Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 22. ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΒΛΑΔΙΜΗΡΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΜΑΪΟΣ ΚΒ΄!!

ΙΩΑΝΝΗΣ ΒΛΑΔΙΜΗΡΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ἐξήστραψε σήμερον ἡμῖν, θεαυγὴς πανήγυρις, τοῦ θαυμαστοῦ ἐν τοῖς Μάρτυσι, γενναίου Ἀθλητοῦ, καὶ σημειοφόρου, Ἰωάννου ἄνακτος, οὗ τὰς θαυματουργίας ὑμνήσωμεν, ἐκ τῆς σοροῦ αὐτοῦ, ῥῶσιν θείαν ἀρυόμενοι, πάσης νόσου καὶ κινδύνων λύτρωσιν. (Δίς)

 

Ἀστὴρ παμφαέστατος δειχθείς, καὶ ἀειλαμπέστατος, τερατουργὸς ὑπερθαύμαστος, πᾶσιν ἐξέλαμψας, τὰ τῶν Ὀρθοδόξων, ἱερὰ συστήματα, λαμπρύνων καὶ φρουρῶν ταῖς πρεσβείας σου, κλεινὲ Βλαδίμηρε· διὰ τοῦτο σὲ γεραίρομεν, εὐφημοῦντες τοὺς λαμπροὺς ἀγῶνάς σου.

 

Ὡς ἄγγελος ὤφθης ἐν σαρκί, ἐγκρατὴς καὶ Ὅσιος, τοῦ Βαπτιστοῦ ὡς ἐπώνυμος· ὅθεν ἠξίωσαι, ἀετοῦ ἐν εἴδει, ἰδεῖν θεῖον Ἄγγελον, δεικνύοντα Σταυρὸν χαριτώνυμε, δι’ ὅνπερ ἤθλησας, ὑπ’ ἀνόμων κεφαλὴν τμηθείς, διὰ ζῆλον Ὀρθοδόξου πίστεως.

 

Δόξα. Ἦχος πλ. α΄.

Συνδράμωμεν ἀδελφοί, καὶ μετὰ πόθου προσέλθωμεν, ἐν τῷ σεπτῷ τεμένει τοῦ σημειοφόρου βασιλέως καὶ μεγαλομάρτυρος, τοῦ σοφοῦ Βλαδιμήρου· καὶ τὴν θαυμαστὴν μυροθήκην, τοῦ σκήνους αὐτοῦ τιμῶντες, εὐφροσύνως πανηγυρίσωμεν, καὶ ἐγκωμιαστικῶς αὐτὸν ᾄσμασι μέλψωμεν· χαίροις, Ἀνάκτων τὸ κλέος, καὶ τῶν Μαρτύρων ὁμόσκηνε, τῆς Βουλγαρίας καύχημα, Ἰλλυρικοῦ καὶ Μυσίας ὁ προστάτης, φρουρὲ Ἀλβανίας, καὶ θαυματουργὲ ἀντιλήπτωρ, Ἰωάννη πανένδοξε, ὁ ὑπὲρ Χριστοῦ τὴν κάραν ἐκτμηθεὶς ὑπὸ τῶν ἰδίων συγγενῶν, καὶ ταύτην θαυμασίως ταῖς οἰκείαις χερσί, τῷ Βασιλεῖ τῶν αἰώνων προσκομίσας, θυσίαν ἄμωμον, ὡς ὁλοκάρπωμα ἱερόν, καὶ δῶρον πολύτιμον· διὸ παμμάκαρ μυροβλύτα πανθαύμαστε, ὡς παῤῥησίαν ἔχων, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων, τὴν ἱερὰν καὶ πανέορτον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Φέρων ἐν ταῖς χερσί, παμμάκαρ τὴν σὴν κάραν, τμηθεῖσαν ὑπ’ ἀνόμων, τοῦ μαρτυρίου στέφος, ἐδέξω ὦ Βλαδίμηρε.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τῷ ὅπλῳ τοῦ Σταυροῦ, δυσμενῶν παρατάξεις, ἐσκόρπισας γενναίως, καὶ νικητὴς ἀνεδείχθης, ἀθλήσας παναοίδιμε.

 

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Ἡ λάρναξ τοῦ σεπτοῦ, καὶ μυροβλύτου πάλαι, ἰδοὺ εὐωδιάζει, ἐτήσιον τὴν χάριν, τοῖς προσιοῦσι νέμουσα.

 

Δόξα. Τριαδικόν.

Τριάδα τὴν σεπτήν, καὶ θεαρχίαν πάντες, Πατέρα καὶ Υἱόν τε, καὶ Πνεῦμα ὀρθοδόξως, ὑμνοῦμεν τὸ πανάγιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἄνωθεν οἱ χοροί, Θεοτόκε Παρθένε, ὑμνοῦσι σὺν τοῖς κάτω, μετὰ τοῦ Ἀθλοφόρου, τὸν τόκον Σου τὸν ἄχραντον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σταυρὸν τὸν ὀφθέντα σοι ἐξ οὐρανοῦ τηλαυγῶς, τοῖς πᾶσιν ἐκήρυξας φωτίσας ἔθνη τρανῶς, Βλαδίμηρε ἔνδοξε· λύθροις τῶν σῶν αἱμάτων, φαιδρυνθεὶς ἠξίωθης, βραβείων τῶν ἀκηράτων, παρεστὼς τῇ Τριάδι· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὥσπερ δένδρον κατάκαρπον, νοητῶς ἀνεβλάστησας, ἐν λειμῶνι πάντιμε τῆς ἀθλήσεως· ἐκπέμπων θεῖα χαρίσματα, πηγάς τε ἰάσεων, τῆς πανσέπτου σου σοροῦ, ἐξ ἧς πάντες ἀῤῥύονται, ῥῶσιν σώματος, Ἀθλητῶν ὡραιότης Ἰωάννη· διὰ τοῦτό σε τιμῶμεν, ὡς πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

 

Τὸν φιλοῦντά σε Κύριον, ὑπὲρ φύσιν ἐφίλησας, καὶ σαρκὸς ἐμίσησας ἡδυπάθειαν· καὶ τῷ Χριστῷ ἠκολούθησας, ἐπ’ ὤμων ἀράμενος, Μάρτυς χαίρων τοῦ Σταυροῦ, καὶ πρὸς βίαιον θάνατον, προσεχώρησας· διὰ τοῦτο παμμάκαρ εὐφημοῦμεν, ἐν ψαλμοῖς καὶ ὑμνῳδίαις, τὴν φωτοφόρον σου ἄθλησιν.

 

Ὡς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν Βλαδίμηρε παραδέδωκας, ἐθελουσίως εἰς μάχαιραν, βαλὼν τὸν αὐχένα σου, ἐπαγόμενος χοροῖς, τῶν Μαρτύρων μακάριε· ἠξιώθης γάρ, καὶ τῆς νίκης δεχθῆναι τοὺς στεφάνους· μεθ’ ὧν νῦν καθικετεύεις, ὑπὲρ ἡμῶν θαυματόβρυτε.

 

Ἐκ Βουλγάρων ἐξήνθησας, Ἰωάννη μακάριε, ὥσπερ ῥοδον εὔοσμον καὶ μυρίπνοον, καὶ τῷ Θεῷ εὐηρέστησας, νηστείας δεήσεις τε, καὶ ἀγρύπνους προσευχάς, τῷ Κυρίῳ ἀνέπεμπες, ἐκ καρδίας σου, καθαρᾶς καὶ ἁγίας διὰ τοῦτο, συνελθόντες εὐφημοῦμεν, τὰς ἀριστείας σου ἔνδοξε.

 

Θηρεῷ εὐσεβείας σε, θωρακίσας ὁ Κύριος, δυνατὸν εἰργάσατο, πρὸς παράταξιν, τῶν δυσμενῶν ἐξερχόμενον, Ἰωάννη ἔνδοξε· οὓς τῷ ξίφει τῆς ἐν σοί, καρτερίας Βλαδίμηρε, κατηφάνισας, τὰς αὐτῶν βασκανίας καὶ τῆς νίκης, ἀνεδύσω τοὺς στεφάνους, σημειοφόρε πανθαύμαστε.

 

Βασιλείας ἐλάμπρυνας, τὴν στολὴν ὄντως αἵμασι, μαρτυρίου ἔνδοξε καὶ κατηύγασας· καὶ τῶν αἱρέσεων ἅπασαν, ἀχλὺν ἀπεδίωξας, καὶ ἐφώτισας λαούς, σαφηνίζων τὰ δόγματα, θείας χάριτος, ὀρθοδόξως πιστεύειν ἐν Τριάδι, μίαν φύσιν ἀμερίστως, τρισὶ προσώποις ὑπάρχουσαν.

 

 

 

 

 

Δόξα. Ἦχος δ΄.

Ἐξέλαμψας ἔνδοξε, ὥσπερ ἀστὴρ ἑωσφόρος ἐν τῇ γῇ τῶν Ἰλλυριῶν, Ἰωάννη πανένδοξε· καλῶς γὰρ καὶ δικαίως βασιλεύσας, καὶ τὸν Σταυρὸν τοῦ Κυρίου σου ἐπ’ ὤμων ἀράμενος, Χριστῷ ἠκολούθησας, ὡς φίλος γνήσιος Θεοῦ· διὸ αἰτοῦμέν σε Ἅγιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Μαθητὴς καὶ ὁπαδὸς γενόμενος τῶν τῆς ὁμοουσίου Τριάδος ὁμολογητῶν καὶ κηρύκων, καὶ σὺν αὐτοῖς ὑπὲρ εὐσεβείας διωκόμενος, τὸν διὰ ξίφους θάνατον, Ἰωάννη μακάριε ὑπέστης, τὰς τῶν αἱρετικῶν γλωσσαλγίας καταβαλλόμενος· ὅτι καὶ μαρτυρικοῖς στεφάνοις ἐκοσμήθης παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ παῤῥησίαν ἔλαβες πρεσβεύειν, τοῦ ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

 

Ἦχος β΄.

Δεῦτε πιστοὶ τιμήσωμεν, τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ, Ἰωάννη τὸν ἔνδοξον, ὡς γενναῖον στρατιώτην, τὸν καλῶς ἀγωνισάμενον ὑπὲρ τῆς εὐσεβείας, βασιλέων καὶ τυράννων τὸ κράτος καταβαλλόμενον· διὸ παῤῥησίαν ἔχων πρὸς Θεόν, ἀκαταπαύστως πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τοῦ εὐσεβοῦς Ἰωάννου ἡ μνήμη, μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε. Τὸν Χριστὸν γὰρ ποθήσας, εἰδώλων πλάνην κατεφρόνησε· καὶ ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι’ ἡμᾶς, ἐν οὐρανοῖς ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.

 

Τῇ χαριτονύμῳ σου κλήσει τὴν πρᾶξιν κατάλληλον ἔδειξας ὡς ἀληθῶς· τῇ παρθενικῇ σου καθαρότητι, ᾠκειώθης τῷ Χριστῷ, εὐδοκίᾳ τοῦ Πατρός, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· μαρτυρίου δὲ παλαίσμασι, τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερον ὑπερήστραψας· διὸ ὡς θυσία καθαρὰ καὶ ἄμωμος, τῇ οὐρανίῳ προσηνέχθης τραπέζῃ, μετὰ παρθένων καὶ Μαρτύρων, εἰς αἰῶνας συνηδόμενος· μεθ’ ὢν αἴτησαι Ἰωάννη πανεύφημε, δωρήσασθαι ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε ἅπαντες πιστοί, συνελθόντες εὐφημήσωμεν σήμερον, Ἰωάννην τὸν σημειοφόρον· οὗτος γάρ, τὴν ἐπίγειον βασιλείαν ἀπώσατο, καὶ τὰ ὄντα ὡς οὐδὲν ἐλογίσατο· τὸ ὅπλον τοῦ Σταυροῦ ἐνδυσάμενος, Χριστῷ ἠκολούθησε, καὶ τῆς ἀπεράντου Βασιλείας τῶν οὐρανῶν ἠξιώθη ἀπολαβεῖν, ὡς πιστὸς δοῦλος Θεοῦ Παντοκράτορος. Διὸ αἰτοῦμέν σε Ἅγιε, πρόφθασον ἐξελοῦ ἡμᾶς ἀπὸ παντοίας ἀνάγκης τῶν ἐπεμβαινόντων πειρασμῶν, καὶ τῆς μελλούσης κρίσεως, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὄχλοι ἐξεπλήττοντο, θαῦμα φρικτὸν καθορῶντες, σὲ νεκρὸν καθήμενον εὐκλεὲς Βλαδίμηρε, ἐφ’ ἡμίονος, ἐν χερσὶ φέροντα, τὴν ἀποτμηθεῖσαν, κεφαλήν σου τὴν ἐρίτιμον, ἥνπερ προσήνεγκας, εἰς ναὸν Κυρίου εὐξάμενος, ψυχήν σου τὴν ὀρθόδοξον, παραθεὶς Θεῷ τῷ παντάνακτι· ἣν λαβὼν συνῆψεν, Ἀγγέλων καὶ Ἁγίων τοῖς χοροῖς, τρυφᾶν ᾀεὶ φῶς τὸ ἄδυτον, τρισηλίου λάμψεως.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἄλλος ὤφθης ἥλιος, ἐν βασιλεῦσιν ὦ ἄναξ, Ἀθλητὰ Βλαδίμηρε, ἐν τῷ στερεώματι θείας πίστεως, νέμων φῶς χάριτος, τοῖς προσερχομένοις, ὁλοψύχως ἐν τῇ σκέπῃ σου· σὲ γὰρ ἐν θαύμασι, ζῶντα καὶ θανόντα ἐδόξασε, καὶ ἰατῆρα ἔδειξε, τοῖς προσκαλουμένοις σὸν ὄνομα, ὁ πάντων ἀνάκτων, ταχέως εἰσακούων καὶ διδούς, ἑνὶ ἑκάστῳ τὸ αἴτημα, θείαις σου ἐντεύξεσιν.

 

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Δεῦτε προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανάγιον, σκῆνος τεθησαύρισται τοῦ παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων, ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζομεν σορόν, ὦ Ἰωάννη μακάριε, ῥύστα ἑτοιμότατε.

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Ἀδαμάντινε τὴν ψυχήν, ἀθλητικώτατε ἄναξ, Ἰλλυρικοῦ τὸ κλέος, καὶ Βουλγαρίας τὸ ἐγκαλλώπισμα· ἡ βρύσις τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτωρ ὁ μέγιστος. Σὺ γὰρ τὸ κραταιότατον ὅπλον τοῦ Σταυροῦ παρὰ Θεοῦ εἰληφώς, τῶν αἱρετικῶν τὰς φάλαγγας γενναίως συνέτριψας, καὶ τὴν Ὀρθόδοξον πίστιν, ἐν γῇ Βουλγάρων ἐπηύξησας· διὸ ὡς ἡμῶν φρουρὸς καὶ προστάτης θερμότατος, πρόφθασον ταῖς λιταῖς σου παμμακάριστε Ἰωάννη Βλαδίμηρε, καὶ ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, ὡς παῤῥησίαν ἔχων πρὸς Χριστόν, τὸν σὲ δοξάσαντα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σταυρὸν τὸν ὀφθέντα σοι ἐξ οὐρανοῦ τηλαυγῶς, τοῖς πᾶσιν ἐκήρυξας φωτίσας ἔθνη τρανῶς, Βλαδίμηρε ἔνδοξε· λύθροις τῶν σῶν αἱμάτων, φαιδρυνθεὶς ἠξιώθης, βραβείων τῶν ἀκηράτων, παρεστὼς τῇ Τριάδι· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἐκ τόπου θαυμαστῶς, τῶν Βουλγάρων ἐξῆλθες, τοῦ Πνεύματος ὀφθείς, καθαρώτατον σκεῦος, Μαρτύρων τὸ καύχημα, καὶ στεφάνων ἀξίωμα· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ὑμνούντων παμμάκαρ, Ἰωάννη πανθαύμαστε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου μάκαρ φορῶν, ἐν κρυπτῷ ὡς ἐπόθης μαρτυρικῶς, στεφάνῳ κεκόσμησαι, βασιλεῦ παναοίδιμε, τοῦ οὐρανίου ἄνακτος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν παῤῥησίαν, πρὸς Αὐτὸν κεκτημένος, ἀπαύστως Βλαδίμηρε, Ἰωάννη πανθαύμαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τὰ ἐπίγεια πάντα καταλιπών, Βασιλείαν ἐπόθεις τῶν οὐρανῶν, Χριστῷ ἠκολούθησας, τῶν Μαρτύρων συμμέτοχε· τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος, καὶ τὸν Σταυρὸν ἐπάρας, ὁπλίτα μακάριε, νόσους θεραπεύεις, ἀνιάτους νοσούντων· Σταυροῦ τῇ δυνάμει γάρ, ἀπελαύνεις καὶ χάριτι, Ἰωάννη μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Εὐαγγέλιον, μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Παμμάκαρ Ἰωάννη, Μαρτύρων τὸ κλέος, καὶ καύχημα βασιλέων, μιμητὴς ἐγένου τοῦ Βαπτιστοῦ πανένδοξε· διὰ φθόνον τῆς σῆς συζύγου, τὴν κεφαλήν σου ἔτεμον οἱ ἀπηνεῖς σου συγγενεῖς καὶ ἀναίσχυντοι· καὶ τὴν κάραν σου δεχθεὶς ἰδίαις χερσίν, εἰς τόπον εἰσῆλθες ἐν ᾧ τὸν θησαυρὸν εὗρες ἐν κρυπτῷ τῆς αἰωνίου Βασιλείας. Καὶ νῦν αἴτησαι ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου δύο.

Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸν δίκαιον ὑμνῶ, Ἰωάννην δεσπότην.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Τὸν θεῖον καὶ ἀθλοφόρον σήμερον, ὕμνοις τιμήσωμεν, τὸν Ἰωάννην ἅπαντες πιστοί, συνελθόντες δοξάσομεν· ὅτι Χριστῷ δεδούλευκεν, ὡς καθαρὸς καὶ φίλος γνήσιος.

πάσας τὰς ἀρετὰς προβλέπων σου, Θεὸς τὸ πρὶν ἐν κρυπτῷ, ἃς ἐκτελῶν θεόφρων Ἀθλητά, τοῖς χοροῖς τῶν δικαίων σε, συγκατατάττει ἔνδοξε, μετὰ Ἁγίων εὐφραινόμενον.

Νυμφῶνα τὸν ἐπὶ γης μακάριε ἀποσειόμενος, μαρτυρικὴν ὑπέφερες πληγήν, Ἰωάννη Βλαδίμηρε· διὸ ἡμεῖς οἱ δοῦλοί σου, ἀνευφημοῦμέν σε πανάριστε.

Θεοτοκίον.

Δεήσεις ἱκετηρίας ἄχραντε, νῦν Σοι προσάγομεν· δίδου ἡμῖν ἐξ ὕψους ἀγαθή, τὰ ἐλέη Σου πάναγνε, ἱκετικῶς δεόμεθα, θεομακάριστε ἀνύμφευτε.

Ὀ β’ Κανών. ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Τίς τῶν θαυμάτων ἐξείποι τὰς δωρεάς, ἃς Χριστὸς παρέσχε σοι, Ἀθλοφόρε τοῦ Χριστοῦ, Ἰωάννη ἔνδοξε; διὸ καταλάμπεις ὡς φωστὴρ ἀξιοθαύμαστε.

Ὅλην σου ἔχων ἐλπίδα πρὸς τὸν Θεόν, μάκαρ καὶ διάνοιαν, τῶν προσκαίρων καῖ φθαρτῶν, ὅλως οὐκ ἐφρόντισας· διὸ καὶ τὸ στέφος ἐκ χειρὸς Κυρἰου δέδεξαι.

Νῦν εἰς τὰ ἄνω ταμεῖα τὴν σὴν ψυχήν, ὁ Χριστὸς καθίστησι γενναιόφρον Ἀθλητά· θησαυροῖς γὰρ ταύτην τοῦ Πατρός, ἐναπέθετο ἐκεῖ, συμβασιλεύειν ᾀεί.

Θεοτοκίον.

Νύμφη Θεοῦ Παναγία Χριστιανῶν, τεῖχος ἀπροσμάχητον, τοὺς ὑμνοῦντάς Σε ᾀεί, ἐκ παντοίων λύτρωσαι δεινῶν, καὶ πταισμάτων χαλεπῶν, Θεογεννῆτορ ἁγνή.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

άτρευσας τοὺς πιστῶς, ἐν τῷ τεμένει σου σοφὲ σπεύδοντας, κινδύνων αὐτοὺς καὶ θλίψεων, τῶν προσερχομένων λυτρούμενος.

Καλῶς καὶ θεοσεβῶς, σὺ βασιλεύσας ἐπὶ γῆς, ἔμπλεως θείου φωτὸς γεγένησαι, οὗ νῦν ἀπολαύεις γηθόμενος.

γίοις ἐν οὐρανοῖς, συναυλιζόμενος Χριστῷ πρέσβευε, νέμειν ἡμῖν τὴν ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Θεοτοκίον.

δόντες Σου οἱ λαοί, τὰς τῶν θαυμάτων δαψιλεῖς χάριτας, Μήτηρ Θεοῦ θεόνυμφε, πόθῳ Σε δοξάζομεν ἄχραντε.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σὺ

Ἐπὶ τὴν ἄσειστον Χριστοῦ, πέτρα τῶν ἐντολῶν σεαυτὸν στερεώσας οὐδ’ ὅλως, ἐσαλεύθης τῷ νοΐ·  διὸ Μαρτύρων χοροῖς, ἠριθμήθης Μάρτυς ἀξιάγαστε.

Ὅλον τὸν ἔρωτα Χριστοῦ, ἔχων ἐν τῇ καρδίᾳ, τὰς ἐκ τόπου εἰς τόπον, ἀμειβὰς ὦ Ἀθλητά, ὑπέφερες καρτερῶς· Ἰωάννη ὅθεν νῦν δεδόξασαι.

Νυνὶ εὐφραίνεται πιστῶς, πόλις ἡ Δυῤῥαχίου, Τριβαλλῶν ἔνθα κεῖται, σῶμά σου τὸ ἱερόν, μακάριε τὰς ἐκεῖ, νόσους πάντων ἀσθενῶν ἰώμενος.

Θεοτοκίον.

Ὑπάρχεις γέφυρα ἁγνή, Θεοτόκε Παρθένε, πρὸς οὐράνιον τρίβον, ὁδηγοῦσα τοὺς πιστῶς, ἀνευφημοῦντας ᾀεί, τὸν Σὸν τόκον μόνη ἀειπάρθενε.

 

 

 

 

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἐξέλαμψεν ἡμῖν, τοῦ δικαίου ἡ μνήμη, ὡς ἥλιος ἐν γῇ, τὰς ἀκτῖνας ἁπλοῦσα, τοῖς πέρασι καὶ ἅπαντας, ὀρθοδόξους συνήγειρεν, ἐκτενῶς αὐτῷ, ἐν κατανύξει καρδίας, ἀνακράζοντας· ἄναξ ἀνάκτων τὸ κλέος, πιστῶς σε μακαρίζομεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε.

τὰ πάντα σου προβλέπων Θεὸς παμμάκαρ, ἃ ἐν κρυπτῷ προσηύχου, Ἰωάννη θεόφρων, Χριστός σε ἐδόξασε, σὺν πᾶσιν Ἁγίοις τε, συγκαταριθμῶν ὁ φιλάνθρωπος.

Νῦν σε ἅπαντες δοξάζομεν θεοφόρε, ὦ Ἰωάννη ἔνδοξε, Χριστῷ γὰρ ἐδούλευσας, γένους περηφάνειαν, καὶ δόξαν ἐπίκηρον, Μάρτυς ὡς οὐδὲν λογισάμενος.

μνοις ἅπαντες συμφώνως σὲ ἀνυμνοῦμεν, ὡς τοὺς λιμένας φθάσαντα, τοὺς ἐπουρανίους, ἱστίοις πτερούμενος, τοῦ Σταυροῦ τῆς χάριτος, Μάρτυς χαριτώνυμε ἔνδοξε.

Θεοτοκίον.

Μήτηρ ἄχραντε Παρθένε Θεογεννῆτορ, Σὲ ἀνυμνοῦμεν πᾶσαν γενεαὶ τῶν ἀνθρώπων, διὰ Σοῦ σωζόμεναι, καὶ Σὲ ἱκετεύομεν, λύτρωσαι ἡμᾶς ταῖς πρεσβείαις Σου.

 

Ἕτερος. Χριστός μου δύναμις.

Μυρίζει πάνσοφε, ἡ θεία θήκη σου, ἔνθα κεῖται τὸ θεῖον καὶ ἱερόν, σῶμά σου μακάριε, καὶ ἰαμάτων δωρεάς, ἀναβλύζει τοῖς τιμῶσί σε.

Ναὸν καθίδρυσας, τὸν σὸν πανένδοξε, καὶ σεπτὸν Ἀθλοφόρε, ἔνθα νυνί, βρύει τὰ ἰάματα, ἡ παναγία σου σορός, Ἰωάννη παμμακάριστε.

Θεοτοκίον.

Ζωὴν ἐβλάστησας, Θεὸν πανάμωμε, τὸν κατέχοντα πάντα Κτίστην δρακί, τῇ Αὐτοῦ θεόνυμφε, καὶ ἐν σοφίᾳ οὐρανούς, καὶ συνέσει στερεώσαντα.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Νίκην σοι ὁ Χριστός, ἐκ τῶν ἄνωθεν δέδωκε, θεόσοφε Ἰωάννη, κατὰ τῶν ἀντιπάλων, ἰσχύν τε παμμακάριστε.

μάκαρ Ἀθλητά, Ἀθλοφόρων ὁμόσκηνε· ἡ δόξα τε τῶν δικαίων, καὶ ἡμῶν τῶν ὑμνούντων, προστάτης καὶ ὑπέρμαχος.

δόντες οἱ πιστοί, τῶν θαυμάτων τὰς χάριτας, Βλαδίμηρε Ἰωάννη, ἐκ τῆς θείας σοροῦ σου, ἀντλοῦμεν τὰ ἰάματα.

Θεοτοκίον.

Δέσποινα ἁγνή, Θεοτόκε πανύμνητε, ἐπίβλεψον ἐφ’ ἡμᾶς νῦν, τοὺς οἰκτρούς Σου ἱκέτας, τοὺς πίστει ἀνυμνοῦντάς Σε.

 

Ἕτερος. Τῷ θείῳ φέγγει σου.

Ἔρωτι θείῳ ἀποσκοπῶν, πρὸς τὰς δι’ αἰώνων ἀμοιβάς, πολλὰς βασάνους ὑπέφερες· τόπῳ δὲ ἐκ τόπου μεταφερόμενος, νηστείαις ἀγρυπνίαις προσεκαρτέρησας.

Ῥώμῃ τῇ θείᾳ δυναμωθείς, πάσας τοῦ ἐχθροῦ τὰς μηχανάς, οὐδ’ ὅλως εἰς νοῦν λελόγισαι, μάκαρ Ἰωάννη· ἀλλὰ Σταυρὸν τοῦ Χριστοῦ, λαβὼν ἐν ταῖς χερσί σου, ἤρθης πρὸς θείας σκηνάς.

Τῶν ἐκτελούντων σου Ἀθλητά, μνήμην τὴν ἁγίαν καὶ σεπτήν, ὑπερασπίζῃ ἑκάστοτε, βλάβης ψυχοφθόρου τούτους ῥυόμενος, καὶ τῇ σῇ μεσιτείᾳ, πάντας προσάγων Θεῷ.

Θεοτοκίον.

Ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, Δέσποινα τοῦ κόσμου ἀγαθή, προσκαλουμένων Σε πρέσβευε, Θεῷ τῷ Υἱῷ Σου, ὅπως λυτρώσηται ἡμᾶς, ἐκ κινδύνων καὶ περιστάσεων.

 

ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.

νωθεν, ὁ Χριστός σοι τὸ στέφος χαρίζεται, ὦ Ἰωάννη παμμάκαρ, διὰ προσευχῆς σου καὶ ἀγρυπνίας, ἣν ἐτέλεις ἐν κρυπτῷ, Θεῷ χαριτώνυμε.

Νίκην σοι, ὁ Θεὸς ὁ τῶν ὅλων δεδώρηται, ὦ Ἰωάννη θεόφρον· καὶ ἡμεῖς ἀντλοῦμεν, ἐκ τῶν ἁγίων σου λειψάνων, ἰαμάτων χαρίσματα ἔνδοξε.

Νυμφῶνος, τοῦ προσκαίρου ἐξέφυγες ἔνδοξε τὴν ἁμαρτίαν, καὶ ταύτης, ὁμιλίας πάσας τὰς γυναικείας· διὰ πόθον τοῦ Σταυροῦ, καὶ τὴν κάραν σου τέτμησο.

Θεοτοκίον.

μόνη, διὰ λόγου τὸν Λόγον κυήσασα, τὸν ἀλογίας ἁπάσης, τοὺς βροτοὺς ῥυσάμενον, καὶ τῆς ἄνω Βασιλείας τῆς Αὐτοῦ, κοινωνοὺς ἀναδείξαντα.

 

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.

Ῥομφαία σε ἔσπευδε, βασιλείας τῆς ἐν γῇ, ἀποστερῆσαι ἔνδοξε· ἀλλὰ σὺ Βασιλείας τῶν οὐρανῶν, στεφάνων ἠξίωσαι, καὶ τὴν ἄνω πορφύραν περιβέβλησαι.

Ἀήττητος γέγονας, ἐπηρείαις τοῦ ἐχθροῦ, νευρούμενος τῷ Πνεύματι· καὶ τὴν δρόσον δεχόμενος παρ’ αὐτοῦ, πηγὴ ἀναδέδειξαι, τῶν θαυμάτων ἐν κόσμῳ παναοίδιμε.

Ἡνίκα κατέλαβες, Ἰωάννη Ἀθλητά, τοῦ μαρτυρίου στάδιον, ταῖς χερσί σου κατέχων περιχαρῶς, Σταυρὸν ἀνεκραύγαζες· σὺ γενοῦ μου προστάτης καὶ ὑπέρμαχος.

Θεοτοκίον.

Ὡς μόνη κυήσασα, τὸν τῶν ὅλων Ποιητήν, διαπαντὸς ἱκέτευε, ὑπὲρ πάντων τῶν πόθῳ Σε καὶ πιστῶς, τιμώντων πανύμνητε, καὶ τὸν τόκον, ὑμνούντων Σου τὸν ἄφθαρτον.

Κοντάκιον. Ἦχος πλ. α΄. Τῇ ὑπερμάχῳ.

Ὡς θησαυρὸν πολυτελῆ καὶ κρήνην βρύουσαν, τοῖς ἐπὶ γῆς ἡμῖν κρουνοὺς νόσους καθαίροντας, ὁ Δεσπότης παρέσχε σκῆνός σου τὸ θεῖον, ἀῤῥωστημάτων ὡς ἀγαθός, λύσιν παντοδαπῶν, καὶ χάριν θείαν βραβεῦον τοῖς προστρέχουσι, ἵνα κράζομεν· χαῖρε ἄναξ Βλαδίμηρε.

Ὁ Οἶκος.

Ἄνωθέν σοι ἐδόθη, βασιλείας τὸ κράτος, πανθαύμαστε σοφὲ Ἰωάννη· καὶ ταῖς τῶν ἀσωμάτων φωναῖς Ἰλλυριοὺς τὴν πίστιν διδάσκων ἅπαντας, ἐφώτισας καὶ ἤγειρας βοᾶν σοι μετὰ πόθου ταῦτα·

Χαῖρε, πιστῶν βασιλέων κλέος·

χαῖρε, σεπτῶν Ἀθλοφόρων δόξα.

Χαῖρε, τῶν παγίδων ἐχθροῦ τὸ κατάλυμα·

χαῖρε, τῶν δογμάτων Χριστοῦ τὸ κραταίωμα.

Χαῖρε, ὕψος ἐνδοξότατον, βασιλείας εὐσεβοῦς·

χαῖρε, βάθος ταπεινώσεως, τὸ ὑπὲρ τοὺς οὐρανούς.

Χαῖρε, ὅτι ἐκτήσω τοῦ Προδρόμου τὸν ζῆλον·

χαῖρε, ὅτι κατέχεις ἐν χερσί σου τοὺς κλήρους.

Χαῖρε, ἀστὴρ ἐμφαίνων τοῖς πέρασι·

χαῖρε, πηγὴ ἐνθέου ἀφέσεως.

Χαῖρε, δι’ οὗ ἀπεσβέσθη ἡ πλάνη·

χαῖρε, δι’ οὗ ἐκυρώθη ἡ πίστις.

Χαῖρε, ἄναξ Βλαδίμηρε.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἄγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Νῦν εἰς τὰ ἄνω κατοικεῖ ὁ Χριστός σε βασίλεια, μάκαρ εὐσεβῶς, λατρεύσαντα τῷ Θεῷ, καὶ πιστῶς ἀνακραυγάζοντα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Δεσπόζεις πᾶσαν Ἰλλυριῶν τὴν γῆν πανένδοξε· σὺ γὰρ βασιλεύσας ἔνδοξε ἐπ’ αὐτῆς, ὡς πιστὸς δοῦλος καὶ γνήσιος, εὐλογημένος εἶ ὁ Θεός μου, ἀνέκραζες καὶ Κύριος.

κ τῶν ὑψίστων ὁ Χριστός σε δοξάζει Βλαδίμηρε· πόθῳ καὶ ἡμεῖς δοξάζομεν Ἀθλητά, τὴν πανέορτόν σου ἄθλησιν, εὐλογημένος ὁ Θεός μου κραυγάζων, καὶ Κύριος.

Θεοτοκίον.

Σὲ ἀνυμνοῦμεν Θεοτόκε θεόνυμφε Δέσποινα· Σὺ γὰρ τὸν τῶν ὅλων κτίστην τε καὶ Θεόν, ἐν ἀγκάλαις σου ἐβάστασας· εὐλογημένη Σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

 

Ἕτερος. Δροσοβόλον μέν.

Ἀλβανίας Ἰωάννη ὤφθης ἐνδοξε, ἀστὴρ ἀειλαμπέστατος· ἐν ᾗ τὸ σκῆνος τὸ σεπτόν σου κείμενον ποιεῖ, θαυμάτων παράδοξα σοφέ, εἰς φωτισμὸν τῶν εὐσεβῶς μακαριζόντων σε.

Λαμπρυνθεὶς τοῖς σοῖς παθήμασι μακάριε, λάμπεις τοῦ στερεώματος, τηλαυγέστερον καταυγάζων χάριτι τῇ σῇ, συμφώνως τοὺς ψάλλοντας Χριστῷ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θυμηδίας καὶ χαρᾶς ἁπάσης ἔμπλεοι, ἑόρτιον τὴν μνήμην σου, ὦ Βλαδίμηρε τὴν ἁγίαν καὶ μαρτυρικήν, τελοῦντες βοῶμεν τῷ Χριστῷ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὃν ἐκύησας Παρθένε παναμώμητε, πᾶσι πιστοῖς τὸν Κύριον, ἐκλυτρώσασθαι τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν, ἱκέτευε ἄχραντε ἁγνή, εὐλογημένη ἀληθῶς Κυρία Δέσποινα.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

Ποθήσας Σταυρὸν τὸν τοῦ Χριστοῦ, παμμάκαρ ἔνδοξε· τὴν χάριν δέδεξαι, τοῦ ἰᾶσθαι τοὺς προστρέχοντας, τοὺς μετὰπίστεως θερμῆς νῦν ἐξαιτοῦντάς σοι, καὶ βοῶντας· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

πάντων προβλέπων σου Θεός, τὰς πράξεις ἔνδοξε, νῦν σοι δεδώρηται, τῶν θαυμάτων τὰ παράδοξα, ἐκ τῆς αὐτοῦ θείας χειρός, ὃν ἀνυμνοῦντες πιστῶς, ἐκβοῶμεν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Τὴν μνήμην σου ἅπαντες πιστοί, ὕμνοις δοξάζοντες, θεόφρον πάνσοφε, καὶ τὴν ἁγίαν σου κοίμησιν, θεοφρόνως ἀναμέλπομεν, τῷ ἐκ Παρθένου δι’ ἡμᾶς σεσαρκωμένῳ Θεῷ, ᾧ βοῶμεν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

μᾶς τοὺς ὑμνοῦντάς σε πιστῶς, καὶ σοὶ προστρέχοντας, θεόφρον ἔνδοξε, δίδου ἡμῖν πᾶσαν Ἅγιε, τὴν σὴν χάριν ἱκετεύουσιν, ἐκ τῶν λειψάνων σου πιστῶς, νῦν ἀπαντλήσασθαι, καὶ βοῶσι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Νύμφην καὶ Παρθένον ἀληθῶς, κυρίαν ἄχραντον, Μητέρα ἄνανδρον, πάντες Σὲ δοξάζομεν λέγοντες· Παναγία παναμώμητε, μὴ ὑπερίδῃς τοὺς πιστῶς ἀνακραυγάζοντας, καὶ βοῶντας· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Νῦν εὐφραίνεται πόλις ἡ Δυῤῥαχίου φαιδρῶς, σὲ προστάτην καὶ ῥύστην, ἔχουσα πάνσοφε· νέος γὰρ αὐτῇ ἀνατείλας ὡς ἥλιος, ταύτην καταυγάζεις ὑμνοῦσάν σε θεόφρον.

Βαρυνθέντα μεγέθει, τῶν ἀνυποίστων κακῶν, τὸν λαόν σου ἐν πίστει ἀεὶ τιμῶντά σε, ταῖς σαῖς πρὸς Θεὸν ἱκεσίαις λυτροῦσαι ἀεί, ἀνυμνολογοῦντα Χριστόν, εἰς τοὺς αἰῶνας.

Ἀπὸ πάσης ἀνάγκης, ῥῦσαι τοὺς δούλους Σου, τοὺς τὴν ἔνδοξον μνήμην, ἐπιτελοῦντάς σοι, Μάρτυς τοῦ Χριστοῦ, Ἰωάννη μακάριε, καὶ πιστῶς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἵνα Σε Θεοτόκε, πάντες δοξάζομεν, ὡς τεκοῦσαν τὸν Κτίστην καὶ Ποιητὴν τοῦ παντός, πρέσβευε ἀεί, λυτρωθῆναι τοὺς δούλους Σου, πάσης ἐπηρείαις, καὶ βλάβης τῶν δαιμόνων.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Δέχου τὰς δεήσεις παμμάκαρ, τῶν σὲ ὑμνούντων μετὰ πόθου· δίδου τὴν σὴν χάριν θεόφρων, ἡμῖν τοῖς πίστει ἀνευφημοῦσί σε· διὸ ἡμεῖς οἱ δοῦλοί σου, σὲ Ἰωάννη μεγαλύνομεν.

ναξ Ἰωάννη θεόφρον, ἡμῖν τοῖς πίστει προσιοῦσι, λύσιν ἁμαρτάδος παράσχου, καὶ θείας δόξης τυχεῖν ἱκέτευε, τοὺς πόθῳ ἀνυμνοῦντάς σε, καὶ μεγαλύνοντας τρισόλβιε.

Νίκην σοι ὁ πάντων Δεσπότης, νέμει ἐξ ὕψους Ἀθλοφόρε, σοῦ τὸ καρτερὸν καὶ γενναῖον, κατὰ τῆς πλάνης προβλέπων ἔνδοξε· νικητικοῖς βραβείοις σε, ὡς νικητὴν ὄντως ἐδόξασε.

δες Κωνσταντῖνος ὡς ἄλλος, μάκαρ Σταυρὸν τὸν τοῦ Κυρίου, οὗ ταῖς ἡγεσίαις ἀνῆλθες εἰς τόπον, ἔνθα νῦν οἱ προστρέχοντες, λαμβάνουσιν ἰάματα, Σταυροῦ τῇ χάριτι σωζόμενοι.

θλησας νομίμως τῷ πόθῳ, Χριστοῦ τοῦ πάντων Βασιλέως· ἔλαμψας ἐν κόσμῳ ἀκτισι, τῶν ἰαμάτων καὶ τὴν σκοτόμαιναν, τῆς πλάνης ἀπεδίωξας, ὀρθοδοξίᾳ καλλυνόμενος.

Θεοτοκίον.

Λύτρωσαι ἡμᾶς τῶν κινδύνων, ἐπερχομένων καὶ τῆς ἄνω, θείας Βασιλείας ἀξίους, γενέσθαι δεῖξον θεοχαρίτωτε, εὐλογημένη πάναγνε, Σὲ Θεοτόκε μεγαλύνοντας.

 

Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Λιμένα θεῖον Μάρτυς κατέχουσα, τοῦ Δυῤῥαχίου πόλις Ἰωάννη μακάριε, πρὸς Θεὸν νῦν προβάλλεται πρόμαχον, ῥύοντα τῶν κινδύνων καὶ περιστάσεων, πίστει τε καὶ πόθῳ, ἀκλινεῖ ἀνευφημοῦσά σε.

Ἡ γῆ τὸ αἷμά σου καρτερόψυχε, ὡς τὸ τοῦ Ἄβελ πάλαι δεξαμένη ἐκραύγαζε, μόνου τὴν αὐτὴν ἀφιεῖσα φωνήν, κατὰ τοῦ ἀντιπάλου καὶ πολεμήτορος, πρὸς Χριστὸν τὸν πάντων, Βασιλέα καὶ Θεὸν ἡμῶν.

Λυσσῶν ὁ δείλαιος ἐπετίθετο, σὸς συγγενὴς μανεὶς κατὰ Χριστοῦ σὴν ἀπέτεμε, κεφαλὴν δυσμενῶς· ἀλλὰ ταύτην λαβών, ἔτρεχες ἐπὶ τόπον τῆς ἀναπαύσεως, ἐκεῖνος δὲ ἐῤῥάγη, ὡς Ἰούδας ἄλλος δόλιος.

Θεοτοκίον.

Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ Σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ Σοῦ πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς Σὲ Θεοτόκον ἀληθῆ πίστει δοξάζοντας.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Χριστός σε ἐμεγάλυνεν, ἐν θαύμασιν ὁ Κύριος, ὡς ἑαυτοῦ ὑπηρέτην, Βλαδίμηρε Ἰωάννη· τοῦτον δοῦναι ἱκέτευε, ἁμαρτιῶν τὴν ἄφεσιν, ἐν ᾄσμασι τὴν πάνσεπτον, καὶ παναγίαν σου μνήμην, εὐσεβοφρόνως τελοῦσιν.

Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγεννημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Δεῦτε ἀθροίσθητε ἅπαντες, ἐν τῷ ἁγίῳ ναῷ, τοῦ σοφοῦ καὶ τρισμάκαρος, Ἰωάννου ἄνακτος, καὶ δοξάσομεν Κύριον, τὸν δόντα τούτῳ δόξαν καὶ χάριν τε, καὶ ἰαμάτων βλύζειν τὰς χάριτας· ὦ παμμακάριστε, τῶν Ἀγγέλων μέτοχε καὶ πρεσβευτά, σῶσον τὰς ψυχὰς ἡμῶν, θεομακάριστε.

 

Μάρτυς Ἰωάννη ἔνδοξε, σὺ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὁλοψύχως ἀράμενος, τῷ Χριστῷ προσέδραμες, ὁπαδὸς μέχρις αἵματος· ἐχθροὺς νικήσας τῇ καρτερίᾳ σου, καὶ τούτων μάκαρ ξηράνας χείμαῤῥον, χαίρων τὸ σῶμά σου, πρὸς σφαγὴν παρέδωκας· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος.

 

Πάθει τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παρ’ αὐτοῦ τὴν ἐνέργειαν, τῶν θαυμάτων εἴληφας, Ἀθλοφόρε Βλαδίμηρε, καὶ διασώζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παῤῥησίαν ἔνδοξε πρὸς τὸν Χριστόν, ᾧ καὶ νῦν παρίστασαι, δόξης πληρούμενος.

 

Ξίφει κεφαλὴν τεμνόμενος, ἀπὸ ζωῆς εἰς ζωήν, ἐκ θνητῆς εἰς ἀθάνατον, καὶ φθαρτῆς πρὸς ἄφθαρτον, προφανῶς μεταβέβηκας, μὴ ἀναμείνας φύσεως νέκρωσιν, ἀλλ’ αὐθαιρέτως θανεῖν ἑλόμενος· ὢ τῶν ἀγώνων σου, βασιλεῦ πανένδοξε δι’ ὧν χοροῖς, Ἀθλητῶν ἠρίθμησαι, συναγαλλόμενος!

 

Δόξα. Ἦχος γ΄.

Καταλιπὼν τοῦ κόσμου, καὶ τοῦ βίου τὰ πρόσκαιρα, καὶ ἐπιποθήσας Σταυρὸν τὸν πανσεβάσμιον, ἀνῆλθες πρὸς τὰ ἄνω Βασίλεια, ὡς ἀετὸς ὑψιπέτης, Ἰωάννη πανεύφημε· διὸ καὶ ἡμεῖς ἐκ τῶν σῶν λειψάνων χαρίσματα λαμβάνομεν, καὶ μῦρα μυρίζεις προχέων, Ἀθλητὰ τοῦ Χριστοῦ, Μάρτυς πανθαύμαστε, καὶ εἰς οὐρανοὺς χορεύεις μετ’ Ἀγγέλων· καὶ νῦν παρὰ σοῦ αἰτούμεθα, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Βλαδιμήρου ἀπαστράψαντα νοητῶς, Μαρτύρων τὸ κλέος, καὶ βασιλέων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ Βλαδιμήρῳ οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Ἅγιε βοήθησον, καὶ ἡμᾶς τυραννίας, σπεῦσον ἐκλυτρώσασθαι, δυσμενῶν καὶ ἀπίστων, μὴ ἀποστρέψῃς σους δούλους κενούς, ἀλλ’ ἐκ παντοίων κινδύνων διάσωσον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τὸν δομήτορα τῆς Λαύρας ταύτης, μέλπω. Α.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Δειναῖς πιεζόμενος συμφοραῖς, πρὸς σὲ ἐπιῤῥίπτω, καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ὦ ἄναξ τρισμάκαρ καὶ παρθένε, τῶν φοβερῶν καὶ κακῶν με ἐκλύτρωσαι.

Σαρκός με τοῦ κλύδωνος ἐμβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς· εἰρήνευσον Μέδων τῇ γαλήνῃ, τῇ τοῦ Θεοῦ μεσιτεύων θεόσοφε.

Δαιμόνων τὰ στίφη τὰ πονηρά, καταπολεμοῦσι, τὸν σὸν δοῦλον ἀνηλεῶς, κατάργησον τούτους τῇ δυνάμει, τῇ τοῦ Σταυροῦ στεφηφόρε πανθαύμαστε.

Θεοτοκίον.

Παρθένε ἡ πύλη ἡ τοῦ Θεοῦ, ἄνοιξόν μοι πύλην, εὐσπλαγχνίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικῇ παῤῥησίᾳ Σου ῥῦσαί με.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Πονηρίας ἀνθρώπων ὀδυνηρῶν πάντοτε, ἀπειλὰς πνεόντων δυσφήμως, σύ με διάσωσον, τὴν θηριώδη αὐτῶν, μανίαν διασκεδάσας, εὐσεβῶν τὸ στήριγμα, Μάρτυς πανένδοξε.

Σκαιωρίας ἀπίστων θαυματουργὲ σκόρπισον, καὶ παραπικραίνοντας πάντας τούτους κατάσφαξον, ἐν τῇ ῥομφαίᾳ τῇ σῇ, τῶν πρεσβειῶν ἡ θερμότης, τῶν πιστῶν τὸ καύχημα, ἄναξ Βλαδίμηρε.

Σωφροσύνη εὐώδει τὴν βδελυρὰν δίωξον, τῶν σῶν θεραπόντων θεόφρον πᾶσαν ἀσέλγειαν, τῆς μυροθήκης κρουνούς, καθαρωτάτους ἐκβλύζων, Ἀθλητῶν ὁμόσκηνε, τοῦ Παντοκράτορος.

Θεοτοκίον.

Καθαρᾶς παρθενίας ἀποπεσὼν πάναγνε, ὅλος ἐμολύνθην τῷ πάθει τῆς ἀσωτίας μου· ἡ τετοκυῖα Κριτήν, παρανομούντων ἀνθρώπων, πάσης κατακρίσεως, Παρθένε σῶσόν με.

Ἀξίωσον, τῆς χάριτός σου Βλαδίμηρε θεοφόρε, τὸν σὸν δοῦλον τὸν ταπεινὸν τῶν νόσων ῥυόμενος, καὶ κάθαρον τῶν παθῶν μου τὸν ῥύπον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς καὶ πύργος ἀπροσμάχητος, ἐδείχθης σοφὲ τοῖς πίστει ἐκβοῶσί σοι, καὶ σεπτῶς κραυγάζουσιν· Ἀθλητὰ Βλαδίμηρε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ᾀεὶ τῇ Τριάδι παριστάμενος.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνοι, καὶ δοξάζομέν σε θαυματόβρυτε.

Ἀλβανίας συστήματα, καὶ τῆς Βουλγαρίας σου τὰ πυρσεύματα, ἀντιλήπτορα γινώσκουσι, καὶ σωτῆρα πάντες εὐφημοῦντές σε.

Τῆς Μυσίας τὰ τάγματα, καὶ Ἰλλυρικοῦ σεπτῶς σοι προσπίπτουσι, τῆς ὑγείας ἀπολαύοντα, καὶ χαρίτων πάντοτε πληρούμενα.

Θεοτοκίον.

Σὺ τὸν νοῦν μου ἐκλάμπρυνον, τὸν ἐσκοτισμένον τοῖς πλημμελήμασιν, ἡ τον Ἡλιον κυήσασα, τῆς δικαιοσύνης παναμώμητε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Φρούρησον ἡμᾶς, ταῖς πρεσβείαις σου Βλαδίμηρε, καὶ τῷ βραχίονί σου τῷ κραταιῷ, πικροὺς τυράννους κατάβαλε ὑπερθαύμαστε.

Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί, καὶ τὴν μυρίπνοον ῥῶσιν μάκαρ πανόλβιε.

Ἴασαι λαούς, προσδραμόντας Σοι θαυμάσιε, καὶ λοιμικῆς νόσους καὶ πυρετῶν, καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον.

Θεοτοκίον.

Φώτισον ἁγνή, τῆς ψυχῆς μου τὴν σκοτόμαιναν, τῆς Σῆς λαμπρότητος τῇ μαρμαρυγῇ, τὸ φῶς τεκοῦσα τὸ θεῖον καὶ προαιώνιον.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Θαυμάτων σε, θησαυρὸν ἐπίσταμαι, καὶ πηγὴν τῶν ἀγαθῶν Ἰωάννη, ἀῤῥωστιῶν, ἰατρεύοντα πάθη, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα, καὶ δέομαι ἀναγαγεῖν, ἐκ φθορᾶς με κακῶν χαριτώνυμε.

Προστάτην σε, τῆς Μονῆς κηρύττομεν, καὶ φρουρὸν τῆς Ἀλβανίας παμμάκαρ, τῶν πειρασμῶν, διαλύοντα ὄχλον, καὶ ἐπηρείας ἀπίστων διώκοντα, καὶ πάντας τοὺς χριστιανούς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.

Λιμένα, τὴν σὴν σορὸν ἐν θλίψεσι, καὶ ἀνάγκαις ἐννοῶ μυροβλύτα, καὶ παντελῆ, συμφορῶν σωτηρίαν, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον, καὶ βρύσιν τῶν εὐωδιῶν, καὶ πηγὴν ἰαμάτων ἀένναον.

Θεοτοκίον.

Θεράπευσον, βδελυκτῷ νοσήματι, καὶ ἐμπαίγματι οἰκτρῷ κακωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου ὅλην, καὶ τῆς ἐν Σοὶ ἰατρείας ἀξίωσον, καὶ σῶσόν με τὸν ἐπὶ Σοί, πεποιθότα δυνάμει Σου πάναγνε.

Ἀξίωσον, τῆς χάριτός σου Βλαδίμηρε θεοφόρε, τὸν σὸν δοῦλον τὸν ταπεινὸν τῶν νόσων ῥυόμενος, καὶ κάθαρον τῶν παθῶν μου τὸν ῥύπον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Βασιλείαν λιπὼν τὴν ἐκ γῆς ὦ πανθαύμαστε, Βασιλείας τῆς ἐξ οὐρανῶν οὐκ ἀπέτυχες, ἀλλ’ ἐν μέσῳ τῶν εὐσεβῶν ἀνάκτων ἐντρυφᾷς· διὸ πρέσβευε ὑπὲρ ἡμῶν ἐπικαλούντων σε ἀεί, καὶ πιστῶς κραυγαζόντων σοι· λύτρωσαι νοσημάτων, καὶ παῦσον ἀμπλακημάτων, τοὺς ἱκετεύοντας θερμῶς, Ἀθλοφόρε καὶ τιμῶντάς σε.

 

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας...

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ ἀποστερήσῃς με, τῆς φρικτῆς σου προστασίας, Ἀθλητὰ Βλαδίμηρε, ἀλλὰ θραῦσον δέομαι τῇ ἰσχύϊ σου, θράση ἀνίσχυρα, καὶ μηχανήματα, τῶν δαιμόνων τὰ τοξεύματα, νόσων ἀπάλλαξον, καὶ πάσης ἀνάγκης καὶ θλίψεως, πάντοτε ἐλευθέρωσον, καὶ τοὺς τυραννοῦντας δεινῶς δυνάστας, κάθελε τῶν θρόνων, καὶ ὕψωσον πιστοὺς καὶ ταπεινούς, τῇ σῇ πρεσβείᾳ μακάριε, ἄναξ εὐκλεέστατε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τὴν ψυχὴν θυμηδίας καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεων, θεόφρον Ἰωάννη, τῶν σὲ ἐπικαλούντων, καὶ βοᾶν ἀεὶ δίδαξον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαμπρυνθεὶς τῷ σῷ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῇ σῇ φωταγωγίᾳ, καὶ κραυγάζειν ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν καὶ κινδύνων καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων, τοὺς τῇ σκέπῃ σου θαῤῥοῦντας καὶ ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τῶν ἀνθρώπων ὁ πλάστης ἐν γαστρί Σου σκηνώσας θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων δεικνύει Σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

 

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τοῖς ποντουμένοις, βιωτικαῖς τρικυμίαις, χεῖρα δίδου παμμάκαρ ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν σῶν λειψάνων, τῶν θεαυγῶν ἁπτομένους, εὐωδίας ἐκπλήρωσον θείας, Κύριον ὑμνοῦντας, πιστῶς εἰς τοὺς αἰῶνας.

Τοὺς δεομένους, ἐκτενῶς μυροβλύτα, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τῶν μολυσμάτων μου, τὴν καρδίαν Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἵνα Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἀστέρα Ἰωάννη, σὲ σημειοφόρε, ὁμολογοῦμεν φωσφόρον αὐγάζοντα, τοὺς εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντας.

Ἐν σάλῳ Ἀθλοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον, διασκεδάζων ἀνέμους τοῦ πολεμήτορος.

Τὴν δέησίν μου δέξαι, τοῦ ταπεινωθέντος, καὶ χαλεπῶν Ἀθλοφόρε κακώσεων, καὶ ἁμαρτίας ἁπάσης με ἐλευθέρωσον.

Θεοτοκίον.

Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων, αἱ γενεαὶ Θεοτόκε γινώσκουσι, διὰ παντὸς ὁμοφώνως Σὲ μακαρίζουσαι.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Τοῦς συναθροισθέντας τῷ σῷ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπὸ τῆς χάριτός σου, σοφὲ Βλαδίμηρε.

Τὸν στεῤῥὸν ὁπλίτην καὶ Ἀθλητήν, ὑπὲρ εὐσεβείας, ἀδαπάνητον θησαυρόν, τὸν ἐν βασιλεῦσιν, ἅμα καὶ μυροβλύταις, τὸν θεῖον Ἰωάννη πόθῳ ὑμνήσωμεν.

Τὰ πεπυρωμένα βέλη ἐχθροῦ, ἔνεδρα παγίδας, διασκέδασον ἐξ ἡμῶν, τῇ δυνάμει μάκαρ, ἐκ Θεοῦ σοὶ δοθείσῃ, ὅπως τούτων ῥυσθέντες σὲ μεγαλύνομεν.

Φρίττομεν ὁρῶντες θαῦμα φρικτόν, τοῦ Σκουμβρίου ῥεῦμα, ἀπεστράφη ὀπίσω γάρ, Ἰορδάνου ῥεῖθρον, μιμούμενον εἰσῆλθε, τῇ λειψάνω σου θήκῃ, ἐν τῇ Κουσσίας ῥοῇ.

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Βλαδιμήρου, ἀπαστράψαντα νοητῶς, Μαρτύρων τὸ κλέος, καὶ βασιλέων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου