Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 12. ΟΣΙΟΣ ΑΚΑΚΙΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΙΒ΄!!
ΑΚΑΚΙΟΣ ΟΣΙΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Πατέρων Ἀκάκιε, σὺ Ἰησοῦν τὸν Θεόν, ἀγαπήσας θερμότατα, τούτῳ ἠκολούθησας, ἐκ νεότητος πάνσοφε, ἕως οὗ ὅλον αὐτὸν εἰσήγαγες, ἐν τῇ ψυχῇ σου, καὶ ἐν καρδίᾳ σου· εὖγε τοῦ πόθου σου, δι’ οὗ ἔζης πάντοτε σὺ ἐν Χριστῷ, καὶ ἐν σοὶ ἀνάπαλιν, ἔζη ἀεὶ ὁ Χριστός.

Ὢ τοῦ παραδόξου θαύματος, πῶς ἐν ὑστέροις καιροῖς, τὸ αὐτὸ Πνεῦμα Ἅγιον, ὃ πάλαι ἐφώτισεν, Ἀποστόλους ἐν χάριτι, καὶ διδασκάλους, κόσμου πεποίηκε· τοῦτο φωτίσαν, καὶ σὲ πανόλβιε, ἥλιον λάμποντα, δείκνυσι τοῖς πέρασι καὶ ὁδηγόν, πολλῶν καὶ διδάσκαλον, θεοσοφώτατον.

Τίμιος ὄντως ὁ θάνατος, τοῦ Σοῦ Ὁσίου Χριστέ, ἐναντίον σου πέφυκε· Σὺ γὰρ εἶπας Δέσποτα, τοὺς ἐμὲ νῦν δοξάζοντας, ἀντιδοξάζω καὶ μετὰ θάνατον, καὶ ἐμφανίσω, αὐτοῖς τὴν δόξαν μου· ὢ οἷα χάριτος! Τοῖς Σοῖς δούλοις δέδωκας παμβασιλεῦ! Καὶ ἡμᾶς ἀξίωσον, συμμετασχεῖν αὐτῆς.

Τῷ γλυκεῖ βέλει κεντούμενος, θείας ἀγάπης σαυτόν, τῆς πατρίδος ἐμάκρυνας, συγγενῶν προσπάθειαν, καὶ μητρὸς σχέσιν ἔρῥιψας, πλοῦτον καὶ δόξαν κενὴν ἐμίσησας, εἰς τὰς ἐρήμους χαίρων κατώκησας· Πάτερ Ἀκάκιε, εὐλογῶν τὸν Πλάστην σου διὰ παντός, τούτῳ συνενούμενος, ἡμῶν μνημόνευε.

Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τῶν ἐν Ἄθῳ ἀσκουμένων, ἐπὶ τῇ μνήμῃ σήμερον, τοῦ θεοφόρου Πατρὸς ἡμῶν συνέλθωμεν, εὐχαριστήριον ὕμνον τῷ Θεῷ προσφέροντες εἴπωμεν· δόξα τῇ περὶ ἡμᾶς οἰκονομίᾳ Σου φιλάνθρωπε Κύριε, ὅτι τοῖς Σοῖς πλουσίοις χαρίσμασι καταγλαΐσας, καὶ τῷ Σῷ φωτὶ καταυγάσας, τὸν θεράποντά Σου Ἀκάκιον ἐχαρίσω ἡμῖν, φωστῆρα τῶν ἐσκοτισμένων, ὁδηγὸν τῶν πεπλανημένων, ἀλείπτην τῶν μοναζόντων, καὶ κέντρον τῶν ἀμελούντων, δι’ οὗ διδασκόμεθα ζητεῖν ἀεί, δι’ ἐπιστροφῆς καὶ μετανοίας, τὸν ἀῤῥαβῶνα ἐντεῦθεν λαβεῖν, τῆς τελείας ἐν οὐρανοῖς ἀπολαύσεως· ἧς καὶ ἡμᾶς ὁ Θεὸς ἀξίωσον, εὐχαῖς αὐτοῦ διὰ τὸ μέγα Σου ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν μοναστῶν, χορεῖαι συνελθόντες, ἐν ὕμνοις ἐπαξίοις, τιμήσωμεν συμφώνως, τὴν μνήμην τοῦ τρισμάκαρος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δένδρον Δαβιτικῶς, ἐξήνθησας παμμάκαρ, ἐν ταῖς αὐλαῖς Κυρίου, κατάκαρπον ὑπάρχον, ταῖς ἀρεταῖς Ἀκάκιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὗρες ἐν οὐρανῷ, τὰς ἀμοιβὰς τῶν πόνων, τῶν ἀρετῶν σου Πάτερ, ἀεὶ συνεπαγάλλῃ, τοῖς τῶν Ὁσίων τάγμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σκέπη Χριστιανῶν, ὑπάρχεις Θεοτόκε, μὴ παύσῃ δυσωποῦσα, μετὰ τοῦ Ἀκακίου, ὑπὲρ ἡμῶν τῶν δούλων Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Θαβωρείου φωτὸς ἐκζητῶν τὴν λαμπρότητα, ἐν τῷ ῎Αθω βιώσας ἀνεπαύσω πληρώτατα· Ἀκάκιε, Ἀγράφων τέκνον τὸ σεπτόν, ἀγλάϊσμα ὁσίων τὸ φαιδρόν· ὅτι εὐχαῖς σου καὶ ἁγίαις διδαχαῖς Μάρτυρας νέους καὶ ὁσίους ἀθλητὰς ἀνέδειξας. Δόξα τῷ σὲ αὐγάσαντι Χριστῷ, δόξα τῷ μεγαλύναντι, δόξα τῷ δείξαντί σε ἐν παντὶ διδάχον ἔνθεον.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου λαβὼν ἐπ’ ὤμων σου, καὶ αὐτῷ μέχρι τέλος κατηκολούθησας, καταφρόνησας ἐπιγείων τὴν ἀπόλαυσιν, πόθῳ τρωθείς σου τὴν ψυχήν, ἐκ νεότητος σοφέ, ἀσκήσας καλῶς ἐνταῦθα· Ἀκάκιε θεοφόρε, ταῖς πρὸς Θεόν σου πρεσβείαις, ἡμᾶς συντήρησον.
Καὶ νῦν. Τῆς ἑορτῆς ἢ Θεοτοκίον.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ὁσίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Προέφη τὸ στόμα τοῦ Χριστοῦ, τὸ σεπτὸν καὶ ἅγιον, τοῖς Μαθηταῖς καὶ ὑπέσχετο, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ λείψει αὕτη, γενεὰ ὦ φίλοι μου, ἕως τῆς συντελείας καὶ γὰρ ἐν σοί, μάκαρ πεπλήρωται, έν τῷ Ἄθῳ νῦν ἐξέλαμψας, ἀστραπαῖς τῶν σῶν πόνων Ἀκάκιε.

Πάτερ Ἀκάκιε Χριστοῦ, σὺ ἐδείχθης ἄριστος, δοῦλος πιστὸς καὶ ὑπήκοος, καὶ γὰρ ὡς ἄπλαστον, καὶ ἁπλοῦν παιδίον, αὐτῷ ἠκολούθησας, δυνάμει τῇ αὐτοῦ δυναμούμενος· Ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πάτερ Ἀκάκιε σαφῶς, ἀπύλωτα στόματα, κακίστης ὕδρας ἐνέφραξας, πολυκεφάλου τε, δυτικῆς ὀφρύος, ἐν τῇ πολιτείᾳ σου, ὡς ἥλιος ἡμῖν ἐξανέτειλας· δι’ ὃ νῦν πρέσβευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον ἀνέτειλεν ἡμῖν, ὡς ἔαρ εὐφρόσυνον, ἡ παμφαὴς καὶ ἐπέραστος μνήμη τοῦ ᾶπλανοῦ ὁδηγοῦ, φωστῆρος δίκην, Πατρὸς ἡμῶν Ἀκακίου, διώκων τὴν κατήφειαν, τοῦ βαρυτάτου χειμῶνος τῶν πειρασμῶν, ἀπερχομένων ἡμῖν, διὰ τῶν παθῶν· δι’ ὃ ὡς πάλαι καὶ νῦν, ἱλαρῶς μοι φάνηθι Πάτερ, καὶ γλυκείας σου ἀκοῦσαί μοι φωνῆς, ἴδε ὑγιῆς γέγονας, μηκέτι ἁμάρτανε.

Καὶ νῦν. Τῆς ἑορτῆς.













Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Λιτή. Ἦχος α΄.
Δεῦτε τῶν μοναστῶν καὶ μιγάδων τὰ συστήματα, τελετὴν ἑόρτιον συγκροτήσαντες σήμερον, δόξαν ἀναπέμψωμεν Θεῷ τῷ ἐν Τριάδι, τῷ δοτῆρι τῶν ἀγαθῶν καὶ πάντων εὐεργέτῃ· τῷ φωστῆρας ἐπὶ γῆς ἀναδείξαντι, τοὺς θεοφόρους Πατέρας ἡμῶν, τοὺς ἐνταῦθα λαμπρῶς ἀσκήσαντας. Οὗτοι γὰρ οἰ τρισόλβιοι, ἀνδρικῶς καὶ γενναίως, τὴν φύσιν ἐκβιασάμενοι, ὑπερφυεῖς ἀγῶνας ἐτέλεσαν· καὶ ἀγγελικῶς ἐπὶ γῆς πολιτευσάμενοι, τὴν ὁδὸν τῆς ἀσκήσεως, ἔργῳ καὶ λόγῳ ἡμῖν ὑπέδειξαν, τῇ δυνάμει τοῦ Σταυροῦ, νικηταὶ γεγόνασι τοῦ πολεμήτορος ἐχθροῦ, καὶ τὰς πολυπλόκους παγίδας αὐτοῦ, εἰς τέλος συνέτριψαν. Καὶ νῦν ἐν οὐρανοῖς μεταστάντες, προστάται καὶ ἀντιλήπτορες ἡμῶν, ἐν πᾶσι καὶ διὰ παντὸς ἀναδείκνυνται. Πέτρος ὁ θεῖος καὶ πάντων κορυφαῖος, σὺν Ἀθανασίῳ τῷ σοφῷ ποιμενάρχῃ, Μάξιμος ὁ μέγας, καὶ σὺν τούτοις, Νήφων ὁ θαυμάσιος, Νεῖλος ὁ Μυροβλύτης, καὶ ὁ θεοφόρος Ἀκάκιος, οὗ καὶ τὴν μνήμην σήμερον ἐπιτελοῦντες κράζομεν· θειότατοι Πατέρες ἡμῶν, τὸ ἡμέτερον καύχημα, οἱ ὁδηγοὶ καὶ ἔφοροι μὴ ἐλλίπητε δεόμεθα, τοῦ ἐπισκέπτειν ἐσαεί, ἡμᾶς τοὺς ἀναξίους, λυτρούμενοι ἐκ πάσης περιστάσεως, καὶ συμφορῶν τοῦ βίου, ὡς παῤῥησίαν ἔχοντες, ἱκετεύσατε τῷ Σωτῆρι Θεῷ, σὺν τῇ πανάγνῳ Θεοτόκῳ, τῇ Κυρίᾳ καὶ Ἐφόρῳ τοῦ Ὄρους, ἱλασμὸν καὶ φωτισμόν, καὶ ἄφεσιν πταισμάτων ἡμῖν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὰ μνημόσυνα ὑμῶν, καὶ ἐπικαλουμένοις τὴν ὑμῶν βοήθειαν παμμακάριστοι.

Ἦχος β΄.
Ὅσιε Πάτερ Ἀκάκιε, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, καὶ Χριστοῦ τὰς ἐντολάς, τηρήσας ἀκλινῶς ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, ἐκομίσω παρ’ αὐτοῦ, χαρισμάτων ἐνέργειαν, δι’ ὧν ἔπιεσας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων, καὶ σαρκὸς τὴν εὐπάθειαν, ἐπιμλεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου. Ὅθεν σοῦ δεόμεθα καὶ ἡμεῖς, φιλοστοργότατε Πάτερ, οἱ ἀνάξιοι δοῦλοι καὶ νεωκόροι σου, οἱ ἐνταῦθα παραμένοντες, πόθῳ θείῳ καὶ φίλτρῳ τῷ σῷ, ὡς τῷ θείῳ φωτὶ νῦν ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, τοῦ ἐν πᾶσι κατανοεῖν, καὶ πράττειν τὰ τῆς ψυχῆς ἐφόδια, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.



Ἦχος δ΄.
Ὅσιε Ἀκάκιε, θείῳ πόθῳ τὴν ψυχὴν βαλλόμενος, καταλιπὼν τὰ ἐν τῷ κόσμῳ τερπνὰ καὶ ἐπίκηρα, ἐν τοῖς ὄρεσι καὶ σπηλαίοις τοῦ Ἄθω παρώκησας, ἔνθα τοὺς ὑπὲρ φύσιν ἀγῶνας διήνυσας, θείᾳ δυνάμει ῥωννύμενος, ἀνενδότως παλαίων πρὸς τὰς ἀρχὰς τοῦ σκότους, τὰς ἐπινοίας μὲν αὐτῶν κατὰ κράτος ἐτροπώσω, τοὺς δὲ ἱδρῶτας τῶν πόνων σου, ὡς εὐῶδες μύρον, τῷ Κτίστῃ Θεῷ προσενεγκών, ἀντεβραβεύθης παρ’ Αὐτοῦ Βασιλείαν οὐράνιον. Διὸ ἱκετεύων, μὴ παύσει ὑπὲρ ἡμῶν, τῷ ἐκ Παρθένου δι’ ἡμᾶς σαρκωθέντι, καὶ Σταυρὸν καὶ θάνατον ὑπομείναντι, καὶ ἀναστάντι ἐν δόξῃ, Χριστῷ τῷ Σωτῆρι ἡμῶν καὶ Θεῷ τῶν ὅλων, ὅπως ἵλεως γενήσεται ἡμῖν τοῖς ἁμαρτωλοῖς· σὲ γὰρ προστάτην, διὰ βίου παντός, καὶ μεσίτην πρὸς αὐτὸν κεκτήμεθα.

Ἦχος πλ. α΄.
Ὢ μακαριώτατοι καὶ θεοφόροι Πατέρες, οἱ ἐνταῦθα θεοφιλῶς ἀσκήσαντες· τί ὑμᾶς κατ’ ἀξίαν ἐπαινέσηται; ὑμεῖς γὰρ τῷ θείῳ ἔρωτι τῇ καρδίᾳ φλεγόμενοι, μετέστησε τοῦ κόσμου, ατελιπόντες ἅπαντα, πρὸς τὸν ἐρημικὸν ὀξυδρομήσατε τοῦτον χῶρον, ἔνθα παραγενόμενοι, τὸν σώζοντα ἡμᾶς Θεόν, ἡμέρας καὶ νυκτὸς ἐξεζητήσατε ὁλοψύχως, καὶ αὐτῷ ἀκολουθοῦντες, παντοιοτρόπως τὸ σῶμα κατετήξατε, καὶ τὰ πάθη νεκρώσαντες, ἐν νηστείᾳ ἐπιμόνῳ καὶ προσευχῇ ἀδιαλείπτῳ, ἐν ψύχει καὶ γυμνότητι, ἐν ὑπομονῇ καὶ ταπεινώσει, ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ, καὶ ἐπὶ πᾶσι, τῇ παντελεῖ ἀκτημοσύνῃ· δι’ ὧν τὸ πνεῦμα ἐζωώσατε καὶ ἐπὶ γῆς ἐν σαρκὶ βαδίζοντες, ἐν οὐρανοῖς τῷ νοΐ διὰ παντὸς αὐλιζόμενοι, καὶ Θεῷ συνενούμενοι, ἔζητε ἐν Χριστῷ. Διὸ καὶ μετὰ θάνατον αὐτῷ συμβασιλεύετε, εἰς αἰῶνας ἀπεράντους· παῤῥησίαν οὖν ἔχοντες, πρεσβεύσατε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἀναξίων, τοῦ δωρηθῆναι φωτισμόν, ταῖς ἡμῶν διανοίαις, καὶ νεκρωθέντες τῷ κόσμῳ, ἀκολουθήσωμεν δὲ τοῖς ἴχνεσιν ὑμῶν, ὅπως λάβωμεν παρὰ Χριστοῦ ἄφεσιν πταισμάτων, καὶ ζωὴν τὴν αἰώνιον.

Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἐτήσιον μνήμην σου, θεοφόρε Πατὴρ ἡμῶν Ἀκάκιε, σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς, χαρμονικῶς ἑορτάζομεν σήμερον. Οὗτοι γάρ, τὸ πνεῦμά σου βλέποντες ἐν φωτὶ ἀΰλῳ ἐξαστράπτον, καὶ σὺν αὐτοῖς αὐλιζόμενον, ὕμνον ἄληκτον τῷ πάντων Ποιητῇ καὶ εὐεργέτῃ Θεῷ ἀναμέλπουσιν. Ἡμεῖς δὲ οἱ ἀνάξιοι, τὴν θείαν κάραν σου ἔχοντες καὶ κατασπαζόμενοι, τὸν ἁγιασμὸν ἐξ αὐτῆς ἀρυόμεθα, ψυχῆς τε καὶ σώματος· ὅθεν, εὐφροσύνης πνευματικῆς, τὰς καρδίας πληρούμενοι βοῶμέν σοι· πάρεσο καὶ νῦν ἀοράτως, μετὰ πάντων τῶν Ὁσίων, τῶν ἐνταῦθα λαμψάντων, ἐπίσκεψε διὰ παντὸς τὴν ποίμνην σου τάυτην, ἣν συνήγαγες Πάτερ, λυτρούμενος ἡμᾶς ἐκ παντοίων κινδύνων, μὴ χωρισθῆς ἡμῶν, ὁ Πατὴρ καὶ ὁδηγός, ὅτι σοῦ ἐσμεν ποίμνιον.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ νέος Πάτερ Μωσῆς, ὁ ἀνελθὼν εἰς γνόφον μάκαρ τὸν ἄδυτον, εἰς ὄρος τῆς ἀπαθείας, δι’ ἀρετῆς ἀκραιφνοῦς, καὶ ἱδρώτων Ὅσιε τῶν ἔργων σου, ἐκεῖθεν ἀνέλαβες, τὰ πυξία τῆς χάριτος, ἐξ ἀκενώτων, θησαυρῶν τῶν τοῦ Πνεύματος, καὶ ἐδίδασκες τοὺς πιστῶς σοι προστρέχοντας· ὅθεν καὶ νῦν Ἀκάκιε, αἰτῶ σε πρεσβείαις σου, ῥῦσαι ὡς ἔχων ἀξίως, τὴν παῤῥησίαν ἀδίστακτον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, νεοφανῶν ἡ δυάς, Μάρτυς Παχώμιε Ἀκάκιε Ὅσιε, ὑμεῖς γὰρ τοῦ ἀντιχρίστου, τὴν κεφαλὴν κραταιῶς, καὶ πανσόφως ὄντως συνετρίψατε, θηρία ἀνήμερα, τοῦ δεινοῦ κοσμοκράτορος, ἃ Θεολόγος ἐν ἐκστάσει ἑώρακε, πολυκέφαλον, τοῦ Μωάμεθ τὸ σύστημα, ἄλλον πάλιν δεινότερον, ἀρνίον δικέρατον, Πάπας ὁ κάκιστος οὗτος, οὓς ἀναλώσοι ὁ Κύριος, διστόμῳ ῥομφαίᾳ, καὶ ἡμᾶς τῆς λύμης οὕτω ταχέως ῥύσοιτο.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ὅλως, πεπωρωμένος τὸν νοῦν, ἐσκοτισμένος τὴν ψυχὴν καὶ διάνοιαν, οὐ τρέμω τὴν καταδίκην, οὐ τῆς γεέννης τὸ πυρ, ἀλλὰ χείρων μᾶλλον ὑποσύρομαι, κακῶς ὡς αἰχμάλωτος, ἀπωλείας εἰς βάραθρα, καὶ χοῖρος ὥσπερ τῷ βορβόρῳ ἐνήδομαι, ὢ τίς γένομαι, ποῦ προσφύγω ὁ ἄθλιος; Δεῖξον τὴν ἀκαταίσχυντον, πρεσβείαν σου Ὅσιε, νῦν ἐπ’ ἐμὲ καὶ ἐκ λάκκου, ταλαιπωρίας ἀνάγαγε, ψυχὴν τὴν ἀφρόνως, παροργήσασαν τὸν φύσει Θεὸν μακρόθυμον.

Δόξα. Ὁ αὐτός.
Ποίοις εὐφημιῶν στέμμασιν, εὐφημήσωμεν τὸν ἀπαθείᾳ κεκοσμημένον, τοῖς ὑμνῳδίοις ῥήμασι καὶ ἠχητικοῖς μελῳδήμασι, μεγαλύνομεν τὸν ἀγελάρχην, τὸν ἀφθονοπάροχον τροφοδότην, τὸν κορυφαῖον τῶν ἀσκητῶν, τῆς ἐρήμου τὸ κάλλιστον θρέμμα, καὶ εὐωδέστατον ἀκροθήνιον, τὴν ἀπαρχὴν τῶν Ὁσίων, καὶ δικαίων ὡράϊσμα, τὸ πάγχρυσον στόμα, καὶ μελίῤῥυτον σάλπιγγα, τὴν χελιδόφωνον λύραν, καὶ μουσικόλαλον ἀηδόνα, τῆς πρακτικῆς σοφίας τὸν ἐραστήν, καὶ ἀρετῆς ἄσυλον ταμιοῦχον· τοῦτον τιμήσωμεν ἅπαντες, τὸ χαῖρε βοήσωμεν σὺν τῷ ἱεροσυλλόγῳ, Ἀκάκιε Ἅγιε, τῶν εὐσεβῶν ἡ ἀκρότης, τοῦ θείου σκήνους δεόμενοι, σοῦ τοῦ δικαίου, ἵνα τύχωμεν πλουσίως τῆς παρουσίας σου.


Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’.
Θαβωρείου φωτὸς ἐκζητῶν τὴν λαμπρότητα, ἐν τῷ ῎Αθω βιώσας ἀνεπαύσω πληρώτατα· Ἀκάκιε, Ἀγράφων τέκνον τὸ σεπτόν, ἀγλάϊσμα ὁσίων τὸ φαιδρόν· ὅτι εὐχαῖς σου καὶ ἁγίαις διδαχαῖς Μάρτυρας νέους καὶ ὁσίους ἀθλητὰς ἀνέδειξας. Δόξα τῷ σὲ αὐγάσαντι Χριστῷ, δόξα τῷ μεγαλύναντι, δόξα τῷ δείξαντί σε ἐν παντὶ διδάχον ἔνθεον.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου λαβὼν ἐπ’ ὤμων σου, καὶ αὐτῷ μέχρι τέλος κατηκολούθησας, καταφρόνησας ἐπιγείων τὴν ἀπόλαυσιν, πόθῳ τρωθείς σου τὴν ψυχήν, ἐκ νεότητος σοφέ, ἀσκήσας καλῶς ἐνταῦθα· Ἀκάκιε θεοφόρε, ταῖς πρὸς Θεόν σου πρεσβείαις, ἡμᾶς συντήρησον.
Καὶ νῦν. Τῆς ἑορτῆς ἢ Θεοτοκίον.

Ἀπόλυσις.

























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νόμους θείους πληρώσας Πάτερ Ἀκάκιε, καὶ μισήσας τὸ σῶμα ὥσπερ ἐπίβουλον, κατεπάλαισας ἐχθρόν, ταῖς νηστείαις καὶ εὐχαῖς, καὶ ἐδέξω ἐκ Θεοῦ, χάριν ἁπάντων προστατεῖν, τῶν σὲ πιστῶς προστρεχόντων, καὶ πόθῳ ἀνευφημούντων, τὴν ἱεράν σου μετάστασιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἐκ Σοῦ σαρκωθέντα Θεὸν καὶ Κύριον, δι’ ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι, τοῦτον ἱκέτευε θερμῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ σεμνή, ἀπὸ τῶν πίστει τιμώντων, καὶ εὐφημούντων ἀπαύστως, τὴν δυναστείαν καὶ τὸ κράτος Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀμέσως τῷ Θεῷ, λειτουργῶν θεοφόρε, ἀκτῖνας ἱερῶν, μυστηρίων λαμβάνεις, καὶ κόσμου τὸ πρόσωπον, καταυγάζεις τοῖς ἔργοις σου· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, καὶ τὸν Χριστὸν ἀνυμνοῦντες, θεόφρον Ἀκάκιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φωτὶ Σῶν πρεσβειῶν, Θεοτόκε Παρθένε, φωτίσασα ψυχῆς, τῆς ἐμῆς καὶ καρδίας, τὰ ὄμματα παράσχου μοι, ἐν φωτὶ νῦν πορεύεσθαι, τῶν προστάξεων, τοῦ φωτοδότου Υἱοῦ Σου, ἵνα μέτοχος, φωτὸς ἐκεῖ χρηματίσω, ἁγνὴ αἰωνίζοντος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὅμοιον.
Ἡ μνήμη σου λαμπρῶς, παρ’ ἡμῶν τελεουμένη, Ἀκάκιε Πατήρ, τῶν φιλούντων σε τέκνων, τὸν νοῦν ἡμῶν κατηύγασε, καὶ καρδίαν πρὸς πλείονα, πόθον ἤγειρε, τοῦ ἐναρέτου σου βίου, καὶ ἐθέρμανε, πρὸς θεῖον ἔρωτα μάκαρ· διὸ ἡμῖν πρόστηθι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, Παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων, παρθενεύειν με, νοΐ ψυχῇ σώματί τε, Παρθένε ἐνίσχυσον.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας· παῤῥησίαν οὖν ἔχων ἐν τῇ μνήμῃ σου, εἰρήνην αἴτησαι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Πρῶτον φέρω μέλισμα τῷ Ἀκακίῳ, σὸς Ἰωνᾶς.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Πάντων ἀοράτων Ποιητά, καὶ ὁρατῶν ὑπεράρχιε Κύριε, φύσις ἡ ἀκήρατος, σῶν οἰκτιρμῶν ἀκτῖσί με καταύγασον, μέλποντα τὸν μέγαν, καὶ θεοφόρον Ἀκάκιον.
Ῥημασι τοῦ θείου καὶ σεπτοῦ, Εὐαγγελίου πεισθεὶς παναοίδιμε, πᾶσαν καταλέλοιπας τὴν σαρκικῶς, παρεπομένην εὔνοιαν, καὶ δι’ ἀπαθείας, Θεῷ ἡνώθης Ἀκάκιε.
Ὤφθης ἐνδιαίτημα Χριστοῦ, ὡς ἀγαπήσας Αὐτοῦ τὰ σωτήρια, καὶ σεπτὰ προστάγματα, ὁλοσχερῶς θεοφόρε Ἀκάκιε· ὅθεν δέομαί σου, κἀμοὶ τὴν χάριν χορήγησον.
Θεοτοκίον.
Τὴν ὑπερφυῶς τὸν τοῦ παντός, Δημιουργὸν καὶ Δεσπότην κυήσασαν, δεῦτε μακαρίσωμεν πάντες πιστοί, καὶ ἐκ ψυχῆς αἰτήσωμεν, τῶν ἡμαρτημένων, τὴν ταχυτάτην συγχώρησιν.












ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ὁ νόμος τοῦ Πνεύματος σοφέ, τὸν νόμον ἐξεκίνησε, τὸν φυσικὸν καὶ νόμον σε ἔδειξε, τῶν μοναζόντων ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ φωστῆρα κράτιστον, ἀρεταῖς τὸν Ἄθωνα, φρυκτωροῦντα θεόφρον Ἀκάκιε.
Ναὸν τοῦ τῶν ὅλων Ποιητοῦ, γενόμενος Ἀκάκιε, τοὺς φοιτητὰς τοὺς σοὺς νῦν τὸν ὕμνον σοι, μετ’ εὐλαβείας ᾄδοντας ἔργασαι, τοῦ Ἁγίου Πνεύματος, οἴκους ταῖς πρεσβείαις σου, καὶ φωτὸς θείου πλήρεις καὶ χάριτος.
Φυγὼν φυσικὸν Πάτερ θεσμόν, τὴν ἔρημον τοῦ Ἄθωνος, ὑπερφυῶς εἰσέδυς οὐ δαίμονας, οὐδὲ τὸν ἄσπονδον τούτων δήσας πόλεμον· διὰ τοῦτο εἴληφας, ἐξ Ἁγίου Πνεύματος, χαρισμάτων πληθὺν ὦ Ἀκάκιε.
Θεοτοκίον.
Ἐλπὶς καὶ βοήθεια ἡμῶν, ὑπάρχουσα πανάχραντε, τῆς τῶν παθῶν κακίστης ἐξάρπασον, αἰχμαλωσίας καὶ τῆς ἀλήκτου τρυφῆς, ἀπολαῦσαι πρέσβευε, τοὺς πιστοὺς οἰκέτας Σου, τοὺς ἀπαύστως ὑμνοῦντας τὸν τόκον Σου.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἡ πληθύς, τῶν οὐρανίων στρατιῶν, καθορῶσά σε σοφέ, ὑπερφυῶς μετὰ σαρκός, ἀγωνιζόμενον κρύει τε καὶ ἡλίῳ, καὶ πάσῃ συμφορᾷ ἀπομαχόμενον, καὶ δόξαν τῷ Θεῷ, τρανῶς ἀνέπεμπον, τῷ τοῖς πιστοῖς διδόντι κράτος, ἵνα τὴν τῶν δαιμόνων νικήσει πληθύν· ἧς ῥῦσαι πάντας, ἡμᾶς ἀτρώτους, σαῖς πρεσβείαις Ἀκάκιε.
Θεοτοκίον.
Τὸ μυστήριον τῆς Σῆς, κυοφορίας Προφητῶν, θείῳ Πνεύματι χοροί, μεμυημένοι Μαριάμ, ποικιλοτρόπως ἐτράνωσαν τοῦτο Κόρη· λυχνίαν τε καὶ στάμνον ὀνομάσαντες, καὶ ῥάβδον καὶ χρυσοῦν, θυμιατήριον, καὶ κιβωτὸν καὶ τράπεζαν καὶ πλάκαν, ὄρος δασὺ καὶ κατάσκιον, καὶ κεκλεισμένην, Παρθένε πύλην, τῷ Θεῷ τηρουμένην.














ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ῥύεται δαιμόνων πονηρῶν σε πανάριστε, ὁ παντοδύναμος Θεός, ὁ προειδὼς τῆς σῆς ψυχῆς, τὸν πόθον τὸν ἄπειρον, καὶ τὰς αὐτῶν πληγάς, νηπίων τοξεύματα, ἀποδεικνύει Ἀκάκιε μέγιστε.
Ὢ τῶν ὑπὲρ νοῦν κατορθωμάτων σου Ἅγιε, πόνων ὦ δόξης ἧς περ νῦν, ἐπαπολαύεις ἱλαρῶς, Ἀγγέλοις ὢν ὁμοδίαιτος, καὶ Ἁγίοις σύσκηνος, θαυματοφόρε παμμάκαρ Ἀκάκιε.
Μύστης ἐχρημάτισας τοῦ Πνεύματος Ὅσιε, τοῦ Παναγίου καὶ πιστῶν, ὑπάρχεις ὅλως ἀρετῆς, κανὼν καὶ τύπος Ἀκάκιε, καὶ ἰατὴρ μωλώπων· ὅθεν προσπίπτω σοι, πάσας κἀμοῦ τὰς ὀδύνας θεράπευσον.
Θεοτοκίον.
Λύσον μου Παρθένε τὰς σειράς, αἷς συνέδησεν, ἁμαρτημάτων μου πληθύς, κακοβουλίᾳ τοῦ ἐχθροῦ, καὶ μέτοχον ποίησον τῆς χαρμονῆς· ης ἀπολαύει τὸ πλήρωμα, τῶν προσκυνούντων τὸν ἄχραντον τόκον Σου.

ᾨδὴ ε΄. Θεὸς ὼν εἰρήνης.
Ἱδρύθη ἐν σοὶ τῇ καρδίᾳ σοφέ, ἡ ἀκήρατος χάρις τοῦ Πνεύματος, καὶ θείας ἐπιστήμης σου ἐνέπλησε τὸν νοῦν, καὶ γέγονας παντοίων, κακώσεων θεόφρον, ἐλατὴρ ἀνίκητος, καὶ ἰατρὸς ψυχῶν Ἀκάκιε.
Σημείοις σε Χριστός σε δοξάσας ἐν γῇ, νῦν ἀΰλοις δοξάζει σὺν τάγμασι, καὶ πρόσωπον αὐτοῦ τὸ ὑπερθαύμαστον εἰς πόνων ἀμοιβήν, προστίθησι Πάτερ, ὃ μετὰ τῶν Ἀγγέλων, κατοπτεύων ἀπαύστως, καὶ ἡμῶν μέμνησο Ἀκάκιε.
Μυεῖ σε Χριστὸς δι’ ἁγίου αὐτοῦ, Ῥωμανοῦ τοῦ σοῦ φίλου καὶ Μάρτυρος, ἐχθροῦ σοι ῥαθυμεῖν ὑποβάλλοντος τοῦ δεινοῦ· ὅθεν ῥωσθεὶς ἐκείνου, τῇ θείᾳ ὀπτασίᾳ ἀόκνως διήνυσας τὸ πολυχρόνιον μαρτύριον.
Θεοτοκίον.
Ἁγίων Ἁγία Παρθένε ἁγνή, ἡ τεκοῦσα τὸν μόνον Πανάγιον, ἁγίασον τὸν νοῦν μου σπιλωθέντα τῶν δεινῶν, δαιμόνων ἐργασίαις, καὶ ζῆσαί με ἁγίως, καταξίωσον ἵνα, Σοῦ τῆς ἁγίας ἐπιτύχω χαρᾶς.

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Τὸ ἀνέσπερον ἀεί, καθορῶν κάλλος Χριστοῦ, ὡς αὐτοῦ τῶν ἐντολῶν, πληρωτὴς ἀναδειχθείς, μνημόνευε, τῶν σὲ τιμώντων, Πάτερ Ἀκάκιε.
Ὥσπερ φοίνιξ ἀρεταῖς, σὺ κατάκομος ἀεί, διεδείκνυσο Χριιστοῦ, ἐν καρδίᾳ τὸ γλυκύ, Ἀκάκιε, φέρων καὶ πρᾶγμα, ὄντως καὶ ὄνομα.
Ἀκραιφνῶς τῷ νοερῷ, συνωμίλεις μὲν ἐν γῇ, καθωράϊζες δὲ πᾶν, τὸ πιστῶς σοι προσιόν, Ἀκάκιε, καὶ σωτηρίας, ἐκζητοῦν πρόσωπον.
Θεοτοκίον.
Κυβερνῆτίς μοι γενοῦ, θαλαττεύοντι ἁγνή, ἐν πελάγει χαλεπῷ, τῶν τοῦ βίου πειρασμῶν, καὶ ἴθυνον, πρὸς σωτηρίας, ὅρμον καὶ σῶσόν με.


Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀνεφάνης σήμερον, μέγας φωσφόρος, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Ἀκάκιος ὁ τρισόλβιος, τῶν ἐν τῷ Ἄθῳ, ἐξαίρετον ἄγαλμα
Ὁ Οἶκος.
Τίς ἐξειπῃ σου Πάτερ τὴν ὑπεράνθρωπον πολιτείαν; ἐκαρτέρεις γὰρ ἐν τῇ ἐρήμῳ τοῦ Ἄθωνος δι’ ἔρωτα καὶ πόθον Χριστοῦ ὡς στῦλος ἀκλόνητος. Ὅθεν, καὶ ὑπὲρ αὐτοῦ πάγους καὶ νιφετοὺς καὶ πειρασμοὺς ὑπομείνας παντοίους ἐφαλλόμενος αὐτὸν ἀνυμνολόγεις· διὸ Ἀγγέλους ἐξέστησας, δαίμονας ἥλασας, ἀνθρώπους πιστοὺς μὲν εὔφρανας, αἱρετικῶν δὲ τὰ ἀπύλωτα στόματα ἔφραξας, Θεὸν τὸν στεφοδότην δοξάζοντας, καὶ σοὶ τῷ στεφηφόρῳ τὰ ἐφύμνια προσφέροντας· χαίροις, Ἀκάκιε, τῶν ἐν τῷ Ἄθῳ ἐξαίρετον ἄγαλμα.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ὅσιος Ἀκάκιος ὁ Νέος, ὁ ἐν τῇ κατὰ τὸ Ἅγιον Ὄρος Σκήτει τοῦ Καυσοκαλυβίου ασκήσας, ἐν ἔτει 1730 ἐν εἰρήνῃ τελειοῦται.
Πόνοις ὦ Πάτερ, σοῖς Θεὸν μεγαλύνας,
ἄφθαρτον αὐτός σοι, παρέσχετο κλέος.
Δευτερίη δεκάτη Ἀπρίλιο γαίης ἀπαίρει Ἀκάκιος.
Οὗτος, ὑπῆρχεν ἐξ Ἀγράφων· θείαν δὲ ἔλλαμψιν ἐν τῇ καρδίᾳ δεξάμενος, τὸ ἀοίκητον καὶ δύσβατον καὶ ἐρημικώτερον τοῦ Ἄθωνος ὄρος καταλαβών, καὶ σπήλαιον μικρὸν εὑρών, εἰσέδυ ἐν αὐτῷ, ἔνθα πολλοὺς ἱδρῶτας ἀσκητικοὺς κατάβαλε· ὕστερον, συναθροίσας καὶ Σκήτη, ἐν γήρᾳ καλῷ πρὸς Κύριον ἐξεδήμησεν, ἐγγύς που τῶν ἑκατὸν ἐτῶν γενόμενος. Ἐν τῷ εἰκοστῷ τρίτῳ δὲ ἔτει τῆς αὐτοῦ ἡλικίας καταλιπών, τὰ ἐν κόσμῳ ἐμόνασε.

Χαίρων τελεύτα, Βασίλειε τρισμάκαρ.
Ἐκεῖ γὰρ ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης.
Οὗτος, διὰ  τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀρετήν, καὶ τὸν ἔνθεον βίον, ἐπίσκοπος Παρίου καθίσταται, ἐπὶ τῶν δυσσεβῶν εἰκονομάχων. Ὅς, διὰ τὸ μὴ συνελθεῖν τοῖς εἰκονομάχοις καὶ ὑπογράψαι εἰς τὴν τῶν Ἁγίων Εἰκόνων καθαίρεσιν, τὴν ζωὴν αὐτοῦ ἅπασαν ἐν διωγμοῖς καὶ θλίψεσι καὶ στενοχωρίαις διήνυσε, μεταβάσεις καὶ φυγὰς αὐτοῦ ποιούμενος, τῶν πατρικῶν δογμάτων προϊστάμενος, τῶν κακοδόξων τὰς συνάξεις μισῶν, καὶ τὴν εὐσέβειαν ἀσπαζόμενος. Οὗτος ἐν πᾶσι τὸν Θεὸν θεραπεύσας, καὶ εὐάρεστος εἰς τέλος ἀναφανείς, ἐν εἰρήνῃ ἀνεπαύσατο.






Ῥίζης δυσώδους καρπὸς εὐώδης μάλα,
Ἀνθοῦσα σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου.
Ἥτις, ὑπὸ τοῦ πατρὸς πολλάκις ἀναγκασθεῖσα συζευχθεῖναι ἀνδρί, οὐκ ἐπείσθη. Διὸ μετὰ τὸ ἀποβιῶσαι αὐτόν, ἀνδρείας λαβομένη, πάντα τὰ προσόντα αὐτῇ, πένησι καὶ ἐκκλησίαις καὶ εὐαγέσιν οἴκοις διανειμαμένη, πολλῶν ὀρφανῶν μήτηρ ἐγεγόνει, καὶ χηρῶν προασπιστής. Πολλαῖς δὲ παρακλήσεσι πολλάκις, βιαζομένη ὑπὸ Εἰρήνης τῆς ὀρθοδόξου Αὐγούστης, συνεῖναι αὐτῇ καὶ συμβασιλεύειν, οὐδαμῶς ἠνέσχετο. Ὁπόσας δὲ ἡμέρας διέτριβεν ἐν τῷ παλατίῳ, ἔξωθεν μὲν βασιλικὸν ἱμάτιον ἠμφιεσμένην ἦν, ἔνδοθεν δὲ τρίχινον ῥάκος. Καὶ τὸ ποτὸν ὕδωρ, καὶ ἡ τροφὴ ἀσκητική. Τὸ δάκρυον ἐν ὀφθαλμοῖς, καὶ ὁ ὕμνος ἐπὶ στόματος. Ὅθεν, καὶ τῶν μοναστῶν ὑπέρχεται βίον, διὰ χειρὸς τοῦ Ἁγίου Ταρασίου, ἀποκειραμένη ἐν τῇ Μονῇ τῆς Ὁμονοίας. Ἔκτοτε δὲ οὔτ’ αὐτὴ τῆς Μονῆς ἐξῆλθεν, οὔτ’ ἄλλη τῶν ἀδελφῶν. οὐκ ἀπελείφθη τῆς ἐκκλησίας, οὐκ ἠτόνησεν, οὐ κατωλιγώρησε προσευχομένη. Οἱ ὀφθαλμοὶ αὐτῆς οὐδέποτε τῶν δακρύων ἀνεστάλησαν, ἡ ταπείνωσις αὐτῆς ἄμετρος ἦν, πάσαις ταῖς ἀδελφαῖς διηκόνει, τὴν ἐκκλησίαν ἐκόσμει, ὕδωρ ἐκόμιζεν, ἐν τῇ τραπέζῃ παρίστατο καὶ διηκόνει. Οὕτως οὖν πάντα τὸν χρόνον τῆς ζωῆς αὐτῆς ποιοῦσα, μετὰ τῶν τῆς ἀρετῆς φορτίων, μεθίσταται πρὸς Θεόν, χρόνων οὖσα πεντήκοντα δύω.

Εὗρε στεφάνους ἀρτίτμητος Ἀρτέμων
Πρέποντας αὐτοῦ τῇ τετμημένῃ κάρᾳ.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Δήμης καὶ Πρωτίων, ξίφει τελειοῦνται
Πρῶτος κεφαλὴν Πρωτίων ἀφῃρέθη,
Μεθ' οὗ κάραν προὔτεινε Δήμης δημίῳ.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Τρεῖς Ἀββάδες καὶ Ὁσιομάρτυρες Μηνᾶς, Δαβὶδ καὶ Ἰωάννης,  τοξευόμενοι τελειοῦνται.
Δούλους Θεοῦ τρεῖς Ἀββάδας παθοκτόνους
Τοξεύμασι κτείνουσιν ἀνθρωποκτόνοι.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Παύλου Πλουσιάδος


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου τῆς Κύπρου

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ ἐν Μπουζάου Ρουμανίας μαρτυρήσαντος ἐν ἔτει 372.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Δαμιανοῦ ἐπισκόπου Παβίας Λομβαρδίας τῆς Ἰταλίας

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Βασιλείου ἐπισκόπου Ῥιαζὰν καὶ Μούρωμ τῆς Ῥωσσίας


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεος, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ Παῖδας.
Ἀκαίρου σὺ τρυφῆς ὑπεριδών, ὡς ἄϋλος βίον ἐπὶ γῆς ἀγγελικὸν ἔζησας· ὅθεν σοι Χριστὸς αὐτοῦ τὰς θείας δωρεὰς παρέσχετο, ὧν μοι μετάδος, πιστῶν φωστὴρ Ἀκάκιε.
Καλλοναῖς τῶν πόνων ὡραιωθείς, προέβλεπες παίδων ἀνθρώπων τὰς ψυχάς, ἃς κατεφώτισας σοφαῖς διδασκαλίαις, προλέγων τὰ μέλλοντα, ὡς ἑνεστῶτα σαφῶς Πάτερ Ἀκάκιε.
Ἱππηλατῶν ἐν σχήμασί ποτε, ἐπῆλθέ σοι πλῆθος δαιμονίων, ἀφιστᾶν πειρώμενον τῆς γλυκυτάτης θεωρίας, ἀλλ’ ἀπῆλθε γέλωτος πλῆρες, τῇ σῇ πρὸς Θεὸν πίστει Ἀκάκιε.
Θεοτοκίον.
Ὢ Παναγία Δέσποινα, ἁγνὴ Θεόνυμφε, βλέψον εἰς ἐμὲ τὸν ταπεινόν, τὸν ἅπασάν μου τὴν ζωὴν ἐν ἀμελείᾳ καταναλώσαντα, καὶ μὴ ἐάσῃς ἰδεῖν τόπον βασάνου πικρᾶς.

ᾨδὴ η΄. Ὃν φρίττουσιν ἄγγελοι.
Σοῦ ἔχων ἀνύστακτον, ψυχῆς τὸν ὀφθαλμόν, ἑώρας Ἀκάκιε σοφὲ μετὰ σαρκός, λαμπρὰς κατοικίας κακουμένων νυνί, ὑπὸ τῶν ἀθέων Ἀγαρηνῶν παμμάκαρ.
Ὁ νοῦν ὡς ὁ μέγιστος, ἐκέκτησο Χριστοῦ, σοφὲ Παῦλος ἄῤῥητον ἐνταῦθα τὴν αὐτοῦ, δεξάμενον αἴγλην, φωτίζοντα ἡμᾶς, ἔργων σῶν καὶ λόγων ἀπείρων δαδουχίαις.
Σὺ βίον ἐζήλωσας, Μαξίμου τοῦ σοφοῦ· διὸ καὶ ἠξίωσαι θεόθεν ὡς αὐτός, προλέγειν τὰ πόῤῥωθεν τῶν σῶν φοιτητῶν, Ἀκάκιε Πάτερ, Χριστὸν ἀεὶ δοξάζων.
Θεοτοκίον.
Ἰάσω τὸ σύντριμμα, Ἀδὰμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα πανάχραντε Θεόν, Αὐτὸν ἐκδυσώπει, τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεῦσαι, ἀνίατα νοσούσης.


ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Ὡς γνήσιον Χριστοῦ δοῦλον, νυνὸ προβάλλομαι πρέσβυν, ἔχων πληθὺν ἁμαρτιῶν, καὶ βοῶ σοι παμμάκαρ, ἀποκοπήν μοι τῶν χρεῶν, Ἀκάκιε δώρησαι· καὶ ἄναψον, τῆς ψυχῆς μου τὸν λύχνον, ἐεσβεσμένον ἀμελείᾳ παντελῶς.
Νῦν σὺν Ἀγγέλοις Ἁγίοις, τῷ φοβερῷ τοῦ Θεοῦ θρόνῳ, ὡς παριστάμενος ἡμῖν, τοῖς ἐκ πόθου τὸν αἶνον, πλέκουσιν αἴτησαι πολλῶν, χρεῶν τὴν διάλυσιν καὶ λύτρωσιν, αἰωνίων βασάνων, καὶ ἀλήκτου Θεοῦ δόξης μετοχήν.
Ἀνιαροῖς τῶν παθῶν μου, περιπεσόντα ἀθλίως, δέομαι Πάτερ ἐκτενῶς, παῤῥησίαν ὡς ἔχων, πρὸς τὸν φιλάνθρωπον Θεόν, ἀνάνευσιν αἴτησαι, ὥσπερ τὸ πρίν, ἐκ τοῦ κόσμου ἐδέξω, καὶ ἐνέδυσας στολὴν τῶν μοναχῶν.
Θεοτοκίον.
Σῶμα ψυχὴν καὶ καρδίαν, καὶ τὴν διοίκησιν τούτων, Σοὶ ἀνατίθημι ἁγνή, ἑκατέρῳ παράσχοις, τὸ προσφορώτατον ὡς ἄν, ὀρθῶς διανύσας μου πρεσβείαις Σου, τὸν ὑπόλοιπον βίον, ἐπιτύχω ἀκηράτου Σου ζωῆς.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἄκακος ἄπλαστος πρᾷος, χρυσολαμπὴς ἀνεδείχθης, ἔνδον ὡς λύχνον φωτίζων, τοὺς μονοτρόπους τοῦ Ἄθω, φερωνυμίαν ἐκτήσω, Ἀκάκιε θεοφόρε.
Θεοτοκίον.
Ὦ Δέσποινα Θεοτόκε, σπεῦσον βοήθει μοι τάχος, ἡ γὰρ ἀκμὴ τῆς ἀξίνης,ὡς ἄκαρπον ὀῤῥωδεῖ με, ὁ δὲ λικμήτωρ τὴν καῦσιν, ὡς ἄχυρον ἀπειλεῖ με.

















Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀγγελικῶς ἐν τῷ Ἄθῳ Πάτερ ἐβίωσας, νηστείαις ἀγρυπνίαις, ὑμνῳδίαις ἀπαύστοις, πτερώσας σου τὸ ὄμμα τὸ τοῦ νοός, θεοφόρε Ἀκάκιε, καὶ νῦν οἰκεῖς μετ’ Ἀγγέλων ἐν οὐρανοῖς, ἀνυμνῶν τὸν Βασιλέα Χριστόν.

Τῶν μακαρίων οἱ δήμοι νῦν συναγάλλονται, τῷ πνεύματί σου Πάτερ, τῷ ἀΰλῳ ἐν πόλῳ, ἡμεῖς δὲ οἱ σοὶ δοῦλοι τὴν ἱεράν, θείαν κάραν σου ἔχοντες, κατασπαζόμενοι πόθῳ ἁγιασμόν, ἐξ αὐτῆς ἀπολαμβάνομεν.

Ἱκετικῶς σοι βοῶμεν Πάτερ Ἀκάκιε, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Κτίστην τῶν ὅλων, καὶ πλάστην καὶ Δεσπότην τοῦτον ἡμῖν, σαῖς εὐχαῖς ἐξιλέωσαι, τοῖς ἐκτελοῦσι πιστῶς σου τὴν θαυμαστήν, καὶ πανίερον μετάστασιν.

Ταῖς τῶν Ὁσίων Μαρτύρων πρεσβείαις Δέσποτα, τοῦ Ῥωμανοῦ τοῦ θείου, τοῦ σεπτοῦ Παχωμίου, σὺν τούτοις Ἀκακίου τοῦ θαυμαστοῦ, τὴν ζωήν μου κυβέρνησον, καὶ τὰς ὁδούς μου κατεύθυνον Ἰησοῦ, πρὸς ζωὴν τὴν αἰωνίζουσαν.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀκάκιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι, ὅτι τὴν ὄντως εὐθεῖαν ἐπορεύθη τρίβον, καὶ τὰς ἐνύλους καὶ ματαίας διαγωγὰς παραδραμών, τὴν ἔρημον ὡς ἄλλον ἡλιοειδῆ θάλαμον, καὶ γαληνότατον ὅρμον ἐκληρώσατο. Μένων ἐκεῖσε διατριβόμενος ἐν ὁσιότητι βίου καὶ ἀκακίᾳ διέσπευδε, καὶ ἡμῶν τούτου ἕνεκεν καθαρῶς ἐποπτεύει, μετὰ πότμον τὴν Ἁγίαν Τριάδα ἐντυγχάνων ἀμέσως, καὶ σὺν Ἀγγέλοις ἐν ἀστραπηβόλῳ πόλῳ, χορεύων ἀπαύστως, γηθοσύνως ἀγάλλεται. Τοιγαροῦν καὶ ἡμεῖς, συλλήβδην βοῶντες δαβιτικοῖς ᾄσμασι, τὸν ποιμενάρχην στεφηφορήσωμεν· χαῖρε Ἀκάκιε, λέγοντες, μοναστῶν ἡ δόξα, καὶ μιγάδων ἀγλάϊσμα, ἀσκητῶν κλέος, θεοφόρων Πατέρων τὸ καύχημα, γόνος Ἀγράφων καὶ εὐσεβῶν γονέων τὸ βλάστημα· μὴ λίπῃς ἀδιαλείπτως πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν εἰλικρινεῖ καὶ ἀμώμῳ πίστει τιμώντων σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν τῆς ἡσυχίας καθηγητήν, ἐν τῷ νῦν αἰῶνι, ἀπλανέστατον ὁδηγόν, Ἀκάκιον πάντες, τοῦ Ἄθωνος τὸν λύχνον, ᾠδαῖς θεοπρεπέσιν, ὑμνολογήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου