Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 29. ΟΣΙΟΣ ΚΑΣΣΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΘ΄.
ΚΑΣΣΙΑΝΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β'. Ἄγγελος μὲν τὸ χαῖρε
Ἀγγελικῶς βιώσας, ἐπὶ γῆς θεόφρον Μακάριε, χοροῖς τῶν ἀσωμάτων ἠρίθμησαι· σταυρὸν γὰρ ἐπὶ ὤμων σου ἀράμενος Ὅσιε, τῷ τῶν ὅλων Θεῷ ἠκολούθησας, καὶ πάθη ψυχοφθόρα, ἐγκρατείας πόνοις θανατώσας, τοῦ Πνεύματος δοχεῖον, καὶ σκεῦος καθαρὸν ἐχρημάτισας· Διὸ βοῶμέν σοι· Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε.

Νηστείαις ἀγρυπνίαις, τῷ Θεῷ ἀεὶ προσκολλώμενος, ἁπάσης ἡδονῆς ὑψηλότερος μακάριε ἐδείχθης, καὶ καλαῖς ἀναβάσεσιν, ἀπαύστως φωτιζόμενος, ἔβλυσας διδασκαλίας ῥεῖθρα, τῶν πιστῶν ἀρδεύοντα καρδίας, καὶ γνῶσιν ἐκτιθέντα, Κασσιανὲ θεόφρον σωτήριον· Διὸ βοῶμέν σοι· Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε.

Ἄνωθεν φωτισθεῖσα, ἡ σοφή σου Πάτερ διάνοια, διδασκαλίας φέγγος ἀπήστραψε, δι' οὗ φωταγωγεῖται Μοναζόντων τὸ σύστημα, τῶν παθῶν τῆς ἀχλύος λυτρούμενον· διὸ καὶ ἑορτάζει τὴν ἁγίαν πάντοτε μνήμην σου, τὸν Κύριον τῆς δόξης δοξάζον, τὸν ἀεὶ σε δοξάσαντα, ἀγωνισάμενον, καὶ νικήσαντα τὸν ὄφιν τὸν πολυμήχανον.

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Κασσιανοῦ νῦν τὴν μνήμην δεῦτε τιμήσωμεν, τῶν μοναστῶν τὰ πλήθη, οἱ πολλὴν ἐκ τῶν λόγων, ὠφέλειαν τρυγῶντες, διηνεκῶς, τῶν αὐτοῦ· καὶ γὰρ βρύουσι, χάριν πλουσίαν τοῦ πνεύματος ἐκ πηγῶν, καὶ ἀρδεύουσι τὰ πέρατα.

Σὺ τοὺς θορύβους ἐκκλίνων Πάτερ ἀνέδραμες, εἰς ἀρετῶν τὸ ὄρος, καὶ μονάσας ὁσίως, διέπρεψας ἐν τούτῳ, ἐκ πρακτικῆς, θεωρίαν κτησάμενος, καὶ ποδηγεῖς τοὺς ἀνθρώπους Κασσιανέ, τοῖς ἐνθέοις σου διδάγμασι.

Τὰ τῆς κακίας αἰτίας παραδειγμάτίσας, ὀκτὼ κεφαλαιώδεις, συγγραψάμενος λόγους, ἐν οἷς καὶ στηλιτεύεις, Πάτερ σοφέ, τῶν παθῶν τὰ κυήματα, ἀφ’ ὧν ῥυσθῆναι δυσώπησον καὶ ἡμᾶς, τοὺς ἐκ πόθου εὐφημοῦντάς σε.
Δόξα. Ἦχος πλ. δ΄.
Εὐφραίνου Αἴγυπτος ἀνθήσασα, τοιοῦτον πολιοῦχον, τὸν ἐν μακαρίοις Κασσιανόν. Οὗτος γὰρ τῇ σοφίᾳ τοῦ Ἁγίου Πνεύματος καταγλαϊσθείς, πᾶσαν ἄσκησιν, τῇ ἐναρέτῳ πολιτείᾳ αὐτοῦ ὑπερηκόντισεν. Αὐτὸν καὶ ἡμεῖς μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τῷ Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σοφῶς κατενόησας, τὴν τῶν ῥεόντων ἀπάτην, Πάτερ παναοίδιμε, καὶ τοὺς ταύτης χρήζοντας, διεκώλυες, μηδαμῶς μένουσαν, μετὰ τὴν ἔξοδον, τὴν ἐντεῦθεν πρὸς τὸν Κύριον, ὑποδεικνὺς αὐτοῖς, ταύτην τὴν ῥοώδη καὶ πρόσκαιρον, ζωήν τε καὶ κατάστασιν· ὅθεν τῆς κρείττονος γέγονας, πρὸς ἣν ἀπευθύνων, ἀγχίνους ὡς κριτής τε καὶ σοφός, βίον καὶ πρᾶξιν Κασιανέ, Χριστῷ εὐηρέστησας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίους Αὐτοῦ.
Σταυρὸν ἐκ νεότητος, ἀναλαβὼν καὶ τὴν τρίβον, Πάτερ τὴν ἐπίπονον, καὶ στενὴν διώδευσας, ἐμμελέστατα, τῇ σεπτῇ μάλιστα, πειθαρχῶν ἔνδοξε, διατάξει τοῦ καλέσαντος· διὸ κατάλληλον, εὗρες τῶν καμάτων τὴν ἔκβασιν, καὶ ἄξιον τὸ ἔπαθλον, τὴν ἐν οὐρανοῖς Βασιλείαν, Χριστοῦ καὶ τὴν πάντων, Ἁγίων ἐν φωτὶ Κασιανέ· μεθ’ ὧν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Θαύματος ὑπόθεσις, ἅπασιν ἦσθα θεόφρον, μετὰ καὶ τοῦ σώματος, ἐπὶ γῆς τὸ πρότερον, καθορώμενος, σιωπῶν Ὅσιε, καὶ λαλῶν ἔπειτα, καὶ τοῖς λόγοις καὶ τοῖς πράγμασι· μέτριος πρᾷος γάρ, ὤφθης καὶ ἡδὺς καὶ μειλίχιος, καὶ ἄγαν εὐπροσήγορος, καὶ προφητικὸς καὶ ἁπλούστατος, πολλῷ δὲ νῦν πλέον, ἡνίκα πρὸς Θεὸν ἀναδραμών, ἐθαυμαστώθης καὶ ἔλαβες, χάριν τῶν ἰάσεων.

Δόξα. Ἦχος πλ. β΄.
Ἐμφρόνως τῶν ὀχληρῶν τοῦ βίου ἐπαναστάς, Κασσιανὲ ἀοίδιμε, φιλησυχία τὴν ἔρημον κατέλαβες, καὶ δι’ αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῷ κόσμῳ ἔλλαμψας φωστήρ, καὶ ῥήματα ζωῆς τοῖς ἀνθρώποις ἐπήγασας. Διὸ μὴ παύσῃ ἐν ταῖς εὐχαῖς σου στηρίζων ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς σοφίας τὸν λόγον Πάτερ τοὶς ἔργοις σου, ἀσκητικῶς γεωργήσας ὡς οἰκονόμος πιστός, ἀρετῶν μυσταγωγεῖς τὰ κατορθώματα, σὺ γὰρ πράξας εὐσεβῶς, ἐκδιδάσκεις ἀκριβῶς, Κασσιανὲ θεοφόρε, καὶ τῷ Σωτήρι πρεσβεύεις, ἐλεηθῆναι τᾶς ψυχᾶς ἠμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.












ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Βοῶ Σοι τῷ Κυρίῳ μου, λόγου χάριν ἐμπνεῦσαί μοι, εὐφημῆσαι, σοῦ τὸν Ὅσιον καλῶς, τὸν βίον ἠνυκότα· καὶ μετὰ τῶν Ἀγγέλων, νῦν μεγαλύνει Σου τὸ ὄνομα.
Δόξα... καὶ νῦν ... Θεοτοκίον
Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Ἀσκήσεως τὸ πέλγαγος, ἀβρόχως διεπέρασας, καὶ λιμένι, προσωρμίσθης τοῦ Θεοῦ· Αὐτῷ καθικετεύω, ὑπὲρ ἡμῶν μὴ παύσῃ, Κασσιανὲ μακαριώτατε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὅμοιον.
Ῥημάτων ἡδυέπεια, τῆς σοφῆς διανοίας σου, ἱλαρύνει, μοναζόντων τὴν πληθύν, ἄνωθεν φωτισθεῖσα, τοῦ πνεύματος τῇ αἴγλῃ, καταφωτίζει καὶ ἡμῶν τὰς ψυχάς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ὁρῶσά σε ἡ Πάναγνος, ἐν ξύλῳ καθηλούμενον, ἀνεβόα· Ὦ Υἱέ μου καὶ Θεέ, τί τὸ παράδοξόν σου, καὶ ἄκουσμα τὸ ξένον, ὃ ὑπομένεις διὰ οἶκτον πολύν;

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίους Αὐτοῦ.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐμφρόνως τῶν ὀχληρῶν τοῦ βίου ἐπαναστάς, Κασσιανὲ ἀοίδιμε, φιλησυχία τὴν ἔρημον κατέλαβες, καὶ δι’ αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῷ κόσμῳ ἔλλαμψας φωστήρ, καὶ ῥήματα ζωῆς τοῖς ἀνθρώποις ἐπήγασας. Διὸ μὴ παύσῃ ἐν ταῖς εὐχαῖς σου στηρίζων ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.


Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ, οὗ ἡ Ἀκροστιχίς: Σοὶ Κασσιανὲ τὴν δε τὴν ᾠδὴν πλέκω. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος β'. Ὁ Εἱρμὸς Ἐν βυθῷ κατέστρωσε ποτέ
Στεφανώσας θείαις ἀρεταῖς, Ὅσιε τὸν βίον σου, Κασσιανὲ πρὸς Θεὸν ἐξεδήμησας, παρ' οὗ ἡμῖν αἴτησαι, ἀπολύτρωσιν τῶν πταισμάτων δεόμεθα, τοῖς ἐπιτελοῦσι, πίστει τὴν ἁγίαν σου μετάστασιν.
λοτρόπῳ νεύσει πρὸς Θεόν, πάντων Ἀξιάγαστε, τῶν ἐμπαθῶν νοημάτων ἐξένευσας, καὶ φῶς ἐχρημάτισας, ταῖς μεθέξεσι ταῖς ἀΰλοις θεούμενος· ὅθεν σε τιμῶμεν, καὶ πανηγυρίζομεν τὴν μνήμην σου.
ατρὸς γεγένησαι ψυχῶν, θείοις σου διδάγμασι, Κασσιανὲ ῥυθμίζων τὰ φρονήματα, Μοναστῶν ἐν χάριτι, καὶ τὴν φέρουσαν πρὸς ζωὴν τὴν αἰώνιον, ἄριστα δεικνύων, τρίβον θεοφόρε παμμακάριστε.
Θεοτοκίον
Κυοφόρον ἄνανδρον Ἁγνήν, πάντες σε γινώσκομεν· τὸν γὰρ Θεὸν σάρκα θνητὴν ἐνδυσάμενον, ὑπὲρ νοῦν ἐγέννησας, τὸν φαιδρύναντα τῶν Ὁσίων τὸν σύλλογον· Ὅθεν σε ὑμνοῦμεν, πίστει μεγαλύνοντες τὸν τόκον σου.

ᾨδὴ γ' Ὁ Εἱρμὸς Ἐξήνθησεν ἡ ἔρημος
στέρα ἐν τῷ ὕψει σε, Ἐκκλησίας λάμποντα, ὁ φωτισμὸς ἀνέδειξε, τῶν ἐν σκότει Χριστὸς πανεύφημε, ἀσκητῶν ὡραιότης Πάτερ πάνσοφε
Σταυρῷ τὸν ὁμιλήσαντα, καὶ τὸν κόσμον σώσαντα, Κασσιανὲ μιμούμενος, ἐσταυρώθης κόσμῳ καὶ πάθεσι, πανουργίας δαιμόνων τροπωσάμενος.
Σοφίας πληρωθεῖσά σου, ἡ καρδία Πάνσοφε, διδασκαλίας ἄβυσσον, ἐν Ἁγίῳ ἔβλυσε Πνεύματι, Μοναστῶν τὰς ἀγέλας καταρδεύουσα.
Θεοτοκίον
άτρευσον Πανάμωμε, τὴν ψυχήν μου δέομαι, ἐξασθενοῦσαν πάθεσι, καὶ παντοίαις ἐπαναστάσεσι, τῶν κακίστων δαιμόνων μεσιτείαις σου.

Κάθισμα. Ἥχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Τοῦ Χριστοῦ τῇ ἀγάπῃ Πάτερ τρωθείς, κοσμικὴν ἐβδελύξω πᾶσαν στοργήν, καὶ ἄρας ἐπ’ ὤμων σου, τὸν σταυρὸν ἠκολούθησας, δι’ ἀρετῆς ἁπάσης αὐτῷ πανσεβάσμιε· ὅθεν συνελθόντες, τὴν σεβάσμιον μνήμην, τὴν σὴν ἑορτάζομεν, μοναζόντων τὸ καύχημα, Κασσιανὲ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἕτερον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁσιωθεὶς σὺ τῷ Θεῷ ἀνετέθης, καὶ λαμπρυνθεὶς σὺ τῶν καλῶν ταῖς ἰδέαις, Κασσιανὲ ὡς ἥλιος ἀπήστραψας, φέγγει τῶν ἐνθέων σου διδαχῶν τὰς καρδίας, πάντων τῶν τιμώντων σε, ἀενάως φωτίζων, ἀλλ' ἐκτενῶς ἱκέτευε Χριστόν, ὑπὲρ τῶν πόθῳ, θερμῶς εὐφημούντων σε.
Καὶ νῦν. Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

ᾨδὴ δ' Ὁ Εἱρμὸς Ἐλήλυθας, ἐκ Παρθένου
γῶσί σου, τῆς σαρκὸς ὑποτάξας σκιρτήματα, τῷ πνεύματι Ὅσιε, ταῖς ἱεραῖς νουθεσίαις σου, πάσας ἀπεγύμνωσας, τὰς πανουργίας τοῦ πλάνου καὶ τὰ ἔνεδρα.
Νεκρούμενος, ἑκουσίως τῷ κόσμῳ τὴν μέλλουσαν, ζωὴν κλῆρον εἴληφας, Κασσιανὲ παναοίδιμε νόμους συνεγράψω δέ, εἰς Μοναστῶν ὁδηγίαν καὶ τελείωσιν.
νῴκησε, τῇ ψυχῇ σου ἡ χάρις τοῦ Πνεύματος, καὶ πάντων ἀνώτερον, τῶν τῆς σαρκὸς φρονημάτων σε, ἔδειξε Πανόλβιε, καὶ τῶν τοῦ πλάνου παγίδων ἐμφανέστατα.
Θεοτοκίον
Τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον τέτοκας, ἀρρήτως Πανάμωμε, τὸν τοὺς Ὁσίους λαμπρύναντα, πίστει ἀριστεύσαντας, καὶ τὸν ἀρχέκακον ὄφιν ταπεινώσαντας.

ᾨδὴ ε' Ὁ Εἱρμὸς Μεσίτης Θεοῦ
ρπάγης ταῖς σαῖς, ἀρεταῖς θεόληπτε ὀχούμενος, καὶ χαίρων κατέπαυσας, πρὸς τὰ ἐπουράνια σκηνώματα, τῶν καμάτων τὰ γέρα, ἀξίως κομιζόμενος.
Νοῒ καθαρῷ, σὺ ἑνοπτριζόμενος, τὸ κάλλος Χριστοῦ, ἵστασο ἀκλόνητος, νύκτωρ μεθ' ἡμέραν τε Ἀοίδιμε, καὶ ἐνθέους δηλώσεις, ἐκεῖθεν εἰσδεχόμενος.
Δακρύων πηγαῖς, θεοφόρε Πάτερ ἀρδευόμενος, ὡς δένδρον ὑψίκορμον, ἤνεγκας καρποὺς τὰ κατορθώματα, ἐπευφραίνοντα πάντων, ἐνθέως τὰ νοήματα.
Θεοτοκίον
κ σοῦ ἡ ζωή, ὑπὲρ νοῦν Παρθένε ἀνατείλασα, ἐχθρὸν ἐθανάτωσεν, ἅπαντας ἡμᾶς τὸν θανατώσαντα, καὶ ἐζώωσε κόσμον, ἀπαύστως ἀνυμνοῦντά σε.








ᾨδὴ ς' Ὁ Εἱρμὸς Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος
Τὴν ὁδὸν τὴν στενὴν Πάτερ ὥδευσας, πᾶσί τε τοῖς λόγοις σου ταύτην ὑπέδειξας, ἣν οἱ καλῶς βαδίζοντες, Παραδείσου πρὸς πλάτος εἰσάγονται.
ζωή σου ὁσία γεγένηται, καὶ ἡ τελευτὴ μακαρία καὶ ἔντιμος, Κασσιανὲ Πατὴρ ἡμῶν, τῶν ἁγίων Ἀγγέλων συνόμιλε.
Νυσταγμὸν ἀμελείας ἀπέρριψας, καὶ ἐπαγρυπνῶν θεωρίαις καὶ πράξεσιν, ἀγγελικῶς ἐβίωσας, ἐπὶ γῆς θεοφόρε πανόλβιε.
Θεοτοκίον
ς καλὴν ὡς ὡραίαν ποθήσας σε, ὁ καλλοποιὸς Ἰησοῦς Παναμώμητε, ἐκ σοῦ σαρκὶ γεγέννηται, καὶ θεοὶ με δι' οἶκτον ἀμέτρητον.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῷ οἴκῳ Κύριος, τῆς ἐγκρατείας, ἀληθῶς σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, Πατὴρ ἡμῶν Κασσιανὲ Ὅσιε.
Ὁ Οἶκος.
Ὑπὲρ ἥλιον ὁ βίος σου ἤστραψεν Ὅσιε, ἁγνείᾳ γάρ, καὶ πρᾳότητι, πᾶσαν τὴν ζωήν σου κατακοσμῆσαι ἐσπούδασας, καὶ ἑαυτὸν ἐκδοὺς πρὸς πᾶσαν σκληραγωγίαν τε καὶ ἄσκησιν, δι’ ἧς ἠξιώθης τῷ Θεῷ εὐαρεστῆσαι ἐπὶ γῆς, παρ’ οὗ καὶ τῶν σημείων τὴν χάριν ἀπειληφὼς πάντας φωτίζεις πρὸς τὴν εὐσέβειαν. Διὸ παριστάμενος τῷ Χριστῷ, πρέσβευε διηνεκῶς τοὺς ἐν πίστει ἐκτελοῦντας τὴν μνήμην σου, Πατὴρ ἡμῶν Κασσιανὲ Ὅσιε.

Συναξάριον
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Κασσιανοῦ τοῦ Ῥωμαίου.
Ἔνθεν μεταστὰς Κασσιανὸς πρὸς νόας,
Θείας νοητῶς κασσίας ἀποπνέει.
Εἰκάδα ἀμφ᾽ ἐνάτην θάνε Κασσιανὸς μεγαθύμων.
Οὗτος ἦν ἐκ πόλεως Ῥώμης, περιφανῶν καὶ λαμπρῶν γονέων ὑπάρχων υἱός. Ἐν ἀρχῇ οὖν τοῦ βίου αὐτοῦ πολὺν πρὸς τοὺς λόγους ἐκτήσατο ἔρωτα. Τῇ οὖν περὶ τούτους σπουδῇ, καὶ τῆς φύσεως ὀξύτητι, πᾶσαν ἑλληνικὴν παιδείαν μετῆλθε, φιλοσοφίαν τε καὶ ἀστρονομίαν εἰς ἅπαν ἐκμελετήσας. Καλῶς δὲ καὶ τὴν θείαν Γραφὴν ἐκμαθών, καὶ εἰς τὸ ἄκρον τῆς περὶ αὐτὴν ἐλάσας γνώσεως, καὶ ἐν ἁγνείᾳ καὶ καθαρότητι τὸν βίον κοσμήσας, ἀπαναστὰς τῆς πατρίδος, καὶ τὴν σκήτην καταλαβών, τὸν μονήρη βίον ὑπέρχεται. Καὶ ἐκδοὺς ἑαυτὸν μοναστηρίῳ, πᾶσάν τε ὑπακοὴν ἐξασκήσας, καὶ πᾶσαν σκληραγωγίαν ἐκεῖθεν ἐκμαθών, καὶ ἑαυτὸν ἐθίσας, εἰς ἄκρον τε διακρίσεως ἐκ τῆς ἄκρας ὑπακοῆς φθάσας, ἐπὶ τὴν ἡσυχίαν ἔρχεται. Χρόνους δὲ πλείστους πεποιηκώς, καὶ πάσῃ σκληραγωγίᾳ ἑαυτὸν ἐκτήξας, πρὸς πλείονα πεῖραν καὶ γυμνασίαν ἐχώρησεν.
Ἀναστὰς οὖν ἀπὸ τῆς ἡσυχίας, ἀμείβει πάντα τὰ μοναστήρια, τῆς τε Αἰγύπτου πάσης καὶ Θηβαΐδος, καὶ τὸ τῆς Νιτρίας ὄρος, Ἀσίας τε καὶ Πόντου, Καππαδοκίας τε καὶ πάσης Ἀνατολῆς. Ἀνεμάξατο δὲ πάντων τοὺς βίους, καὶ τύπους, καὶ ἀγωγάς, ὡς μηδὲ κηρὸς τῶν δακτυλίων τοὺς τύπους ἐκμάττεται. Καὶ δηλοῦσι ταῦτα αἱ παρ’ αὐτοῦ συγγραφεῖσαι διατυπώσεις, πάσης ἀκριβείας καὶ σοφίας καὶ ὠφελείας οὖσαι πεπληρωμέναι, καὶ ἄλλαι ὅσαι παρ’ αὐτοῦ συνεγράφησαν, καὶ συνετέθησαν διδασκαλίαι. Ἃς εἴ τις ἐπεσκεμμένως καὶ ἠκριβωμένος διέλθῃ, πολλὴν ἐκ τούτων γνώσεται. Οὕτως οὖν βιοὺς ὁ θεῖος οὗτος ἀνήρ, καὶ οὕτω πολιτευσάμενος, πρὸς τὰ ἐκεῖθεν μετέβη μονάς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Δεφέλτου.
Οὗτος, κατὰ τὸν 7ον αἰῶνα ζήσας, πολέμιος ἀνεδείχθη τῶν αἱρετικῶν Μονοθελητῶν. Διδάξας τὴν Ὀρθόδοξον πίστιν, πολλὰ ὑπέμεινε ἀπὸ τοὺς Σκύθας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Δεκατεσσάρων Μαρτύρων τῶν ἐν Βουλγαρίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γερμανοῦ τῆς Ντομπρουζίας, τοῦ Ῥουμάνου.
Οὗτος, ἐγεννήθη περὶ τῷ 358ῳ ἔτει. Ἐκοιμήθη κατὰ τὰ ἔτη 405-415.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, Μητροπολίτου Ῥοστώβ τῆς Ῥωσσίας.
Οὗτος, ἐκοιμήθη ἐν εἰρήνῃ ἐν ἔτει 1772.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ' Ὁ Εἱρμὸς Ἀντίθεον πρόσταγμα παρανομοῦντος
Διόλου ταῖς νεύσεσι ταῖς φανοτάταις, θεόφρον θεούμενος, φωστὴρ ἐδείχθης ἄδυτος, ἐντεῦθεν ἀπήστραψας, λόγον σωτήριον, πάντων τὰ νοήματα ἡμῶν, φωταγωγοῦντα τῶν εὐφημούντων σε.
γλῶσσά σου πνεύματι ἐκτεθηγμένη, σαφῶς διεχάραξε, τὸν νόμον τὸν σωτήριον, καὶ τύπους ἐξέθετο, οἷς περ ῥυθμίζονται, πᾶσαι Παμμακάριστε ἀεί, τῶν Μοναζόντων ἀγέλαι χαίρουσαι.
Νοήματα Ὅσιε σωτηριώδη, καὶ ῥήματα ἄγνοιαν, καρδίας ἀπελαύνοντα, πλουσίως ἀνέβλυσας, Πάτερ θεόσοφε· ὅθεν σε γεραίρομεν πιστῶς, τὴν παναγίαν τελοῦντες μνήμην σου.
Θεοτοκίον
Παστὰς ἐχρημάτισας τοῦ Θεοῦ Λόγου, καὶ θρόνος πυρίμορφος, ἐν ᾧ ἐπανεπαύσατο, ὁ Λόγος σαρκούμενος, δι ἄκραν ἀγαθότητα, τοῦτον οὖν ἱκέτευε ἁγνή, κατοικτειρῆσαι καὶ ἐλεῆσαι ἡμᾶς.











ᾨδὴ η' Ὁ Εἱρμὸς Κάμινος ποτέ
Λάμπων ὡς ἀστήρ, τῷ λόγῳ καὶ τῷ βίῳ, Κασσιανὲ φωτίζεις ἅπαντα, τῆς γῆς τὰ πληρώματα, τῆς ἀγνοίας ὑπεξαίρων ἀχλύν, καὶ μέλπειν προτρεπόμενος, ἅπαντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
δυσας θανών, ὡς ἥλιος Παμμάκαρ, ὥσπερ ἀκτῖνας δὲ κατέλιπες, ἀδύτους τοὺς λόγους σου, φωτιζούσας τὰς ψυχὰς ἡμῶν, τῶν πίστει τὴν ἁγίαν σου μνήμην ἐπιτελούντων, καὶ δοξαζόντων τὸν Κύριον.
Κάλλους νοητοῦ, ἀρρήτως ἀπολαύεις ἀπολυθεὶς τοῦδε τοῦ σώματος, καὶ βλέπειν ἠξίωσαι, ἅπερ Ἀοίδιμε, Ἀγγέλων τὰ στρατεύματα μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τόν Κύριον.
Θεοτοκίον
φθης οὐρανῶν, Παρθένε πλατυτέρα, τὸν μηδαμοῦ Θεὸν χωρούμενον, ἀφράστως κυήσασα, καὶ τεκοῦσα ὑπὲρ ἔννοιαν, διπλοῦν ὄντα ταῖς φύσεσι, μίαν δὲ κεκτημένον, θεοπρεπῶς τὴν ὑπόστασιν.

ᾨδὴ θ' Ὁ Εἱρμὸς Ἀνάρχου Γεννήτορος
σχὺς σοι δεδώρηται, παρὰ Θεοῦ καὶ δύναμις, τὰς ἀρχὰς διολέσαι τοῦ κοσμοκράτορος· ὅθεν ἀριστεύσας μεγάλως, ὡς ἀληθῶς, Πάτερ θεοφόρε, χοροῖς συνηρίθμησαι, τῶν Ὁσίων ἀγαλλόμενος.
ς ῥόδον ἡδύπνοον, ἡμᾶς εὐωδιάζουσιν, οἱ θεόπνευστοι λόγοι, τῆς θείας γλώττης σου· σὺ γὰρ εὐωδία ἐγένου, τοῦ δι' ἡμᾶς, Θεοῦ σαρκωθέντος, δι' ἄμετρον ἔλεος, θεοφόρε πανσεβάσμιε.
Σκιρτήσωμεν ἄνθρωποι, πνευματικῶς χορεύοντες, Κασσιανοῦ νῦν τῇ μνήμῃ ἐπαγαλλόμενοι, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῷ, ὄντι ἐν ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει αὐτὸν σέβοντας.
Θεοτοκίον
Φθαρεῖσαν ἐκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπὲρ φύσιν τεκοῦσα, καὶ παρθενεύουσα, φύσεως ἀπάσης τὸν Πλάστην, ὃν ἐν Σταυρῷ, κρεμάμενον πάλαι, ὠλόλυζες βλέπουσα, Παναγία Μητροπάρθενε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.
Θεοτοκίον
Τῇ κραταιᾷ Σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς ἁγνὴ τοὺς Σοὺς δούλους, φύλαττε, πάντας ἀβλαβεῖς, Σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.




Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων ἁψίδων ὑπεριπτάμενοι, δι’ ἀρετῆς ἐνθέου, παμμακάριστε Πάτερ, ὑπέδης ἐν τῷ γνόφῳ δι’ ἧς ἀληθῶς, οὐκ ἐν αἰνίγμασιν Ὅσιε, ἀλλ’ ἐν τῇ χάριτι ὤφθης τῇ τοῦ Θεοῦ, τὰς ἐλλάμψεις εἰσδεχόμενος. (Δίς)

Ταῖς ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ Βασιλείαν, Κασσιανὲ τρισμάκαρ προσφέρων αὐτῷ, τὰ τῶν πόνων σου δράγματα, ἐν ἀσκηταῖς σὺ φωστὴρ γὰρ ἀναδειχθείς, τῆς ἀγήρω ἀπολαύεις τρυφῆς.

Τὸν ὁμοούσιον ὄντως Τριὰς ἡ ἄναρχος, Πνεῦματος κατοικίαν, ἐν σοὶ ἀναθεμένη, λαμπρότατον φωστῆρα ἀνέδειξε σὲ θεοφόρε Κασσιανέ, τῶν χαμαιζήλων γὰρ πάντων ὑπεραρθείς, οὐρανὸν οἴκησιν εὕρηκας.

Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος· καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Πάτερ ἡμῶν Κασσιανὲ Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου