Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 18. ΟΣΙΑ ΑΘΑΝΑΣΙΑ ΑΙΓΙΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΙΗ΄!!
ΑΘΑΝΑΣΙΑ ΑΙΓΙΝΗΣ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ὁσίας. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πτωχείαν ἑκούσιον, καθυπομείνασα ἔνδοξε, καὶ ἀφεῖσα τὰ πρόσκαιρα, ὕπαρξιν καὶ σύζυγον, καὶ σώματος κάλλος, ἀντὶ τούτων εὗρες, τὰ διαμένοντα ἀεί, ἀντὶ χρυσοῦ μὲν Χριστὸν ἀείμνηστε, ἀντὶ δὲ τῆς ὑπάρξεως, τοῦ Παραδείσου τὴν οἴκησιν, ἀντὶ κάλλους τὴν ἔλλαμψιν, συγγενεῖς δέ σοι Ἄγγελοι. (Δίς)

Μίαν ἐξῃτήσατο, Ἀθανασία ἡ ἔνδοξος, ἐκ Θεοῦ Παντοκράτορος, εἰς οἶκον αὐλίζεσθαι, αὐτοῦ καθ’ ἑκάστην, ὁρᾶν τε τὸ κάλλος, καὶ τὴν τερπνότητα αὐτοῦ, ναόν τε ἅγιον ἐπισκέπτεσθαι, αὐτοῦ ἐν ὁσιότητι, καὶ τῆς ἐφέσεως ἔτυχεν, ἐπὶ γῆς τε δοξάσασα, καὶ ἐν πόλῳ τὸν Κύριον. (Δίς)

Λύχνον ὡς πολύφωτον, τὴν ἐντολὴν τοῦ Κυρίου σου, καὶ ὡς φῶς ἐν ταῖς τρίβοις σου, φέρουσα πανεύφημε, ἀπλανῶς τοῦ βίου, τὴν ὁδὸν διῆλθες, καὶ εἰς σκηνώματα αὐτοῦ· ἀγαλλομένῳ ποδὶ κατήντησας, ἐν οἷς τῆς φωτοδότιδος, αἴγλης τρυφῶσα αἰώνια, τῆς Τριάδος ἱκέτευε· φωτισθῆναι τοὺς δούλους σου.

Δρόμον τῆς ἀσκήσεως, Ἀθανασίας διήνυσας, στεῤῥοτάτῳ φρονήματι, καὶ χορὸν συνήθροισας, παρθένων δουλεύειν Κυρίῳ Ὁσία, μεθ’ ὧν χορεύεις ἐν αὐλαῖς, ἐπουρανίαις καὶ συναγάλλεσαι, καὶ νῦν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων τὴν μνήμην σου, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοί, τὴν κεκρυμμένην ἐν Χριστῷ ζωὴν τῶν Ἁγίων ὑμνήσωμεν, καὶ λαμπρῶς στεφάνοις ἐγκωμίων ἀναδήσωμεν, καλυπτομένη γὰρ ἐν πολλῇ ταπεινώσει, καὶ ὑπεροψίᾳ τῆς κατὰ σάρκα ἀνέσεως, ὡς ἐβδελυγμένη νέκρωσις ἐν τῷ κόσμῳ λογίζεται· Θεῷ δὲ τῶν κρυπτῶν γνώστῃ, τιμία τε καὶ ζωηφόρος ὑπάρχει, χαρᾶς τε καὶ πάσης χρηστότητος ἔμπλεως· ὅθεν, καὶ τὴν Ὁσίαν Ἀθανασίαν ἐκλεξαμένην ταύτην, καὶ λαθεῖν σπουδάζουσαν, Χριστὸς ἡ ζωὴ ἡμῶν, ὁ φανερωθεὶς ἔνδοξος τῆς Ἀναστάσεως· μετὰ τέλος ἔνδοξον ἀναδείκνυσι, παραστήσας αὐτὴν δι’ ἀποκαλύψεως· πεποικιλμένην ὡς βασίλισσαν, ἐν ἱματισμῷ διαχρύσῳ κεκοσμημένην· αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, σῷσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ νῆσος Αἰγίνης· ἀγάλλου καὶ χόρευε, θρεψαμένη ὥσπερ ῥόδον εὔοσμον, Ἀθανασίαν τὴν ἀοίδιμον, τῶν ἀσκουμένων ὑπογραμμόν, καὶ εὐσεβούντων χαρακτῆρα ἀπαράμιλλον· ἧς καὶ τὸ πάντιμον λείψανον ἐν κόλποις κατέχουσα ἀδήλως, πλουτεῖς τὸν ἁγιασμόν, καὶ παρέχεις τοῖς τέκνοις σου πλουσίως, βοῶσα τῷ Δεσπότῃ, Κύριε δόξα Σοι.

Ὁ αὐτός.
Δαβιτικῶς αἱ τῶν Ἁγίων χορεῖαι, ἐπὶ Κυρίῳ εὐφράνθητε σήμερον, καὶ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, ἐν αὐτῷ ἐγκαυχᾶσθε ὁρῶντες τὴν ὁσίως τὸν βίον διανύσασαν, Ἀθανασίαν τὴν ἀξιέπαινον ἐκ Θεοῦ δοξαζομένην ἐν θαύμασι· δι’ ὧν τὴν ἐν οὐρανοῖς δόξαν αὐτῆς τεκμαιρόμεθα, καὶ τὴν πρὸς τὸν Δεσπότην παῤῥησίαν αὐτῆς, ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, σῷσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Τὴν ἀφελότητα τῆς ψυχῆς, καὶ ἀκακίαν τῆς καρδίας κεκτημένη ἐκ βρέφους, Ἀθανασία ἡ ἀείμνηστος· τὰ ἐνόντα τοῖς πένησι διανείμασα, τὸν πενθήρη ὑπέδυ χιτῶνα, καὶ τύπος μοναζουσῶν γενομένη, προσήγαγεν αὐτὰς τῷ Χριστῷ, δι’ ἐναρέτων πράξεων καὶ τὸν ἀρχέκακον ὄφιν πτερνίσασα ἐν χορῷ τῶν παρθένων αὐλίζεται· πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλέορτοι πάντες, πνευματικὴν χορείαν στησάμενοι, τὴν τῆς ἀθανασίας ἐπώνυμον στεφανώσομεν· αὕτη γὰρ τὸν μεγάλαυχον ὄφιν τὸν τὴν οἰκουμένην πᾶσαν καταλήψεσθαι, ὡς νοσσιὰν ἐγκαταλελειμμένην ἐπαπειλοῦντα· ἀνδρειοφρόνως καταβαλοῦσα, τὸν τῆς νίκης στέφανον μεγαλοπρεπῶς ἀνεδήσατο· διὸ πρὸς αὐτὴν βοῶντες εἴπομεν· χαίροις, τῆς ὑπομονῆς πύργος ἀκλόνητος, καὶ τῆς ἐγκρατείας λαμπτὴρ πολύφωτος· χαίροις, τῆς σωφροσύνης τὸ ἀγλάϊσμα, καὶ ἀνεξάντλητος πηγὴ τῶν δακρύων, τῆς ταπεινώσεως τὸ ἐξαίρετον σκεῦος, τὸ τοῦ θείου φόβου εὐπαῤῥησίαστον, ἡ εὐωδία τῶν ἀρετῶν, πιστοὺς πάντας εὐωδιάζουσα. Χριστῷ τῷ Θεῷ παριστάμενη, αἴτησαι ἀοίδιμε, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Φοῖνιξ ὡς ὑψίκομος, Ἀθανασία ἡ πάντιμος, καὶ ὡς κέδρος ἐπλήθυνεν, αὐτῆς τὰ γεννήματα, ἐν τῇ Ἐκκλησίᾳ, ὥσπερ ἐν Λιβάνῳ, δικαιοσύνης τὴν ὁδόν, πορευομένη ἀμώμως πάντοτε, καὶ νῦν εἰς τὸν Παράδεισον, τὸν νοητὸν μετενήνεκται, καρποφόρως μυρίζουσα, ἀρετῶν ἐν φαιδρότητι.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ζυγὸν ἐπωμάδιον, Ἀθανασία βαστάζουσα, τὸν σταυρὸν τοῦ παντάνακτος, οὐ βάρος ἐνόμιζε, τοῦτον ἀλλ’ ὀξείας, πτέρυγας τῷ ὄντι· δι’ ὧν καὶ ὕψος οὐρανοῦ, ἀγαλλιάσει καρδίας ἔφθασεν· ἔνθα περιχορεύουσα, ὑπὲρ ἡμῶν ἱκετεύει νῦν, τῶν τελούντων τὴν ἔνδοξον, αὐτῆς μνήμης ἐν πνεύματι.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Πᾶσάν σου πεποίθησιν, ἐν τῷ Κυρίῳ ἐρείσασα, καὶ ἐν ὄρει σκηνώσασα, τρυγὼν ἡ φιλέρημος, ὥσπερ Σιὼν ὄρος, γέγονας Ὁσία, μὴ σαλευθεῖσα πειρασμῶν, ἐπιφοραῖς τε καὶ περιστάσεσιν, ὄρεσι γὰρ ὁ Κύριος, ἀγγελικοῖς σε ἐκύκλωσεν, ὁ ἀεὶ τὸν λαὸν αὐτοῦ, περιφράττων ἐν χάριτι.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλου νῆσος Αἰγίνης, πλουτήσασα ἔφορον, Ἀθανασίαν τὴν ἀοίδιμον, ἥτις ὡς ῥόδον ἐκ σοῦ ἐξανθήσασα, τὴν οἰκούμενην εὐωδιάζει ἡδυπνόοις ὀδμαῖς τῆς ἀσκήσεως, μοναζουσῶν ὑποτύπωσις γενομένη, καὶ στάθμη ἠκριβωμένη τῆς ἐγκρατείας· δι’ ἧς καὶ ἐκ παντοίας βλάβης, νόσων, καὶ ἐπιδρομῆς βαρβάρων ἐκλυτρούμεθα· αυτὴν μετὰ πόθου τιμήσωμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Πλοῦτον ἄσυλον, ἡ νῆσος ἔχει, καὶ ὀχύρωμα, τὴν σὴν πρεσβείαν, Ἀθανασίαν καὶ ὀξεῖαν ἀντίληψιν, καὶ νοσημάτων παντοίων ἀλέξημα, καὶ τῆς πανώλους δεινὸν ἀμυντήριον, καθικέτευε, Ὁσια Μῆτερ τὸν Κύριον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πρεσβείαν σε θερμήν, πρὸς Θεὸν κεκτημένοι, αἰτοῦμέν σε ἀεί, τοῦ ῥυσθῆναι παντοίων, κινδύνων καὶ θλίψεν, καὶ παντοίας κακώσεως, ταῖς πρεσβείαις σου, Ἀθανασία Ὁσία, καὶ ἀξίωσον, εἰρηνικῶς διαπλεῦσαι, τοῦ βίου τὸ πέλαγος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀποῤῥαγεῖσα ματαιότητος βίου, τοῖς διαμένουσιν ἀεὶ ἐβεβήκεις, ἐρειδομένη πόδας σου βάσει τῶν ἐντολῶν, χεὶρ δὲ τοῦ Κυρίου σου, τῆς χειρὸς λαβομένη, εἰς ὄρος σε ὡδήγησε, τὸ οὐράνιον μῆτερ, καὶ εἰς σκηνώματα τὰ ποθητά, ἐν οἷς Ὁσίων, ὁμήγυρις τέρπεται.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
πΣταυροσε δυνατκρεμασθέντα, κατανοοσα ἡ ἀμνς καΠαρθένος, ὀδυρομένη λεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πς σε νν κατέκρινεν, ὁ κατάκριτος δμος, τν πάντας κρναι μέλλοντα Θεόν. Ὑμνολογσου τὸ ἄφατον λεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Ἐπιθεῖσα τὴν χείραν τὴν ἁπαλήν, ἐν ἀρότρῳ τῶν πόνων τῶν καρτερῶν, ἀσκήσεως ἔνδοξε, ὅλην αὔλακα ἔτεμες, τῆς θαυμασίας ταύτης, ζωῆς ἀνδρειότατα, καὶ οὐκ ἐστράφης ὅλως, ναρκήσασα ὅπισθεν· ἀλλὰ μέχρι τέλους, τὴν ὁδὸν τοῦ Κυρίου, διήνυσας χαίρουσα, καὶ νῦν δρέπῃ τὸν ἄσταχυν, σωτηρίας πληθύνοντα, δεκαπλῶς ἀξιΰμνητε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Φρονήσει ἐγκοσμουμένη, Ἀθανασία ἀείμνηστε, πᾶσάν σου τὴν ὕπαρξιν, πενήτων χερσί, κατεκένωσας τὸν τοῦ Θεοῦ ἔλεον, εἰς ἑαυτὴν ἕλκουσα· ὅθεν ἐν δαψιλεῖ τῷ ἐλαίῳ, τὴν σὴν λαμπάδα παρεσκεύασας, καὶ καθαρότητος κάλλει στίλβουσα, εἰσῆλθες εὐφραινομένη, εἰς τὸν νυμφῶνα τοῦ Κτίστου σου· Αὐτὸν ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων Ὁσία, τὴν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς ἢ τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίαν τὴν ἐν θείαις πράξεσιν, ἐκκαθαρθεῖσαν φαιδρῶς, καὶ γεγενημένην, σκεῦος ἱερώτατον, τοῦ Παναγίου Πνεύματος, εὐφημεῖν προθεμένῳ, χάριν μοι δὸς πολυέλεε, ἵν’ αὐτὴν γεραίρων δοξάζω σε.
Ἀπὸ νεότητος σεμνὴ ἀπέῤῥιψας, πᾶσαν τρυφὴν τῆς σαρκός, πλοῦτόν τε καὶ δόξαν, οἷάπερ κωλύματα, τῆς πρὸς Θεὸν πορείας σου, καὶ αὐτῷ μόνῳ Μῆτερ, προσεκολλήθης δι’ ἔρωτος, καὶ ἐνθέων ἔργων ἀσκήσεως.
Ῥωμαλεότητι φρενῶν κατέβαλες, τὸν παλαιὸν πτερνιστήν, οὐκ ἀνασχομένη, ὠσὶ ψιθυρίσαι σου, ἢ βουλὴν τούτου δέξασθαι, ἀλλ’ ὡς νύμφη ἐχέφρων, τὰς ἐντολὰς τοῦ Κυρίου σου, κρύπτουσα τὴν πλάνην ἀπέφυγες.
Θεοτοκίον.
Ἀγαθοδότως ὁ Υἱός Σου πάναγνε, εὐεργετήσας ἡμᾶς, πᾶσι τοῖς ἀνθρώποις, προστασίαν ἄμαχον, καὶ κραταιὰν βοήθειαν, Σὲ παρέσχε διό Σοι, προσπίπτοντες ἀνακράζομεν· σῷσον ἡμᾶς πάντας πρεσβείαις Σου.









ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Συσταρωθεῖσα τῷ Χριστῷ, τῇ ζωηφόρῳ νεκρώσει, τὴν ζωὴν τὴν ἀκατάλυτον εὗρες, καὶ νῦν ζῇς ἐν οὐρανοῖς, μετὰ δικαίων ἔνδοξε, ὡς μαρτυρεῖ ἐν κόσμῳ, ἡ θαυμαστὴ πολιτεία σου.
Κατακοσμήσασα σαυτήν, τῇ ἀρετῶν ποικιλίᾳ, ὡραιώθης ἐναντίον Κυρίου, καὶ ἠράσθη σου σεμνή, τοῦ κάλλους καὶ προσήκατο, νύμφην ἠγλαϊσμένην, ἐν οὐρανοῖς ὁ ὑπέρθεος.
Ἐπαίνοις στέφεται πολλοῖς, ἡ Ἰαὴλ καθελοῦσα τὸν Σισάραν, ἐν ξυλίνῳ πασσάλῳ, σὲ δὲ τὶς παναληθῶς, ἀξίως ἐπαινέσειε, τῷ σταυρῷ τοῦ Κυρίου, συντρίψασαν τὸν ἀρχέκακον.
Θεοτοκίον.
Υἱὸν ἐγέννησας σαρκί, ὃν ὁ Πατὴρ πρὸ αἰώνων συνανάρχως, ἐξ ἰδίας οὐσίας, ἀπεγέννησεν ἁγνή, ἀΰλως διὸ πάντες Σε, κυρίως Θεοτόκον, ὁμολογοῦντες σωζόμεθα.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀσθενείᾳ τῆς σαρκός, τὸν θρασυνόμενον ἐχθρόν, κατεπάλαισας σεμνή, καὶ τὴν τοῦ πνεύματος ἰσχύν, τῇ διαθέσει οὐχ ἔπεσθαι τῶν σωμάτων, ἐγνώρισας σαφῶς, Ἀθανασία Χριστοῦ, τὸν λόγον ἀληθῆ, τοῖς ἔργοις ἔδειξας, ἡ δύναμίς μου λέγοντος, ἐν ἀσθενείᾳ τελειοῦται ὡς γέγραπται, ὁ ἐνισχύων τοὺς σοὺς Ἁγίους, φιλάνθρωπε Κύριε δόξα Σοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
















ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Ἡ Ἰουδείθ, ἀῤῥενωθεῖσα δεήσεσι, καὶ νηστείαις ἀνδρικῶς κατέβαλε, τὸν Ὀλοφέρνην δεινὸν ἐχθρόν, σὺ δὲ τὸ σαρκίον, τὸ ἁπαλὸν κατατήξασα, πολλαῖς σκληραγωγίαις, κοσμοκράτορα σκότους, τῇ ἰσχύϊ Χριστοῦ ἐπναπέπνιξας.
Νοῦν ἀμιγῆ, τῶν χαρακτήρων φυλάττουσα, τῶν τοῦ κόσμου, ὅλη ἐνητένιζες, τῷ παντοκράτορι καὶ Θεῷ, ἐξ οὗ θεωθεῖσα, ὡς ἄγαλμα ἀναδέδεικται, θεότευκτον Ὁσία, καὶ νῦν τῶν πρωτοτόκων, Ἐκκλησίαν κοσμεῖς θείαις χάρισι.
Τίς τοὺς πολλούς, ἱδρῶτας τῆς σῆς ἀσκήσεως, ἐξισχύσει, συγκεφαλαιώσασθαι, Ἀθανασία νύμφη Χριστού, εὐχὰς τὰς συντόνους, τὰς ἀγρυπνίας τὰ δάκρυα, καὶ τὴν τῶν δεομένων, συμπαθῆ προστασίαν, οἷς ζωὴν ἐξωνήσω αἰώνιον.
Θεοτοκίον.
Ὅλη ἐν Σοί, ἡνώθη ἡ ὑπεράρχιος, φύσις Κόρη, Λόγῳ τῷ ἀνάρχῳ, ὃν ἐν σαρκὶ ἀπεκύησας, ἐν δύο ταῖς οὐσίαις, τὸν αὐτὸν υἱὸν ἕνα, ἐν θεότητι καὶ ἀνθρωπότητι.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ποία γλῶσσα βροτεία, σοῦ τὴν ὑπερθαύμαστον Ὁσία ἔνδοξε, βιοτὴν ἐξείπει, καὶ τὴν ἄϋλον καὶ μακαρίαν ζωήν, ἥνπερ παραδόξως, πόθῳ τρωθεῖσα τοῦ Σωτῆρος, καρτερῶς καὶ γενναίως διήνυσας;
Τὸν χειμάῤῥουν πιοῦσα, τῆς τρυφῆς πανένδοξε Ὁσία γέγονας, πηγῆς θεῖον ὕδωρ, ἐπιβλύζουσα τῆς κατανύξεως, ἐξ οὗ οἱ πιόντες, ἐν εὐφροσύνῃ εὐφημοῦσι, τοὺς ἀγῶνας τῶν πόνων σου πάνσεμνε.
Βαρυτάτῳ φορτίῳ, τῶν ἀνομιών μου δεινῶς πιεζόμενος, τὴν σὴν εὐσπλαγχνίαν, ἱκετεύω ἐλάφρυνον Κύριε, τοὺς μεγίστους πόνους, δυσωπηθεὶς Ἀθανασίας, καὶ τὴν ἄσκησιν τὴν ὑπεράπειρον.
Θεοτοκίον.
Ὑπὲρ πᾶσαν οὐσίαν, κτίσεως ὑπέρκεισαι Μαρία ἔνδοξε, Σὺ γὰρ μόνη ὄντως, τὴν οὐσίαν τοῦ πλάστου Σου δέδεξαι, ἐν γαστρὶ καὶ σάρκα, ἐδάνεισας Σῶν ἐξ αἱμάτων, καὶ Υἱόν Σου καλέσαι ἠξίωσαι.











ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐγκράτειαν, ταπεινώσει καρδίας, ἀγρυπνίαν εὐσυμπάθητον γνώμην, πίστιν ὀρθήν, καὶ τελείαν ἀγάπην, Ἀθανασία σοφῶς ἐξασκήσασα, ἐγένετο τέκνον Θεοῦ, καὶ θαυμάτων πηγὴ ἀνεξάντλητος.
Ξενώσασα, ἑαυτὴν τῶν τοῦ βίου, ἡδονῶν δι’ ἐπιδόσεως πόνων, ἀσκητικῶν, τὸν εἰς γῆν καταβάντα, καὶ ἑκουσίᾳ βουλῇ ξενιτεύσαντα, ἐπλούτησας ἐν οὐρανοῖς, Ἀθανασία ξεναγοῦντά σε.
Εὐφραίνεται, τῆς Αἰγίνης ἡ νῆσος, σὲ πλουτήσασα ὡς ῥόδον εὐῶδες, καὶ διὰ σοῦ, λυτρουμένη κινδύνων, Ἀθανασία γεραίρει τὴν μνήμην σου, ἐδόξασέ σε γὰρ Χριστός, ὃν ἐδόξασας πόνοις σου ἔνδοξε.
Θεοτοκίον.
Ἰάτρευσον, ἀνιάτως νοσοῦσαν, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν Σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, πεποιθότα πανάχραντε Δέσποινα.

Κοντάκιον. Ἦχος β΄.
Τὰ ἄνω ζητοῦσα, νηστείαις πολλαῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν ἀνύψωσας μετάρσιον, καὶ ζωὴν ἀσώματον μετὰ σώματος ἕξεις ἀείμνηστε, Ἀθανασία φυγοῦσα τὰ σκάνδαλα, διὸ νῦν χορεύεις σὺν Ἀγγέλων χοροῖς.
Ὁ Οἶκος.
Ἀγγέλων βίον ἐπὶ γῆς ζηλώσασα, ὁσίας ἁγνείαν κατησπάσω, καὶ ὕμνον ἄπαυστον Θεοῦ· διὸ καὶ προσπαθείας πάσης χωρήσασα σαυτήν, οὐδὲν ἴδιον ἔσχες ἐν κόσμῳ τῷ προσκαίρῳ, ἀλλ’ ἅμα πάντα φέρουσα παρέδωκας τῷ Κτίστῃ σου, πλοῦτον συγγένειαν πλαστήν, καὶ κάλλος τὸ τοῦ σώματος, ὡς πάροικος διάγουσα καὶ στέλλουσα πρὸς τὴν ἄνω πόλιν, ἧς δημιουργὸς ὁ Κτίστης καὶ Κύριος, ὁ σὲ προσκαλεσάμενος πρὸς τὰς ἐκεῖθεν μονάς, ἀγαλλομένην καὶ χαίρουσαν· νῦν γὰρ συγχορεύεις τοῖς Ἀγγέλων χοροῖς.














Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Ἀθανασίας τῆς ἐξ Αἰγίνης, τῆς θαυματουργοῦ
Ἀθανασίας τῇ κορυφῇ προσφέρω,
Στέφανον ἀθάνατον διὰ τῶν λόγων.
 Αὕτη ἡ ἀοίδιμος, ἡ τῆς ἀθανασίας ἐπώνυμος, γεννᾶται μὲν ἔν τινι νήσῳ Αἰγίνῃ λεγομένῃ, παρὰ γονέων εὐσεβῶν, μαθοῦσα δὲ τὸ Ψαλτήριον, καὶ πᾶσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἀφιέρωσεν ἑαυτὴν τῷ Θεῷ. Οἱ δὲ γονεῖς ἔζευξαν ἀνδρὶ ταύτην καὶ μὴ θέλουσαν. Μεθ’ ἡμέρας δὲ τοῦ συνοικεσίου ἐκκαίδεκα, βαρβάρων ἐπελθόντων, ὁ ἀνὴρ ἐσφάγη μαχαίρᾳ. Ἡ δὲ Ἁγία οὖν καὶ αὖθις εἰς τὸν πρῶτον ἀνακαινισθεῖσα λογισμόν, ηγωνία, πῶς ἄν δυνηθείη διακρούσασθαι τοὺς γεννήτορας. Καὶ ὡς ἐν τούτοις ἠσχόλει τὸν λογισμόν, ἔφθασε πρόσταγμα βασιλικόν, ἵνα τὰς ἐν ἀγαμίᾳ καὶ χηρείᾳ πάσας οὔσας γυναῖκας, ἐκεῖ συζεύξωσιν ἐθνικοῖς. Ὄθεν καὶ μὴ θέλουσα, ἦλθεν εἰς δεύτερον συνοικέσιον. Ὅμως, καὶ τῆς ἰδίας σωτηρίας ᾀεὶ φροντίδα ποιουμένη, ἐσχόλαζεν εἰς εὐχὰς καὶ δεήσεις, τὸν πλοῦτον ἀφειδῶς τοῖς δεομένοις σκορπίζουσα, μετὰ δὲ χρόνον τινά, πείθει τὸν σύζυγον μοναχὸν γενέσθαι, εἰ καὶ βάρβαρος ἦν, ὅς καὶ κατὰ χρόνον τινά, ὁσίως διατρίψας, πρὸς Κύριον ἐξεδήμησεν. Ἔκτοτε δέ, ἐλευθερίας τυχοῦσα, διένειμε πάντα τὸν πλοῦτον αὐτῆς, καὶ προσλαβομένη ἑτέρας γυναῖκας, ἀφίκετο εἰς ἀσκητήριον, καὶ μονάσασα σὺν αὐταῖς ἠγωνίζετο. Τυροῦ γὰρ καὶ ἰχθύος οὐδέποτε ἥπτετο, εἰ μὴ τὸ Ἅγιον Πάσχα, καὶ ἐν ταῖς τοῦ δωδεκαημέρου ἡμέραις, καὶ ταύταις μόνον ἀπεγευομένη. Τροφὴ δὲ ἦν αὐτῇ, ἄρτος βραχύς, καὶ ὕδωρ μετὰ τὴν ἐννάτην, καὶ ταῦτα μετ’ ἐγκρατείας. Ταῖς δὲ Ἁγίαις τρισὶ τεσσαρακοσταῖς τοῦ ἐνιαυτοῦ, λεπτοῖς μόνοις λαχάνοις ἐτρέφετο, καὶ τούτοις δι’ ἡμερῶν δύω. Μετὰ δὲ χρόνους τέσσαρας, προεχειρίσθη ἄρχειν τοῦ ἀσκητηρίου, καὶ ἔκττε τὴν ἐσχατιὰν πασῶν τῶν μοναζουσῶν προέκρινε μετέρχεσθαι, ὠς οὔτε διαγινώσκεσθαι αὐτὴν πρωτεύουσαν. Ἐν τῶν καθεύδειν αὐτήν, οὐκ ἐπὶ πλευροῦ, ἀλλ’ ἐφ’ εἰμὶ προσκλινομένη λίθῳ, εἰς τοῦτο αὐτῇ προευτρεπισθέντι, μικρὸν τοῦ ὕπνου μετελάμβανε. Μετὰ δὲ παραδρομὴν ἐνιαυτῶν τεσσάρων, ἔρωτι τρωθεῖσα ἡσυχίας, μεθ’ ὧν εἰς τὸ ἀσκητήριον ἀφίκετο ἐξελθοῦσα, Ματθαίῳ τινὶ ἱεροπρεπεῖ, συνεργῷ πρὸς τοῦτο χρησαμένη, τὸν τῆς ἡσυχίας τόπον κατέλαβεν. Ἐκεῖσε οὖν ἐφ’ ἱκανὸν τοὺς τῆς ἡσυχίας καρποὺς δρεψαμένη, τοῦ δηλωθέντος Ματθαίου, τὴν σωματικὴν χρείαν ἐπιχορηγοῦντος διὰ ἐργοχείρου αὐτῶν, ἐπὶ τὸ Βυζάντιον χρείας κατεπειγούσης καὶ βίας τινός, ὤχετο, συνεργὸν αὖθις ἔχουσα Ἰγνάτιον τινὰ εὐνοῦχον πρεσβύτερον, παντοίαις κατάκομον ἀρεταῖς, ὡς τοῦ προμνημονευθέντος μοναχοῦ Ματθαίου, θαύμασι καὶ σημείοις διαλάμψαντος ἐν τῷ τῆς ἡσυχίας τόπῳ, πρὸς Κύριον ἐκδημήσαντος, καὶ ἐν ἀσκητηρίῳ κατασχεθεῖσα, ἔμεινεν ἐπὶ χρόνοις ἑπτά, θλιβομένη ᾀεί, καὶ φροντίζουσα περὶ τοῦ ἀσκητηρίου αὐτῆς. Καὶ ὀπτασίας αὐτῆ περὶ τούτου γενομένης, ἀπάρασα εὐθῦὺς ἐκεῖθεν, κατέλαβεν τὸ ἀσκητήριον. Καὶ ἀσπασαμένη τὰς ἀδελφὰς σὺν τῷ πρεσβυτέρῳ, συνήδετο ταύταις, νουθετοῦσα καὶ διδάσκουσα τὰ πρὸς κτῆσιν ἀρετῶν θείων, καὶ ἐκπλήρωσιν τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐφ’ ἡμέραις τισὶν ὀλίγαις, πρὸ δὲ δυοκαίδεκα ἡμερῶν τὴν πρὸς Θεὸν ἀνάλυσιν αὐτῆς προγνοῦσα, καὶ ταῖς ἀδελφαῖς ἀναγγείλασα, ηὐχαρίστησε μὲν τῷ Κυρίῳ ἐπισυνάξασα δὲ καὶ τὰς ἀδελφάς, προεχειρίσατο τὴν μέλλουσαν ἀντ’ αὐτῆς ἄρχειν τῶν λοιπῶν. Καὶ τῇ τελευταίᾳ ἡμέρᾳ, καθ’ ἥν ἔμελλεν ἀπαίρειν πρὸς Κύριον, τῇ ὑμνωδίᾳ τοῦ Ψαλτηρίου, μετὰ τῶν ἀδελφῶν προσανέχουσα, καὶ πρὸς ἐκπλήρωσιν ταύτης μὴ ἐξαρκέσασα, τὸ λεῖπον δὲ ταῖς ἀδελφαῖς ἀναθεμένη, καὶ ὑπὲρ αὐτῶν προσευξαμένη, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε. Δαιμονῶντες δὲ καὶ νοσοῦντες οὐκ ὀλίγοι, ἰάθησαν κατὰ τὸν τῆς κηδείας καιρόν, καὶ μετὰ τὴν κατάθεσιν, καὶ τυφλοὶ ἀνέβλεψαν. Προεῖπε δὲ καὶ ταῖς ἀδελφαῖς, ὅτι ὅ ὀφείλω ἀπολαβεῖν, ἐν τῇ τεσσαρακοστῇ ἠμέρᾳ ἀπολήψομαι. Ὅθεν καὶ εἶδον δύω τῶν μοναζουσῶν ἀδελφῶν, φοβερόν τι καὶ ἐξαίσιον. Ἄνδρας ἀστραπηβόλους δύω ἑκατέρωθεν τῆς Ἁγίας ἱσταμένους, ἔξωθεν τῶν Ἁγίων θυρῶν τοῦ Θυσιαστηρίου, κατέχοντας πορφύραν βασιλικήν, ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων καὶ μαργαριτῶν, καὶ ἐνδύοντας αὐτήν. Εἰς ἀνάμνησιν οὖν ἐλθοῦσαι τοῦ διορατικοῦ λόγου τῆς Ἀγίας, καὶ τὴν ἔκβασιν τῆς ὀπτασίας ἰδοῦσαι, τῷ Θεῷ ηὐχαρίστησαν, τῷ οὕτως δοξάζοντι τοὺς ἀγαπῶντας αὐτόν.

Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης,
Οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον.

Ὕπελθε, Σάββα, φθαρτὸν ἡδέως ὕδωρ,
Ὡς ἂν πίνῃς ἄφθαρτον ἡδονῆς ὕδωρ.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ τοῦ μεγάλου, καὶ Οὐάλεντος τῶν βασιλέων, τὴν διατριβὴν ἔχων ἐν Γοτθείᾳ, ἔνθα γεγέννηνται. Ἔτη δὲ νήπιος ὤν, τὴν εἰς Χριστὸν πίστιν εἵλετο, καὶ τῶν εἰδωλοθύτων οὐ μόνον οὐ προσήπτετο, ἀλλὰ καὶ τοὺς βουλομένους ἀπογεύσασθαι διεκώλυε, τὴν εἰς Χριστὸν τούτοις παρατιθέμενος πίστιν, καὶ πολλοῖς πρόξενος σωτηρίας ἐγέντο. Ὅθεν συστάντες αὐτῷ οἱ τῶν Εἰδώλων θεραπευταί, τῆς Πόλεως ἀπελαύνουσι. Μετὰ δὲ χρόνον τινά, ἔρευναν τῶν χριστιανῶν ποιούμενοι, προσελθόντα τὸν Ἅγιον Σάββαν, καὶ ἑαυτὸν προσαγγείλαντα, αὖθις μυκτηρίσαντες ἀπεπέμψαντο. Ὕστερον δὲ Ἀθαμαρίχου παραγενομένου, συνελήφθη. Φραγγελωθεὶς οὖν καὶ τυφθείς, καὶ ἄξωμι ἐκταθείς, ἐπὶ τὴν δοκὸν τῆς οἰκείας ἐμετεωρίσθη. Καὶ ἀπογεύσασθαι τῶν εἰδωλοθύτων μὴ πεισθείς, ἤχθη ἐπὶ τὸν ποταμὸν Μεσαῖον, καὶ ἐπιτεθέντος αὐτῷ ξύλου ἐπὶ τοῦ τραχήλου ἀπεπνίγη, ἔτος ἄγων τῆς ἡλικίας τριακοστὸν ὄγδοον.

Θραύσας βέλη σά, καὶ μεταστάς σου, βίε,
Ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὡς λόγος.
Οὗτος ἐκ σπαργάνων καθάρας ἑαυτὸν ἐν ἀσκητικοῖς ἀγῶσι, καὶ τῷ τῆς ἐργκρατείας γάλακτι τραφείς, καὶ γενόμενος Θεοῦ κατοικητήριον, τῇ θείᾳ ἱερωσύνην καλῶς ἐκοσμήθη, ποιμὴν θεοπρόβλητος καταστάς. Ὅθεν ἐνστερνισάμενος τὰ ὅπλα τοῦ Θεοῦ, πρὸς ὀχυρωμάτων καθαίρεσιν πάντων τῶν δεινῶν, τῶν τοῦ Χριστοῦ τὴν θείαν εἰκόνα ἀθετούντων τὴν ὀφρὺν κατέβαλε, καὶ ταύτην ἐτίμησε, καὶ προσκυνεῖν ἐξεπαίδευσε, τῆς ὁμολογίας τὸν στέφανον ἀναδησάμενος. Καὶ ἥν ἐκ παιδὸς εἶχεν ἐυλάβειαν, μέχρι γήρως συνετήρησε, μηδαμῶς ὕπνῳ ἀμελείας κατασχεσθείς, ἀλὰ καὶ πρὸς ἀπαθείας λιμένας κατήντησε, σὺν Αὐξεντίῳ τῷ σοφῷ. Μεθ’ οὗ καὶ τοῦς ἀγῶνας διήνυσε, καλῶς σαββατίσας πρὸς τὴν οὐράνιον κατάπαυσιν. Ὅθεν καὶ ἐν τῷ οἴκῳ τῶν Ἁγίων Ἀποστόλων τὸ σῶμα αὐτοῦ κατετέθη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ματθαίου


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ θαυματουργοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ναυκρατίου τοῦ Στουδίτου





Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Ῥάπτης ὁ ἐξ Ἰωαννίνων καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1526, πυρὶ καὶ ξίφει τελειοῦται
Bληθείς καμίνου ἐν μέσῳ Ἰωάννη,
Xριστῷ προσῆδες ὕμνον εὐχαριστίας.
Οὗτος ὁ νέος τοῦ Χριστοῦ ἀθλητής, Ἰωάννης, πατρίδα ἔσχε τὴν τῶν Ἰωαννίνων περιφανῆ πόλιν, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, ἐν ἀρχαῖς τοῦ ἕκτου καὶ δεκάτου αἰῶνος. Ἦν δὲ εὐπρεπὴς καὶ περικαλλὴς τῇ ὄψει καὶ τὴν τῶν ῥαπτῶν ἐκπαιδευθεὶς τέχνην. Θανόντων τῶν γονέων του, μεταβέβηκεν ἐν τῇ τοῦ Κωνσταντίνου πόλει, ζῶν εὐσεβῶς, καὶ διαπύρῳ φλεγόμενος ἔρωτι μαρτυρῆσαι ὑπὲρ Χριστοῦ, ὅ καὶ γέγονε· φθονηθεὶς γὰρ ὑπὸ τῶν Ἀγαρηνῶν, παρεδόθη τῷ ἑαυτῶν κριτῇ, ᾧ ὡμολόγησε τὸ τοῦ Σωτῆρος ὄνομα. Πολυειδῶς δὲ αἰκισθείς, καὶ ἐν φρουρᾷ καθειρχθείς, τελευταῖον παρεδόθη τῷ πυρί, ἐν ᾧ τὴν κεφαλὴν ἐτμήθη, τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἐν πολλῇ χαρᾷ ψάλλων τό, Χριστὸς ἀνέστη, ἐν ἔτει ᾳωκστ΄ (1526).

Φῶς ἅγιον, Τούνομ, φωτίσαν σὸν σκότος,
Πρὸς Φῶς εἴλκυσέ σε, Χριστόν, ἐν τῷ πόλῳ.
Ὁ ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Ἐμίρης Τούνομ ὁ Ἱεροσολυμίτης, ὡς ὁ Ληστὴς ἐν τῷ σταυρῷ, πρὸ τοὺ αὐτοῦ τέλους Χριστὸν ὡμολόγησε ἐν τῷ Μεγάλῳ Σαββάτῳ τοῦ σωτηρίου ἔτους 1580 ἐπὶ Πατριάρχου Ἱεροσολύμων Σωφρονίου τοῦ Δ΄, καὶ Σουλτάνου Μουρὰτ τοῦ Γ΄. Διατρανῶν τὴν ἀπάτην τῆς Ἄγαρ ἐξ ὕψους τοῦ πύργου τοῦ αὐτοῦ τεμένους τὴν ἔναντι τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως, ἐπὶ τὰς λαμπάδας τοῦ Ὀρθοδόξου Πατριάρχου, τοῦ φθόνῳ ἀλλοδόξων αὐτὸ προσκαρτεροῦντος παρὰ τὴν αὐλὴν τοῦ ναοῦ. Θάμβους θείου πλησθεὶς ἐπὶ τῇ θέᾳ τοῦ παραδόξου θαύματος καὶ Χριστὸν Θεὸν ἀληθινὸν ὁμολογήσας κατέπεσε ἐκ τοῦ ὕψους τοῦ πύργου αὐτοῦ καὶ ἀβλαβὴς παρέμεινεν. Συλληφθεὶς ὅθεν ὑπὸ τοῦ ὄχλου τῶν ἀπίστων, πυρὶ παρεδόθη, ἐν ᾧ καὶ τὴν ἁγίαν ψυχὴν αὐτοῦ χειρὶ τοῦ Φωτοδότου Κυρίου παρέθετο. Οὕτω ἄν καὶ μὴ χριστιανὸς βεβαπτισμένος, Ἁγίων δήμοις συνηριθμήθη ὁ βαπτισθεὶς τῷ οἰκείῳ αὐτοῦ αἵματι. Τὰ τίμια αὐτοῦ λείψανα, νῦν ἀποθησαυρίζονται ἐν τῇ Μονῇ τῆς Μεγάλης Παναγίας ἐν Ἱεροσολύμοις, ἧς κτίτωρ ὑπῆρξεν ἡ Ὁσία Μελάνη ἡ Ῥωμαία.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Κύριλλος ὁ ΣΤ' Πατριάρχης Κωνσταντινουπόλεως, ἐν ἔτει 1821, ἀπαγχονισθεὶς τελειοῦται
Ἀγχόνῃ Κύριλλε Βυζαντίου πρῶτε,
ὑπὲρ Χριστοῦ ᾐωρήθης καὶ λαοῦ σου.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων Ἀντωνίου καὶ Φήλικος τοῦ Κορέλ


Τῇ αὐτῇ ἡμέρα, ἠ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου του Μαξίμου ἐν Ῥωσσίᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Γνώμην φιλόθεον ἐκτήσω, μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, ἀγρυπνοῦσα θερμῶς, καὶ ψάλλουσα προθύμως· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Τήξασα σῶμα ἐγκρατείᾳ, παναοίδιμε καὶ πάσῃ κακουχίᾳ, ἀνεβόας θερμῶς, Ὁσία πρὸς τὸν Κτίστην· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅλος ὁ πόθος σου Ὁσία, ἀνατέταται πρὸς μόνον τὸν Δεσπότην, ὁλοτρόπως αὐτόν, ὑμνοῦσα καὶ βοῶσα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λύων τῆς Εὔας τὴν κατάραν, τὴν πανάμωμον κατώκησας Παρθένον, εὐλογίας πηγήν, βλυστάνων τοῖς βοῶσιν· εὐλογημένη πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Δι’ ἐγκρατείας ἔνδοξε, σεαυτὴν ἐκκαθάρασα τὰς μαρμαρυγάς, ἐδέξω τὰς τοῦ πνεύματος, Θεοῦ σε δοξάσαντος, ἐν γῇ καὶ μεγαλύνοντος, τοῦ προσδεξαμένου τοὺς σεπτοὺς ἀγῶνάς σου, πρὸς Ὃν βοᾶς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μέμνησο τῶν τὴν μνήμην σου, ἐκτελούντων ἀοίδιμε πάσης λυτρουμένη, ἐπηρείας βλάβης τε, ἐχθροῦ πολεμήτορος, καὶ νοσημάτων παντοδαπῶν, καὶ τῆς τῶν ἀνδρῶν, τῶν μιαιφόνων κακίας, δεινῶς ἐπεμβαινόντων, τῇ σῇ ποίμνῃ Θεὸς γὰρ σαῖς προσευχαῖς Ὁσία, κάμπτεται φιλανθρώπως.
Ἀσκητικῶς πανένδοξε, τὸν Θεὸν θεραπεύουσα, πάντων τῶν παθῶν, τοὺς πυριφλέκτους ἄνθρακας, τελείως ἀπέσβεσας, τοῖς ῥείθροις τῶν δακρύων σου· ὅθεν δυσωπῶ σε, τῶν παθῶν μου τὴν φλόγα, μαράναι ταῖς εὐχαῖς σου, ἵνα πίστει καὶ πόθῳ, ὑμνῶ Ἀθανασία, σοῦ τὴν ἁγίαν μνήμην.
Θεοτοκίον.
Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, Θεὸν ἡ κυήσασα, τὸν ἐπὶ πάντων Κόρη ἁγνή· ὅθεν Θεοτόκον, οἱ πιστοί σε κυρίως, δοξάζομεν βοῶντες· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.






ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἰδέσθαι κάλλος νοητόν, τοῦ Νυμφίου καθαρῶς ἐπεθύμησας, καὶ ποῦ κοιτάζεις αὐτῷ, ποῦ δὲ ποιμαίνεις σεμνὴ ἐκραύγαζες· ἐπαναπαύσομαι ἐν σοί, καὶ σοῦ τῆς χρηστότητος κατατρυφήσομαι, μεγαλύνομαι τὴν σὴν ἀγαθότητα.
Σύνεσιν ἔσχες ἐν ψυχῇ, καὶ ταπείνωσιν καὶ θείαν πραότητα, πίστιν ἀνόθευτον, καὶ σὺν ἐλπίδι ἀγάπην ἔνθεον, ἐν ὁλονύκτοις προσευχαῖς, Θεῷ προσεδρεύουσα, καὶ ταῖς ἐκεῖθεν αὐγαῖς, Ἀθανασία λαμπομένη φαιδρότησι.
Ἡδέσθη σοι πύλη οὐρανοῦ, ἀνεώχθη Ἀθανασία πανένδοξε, καὶ εἰσελήλυθας, Ἀγγέλων θείων δορυφορούντων σοι, καὶ κατεσκήνωσας φαιδρῶς, ἔνθα τὸ πολίτευμα Ἁγίων ὑπῆρχε σεμνή, μετὰ πάντων τὸν Σωτῆρα δοξάζουσα.
Θεοτοκίον.
Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν Σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ἀγαθὲ καὶ φιλάνθρωπε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς.
Τὸ τῆς Αἰγίνης καύχημα, σωφροσύνης τὸ κάλλος, ἐγκρατείας τὸ στάθμιον, καὶ ἀνδρείας τὸν πύργον, Ἀθανασίαν σήμερον, ἐν ᾠδαῖς ἐγκωμίων, τιμήσωμεν θεόφρονες, πρὸς αὐτὴν ἐκβοῶντες· ῥῦσαι ἡμᾶς, τῶν σκανδάλων πάντων τοῦ ἀλλοτρίου, καὶ σῶσον ταῖς πρεσβείαις σου, νῆσον τὴν σὲ τιμῶσαν.
Καὶ τὸ τῆς Ἑορτῆς ἢ Θεοτοκίον.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀθανασίας τὴν μνήμην ἐν ὕμνοις στέψωμεν σήμερον, καὶ γὰρ αὕτη, ἀπ’ ἀρχῆς στρατευθεῖσα, Χριστῷ τῷ στρατιάρχῃ τῶν θείων ψυχῶν, ταῖς τοῦ βίου οὐδέποτε, πλοκαῖς δεδέσθαι ἠνέσχετο καὶ Χριστός, ὡς εὐάρεστον κατέστεψεν. (Δίς)

Ὁ ζωγραφήσας τὸν πόλον ποικίλοις ἄνθεσιν, ἀστέρων ὡς Δεσπότης, αὐτὸς τὴν Ἐκκλησίαν, ἐκόσμησεν Ἁγίων ποικίλοις χοροῖς, οἷς ἐκλάμπει ἀνίσχουσα, Ἀθανασία ἡ ἔνδοξος ἀληθῶς, ὡς ἀστὴρ ἀειλαμπέστατος.

Στρουθίον εὗρεν οἰκίαν καὶ ἡ τρυγὼν νοσσιάν, κατάλληλον ὡς ἔφη, Δαβὶδ ὁ ὑμνογράφος, καὶ γὰρ οἱ τῶν Ὁσίων χοροὶ ἀληθῶς, ἀπὸ γῆς ἀντιπτάμενοι, καὶ ἐν ἐρήμοις πολεύοντες ἐν μοναῖς, τοῦ Θεοῦ ἐπαναπαύονται.


Δόξα. Ἦχος β΄.
Ἐν τῷ σκηνώματι τοῦ Κυρίου σου, καὶ ἐν ὄρει ἁγίῳ αὐτοῦ, κατεσκήνωσας Ἀθανασία παμμακάριστε, ἀμώμως γὰρ ἐν βίῳ περιπατήσασα, καὶ δικαιοσύνην ἐξασκήσασα, τῷ κρείττονι, τὸ χεῖρον καθυπέταξας· διὸ παῤῥησίαν πρὸς Θεὸν κεκτημένη, μὴ ἀποκάμοις ὑπὲρ ἡμῶν πρεσβεύουσα Αὐτῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ἀσκουσῶν ἀγλάϊσμα τὸ τερπνόν, καὶ Αἰγίνης κλέος, φύλακά τε καὶ πρόμαχον, τὴν Ἀθανασίαν τιμήσωμεν, ἐν ὕμνοις οἱ τῆς Αἰγίνης γόνοι, ἐνθέοις σήμερον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου