ΜΑΪΟΣ ΚΔ΄!!
ΚΥΡΙΑΚΟΣ ΟΣΙΟΣ ΕΥΡΥΧΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Σὺ τὸν ζυγὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἄρας σοφέ, καὶ ἐρημοπολίτης, παρεγένου θεόφρον, ἀγγελικῇ δὲ ἀσκήσας διαγωγῇ, ἐπολιτεύθης γὰρ ὄντως μακάριε, Κυριακὲ θεοφόρε καὶ αὐτουργός, τῶν θαυμάτων ἀξιάγαστε. (Δίς)
Ἐν τῇ ἀσκήσει διάγων σαφῶς μακάριε, Εὐθύμιον τὸν θεῖον, ἀληθῶς ἐμιμήσω, νηστείᾳ ἀγρυπνίᾳ καὶ προσευχῇ, σὺ τὸν βίον διήνυσας, Κυριακὲ θεοφόρε· διὸ καὶ νῦν, μετ’ Ἀγγέλων συναγάλλεσαι. (Δίς)
Ἐκ τῆς Ἑώας ἐξῆλθες ὡς μέγας ἥλιος, τῆς μετανοίας πάντας, κατεπύρσευσας λόγοις, Πάτερ θεοφόρε Κυριακέ, ἀπὸ τοῦ διαβόλου καὶ τῶν παθῶν, τούτου ἀποτέμνεις σοφέ, μετανοίας τοῖς διδάγμασιν.
Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων μνήμην τὴν σήν, Κυριακὲ Πατὴρ ἡμῶν Ὅσιε, καὶ τῷ ναῷ σου τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε.
Δόξα. Ἦχος πλ. δ΄.
Ταῖς μυστικαῖς λαμπηδόσι τῆς ὑπερφώτου Τριάδος καταυγαζόμενος, Κυριακὲ Πατὴρ ἡμῶν, ἐν ἀρεταῖς ἐξέλαμψας, προσευχῇ καὶ νηστείᾳ τὸν νοῦν φωτιζόμενος, ἐν μεθέξει θεούμενος· ὅθεν τοὺς πίστει τελοῦντάς σου τὴν φωσφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσωζε ταῖς πρεσβείαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἐνατενίσασα ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, ἐμυήθης τὰ ἀπόῤῥητα· ὅθεν καὶ κόσμον ἔλιπες, καὶ τὴν τούτου τερπνότητα, Χριστῷ προσεκολλήθης· διὸ ὑπὲρ ἡμῶν, Αὐτὸν δυσώπει Κυριακέ, Πατὴρ ἡμῶν Ὅσιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος Θεός, τὴν ἡγιασμένην σου ψυχὴν καθαρὸν εὑρὼν καταγώγιον, ἐν αὐτῇ κατοικήσας, θείων χαρίτων ταύτην ἐπλήρωσε· δι’ ὧν ἀξίωσον φωταγωγεῖν τοὺς ὑμνοῦντάς σε, Κυριακὲ Πατὴρ ἡμῶν Ὅσιε.
Ἡ τῶν λειψάνων σου θήκη, πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα ἀξίως ἀγάλλεται· ἔχων νῦν πρὸς Κύριον Ἅγιε παῤῥησίαν, καὶ μετὰ τῶν ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, ὑπὲρ ἡμῶν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν
Δόξα. Ἦχος δ΄.
Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Κυριακὲ Πατὴρ ἡμῶν Ὄσιε. Τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ’ ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς σωτηρίας· δι’ ἧς τῶν Ἀγγέλων ὑφέστιςο γέγονας, δαιμόνων ἀντίπαλος καὶ τοῦ κόσμου πρεσβευτὴς ὤφθης διαπρύσιος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι..
Τί σὲ ὀνομάσωμεν Ὅσιε; Μοναστῶν ὑπογραμμὸν καὶ ἰαμάτων αὐτουργόν; ἐγκρατείας Ἀθλητήν, πάθη μαστίζοντα ψυχῆς; Πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον; τῆς ἄνω, Μητροπόλεως οἰκήτορα; Τῶν ἀρετῶν ἐνδιαίτημα; τοῦ Πνεύματος καταγώγιον; ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τί σὲ ὀνομάσωμεν Ὅσιε; Τῆς ἐρήμου πολιστὴν καὶ ἡσυχίας ἐραστήν; Τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν; Πλημμύραν, διδαγμάτων θείου Πνεύματος; Φωστῆρα, διακρίσεως ἀκοίμητον; Θαυματουργὲ Κυριακέ, Χριστὸν τὸν μόνον φιλάνθρωπον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Φέρων, τὸν Σταυρὸν ἐπ’ ὤμων σου, ἠκολούθησας Χριστῷ ἀνεπιστρόφῳ λογισμῷ, τῶν ἐν βίῳ ἡδονῶν, καταφρονῶν Κυριακέ, καὶ πάθη, θανατώσας τὰ τοῦ σώματος, συντόνοις, ἀγρυπνίαις καὶ δεήσεσι, χάριν ἀπείληφας Ὅσιε, τοῦ θεραπεύειν νοσήματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Κυριακὲ Πατὴρ ἡμῶν· διὰ γὰρ σοῦ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συμμέτοχε, Ὁσίων ὁμόσκηνε, καὶ Δικαίων· μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Κυριακὲ πατὴρ ἡμῶν· νηστεία, ἀγρυπνία, προσευχή, οὐράνια χαρίσματα λαβῶν, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς ἐν πίστει σοι, προσιόντας μακάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, Κυριακὲ θεοφόρε, τῶν πιστῶς ἀνυμνούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ τὰς προσβολάς, Κυριακὲ θεοφόρε, καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Δακρύων τοῖς ῥεύμασι καθάπερ δένδρον σοφέ, ἀεὶ πιαινόμενος δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Κυριακὲ παμμάκαρ, ἀσκητῶν ὡραιότης· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσωζε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον σκιρτῶσι τῷ πνεύματι, ἀσκητῶν καὶ Ὁσίων σὺν ἡμῖν τελοῦσί σου τὴν μνήμην αἱ χορεῖαι, καὶ Ἀσωμάτων τάξεις, Κυριακὲ ἀοίδιμε.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α’. Ἦχος πλ. δ’. ᾌσωμεν τῷ Κυρίῳ.
Ἔθελξέ σε ὁ πόθος ὁ Δεσποτικός, καὶ τὰς τοῦ σώματος ἡδονὰς καταλείψας, ἐν Χριστῷ ἀναπαύη μακάριε.
Ἤρθης Πάτερ πρὸς ὕψος, καὶ διαπεράσας τὸ μεσότειχον τῆς ἀκτίστου οὐσίας, καθαρῶς ἀπολαύεις μακάριε.
Αἴγλης ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος ἐφωτίσθης, καὶ πᾶσαν τὴν ἀχλὺν τῶν παθῶν ἐξηφάνισας.
Θεοτοκίον.
Γένος Ἀδαμιαῖον, πρὸς τὴν ὑπὲρ νοῦν μακαριότητα· διὰ Σοῦ ἀνηγμένον Θεοτόκε, ἀξίως δοξάζει Σε.
ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Πῦρ τὸ τῆς θεότητος, ἐνστερνισάμενος Ὅσιε, καὶ καθαρθεὶς ἄνθραξι θεόφρον, ἐπὶ γῆς ἐχρημάτισας.
Νέκρωσιν ἐνδέδυσαι πρὸ τελευτῆς, Πάτερ Ὅσιε, καὶ πρὸς ζωὴν διὰ τοῦ θανάτου, ἐξεδήμησας ἄϋλον.
Σάρκα καθυπέταξας, τῷ λογισμῷ στεῤῥῷ Ὅσιε, τὴν δὲ ψυχὴν ἔδειξας δουλείας, τῶν παθῶν ἀταπείνωτον.
Θεοτοκίον.
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις Σου πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ἥλιος φαιδρός, ἡ ἁγία σου μνήμη, ἀνέτειλε νυνί, καὶ ἐφαίδρυνε πάντας, πιστοὺς προσπελάζοντας, τῇ σορῷ τῶν λειψάνων σου, Πάτερ Ὅσιε, ἀδιαλείπτως ἀμείβων, χάριν ἔλεος, καὶ τῶν δεινῶν νῦν τὴν λύσιν, εὐχαῖς σου πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὁ θεράπων Σου Κύριε, τὴν πολυσχιδῆ ἀπώσατο μέριμναν, τὴν διάνοιαν ἀθόλωτον, ἐργαζόμενός Σου καταγώγιον.
Ἡρετίσω μακάριε, εὐαγγελικοῖς προστάγμασιν ἔπεσθαι, τὸν Σταυρόν σου γὰρ ἀράμενος, τῷ Δεσπότῃ θέλων ἠκολούθησας.
Θεοτοκίον.
Ταπεινώσεως πτέρυξι, τὰς τοῦ δυσμενοῦς παγίδας συνέτριψας· ὅθεν Ὅσιε ὑψούμενος, οὐρανοπολίτης ἐχρημάτισας.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Θυμὸν μὲν κατὰ μόνου τοῦ ὄφεως θεοφόρε, πᾶσαν δὲ τὴν ἄφεσιν πρὸς τὸν Δεσπότην Σου ἔτρεψας.
Συμφώνως τὰς αἰσθήσεις τοῦ σώματος κυβερνήσας, στήλη ἐχρημάτισας τῶν ἀρετῶν παμμακάριστε.
Τὸν καύσωνα βαστάσας ἀοίδιμε τῆς ἡμέρας, χαρᾶς κατηξίωσαι τῆς τοῦ Κυρίου σου Ὅσιε.
Θεοτοκίον.
Μαρία Θεοτόκε ἀνύμφευτε, τὰς ἐλπίδας τῶν ἐχθρῶν ματαίωσον, καὶ τοὺς ὑμνοῦντάς Σε εὔφρανον.
ᾨδὴ στ’. Χιτῶνά μοι παράσχου φωτεινόν.
Τοῦ ὄφεως Χριστὲ ἡ προσβολή, οὐ τῷ θείῳ ἔθελγε, σοῦ τὸν θεράποντα, οὐ τὸ πῦρ τῶν πειρασμῶν κατεπτόησε.
Ἰσάγγελον βιώσας ἐπὶ γῆς πολιτείαν Ὅσιε, θείοις χαρίσμασιν ἐκοσμήθης, δεξιᾷ Παντοκράτορος.
Ἐγκράτειαν ἀένναον εὐχὴν κτησάμενος Ὅσιε, ἀγάπην ἀθόλωτον ἀκηλίδωτον, Θεοῦ ὤφθης ἔσοπτρον.
Θεοτοκίον.
Ὁ Λόγος τοῦ Θεοῦ, Σὲ τοῖς βροτοῖς Θεοτόκε ἔδειξεν οὐράνιον κλίμακα· διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκεν.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας ἄσκησιν, καὶ πολιτείαν, σὺ ἐκτήσω Ὅσιε, Κυριακὲ θαυματουργέ, ὑπὲρ ἡμῶν καθικέτευε, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου.
Ὁ Οἶκος.
Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις πιστοί, Κυριακὸν τὸν μακάριον, ἐν ᾄσμασι θείοις εὐφημήσωμεν. Αὐτὸς γάρ, τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε, καὶ θαυμάτων γέγονεν αὐτουργός· διὸ καὶ ἀπαύστως πρεσβεύει, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην αὐτοῦ.
Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κυριακοῦ τοῦ ἐξ Εὐρύχου Κύπρου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡδονὰς θανατώσας καὶ θυμὸν χαλινώσας ὦ παμμακάριστε, ἐδέξω τὸ βραβεῖον, τῆς ἄνω κληρουχία, καὶ βοᾷς εὐφραινόμενος· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἀρετῶν τῶν ἀρίστων ἀκλινῶς διοδεύσας τρίβον ἀοίδιμε, πρὸς πόλιν εἰσελαύνεις, Ἐδὲμ τῆς ἀκηράτου, μελῳδιῶν εὐφραινόμενος· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Τῆς Τριάδος τὴν δόξαν εὐσεβῶς καταγγείλας ὦ παμμακάριστε, φωτὶ τῷ τρισηλίῳ, τρυφῶν ἐπαναπαύει, καὶ βοᾷς ἀγαλλόμενος· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥάβδος ἔφυς Παρθένε Ἰεσσαὶ ἐκ τῆς ῥίζης ἡ παμμακάριστος, καρπὸν ἀνθηφοροῦσα, σωτήριον τοῖς πίστει, τῷ Υἱῷ Σου κραυγάζουσιν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Τὸν ἐνισχύσαντα, θαυμαστῶς πρὸς ἀγῶνας, ἀσκητικοὺς Ὃν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν τῶν Ἀγγέλων, ἐπὶ τῆς γῆς πολιτείαν, μετελθὼν παμμάκαρ νῦν σὺν τούτοις, ἐν ἐπουρανίους αὐλίζεις εἰς αἰῶνας.
Θίασος χαίρει, τῶν μοναστῶν καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ Δικαίων, στέφος γὰρ ἐδέξατο, τῆς νίκης ἐπαξίως.
Θεοτοκίον.
Ὑπερφυῶς, τὸν Δημιουργὸν καὶ Σωτῆρα, Θεὸν Λόγον τέτοκας Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Κυρίως Θεοτόκε.
Ἡ μνήμη σου ἀξίως, Ὅσιε εὐφραίνει, πάντα τὰ τῆς γῆς πληρώματα σήμερον, ἣν ἐτησίως ἡμᾶς τελοῦντας περίσωζε.
Τοὺς πίστει ἐκτελοῦντας, Ὅσιε τὴν μνήμην, τὴν ἀξιέπαινόν σου, καθικέτευε ἐκ τῶν σκανδάλων ῥυσθῆναι, τοῦ πολεμήτορος.
Τῷ θρόνῳ τοῦ Δεσπότου, μάκαρ ὡς θεράπων, Τούτου ἀεὶ παριστάμενος Ὅσιε, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον.
Ψαλμοῖς Σὲ ἀνυμνοῦμεν, κεχαριτωμένη, καὶ ἀσιγήτως τὸ χαῖρε Σοὶ κράζομεν, Σὺ γὰρ ἐπήγασας πᾶσι τὴν ἀγαλλίασιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐν δόξῃ παριστάμενος, Θεῷ τῷ Παντοκράτορι, Κυριακὲ σὺν τῷ θείῳ, Χαρίτωνι θεοκῆρυξ, ἀδιαλείπτως μέμνησο, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ Χριστοῦ ὑπηρέτην, τιμώντων Πάτερ ἐκ πόθου.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου νῦν ἠξιώθης οἰκεῖν, καὶ σὺν Ἀγγέλοις μέλπειν, τὸν τρισάγιον ὕμνον, Κυριακὲ θεόφρον ὑπὲρ ἡμῶν, τῶν σῶν δούλων δεήθητι, ὅπως ῥυσθῶμεν κινδύνων καὶ πειρασμῶν, οἱ πιστῶς ἀεὶ τιμῶντές σε.
Τῶν οὐρανίων τὰ κάλλη Πάτερ ἀπείληφας, καὶ σὺν Ὁσίοις πᾶσι, συνευφραίνει θεόφρον, Κυριακὲ τῶν πόνων τὰς ἀμοιβάς, ἀπολαβὼν ἐκ τοῦ Κτίστου σου· Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἀεὶ τιμώντων σε.
Θεοφεγγῆ σε φωστῆρα Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως· τὴν φωτοφόρον σου μνήμην Κυριακέ, πανευσεβῶς πάντες γεραίρομεν.
Περιφανὴς ἐν τῷ βίῳ Πάτερ γηθόμενος, νηστείᾳ ἀγρυπνίᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιέσω Κυριακέ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι’ ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ χαρίσμασιν ἐπλούτισας.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου