ΜΑΡΤΙΟΥ 22.
ΔΡΟΣΙΣ ΜΑΡΤΥΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἀρχιμ.
Φιλαρέτου Βιτάλη)
Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ
ΡΜΒ΄ Ψαλμός· τὸ Θεὸς Κύριος καὶ τὰ Τροπάρια. Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν
προσδράμωμεν.
Τῇ
Ἀθληφόρῳ τοῦ Χριστοῦ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῆς Δροσίδος προσπέσωμεν,
ἐν εὐλαβείᾳ κράζοντες ἐκ μέσης ψυχῆς, φρούρει ἡμᾶς πάνσεμνε καὶ σὸν θεῖον
Νυμφίον, τὰς ἱκεσίας σου ποίει θερμῶς, εἰς τὸ σωθῆναι, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν...
Ὁ
Ν΄ ψαλμός· καὶ ὁ κανὼν τῆς Ἁγίας.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς
θεῖον θησαύρισμα ἀληθῶς, , ἡ σεπτὴ εἰκών σου ἀπεδόθη ἡμῖν Δροσίς, αὐτὴν
προσκυνοῦντες ὦ τρισμάκαρ, περιχαρῶς τὴν σὴν χάριν λαμβάνομεν.
Διδοῦσα
τὴν χάριν σου καὶ ἡμῖν, ναόν σου ὡραῖον ἀνεγείραμεν εὐσεβῶς, ἐν ὧ γηθοσύνως νῦν
τελοῦμεν, τὴν θείαν ταύτην πανήγυριν πάνσεμνε.
Ῥωσθεῖσα
τὴν χάριν ἐκ τοῦ Θεοῦ, ναὸς ἀνεδείχθης τοῦ Κυρίου καὶ παντουργοῦ, Δροσὶς ὦ
πανεύφημε ἐνθέως, τοῦ παναγίου πεπλήρωσαι Πνεύματος.
Θεοτοκίον.
Ὁ Κύριος Ἄχραντε Μαριάμ, ἐπεῖδεν ἀσμένως τὸν
Σὸν κόσμον τῶν ἀρετῶν, διὸ δι’ Ἀγγέλου Σὲ προσεῖπε, χαριτωμένη Παρθένον
Πανάσπιλον.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Σὺ
ὡς ἥλιος ὤφθης ὁλολαμπὴς πάνσεμνε, καὶ διὰ τῆς πίστεως πάντας ἐφωταγώγησας,
σκότος δὲ ἔλυσας, τῆς ἀθεΐας καὶ πλάνης, δείξασα Δροσὶς σοφή, φέγγος ἀνέσπερον.
Ἱλαστήριον
θεῖον τὸν Ἰησοῦν ἔδειξας, ὡς ἐνανθρωπήσαντα Λόγον τοῖς ἁμαρτήμασι, διὸ
μετάνοιαν, εἰλικρινῇ τῷ Δεσπότῃ, ὅπως ἐπιδείξωσι πάντας προέτρεπες.
Σοφισθεῖσα
παρθένε πρὸς τὸν Χριστὸν ἔδραμες, καὶ ἀνεγεννήθης ἐμφρόνως ψυχῇ καὶ πνεύματι,
ὅθεν εὐσέβειαν, ζῶσαν ἐπέδειξας πᾶσι, πράξει θεωρίᾳ τε ταύτην ἐτράνωσας.
Θεοτοκίον.
Ἀσωμάτων
αἱ τάξεις ἐν οὐρανοῖς Πάναγνε, Σὲ Θεογεννῆτορ ἀσμένως ἐδοξολόγησαν, διότι
ἔτυχες, τοσαύτης ὄντως εὐνοίας, ἐκ Θεοῦ Παντάνακτος, ὡς Παναμώμητος.
Διάσωσον,
ἐκ πάσης βλάβης κινδύνων καὶ νοσημάτων, τοὺς τιμῶντάς σε εὐσεβῶς καὶ σοὶ
καταφεύγοντας, Δροσὶς Ἁγίων παρθένων δόξα.
Ἐπίβλεψον...
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπῃ
θερμῇ καὶ πόθῳ πρὸς τὸν Ἄνακτα, ἐτρώθης Δροσὶς καὶ Νύμφη Αὐτοῦ γέγονας, διὰ
τοῦτο πάνσεμνε, σὲ ἐδέχθη χαίρων ὁ Κύριος, λαμπαδηφόρον ἐν τῷ οὐρανῷ, καὶ δόξης
ἀϊδίου κατηξίωσε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία
θερμή...
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Γεγηθυῖα
ἐχώρησας, καὶ τελειωτάτῳ Δροσὶς φρονήματι, πρὸς ἀγῶνας ὑπὲρ πίστεως, καὶ
καθεῖλες ὄφιν τὸν ἀρχέκακον.
Ἱερώτατον
ὄργανον, τοῦ Χριστοῦ κατέστης Δροσὶς θεόπνευστε, καὶ ὡς ἄμπελος κατάκαρπος,
βρότυν τὸν γλυκύτατον ἐξήνθησας.
Ἀληθὲς
καλλιέρημα, ὄντως ἀνεδείχθης Δροσὶς θεόληπτε, ἐν δεινοῖς περιπλανήσεσι, τὸν
Χριστὸν Θεόν σου ὡμολόγησας.
Θεοτοκίον.
Δεῦτε
νῦν μεγαλύνομεν, τὴν ἀειμακάριστον Κόρη ἅπαντες, τὴν τὸν Κύριον γεννήσασαν, καὶ
ἀναδειχθεῖσαν Θεομήτορα.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ῥήματα
πατρός, βασιλέως κατεφρόνησας, εἰλικρινῶς ἀγαπήσασα Χριστόν, καὶ ἀντ’ Αὐτοῦ
μηδὲν ἐν κόσμῳ προτιμήσασα.
Ὄλβον
πατρικόν, καὶ ἐπίγεια βασίλεια, ἀρνησαμένη πανεύφημε Δροσίς, πλοῦτον ἀσύλητον
Χριστοῦ σὺ ἐθησαύρισας.
Σῶμα
καὶ ψυχήν, τῷ Νυμφίῳ σου παρέδωκας, παρ’ Οὗ εἰσῆλθες πανέντιμε Δροσίς, ἐν τῷ
νυμφῶνι, τῆς Αὐτοῦ δόξης γεραίρουσα.
Ἱεροπρεπῶς,
τὰ ἐν βίῳ σου ἐρύθμησας, καὶ στεῤῥωτάτῳ νοΐ πρὸς τὸν Χριστόν, ὦ καλλιπάρθενε
Δροσίς, προσεχώρησας.
Θεοτοκίον.
Σὲ
μετὰ Θεόν, Θεοτόκε ἀπειρόγαμε, ἐκδυσωποῦμεν θερμῶς οἱ πιστοί, ὅπως ῥυσθῶμεν ἐξ
ὀργῆς καὶ περιστάσεως.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ὁ
τύραννος, καὶ πατήρ σου πάνσεμνε, ἐμμανῶς ἐκδεδωκὼς τοῖς δημίοις, σὲ τὴν καλλὴν
καὶ πανέντιμον κόρην, ἀπεξενώθη τοῦ φίλτρου ὁ ἄθλιος, ἀλλὰ σὺ κλαίουσα Δροσίς,
ὑπὲρ τούτου εὐχὰς ἀνταπέδιδες.
Νεκρώσασα,
τῆς σαρκὸς τὸ φρόνημα, τὴν ψυχὴν θεοφεγγῆ ἀπειργάσω, καὶ συνεργίᾳ τοῦ Πνεύματος
Μάρτυς, ἀνδρειοφρόνως τοὺς πόνους ὑπήνεγκας, τὸν θάνατον δὲ ὦ Δροσίς, εἰς οὐδὲν
ἐλογίσω πολύαθλε.
Τῷ
πόθῳ σου, ὦ Χριστὲ νῦν φλέγομαι, ἡ Δροσὶς Παμβασιλεῦ ἀνεφώνει, τῶν παθημάτων
μου νῦν τὰς ὀδύνας, σῆς ἀγαπήσεως δρόσον ἐκδέχομαι, καὶ διὰ τοῦτο ἐναθλῶ, ἵνα
Σοὶ βασιλεύσω Νυμφίε μου.
Θεοτοκίον.
Ἀμόλυντε,
Θεοτόκε Δέσποινα, ἐξ ἀχράντων Σου αἱμάτων ὁ Λόγος, ὑπερφυῶς ἐσαρκώθη καὶ πᾶσι,
ζωὴν τὴν ἄφθαρτον ὄντως ἀπένειμεν, ὅθεν συμφώνως οἱ πιστοί, τὸν Σὸν Τόκον
γεραίρομεν ἅπαντες.
Διάσωσον,
ἐκ πάσης βλάβης κινδύνων καὶ νοσημάτων, τοὺς τιμῶντάς σε εὐσεβῶς καὶ σοὶ
καταφεύγοντας, Δροσὶς Ἁγίων παρθένων δόξα.
Ἄχραντε...
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῇ
εἰκόνι σου τῇ θαυμαστῇ προσπελάζοντες, ἡ ἐν δάκρυσι καὶ στεναγμοῖς νῦν
προσβλέποντες, Δροσὶς θερμῶς προσάγομέν σοι προσευχήν, ταχὺ πρόφθασον καὶ
ἐξελοῦ, ἐκ περιστάσεων δεινῶν, ἡμᾶς πάντας τοὺς τιμῶντάς σε, φρούρει δὲ τὴν
ὑγείαν, καὶ στήριζε ἐν τῇ πίστει, καταξιοῦσα καὶ ἡμᾶς, τῶν βραβείων σου
πανύμνητε.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον: Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος
πολύς... (Δευτέρα ΙΕ΄ ἑβδομάδος Ματθαίου.)
Δόξα Πατρί: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός.
Νύμφη
τοῦ Παντάνακτος, Δροσὶς Ἁγία παρθένε, πόθῳ εὐφημοῦμέν σε, καὶ παρακαλοῦμέν σε,
ἀνακράζοντες ἐκτενῶς πάνσεμνε· μὴ παύσῃ πρεσβεύειν τῷ Σωτῆρι καὶ Νυμφίῳ σου, ἐκ
περιστάσεων, καὶ ἐπιβουλῶν τοῦ ἀλάστορος, ῥυσθῆναι ἡμᾶς ἅπαντας ἀπὸ νοσημάτων
καὶ θλίψεων, Χριστὸν ἐκδυσώπει, πταισμάτων ἡμῖν δοῦναι ἱλασμόν, καὶ τῆς Αὐτοῦ
ἀγαπήσεως, τυχεῖν οἱ ἱκέται σου.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σταλαγμοῖς
τῶν δακρύων τὸν βυθὸν ἀθεΐας Δροσὶς ἐξήρανας, καὶ ἔδειξας ἐν κόσμῳ, τὴν πίστιν
τὴν ἁγίαν τοῦ Χριστοῦ καὶ ἐκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ψαλμικῶς
ἀνεβόας ὦ Δροσὶς ἐν τῷ σκάμματι τῆς ἀθλήσεως, συντρίβουσα ἀνδρείως, σεβάσματα
ἀθέων, καὶ εἰδώλων τὰ ξόανα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑμνοῦσα
τὸν Σωτῆρα εὐχαρίστως εἱρκτῇ σὺ ἐνεκαρτέρησας, τοῖς ἴχνεσιν ἀνδρείως, σεβάσματα
ἀθέων, καὶ εἰδώλων τὰ ξόανα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Χαρίτωσον
ἀφθόνως Παναγία Θεόνυμφε τοὺς τιμῶντάς Σε, ἅμα καὶ τὸν Υἱόν Σου, καὶ σῶζε ἐκ
κινδύνων τοὺς βοῶντας ἐν δάκρυσι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἁγνὴ
παρθένε, ὡς θῦμα ἅγιον ὤφθης, καὶ ἀμνὰς τοῦ Κυρίου βοῶσα· Σὲ δοξολογοῦμεν,
Χριστὲ εἰς τοὺς αἰῶνας.
Σ’
αὐτὴν ὡς κρίνον, εὐωδιάζον προσήχθη, τῷ Κυρίῳ ἡ καθαρὰ ψυχή σου· καὶ
ἐμεγαλύνθης, εἰς πάντας τοὺς αἰῶνας.
Ἥδιστον
ὄντως, τὸ σὸν ἐπίγειον τέλος, ὦ Δροσὶς ἐθεωρήθη ὡς Μάρτυς· ὅθεν σὲ
ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Μόνην
ἐν κόσμῳ, ὡς Θεοτόκον Μητέρα, Ἀειπάρθενον κηρύττομεν ὄντως, καὶ Σὲ ἀνυμνοῦμεν,
τὴν Κεχαριτωμένη.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Ὡς
νύμφη του Κυρίου, ὦ Δροσὶς Ἁγία, εἰς τὸν νυμφῶνα Αὐτοῦ διαλάμπουσα, μὴ
διαλλίπῃς πρεσβεύειν σωθῆναι ἅπαντας.
Ναῷ
σου τῷ ἁγίῳ, δέξαι τὰς δεήσεις, ἅς εὐλαβῶς σοι προσάγομεν πάνσεμνε, τὴν δὲ σὴν
χάριν ἀπόδος τοῖς ἀνυμνοῦσί σε.
Φλογὸς
τῆς αἰωνίου, διαφύλαξόν με, τῇ σῇ πρεσβείᾳ Δροσὶς ἱκετεύω σε· καὶ δροσισμὸν τῆς
ψυχῆς μου, σὺ μοὶ χορήγησον.
Ἱλέῳ
ὄμματί σου, ὦ Δροσὶς τρισμάκαρ, τὸν σὸν Νυμφίον δυσώπει ῥυσθῆναί με, καὶ
κληρονόμον γενέσθαι θείας ἐλλάμψεως.
Θεοτοκίον.
Λαὸς
καὶ Ἐκκλησία, Σοὶ εὐχαριστοῦμεν, Θεογεννῆτορ Μαρία ἀπείρανδρε, ὅτι ἡμῖν ὡς
Σωτῆρα Χριστὸν προσήνεγκας.
Ἄξιόν
ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Τὴν
παρθενομάρτυρα τοῦ Χριστοῦ, Δροσίδα τὴν θείαν εὐφημήσωμεν εὐσεβῶς, τὴν παρισταμένη,
νυμφῶνι τοῦ Κυρίου, ὡς ἄσπιλον ἀμνάδα, Αὐτοῦ πολύαθλον.
Ἴον
εὐωδέστατον ὦ Δροσίς, τοῦ ἔαρος ὤφθης καὶ στολίζεις τοὺς εὐανθεῖς, λειμῶνας
πανδρόσους, τοῦ θείου Παραδείσου, οὗ καὶ
ἡμᾶς Ἁγία, πάντας ἀξίωσον.
Κατέχοντες
ὧδε ὡς θησαυρόν, ὦ Δροσὶς Ἁγία τὴν εἰκόνα σου τὴν σεπτήν, ἥν καταφιλοῦμεν, πόθῳ
καὶ εὐλαβείᾳ, αἰτούμενοι διδόναι, πᾶσιν ἰάματα.
Πᾶσαι
τῶν Ἀγγέλων...
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δροσίδα
τὴν πάντιμον καὶ βασιλίδα σεμνήν, ἐνθέως τιμήσωμεν ἐν εὐλαβείᾳ πιστοί, εὐφήμως
γεραίροντες· αὕτη γὰρ ἐν τῇ Ῥώμῃ, ἐναθλήσασα πίστει, ἔνδοξος Ἀθληφόρος τοῦ
Χριστοῦ ἀνεδείχθη, πρεσβεύουσα ἀπαύστως Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἐν
τῇ Ἀπολύσει, προσόμοιον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνυ,
ἤδη κλίνοντες Δροσίς, καὶ κατασπαζόμενοι πάντες, τὸ σὸν εἰκόνισμα, δέησιν
προσάγομεν τῇ σῇ ἀγάπῃ σεμνή, ὅπως γένηται ἵλεως, ἡμῖν ὁ Δεσπότης καὶ Χριστὸς
Νυμφίος σου, ὅν ἐνδυσώπει ἀεί· ὅθεν ἐκ βαθέων καρδίας, κατατίθεμέν σοι Ἁγία,
τὴν εὐχαριστίαν καὶ ἀνύμνησιν.
Δέσποινα
πρόσδεξαι...
Τὴν
πᾶσαν ἐλπίδα μου...
Δι’
εὐχῶν.
Ναΰδριον
τῆς Ἁγίας ὑπάρχει εἰς Κοκκινομηλιὰ Ἱστιαίας Εύβοίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου