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ· δένδρον γὰρ ἐφάνης, ἀειθαλὲς καὶ πολύανθον, ταῖς χάρισι τῶν θαυμάτων, ὡς μυριπνόοις ἀνθεσιν εὐωδιάζον καὶ κατευφραῖνον ἡμᾶς. Δι’ ὅ σου τὴν πανέορτον μνήμην, γηθοσύνως γεραίρομεν, Ἀναστάσιε πολύαθλε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῇ τοῦ Πνεύματος αἴγλῃ φωτισθεὶς Ἀναστάσιε Νέος Ἀθλοφόρος προσῆλθες μαρτυρίου τῷ σκάμματι· βασάνοις καὶ δαρμοῖς καθαιμαχθείς, Χριστὸν ἀνθωμολόγεις εὐθαρσῶς· καὶ τὴν πλάνην ἀφανίσας, τὸν Δανιὴλ ἐκ σκότους ἀνεζώγρησας. Πρέσβευε τοίνυν Μάρτυς ἐκτενῶς δοῦναι ἡμῖν μετάνοιαν, νίκας κατὰ πνευμάτων δυσσεβῶν καὶ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶνἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Ἀπόλυσις





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεός σε ἐδόξασεν ἐν οὐρανῷ καὶ ἐν γῇ Μαρτύρων ἀγλάϊσμα Παραμυθίας φρουρέ· δι’ ὃ τοῖς τελοῦσί σου, πόθῳ τὴν θείαν μνήμην καὶ πιστῶς προσκυνοῦσι, θήκην τῶν σῶν λειψάνων τὴν σὴν χάριν παράσχου, δεόμενος Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ὥσπερ θώρακα περιβαλλόμενος, πρὸς πάλην ἐχώρησας τῶν δυσμενῶν ἀνδρικῶς, σοφὲ Ἀναστάσιε· ὅθεν ἐξαφανίσας ἀσεβῶν δυναστείαν, ἔπαθλον ἐκομίσω τῶν θαυμάτων τὴν χάριν, πρεσβεύων λυτρωθῆναι ἡμᾶς, ἐκ πόνων καὶ θλίψεων.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ' ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὄρθρος ἔλαμψας, ὁμολογίας, λύων ζόφωσιν, τῆς ἀσεβείας, καὶ πρὸς φῶς τῆς εὐσεβείας ἐζώγρησας, Ἀγαρηνῶν ἐκ τῆς πλάνης πολύαθλε, τὸν Δανιήλ· δι’ ὃ πάντες γεραίρομεν, Μάρτυς ἔνδοξε, λαμπρῶς σου τὴν μνήμην σήμερον, τὴν ἄνωθεν χάριν ἀντιλαμβάνοντες.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἰδών μου τὴν πλευρὰν καὶ τὰς τρήσεις τῶν ἥλων, Θωμᾶ, τί ἀπιστεῖς, τῇ ἐμῇ Ἀναστάσει; ὁ Κύριος ἔλεγεν ἀναστὰς ἐκ τοῦ μνήματος, ὀπτανόμενος, τοῖς Ἀποστόλοις ἀρρήτως, ὁ δὲ Δίδυμος, πεισθεὶς ἐβόα τῷ κτίστῃ· Θεός μου εἶ καὶ Κύριος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Διανύσας εὐσεβῶς τὸν θεῖον δρόμον τοῦ μαρτυρίου, νῦν ἐν οὐρανοῖς αὐλίζῃ, σοφὲ Ἀναστάσιε· ἀλλ’ αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.

Εἶτα, οἰ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τῆς Ἑορτῆς. Ποίημα Ἰωάννου Μοναχοῦ
ᾨδὴ α' Ἦχος α'. Ὁ Εἱρμός.
ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.
Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.
Ἡ βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.
Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ' ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀγαλλόμενοι ἐνθέως ἐν τῇ μνήμῃ τῇ σῇ, Μάρτυς στεφανηφόρε, τῆς Ἀναστάσεως Χριστοῦ, συνεπώνυμε ᾠδαῖς ᾀσμάτων τοὺς σούς, ἀγῶνας γεραίρομεν, Ἀθλητὰ Ἀναστάσιε.
Ἡ χαρμόσυνος ἡμέρα στρατιῶτα Χριστοῦ, ἔλαμψε τῆς σῆς μνήμης καὶ τελειώσεως σεπτῆς, συνεγείρουσα ἡμᾶς ἐνθέως εἰς ἕν, ὑμνῆσαι τοὺς ἄθλους σου, ἱερὲ Ἀναστάσιε.
Σὺ τῶν νέων ὑπάρχεις Ἀθλοφόρων κεινέ, δόξα τε καὶ λαμπρότης, ὡς ἐναθλήσας καρτερῶς, καὶ τῶν ἄθλων ταῖς αὐγαῖς λαμπρύνας φαιδρῶς, πιστοὺς Ἀναστάσιε, τῆς Ἑλλάδος ἀγλάϊσμα.
Θεοτοκίον.
Παναγία Θεοτόκε ὀρθοδόξων ἐλπίς, σθένος τῶν Ἀθλοφόρων, ἡ κραταιὰ καταφυγή, Σὺ ὑπάρχεις ἀληθῶς Ἀναστασίου τοῦ Σοῦ, τὴν τούτου νευρώσασα, ψυχὴν ἄχραντε Δέσποινα.
Καταβασία
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.




ᾨδὴ γ' Ὁ Εἱρμός
Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.
Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.
Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.
Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Τοῦ Ἁγίου. Δεῦτε πόμα πίωμεν.
Δεῦτε πάντες ᾄσωμεν Χριστῷ, ἐπινίκιον ὕμνον τῷ ἐνισχύσαντι, τὸν ἑαυτοῦ Ἀθλητήν, στεῤῥὸν Ἀναστάσιον ἐχθρῶν, νικῆσαι τὰς φάλαγγας.
Ῥωμαλέως ὥρμησας σοφέ, πρὸς ἐνθέους ἀγῶνας σθένει τοῦ Πνεύματος, ὑπεραθλήσας λαμπρῶς· λαμπροῖς τε στεφάνοις ὁ Χριστός, τὴν σὴν κάραν ἔστεψε.
Ὅπλῳ τοῦ Σταυροῦ καθοπλισθείς, πρὸ βημάτων τυράννων στεῤῥῶς παρέστηκας, καὶ παῤῥησίᾳ πολλῇ, Χριστὸν μὲν ἐκήρυξας Θεόν, καὶ πλάνην διήλεγξας.
Εἱρκτῇ καθειργμένος ὢν σοφέ, Δανιὴλ ἐπεσπάσω πρὸς τὴν εὐσέβειαν, καὶ ὀπτασίαν φρικτήν, αὐτῷ ἐνεδείξω τοὺς πιστούς, στηρίξας τῷ θαύματι.
Θεοτοκίον.
Ὤφθη θαῦμα μέγιστον ἐν Σοί, ἐκτελούμενον Κόρη θεοχαρίτωτε, τὸν Ποιητὴν τοῦ παντός, καὶ γὰρ ἀπεκύησας ἡμῖν, γενόμενον ἄνθρωπον.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.







Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὸν γενναῖον Ἀθλητήν, τῆς Ἀναστάσεως Χριστοῦ, συνεπώνυμον πιστοί, ἀνευφημήσωμεν ᾠδαῖς, καὶ ὕμνοις πάντες τὸν ἔνδοξον Ἀναστάσιον· δι’ οὗ ἡ τυραννὶς τοῦ ἀοράτου ἐχθροῦ, δυνάμει θεϊκῇ καταπεπάτηται, καὶ νοσημάτων ἴασις πλουσίως, παρὰ Κυρίου δεδώρηται, τοῖς ἐκτελοῦσι πιστῶς τὴν θείαν, καὶ σεπτὴν ἑορτὴν αὐτοῦ.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῷ φόβῳ τῶν Ἑβραίων, κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς Ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· Φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγὼ εἰμί, ὁ διὰ σὲ παθητός.

ᾨδὴ δ' Ὁ Εἱρμός
Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.
Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.
Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.
Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.
Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

Τοῦ Ἁγίου. Ἐπὶ τῆς θείας φυλακῆς.
Τῆς σῆς ἀνδρείας τὸ στεῤῥὸν πάντες ἐξέπληξε, σοφὲ Μάρτυς Ἀναστάσιε, ὅτε δικαστῇ παρέστηκας ἐλέγχων τὴν ἀσέβειαν ἅπασαν, τῶν ἀνόμων γενναίως, καὶ τὸν Χριστὸν Θεὸν ἐκήρυξας.
Ἐν ὀπτασίᾳ θαυμαστῇ τῷ μυστιπόλῳ Δανιήλ, Μάρτυς καθυπέδειξας πάντα τὰ φρικτὰ μυστήρια, τὰ ἐπ’ ἐσχάτων ἐσόμενα ἅπαντας, βουληθεὶς βεβαιῶσαι τοὺς εὐσεβεῖς, Ἀναστάσιε πάνσοφε.
Ἀλλεπαλλήλοις ἀλγεινοῖς Μάρτυς παλαίων, ἐν εἱρκτῇ ἔφερες γενναίως δοξάζων, εὐχαρίστοις μέλεσι, Χριστὸν καὶ ἀνεκραύγαζες· δόξα Σοι ζωοδότα Σωτήρ μου ὅτι ἐνίσχυσας κἀμὲ πρὸς τὸ μαρτύριον.
Θεοτοκίον.
Ἀγαρηνῶν ἐπιβουλῆς ῥῦσαι, Παρθένε Μαριάμ, λύτρωσαι κινδύνων παντοίων, καὶ μελλούσης κρίσεως, Θεὸν σωτῆρα τέξασα πάντων, τῶν ἐπὶ Σοὶ πεποιθότων, καὶ προσκυνούντων πιστῶς, τὸν θεῖον τόκον Σου.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ᾨδὴ ε' Ὁ Εἱρμός
Ἐκ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ, παράσχου φιλάνθρωπε.
Ἐπιστὰς τοῖς φίλοις ἀθυμοῦσιν ὁ Σωτήρ, τῇ παρουσίᾳ ἅπασαν, ἀπελαύνει τὴν κατήφειαν, καὶ σκιρτᾶν διεγείρει, τῇ Ἀναστάσει αὐτοῦ.
Ὢ τῆς ἀληθῶς ἐπαινουμένης τοῦ Θωμᾶ, φρικτῆς ἐγχειρήσεως! τολμηρῶς γὰρ ἐψηλάφησε τὴν πλευράν, τὴν τῷ θείῳ πυρὶ ἀπαστράπτουσαν.
Ἀπιστίαν πίστεως γεννήτριαν ἡμῖν, τὴν τοῦ Θωμᾶ ἀνέδειξας· σὺ γὰρ πάντα τῇ σοφίᾳ σου, προνοεῖς συμφερόντως, Χριστὲ ὡς φιλάνθρωπος.

Τοῦ Ἁγίου. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὑμνοῦμεν τοὺς θείους ἀγῶνας, οὕσπερ προθύμως ὑπέστης ὑπὲρ Χριστοῦ Ἀθλοφόρε· ὅθεν σου δεόμεθα, δυσωπεῖν τὸν Κύριον, ὑπὲρ τῶν τιμώντων σε.
Συνέλθωμεν ζέοντι πόθῳ, τὸν Ἀναστάσιον ὕμνοις καὶ ᾄσμασιν εὐφημῆσαι, ὡς γενναῖον Μάρτυρα, καὶ εὐσεβείας κήρυκα, πάντων τε τῶν ὀρθοδόξων συλλήπτορα.
Ἐφοίνιξας σὴν πορφυρίδα, ῥείθροις αἱμάτων ἐμβάψας γενναῖε, σοῦ μαρτυρίου καὶ Χριστῷ παρίστασαι, μετὰ Μαρτύρων ἔνδοξε, στέφει στεφθεὶς Ἀναστάσιε.
Θεοτοκίον.
Πανύμνητε Θεογεννῆτορ, ὑπὲρ τοῦ κόσμου δυσώπει τὸν Κύριον, καὶ Θεόν Σου καὶ εἰρήνην αἴτησαι, δεινῶν τε ἀπολύτρωσιν, τοῖς τῇ Σῇ Σκέπῃ προστρέχουσι.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.





ᾨδὴ ς' Ὁ Εἱρμός
Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.
Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν.
Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι.
Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Τοῦ Ἁγίου. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Κατῆλθεν, ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ θανάτου τὴν ἰσχὺν ὁ Δεσπότης, καθεῖλε καὶ ἐκ νεκρῶν ἀναστάς, τῶν Μαρτύρων αὐτοῦ, καθοπλίζει τὰς ψυχάς, τοῦ βελίαρ ὀλέσαι
Ἀνῆλθες, εἰς λειμῶνας μάκαρ τερπνούς, καὶ παρίστασαι φαιδρῶς τῷ Δεσπότῃ Χριστῷ, τῷ παμβασιλεῖ τοῦ παντός, τῷ βραβεύοντι τοὺς γενναίους Ἀθλητάς, χρυσοπλόκοις στεφάνοις.
Ἀγάλλου ἐν ταῖς οὐρανίαις τρυφαῖς, καὶ μνημόνευε τῶν σῶν δούλων Μάρτυς, τῶν πόθῳ δοξολογούντων τὴν σὴν θείαν ἄθλησιν, Ἀναστάσιε κλεινέ, κλέος τῶν Ἀθλοφόρων.
Θεοτοκίον.
Ἐλέους παμπληθοῦς οὖσα πηγή, κατοικτείρησον λαὸν τὰς ἐλπίδας, ἐν Σοὶ Παρθενογεννῆτορ ἁγνή, ἀποθέμενον τὸν οἰκτίρμονα Θεόν, ἀληθῶς ὡς τεκοῦσα.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Καταβαλὼν τῶν ἀσεβῶν τὰς ἐπάρσεις, ὡς στρατιώτης δυνατὸς τοῦ Δεσπότου, νικητικὸν βραβεῖον ἐναπείληφας, Μάρτυς Ἀναστάσιε, ὡς γενναῖος ὁπλίτης· ὅθεν ἐκτελοῦμέν σου, τὴν πανέορτον μνήμην, ἐν ᾗ δυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας, κλεινὲ Ἀναστάσιε.
Ὁ Οἶκος.
Τὸν λαμπρὸν ἀριστέα Χριστοῦ καὶ ἀήττητον Ἀθλοφόρον, τὴν τῶν Μαρτύρων καλλονὴν καὶ ἱερὰν προσθήκην, Ἀναστάσιον πάντες συμφώνως, τὸν τῆς Χριστοῦ Ἀναστάσεως ἐπώνυμον, τοῖς τῶν ἐγκωμίων ἄνθεσιν ἐπαξίως καταστέψωμεν, ὡς ἐνθέοις ταῖς ὀδμαῖς τῶν ἄθλων αὐτοῦ ἡμᾶς εὐωδιάσαντα· δι’ ὃ καὶ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ, καὶ τοὺς λαμπροὺς αὐτοῦ ἀγῶνας καταγεραίρομεν, βοῶντες πρὸς αὐτόν· Χριστὸν δυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας, σοφὲ Ἀναστάσιε.

Συναξάριον.
Τὸ τοῦ Μηναίου, καὶ εἶτα τό:
Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρα μετὰ τὴν Κυριακὴν τοῦ Θωμᾶ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀναστασίου, τοῦ ἐκ Παραμυθίας τῆς Ἠπείρου.
Ἀναστάσιος, φῶς τοῖς πιστοῖς παρέχει,
ὡς συνώνυμος Ἀναστάσεως θείας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Βοηθείας, τῆς ἐν τῇ Χίῳ.
Εἰκὼν τῆς Θεοτόκου Μονὴν ἐμφαίνει,
διδοῦσα πᾶσι χαρὰν καὶ σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εὕρεσις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Χρυσαφιτίσσης, ἐν Μονεμβασίᾳ.
Χρυσῆν στεφάνην τὴν σὴν ἔχει Εἰκόνα,
ἔνδον Κόρη τοῦ Ναοῦ Μονεμβασία.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Παραβουνιωτίσσης ἐν τῇ Ἐρέτριᾳ τῆς Χαλκίδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.






















ᾨδὴ ζ' Ὁ Εἱρμός.
Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐμφόβως τὴν χεῖρα, ὁ Θωμᾶς τῇ πλευρᾷ σου, τῇ ζωηφόρῳ Χριστέ, ἐνθεὶς ὑπότρομος ᾔσθετο, ἐνεργείας Σῶτερ διπλῆς τῶν δύο φύσεων, τῶν ἐν σοὶ ἡνωμένων ἀσυγχύτως, καὶ πίστει ἐκραύγαζε, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Ἁγίου. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος.
Ἡ χάρις, τῶν θαυμάτων λαλεῖταί σου, Μάρτυς Ἀναστάσιε, ἀνὰ ἅπασαν τὴν γῆν κλέος τῶν νέων Ἀθλητῶν, Ἠπείρου πάσης τὸ καύχημα, ἐν ᾗ σὲ θαυμαστὸν ἐπαξίως, Θεὸς πᾶσιν ἀνέδειξεν.
Ἀγγέλων, αἱ δυνάμεις ἐκρότησαν, τὸν δρόμον σε τελέσαντα βλέπουσα, στεῤῥῶς τοῦ μαρτυρίου σοφέ, καὶ τὴν πίστιν τηρήσαντα· στέφει δὲ ἀφθαρσίας, εἰς αἰῶνας σὲ ὁ Χριστὸς κατέστεψε.
Σκιρτῶσα, ἐκτελεῖ τὴν μνήμην σου, Μάρτυς Ἀναστάσιε, πᾶσα ἡ πληθύς τῶν ὀρθοδόξων ἐν χαρᾷ, καὶ Μαρτύρων οἱ δῆμοι γηθόμενοι, κροτοῦσιν ἐπαξίως σοὺς ἄθλους, καὶ τὰ σεπτά σου παλαίσματα.
Θεοτοκίον.
Ἐτύπου Σου τὸ θαῦμα πανάμωμε, τῶν παίδων ἡ κάμινος· ὡς γὰρ ἐν αὐτῇ οὐ κατεφλέχθησαν οἱ τρεῖς, ἡ νηδύς Σου πυρὶ τῆς θεότητος, οὐδ’ ὅλως κατεφλέχθη Παρθένε· δι’ ὅ Σε νῦν μεγαλύνομεν.
Καταβασία
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.


ᾨδὴ η' Ὁ Εἱρμός
Τὸν ἐν φλογὶ πυρός, καιομένης καμίνου διαφυλάξαντα Παῖδας, καὶ ἐν μορφῇ Ἀγγέλου συγκαταβάντα τούτοις, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιποθήσας σου, τὴν χαρμόσυνον θέαν, τὸ πρὶν ἠπίστει ὁ Θωμᾶς, ἀξιωθεὶς δὲ ταύτης, Θεὸν καὶ Κύριόν σε ἐκάλει Δέσποτα, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τὸν ἀνασχόμενον τῆς Θωμᾶ ἀπιστίας, καὶ ὑποδείξαντα πλευράν, καὶ τῇ αὐτοῦ παλάμῃ ἀκριβολογηθέντα, ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Σοῦ τὸ περίεργον, θησαυρὸν ἡμῖν ἀνέῳξε Θωμᾶ· θεολογήσας γλώσσῃ γὰρ θεοφορουμένῃ· Ὑμνεῖτε, ἔλεγες, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοῦ Ἁγίου. Αὕτη ἡ κλητή.
Ἄγει σου πιστῶς, τῶν εὐσεβούντων τὰ πλήθη, τὴν μνήμην Ἀθλοφόρε, ἐν ἱεραῖς μελῳδίαις, πρὸς Χριστὸν ἰσχυρόν σε προβάλλοντα πρέσβυν, Ἀναστάσιε αἰτοῦντα τὴν λύσιν, εὐχαῖς σου τῶν πταισμάτων.
Ἆρον πρὸς Θεόν σου τὰς χεῖρας, ὦ Μάρτυς προσάγων ἱκεσίαν ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου κινδύνων ῥυόμενος, ὡς ἔχων παῤῥησίαν, Ἀναστάσιε πλείστην.
Δέξαι προσηνῶς ἱκετῶν σου τὸν πόθον, Ἀναστάσιε Μάρτυς, τῶν εὐλαβῶς ἐκτελούντων τὴν σεπτήν σου τρισμάκαρ, πανήγυριν καὶ ῥῦσαι ἐκ θλίψεων, πειρατηρίων τε, παντοίων Ἀθλοφόρε.
Θεοτοκίον.
Μόνην γυναικῶν ἀπειράνδρως τεκοῦσαν, ὁ Ἀναστάσιος Κόρη, δικαστικῶν πρὸ βημάτων ὡμολόγει λαμπρῶς, ὁ ἀήττητος τοῦ Σοῦ παναμώμητε, Υἱοῦ τῇ ἱσχύϊ, ῥωννύμενος γενναίως.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.










ᾨδὴ θ' Ὁ Εἱρμός
Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν.
Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.
Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.
Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

Τοῦ Ἁγίου. Φωτίζου φωτίζου.
Εὐφραίνου ἀγάλλου, μετὰ Μαρτύρων παρεστώς, τῆς Τριάδος τῷ θρόνῳ, Ἀναστάσιε κλεινέ· θείας τρυφῆς ἀκορέστως τρυφῶν, καὶ τῆς τερπνῆς τῶν ἀπαυγασμάτων, θέας ἀεὶ ἐμπιπλώμενος.
Ὢ θέας ἀῤῥήτου, καὶ ἀνεκφράστου χαρμονῆς, ἧς μετέχειν ἐνθέως ἠξιώθης ἔνδοξε, ἐν οὐρανῷ σὺν Ἀγγέλων χοροῖς, καὶ Ἀθλητῶν Μάρτυς τοῦ Σωτῆρος, τερατουργὲ Ἀναστάσιε.
Ὡς θῦμα προσήχθης, τῷ ἀναστάντι ἐκ νεκρῶν, ὃν ἐπόθησας Μάρτυς καὶ τῷ τούτου ἔρωτι, πυρποληθεὶς ἱερῶς τὴν ψυχήν, βάσανον πᾶσαν ἤνεγκας προθύμως, τοῦ μαρτυρίου πανθαύμαστε.
Θεοτοκίον.
Ἰσχύς τε καὶ κράτος, ὑπάρχεις Μῆτερ τοῦ Φωτός, Ἀθλητῶν καὶ Μαρτύρων καὶ φρουρὸς ἀήττητος, τὸν ἰσχυρὸν ὡς τεκοῦσα Θεόν, ὃν ὁ στεῤῥὸς ἐν σταδίῳ Μάρτυς, ἐκήρυξεν Ἀναστάσιος.
Καταβασία
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον. Τοῦ Ἁγίου. Γυναῖκες ἀκουτίσθητε.
Ἤπειρος πᾶσα γάννυται, σκιρτῶσα Μάρτυς ἔνδοξε, καὶ τοὺς πιστοὺς συγκαλεῖται, πανηγυρίσαι προθύμως, Παραμυθία μᾶλλον δέ, κομπάζει τοῖς σπαργάνοις σου, καὶ τῶν πιστῶν ὁ σύλλογος, τιμᾶ σου πόθῳ τὴν μνήμην, γεραίρων τοὺς σοὺς ἀγῶνας.
Καὶ τὸ τῆς Ἐορτῆς. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν.





Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε συμφώνως ἐν ὕμνοις πιστοὶ δοξάσωμεν, τὴν σεβασμίαν μνήμην, Ἀθλοφόρου τοῦ νέου, τοὺς πόθῳ διαπύρῳ πρὸς τὸν Χριστόν, ἀνδρικῶς ἐναθλήσαντος, καὶ τὴν ὀφρὺν καθελόντος Ἀγαρηνῶν, Ἀναστασίου τοῦ θεόφρονος.

Τῆς Ἀναστάσεως Μάρτυς σοφὲ συνώνυμε, καὶ κοινωνὸς τοῦ πάθους τοῦ Χριστοῦ ἀνεδείχθης· ὅθεν ἀπόκειταί σοι ἐν οὐρανοῖς ἀμαράντινος στέφανος, ὅν σοι παρέξει τρισμάκαρ ὡς δι’ αὐτόν, πόθῳ ζέοντι ἀθλήσαντι.

Χαίρει πληθὺς τῶν Ἀγγέλων τῶν Ἀθλητῶν ὁ χορός, ἐν τῇ σεπτῇ σου μνήμῃ Ἀναστάσιε Μάρτυς, ἀθλήσας γὰρ γενναίως ὑπὲρ Χριστοῦ τοὺς τυράννους κατήσχυνας, καὶ Δανιὴλ ἐκ τοῦ σκότους σαῖς διδαχαῖς, πρὸς τὸ θεῖον φῶς ὡδήγησας.

Μαρτυρικὴ πανδαισία πρόκειται σήμερον, τῶν φιλεόρτων δῆμος εὐφρανθῶμεν ἐνθέως, γεραίροντες ἐν ὕμνοις τὸν Ἀθλητὴν καὶ πανένδοξον Μάρτυρα, ὡς ἀριστέα λαμπρότατον τοῦ Χριστοῦ, καὶ πρεσβευτὴν ἡμῶν θερμότατον.

Δόξα. Ἦχος πλ. α΄.
Τῇ πανσθενουργῷ χάριτι λελαμπρυσμένος, ὁ τῇ ἡλικίᾳ νεάζων Ἀναστάσιος, ἐν ἀγῶωσι νέοις ἠνδρίσατο, καὶ πανήγυριν νέαν ἐν τῇ Ἐκκλησίᾳ συνεκρότησεν· ἐν ᾗ συνελθόντες εὐλαβῶς, εὐφημήσωμεν ἐν ᾄσμασι μετὰ πόθου, τὰ τῆς ἀθλήσεως αὐτοῦ ἀριστείας, καὶ τῷ ἀναστάντι Χριστῷ, ᾆσμα καινὸν ἀναμέλψωμεν· δόξα Σοι Βασιλεῦ τῶν αἰώνων, ὅτι ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ χρυσοπλόκοις στέμμασι, τὸν Ἀθλοφόρον Σου κατέστεψας· ὃς καὶ παρίσταταί Σοι, ἐν ἀκηράτῳ δόξῃ, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Ἦχος πλ. α'
Φιλάνθρωπε, μέγα καὶ ἀνείκαστον τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὅτι ἐμακροθύμησας, ὑπὸ Ἰουδαίων ῥαπιζόμενος, ὑπὸ Ἀποστόλου ψηλαφώμενος, καὶ ὑπὸ τῶν ἀθετούντων σε πολυπραγμονούμενος. Πῶς ἐσαρκώθης; πῶς ἐσταυρώθης ὁ ἀναμάρτητος; ἀλλὰ συνέτισον ἡμᾶς, ὡς τὸν Θωμᾶν βοᾶν σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὕμνοις σου τιμῶμεν τοὺς ἱερούς, ἀγῶνας παμμάκαρ, Ἀναστάσιε Ἀθλητά, οὓς γενναιοφρόνως, ὑπέστης καὶ νῦν χαίρων, φωτὶ τῷ τρισηλίῳ, Μάρτυς παρίστασαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου