ΜΑΡΤΙΟΥ Ζ!!
ΛΑΥΡΕΝΤΙΟΥ ΟΣΙΟΥ ΣΑΛΑΜΙΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἡ Ἀκολουθία αὕτη συνετάχθη
τὸ πρῶτον παρὰ τοῦ Σεβασμιωτάτου ἐπισκόπου Ἀττικῆς, Νεοφύτου Μεταξᾶ, ὄντος τότε
Ἱεροδιακόνου τῆς Ἐπισκοπῆς Ταλαντίου, εἶτα δὲ εἰς ἁπλῆν γλῶσσαν μετηνέχθη παρὰ
τοῦ Ἱερέως Κωνσταντίνου Πανούση τοῦ ἐκ Μεγάρων ἐν ἔτει 1848)
Ἑσπέρας
Μετὰ τὸν προοιμιακόν, τὸ
Μακάριος ἀνήρ, καὶ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ
παρόντα προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Πάτερ
Λαυρέντιε Θεῷ, ὅλος προσηλούμενος, καὶ μονὴν πεποίηκας, ἐν αὐτῇ ἀσκήσας, σὺν
πλείστοις μονάζουσι, καὶ τούτους ὁδηγῶν ἐν τοῖς δόγμασι, τῇ θείᾳ χάριτι. Διὰ
τοῦτό σε γεραίρομεν, τῶν Ὁσίων θεῖον ἐγκαλλώπισμα.
Θεόφρον
Λαυρέντιε Χριστῷ, ἀνεδείχθης γνήσιος, καὶ πάντων τῶν προσκαίρων κατέλιπες, ὡς
ὄντα γήϊνα, ἐν ἀσκήσει πάτερ, τὸν βίον διήνυσας, ἡμέρᾳ τε καὶ νυκτὶ
προσευχόμενος, ἐν τῷ οἰκίσκῳ σου, προσευχάς τε γὰρ ἀνέπεμπες, τῷ Κυρίῳ παμμάκαρ
θεόληπτε.
Ὁσίως
διῆγες τὴν ζωήν, τῶν ματαίων Ὅσιε, διδάσκων ἐμμελῶς τὰ ἐντάλματα, τοῖς
ἑξασκούσι σοι, ὅθεν νῦν ἀγάλλῃ τῷ Χριστῷ πανένδοξε, σὺν πάσῃ τῇ χορείᾳ Ὁσίων
τε, μεθ’ ὧν πρέσβευε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα
ἔλεος.
Δόξα.
Ἦχος πλ. β´.
Πόνοις
καὶ καμάτοις, ὁ πατὴρ ἡμῶν Λαυρέντιος, ἱδρύσας τὴν αὐτοῦ μονήν, καὶ ἀθροίσας ἐν
ταύτῃ ἀδελφούς, καὶ τούτων ποδηγέτης γενόμενος, κανὼν ἀρετῆς ἀκριβέστατος
ἀνεδείχθης. Ὅθεν νῦν εὐφραίνεται ἐν οὐρανοῖς, σὺν ταῖς χοροστασίαις τῶν
ἀσωμάτων. Δεῦτε οὖν καὶ ἡμεῖς χείλεσιν ἀναξίοις μεγαλύνομεν τὸν ἡμέτερον
προστάτην, ὅπως ἀδιαλείπτως πρεσβεύῃ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. ὁ αὐτός. Θεοτοκίον.
Τίς
μη μακαρίσει σέ, Παναγία Παρθένε;...
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ
Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει
ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ
δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι
ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β΄.
Σήμερον
ὁ κοινὸς ἡμῶν προστάτης συγκαλεῖται ἡμᾶς πρὸς εὐωχίαν πνευματικήν, ἐν τῇ
πανσέπτῳ αὐτοῦ μνήμῃ. Δεῦτε καὶ ἡμεῖς ἐν εὐφροσύνῃ δοξολογήσωμεν τὸν
παντάνακτον Θεόν, τὸν τοῦτον δοξάσαντα εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Καλῶς
πολιτευσάμενος πάτερ Ὅσιε, καταλιπὼν γὰρ τὰ ἐπίκηρα, οἰκεῖς ἐν οὐρανοῖς ἐν ταῖς
σκηναῖς τῶν ἐκλεκτῶν ταγμάτων, διόπερ καὶ ἡμεῖς οἱ ἁμαρτωλοί, προσπίπτομεν σοι
θερμῶς, ἵνα πρεσβεύῃς τῷ Κυρίῳ ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Πάτερ
Λαυρέντιε, καλῶς ἀγωνισάμενος ὑπὲρ τῆς εὐσεβείας, ἀνδρείως κατεπάτησας τοῦ
ἐχθροῦ τὰ ἔνεδρα, τύπος καὶ ὑπογραμμὸς τῆς ἀρετῆς ἐγένου, διδάσκων ἐπιμελῶς τὰς
τοῦ μονήρους βίου πράξεις, τοὺς μετά σου ἐνασκοῦντας, καὶ οὕτω βιώσας καλῶς ἐν
τῇ ἀσκήσει, κατεφρόνησας τὰ γήϊνα καὶ φθαρτά, καὶ ἐκληρώσω τὴν ἀΐδιον
βασιλείαν, πρέσβευε οὖν διηνεκὼς τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων
σου.
Δόξα.
Ἦχος πλ. α.
Σαλπίσωμεν
ἐν σάλπιγγι ᾀσμάτων, ὑμνήσωμεν ἐν ὕμνοις, τὸν Κύριον τῆς δόξης, τὸν δοξάζοντα
τοὺς πιστοὺς αὐτοῦ δούλους τοὺς τὸν βίον ἑαυτῶν εὐσεβῶς διανύοντας. Δεῦτε οὖν
ἀδελφοὶ καὶ ἡμεῖς χείλεσιν ἀναξίοις δοξάσωμεν τὸν θερμὸν ἡμῶν προστάτην, οὕτω
λέγοντες· χαίροις τῶν Ὁσίων ὁμόσκηνε, καὶ τῶν δικαίων συμμέτοχε· χαίροις
ἰσοστάσιε τῶν Ἀγγέλων, ὅτι ἀγγελικῶς βιώσας ἐπὶ τῆς γῆς, ὡς οὐδὲν ἐλλογίσω τὰ
πρόσκαιρα, χαίροις κανὼν τῆς ἀρετῆς διαπρύσιε, καὶ κληροῦχε τῆς τοῦ Χριστοῦ
βασιλείας· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς αὐτὸν τὸν Θεόν, αἴτησαι ἡμῖν πάτερ
Λαυρέντιε, δωρηθῆναι εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομεν
σὲ Θεοτόκε παρθένε, καὶ δοξάζομεν σὲ οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχ. προσόμοια, Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
τῶν ἀρετῶν ἡ κρηπίς, καὶ τῶν Ὁσίων ἐγκαλλώπισμα ἔνδοξον, ἡ βάσις τῆς ἀληθείας,
τῶν ἀσκητῶν καλλονή, καὶ τῆς Ἐκκλησίας περιήχημα. Ὁ νοῦς ὁ τῆς χάριτος, ὁ ἀεὶ
προσευχόμενος, καὶ ἐν οἰκίσκῳ σμικροτάτῳ κλειόμενος, χαίρων ἔνδοξε, τὰς εὐχάς
σου προσήνεγκας· ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, δόξα καὶ κλέος Ὁσίων, τῶν
ἀσκητῶν ἀκροθίνιον, Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὄντως,
ὑπάρχεις πάτερ σοφός, τῶν ἀσκητῶν τε καὶ Ὁσίων ἀγλάϊσμα, δόξα καὶ κλέος μέγα,
ἐν οὐρανῷ καὶ ἐν γῇ, συναγάλλῃ πάτερ, μετ᾿ Ἀγγέλων ἀεὶ εὐωχούμενος· σὺν τῇ
χορείᾳ, τῶν ἁγίων θεόκλητε, ὄργανον τὸ τοῦ πνεύματος, ὁ νοῦς ὁ ἐγρήγορος, ὅθεν
καὶ νῦν σὲ τιμῶμεν, ἀξιοχρέως οἱ τάλανες· Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν σε
ἀπαύστως, ὅπερ τῶν δούλων σου.
Στ.: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Πάτερ,
τὰς οὐρανίους σκηνάς, περιπολεῖς διηνεκῶς παμμακάριστε, ἀξίως ἐπολιτεύσω, ἐν τῇ
προσκαίρῳ ζωῇ, διὰ τοῦτο μάκαρ πολυΰμνητε, ὁ Χριστός σε συνέταξε, σὺν τοῖς
Ὁσίοις, καὶ ἁπάσῃ χορεία τε, τῶν Ἀσωμάτων, οὐρανίων Δυνάμεων, ἄνθρωπε
ἐπουράνιε, ἐπίγειε ἄγγελε, πρέσβευε οὖν ἀπαύστως, Χριστῷ τῷ Θεῷ ἡμῶν, τοῦ
δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ἀξιοχρέως
τιμῶμέν σε Πάτερ Λαυρέντιε. Ὁ γὰρ δεσπότης Χριστός σε ἠξίωσεν εἰς τὰς οὐρανίους
σκηνὰς συγκατοικεῖν, μετὰ πάντων τῶν Ὁσίων, καὶ τῶν ἀσκητῶν καὶ ὡς ἀστὴρ
ἀειλαμπὴς καταφωτίζεις τοὺς πιστούς, τοὺς θερμῶς προσιόντας τοῖς λειψάνοις σου,
Ὅσιε Πάτερ ἡμῶν. Διὸ ὡς ἔχων παῤῥησίαν πολλὴν πρὸς αὐτὸν τὸν Θεόν, αἴτησαι ἡμῖν
δοθῆναι εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε...
Ἀπολυτίκιον.
Ἦχος α΄. (Ἰω. Μαρτίνου)
Τῶν
Μεγάρων τὸν γόνον, ἀσκητῶν ἐγκαλλώπισμα, τὸν φρουρὸν μονῆς Σαλαμῖνος, θεοφόρον
Λαυρέντιον, τιμήσωμεν προφρόνως ἀδελφοί, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ὅτι
τὸν καλὸν ἀγῶνα τῆς ἀρετῆς, καὶ πίστεως τετέλεκε. Πρέσβευε οὖν ὑπὲρ ἡμῶν,
Λαυρέντιε παμμακάριστε καὶ τὴν σὴν μονήν τε καὶ πόλιν σαῖς εὐχαῖς διαφύλαττε.
Καὶ
νῦν. ὁ αὐτός, Θεοτοκίον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχ. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Παμμάκαρ
ἀληθῶς, ἀνεδείχθης θεόφρων, ἀκλόνητος φωστήρ, διαλάμπων τοῖς πᾶσι,
κατεπλούτησας, πάντας τοὺς ἐν ἀσκήσει, χαίρων ἤσκησας, καὶ κατεφρόνησας πάντα,
τοῦ βίου τὰ γήϊνα.
Δόξα
τὸ αὐτό, καὶ νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ
βοήθεια, καὶ κραταιά, προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ
τὴν Β´ Στίχ. Κάθ. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον.
Μετανάστης
ἐγένου πάτερ σαφῶς, καὶ πατρίδα καὶ πλοῦτον καταλιπών, μονὴν ἐνῳκοδόμησας, ἐν
αὐτῇ ἑξασκήσας, καλῶς τὸν βίον μάκαρ, ἐξετέλεσας ἔνδοξε, ὅθεν νῦν ἀγάλλῃ, μετὰ
πάντων Ὁσίων, ἐν σκηναῖς δικαίων τε, θεοφόρε Λαυρέντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα
τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν
ψυχήν μου, παρθένε, τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς
ἀκυβέρνητον, ποντουμένην τῷ κλείδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὤφθησαν ὑπεράντλον,
καὶ ἐν πυθμένι ᾍδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειών σου ἐλέη,
γαλήνην παρέχουσα καὶ κινδύνων ἐξαίρουσα· σὺ λιμὴν γὰρ ἀχείμαστος, πρεσβεύουσα
τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ
δοῦλός σου.
Μετὰ
τὸν πολυέλεον, ἕτερον Κάθισμα. Τὸν συνάναρχον λόγον.
Τὸν
προστάτην τὸν μέγαν ἀνευφημήσωμεν, τῶν Ὁσίων τὸ σκεῦος τὸ καθαρώτατον, τὸν
θερμὸν ἀντιλήπτορα, καὶ τῶν πιστῶν καλλονήν, ἁπάντων τε τῶν δικαίων, τῶν
προστρεχόντων ἐν πίστει, ἐν πανσέπτῳ τεμένει αὐτοῦ.
Δόξα,
τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τῆς
ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι· τὰς
τοῦ νοός μου ἐκτροπὰς στῆσον πανάμωμε, καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχὰς προσφέρειν
καθαράς, τῷ βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων
ἄφεσιν
Οἱ ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Στίχ.:
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς·
Πάντα μοι παρεδόθη ἀπὸ τοῦ πατρός μου...
Μετὰ ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις ἐλεήμων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον Ἦχος πλ. β´. Στίχ.:
Ἐλεῆμον, Ἐλέησόν μὲ ὁ Θεός...
Ὁσιώτατε
Πάτερ, ὁ καλῶς ἀγωνισάμενος, καὶ καταφρονήσας τὰ γήϊνα καὶ φθαρτά· διὰ τοῦτο ἐν
οὐρανοῖς ἀπέλαβες παρὰ τοῦ πανσόφου Σωτῆρος ἡμῶν, τὸν ἀμαράντινον στέφανον,
ὅθεν ὡς ἔχων παῤῥησίαν μεγίστην πρὸς αὐτὸν τὸν Χριστόν, αἴτησαι πρεσβείαις σου,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα
ὁ Κανὼν τῆς Θεοτόκου εἰς δ΄· καὶ τοῦ Ὁσίου ὁμοίως εἰς δ΄.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίας
καὶ ζωῆς λαβόμενος τῆς αἰωνίου σαφῶς, καὶ τριλαμπῆς αἴγλης, πάτερ ἐμφορούμενος,
τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως
ἐπαξίως ὑμνήσω σε.
Ὄντως
ἀκμαῖος ὑπάρχων ἐν σώματι, καινὴν ὁδὸν ἀρετῆς, ἀναλαβὼν ταύτην, ἀκινδύνως
ὥδευσας, νόμῳ καινῷ πειθόμενος, τοῦ Σωτῆρος τρισμάκαρ καὶ ζωηφόροις προστάγμασι
τοῦ Εὐαγγελίου ἑπόμενος.
Τῇ
τρισηλίῳ λαμπηδόνι πάνσοφε καταλαμπόμενος, τὸ δυσμενὲς μάκαρ, τῶν δαιμόνων
φρύαγμα, καὶ τῶν θηρῶν τὰ χάσματα, αἰκισμῶν τε τοὺς πόνους, ἀράχνης δίκην
διέλυσας, θείῳ πυρακτούμενος ἔρωτι.
Θεοτοκίον.
Ὡς
Θεοῦ μήτηρ παῤῥησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ σοῦ, μονογενῆ Λόγον, καὶ
Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σώσαι
Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.
ᾨδὴ
γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Νενευρωμένῳ
λογισμῷ, καὶ σταθερᾷ διανοίᾳ τῶν παθῶν καταμαράνας τὴν φλόγα, ἀπαθείας τὴν
φαιδρὰν καταστολὴν Λαυρέντιε, περιεβάλλου Πάτερ, καὶ Σωτηρίου ἱμάτιον.
Ἰσχυροτάταις
προσβολαῖς δαιμόνων θρασυνομένων, καὶ θηρίων τὰς ὁρμὰς κινουμένων, κατεφρόνησας
αὐτῶν τῆς ἀσθενοῦς δυνάμεως, τὸν κραταιὸν γὰρ εἶχες ἐν τοῖς πολέμοις
συλλήπτορα.
Ὁ
θεοφόρος τὰς ἀρχὰς τοῦ σκότους τῆς ἐξουσίας θριαμβεύσας, ἐγκρατείᾳ συντόνῳ
τροπαιοῦχος νικητὴς Λαυρέντιος ἐγένετο τῶν ἀσκητῶν ἡ δόξα, καὶ μοναζόντων τὸ
καύχημα.
Θεοτοκίον.
Νενεκρωμένον
μου τὸν νοῦν τῇ τῆς ζωῆς ἐνεργείᾳ τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, ἑξανάστησον
ἁγνή, καὶ πρὸς ζωὴν ὁδήγησον, ἡ τοῦ θανάτου πύλας λύσασα μόνη τῷ τόκῳ σου.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν
σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ
ὑπέστρεψας ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ
ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι
νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε Λαυρέντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ὡς
πανάμωμος νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς
ὑπάρχουσα, τοῦ παρακλήτου πανύμνητε, ἀνομίας με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ
δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων κακουργίας με
ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι᾿ ἀρετῆς ἀπαρτίσασα· φωτοδόχε ἀκήρατε, δίωξον τὸ
νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου πρεσβείαις
σου.
ᾨδὴ
δ΄. Σύ μου ἰσχὺς Κύριε.
Τῶν
ἀρετῶν κλίμακι θείᾳ χρησάμενος, πρὸς τὸ ὕψος πάτερ ἀναβέβηκας, καὶ τὸν Θεὸν
εἶδες ἐπ᾿ αὐτὴν ἐπεστηριγμένον, καὶ δωρεὰς διανέμοντα, χειρὶ πλουσιωτάτῃ τοῖς
πιστοῖς μελῳδοῦσι, τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὅλος
Θεῷ καθιερώθης Λαυρέντιε, μόνος μόνῳ πάνσοφε ἑνούμενος δι᾿ ἀρετῆς, καὶ
καθομιλῶν, καὶ θεοφανείας ὡς καθαρὸς ἀξιούμενος τῆς γῆς καὶ τῶν γηΐνων ἀποστὰς
γὰρ ἀξίως, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.
Νοῦν
καὶ ψυχήν, κεκαθαρμένος Λαυρέντιε, τὴν ἀπάτην πάτερ τὴν ψυχόλεθρον καὶ μηχανὰς
δόλους τε πικρούς, καὶ τὰς φαντασίας τῶν δυσμενῶν ἐφανέρωσας, παθῶν γὰρ
ἐδιδάχθης, καὶ μαθὼν ἐκδιδάσκεις μοναζόντων τὰ πλήθη πανόλβιε.
Θεοτοκίον.
Θεὸν
ἐκ σοῦ τὸν σαρκωθέντα δυσώπησον, τὸν ἀτρέπτως διαμείναντα, καὶ φυσικῶς ἶσον τῷ
Πατρὶ γενόμενον καὶ ὁμοούσιον· συγχώρησιν πταισμάτων καὶ ψυχῶν σωτηρίαν τοῖς
ὑμνοῦσί σε πίστει δωρήσασθαι.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ἐνοικοῦντά
σοι ἔχων τὸν τὰ πάντα βλέποντα Θεὸν μακάριε, ἐκδιδάσκοντά σε καὶ φωτίζοντα καὶ
συνετίζοντα τῶν ψυχῶν τρισμάκαρ τῶν καθαρῶν καὶ μακαρίων, τὰς ἀνόδου
κατηξίωσας.
Ἰαμάτων
σοι χάριν, κατὰ νοσημάτων ποικίλλων δεδώρηται, καὶ κατὰ πνευμάτων ἀκαθάρτων
Χριστὸς ἐξουσίαν σοφέ· τὴν γὰρ φύσιν πάτερ νενικηκὼς τοῖς ὅπερ φύσιν χαρίσμασι
του πνεύματος.
Θεοτοκίον.
Οἱ
τῇ σῇ προστασίᾳ περιφρουρούμενοι, καὶ τῇ σῇ θείᾳ δόξῃ ἐγκαυχώμενοι σὲ
μακαρίζομεν, σὺ γὰρ Παναγία ταῖς ψυχαῖς ἡμῶν παρέχεις εὐφροσύνην καὶ τὴν
ἀγαλλίασιν.
ᾨδὴ
στ΄. Ἄββυσος ἁμαρτιῶν.
Νόμιμον
ἀθλητικῶς πολιτείαν ἁπαλῶν ἐξ ὀνύχων ἀναλαβὼν θεόφρον, μέχρι τέλους διέσωσας,
καὶ ὡς θεῖος ἀριστεύς, στέφανον εἴληφας τὸν τῆς νίκης παρὰ τοῦ πάντων
βασιλεύοντος.
Ἔχοντες
πρὸς τὸν Θεὸν πρεσβευτήν σε δυνατώτατον μάκαρ καὶ κοινωνὸν φροντίδων καὶ
προστάτην καὶ πρόμαχον καὶ μεσίτην εὐμενῆ πάντων σωζόμεθα τῶν κινδύνων καὶ
πειρασμῶν καὶ περιστάσεων
Θεοτοκίον.
Κύριόν σε τῆς ζωής, καὶ ὡραίον ἀπεκύησα
κάλλει, ὑπὲρ υἱοὺς ανθρώπων, ἡ Παρθένος ἐκραύγαζε, καὶ πῶς θνῆσκεις νῦν Υἱέ,
κάλλος οὔκ ἔχων ἐν τῷ σταυροῦσθαι, ὁ καλλωπίζων πάντα νεύματι;
Κοντάκιον.
Ἐπεφάνης σήμερον.
Τῶν
Ὁσίων καύχημα πόλεως παμμάκαρ, τὸν Χριστὸν ἐπόθησας θεόφρον πάτερ, διὰ τοῦτό σε
ὁ πλάστης, στεφάνῳ δόξης κεκόσμηκε.
Ὁ
Οἶκος.
Τοῦ
βίου τὰ πρόσκαιρα καταλιπών, καὶ ποθήσας παμμακάριστε Ὅσιε τὰ ἄφθαρτα, τὰ
διηνεκῶς διαμένοντα, καὶ καλῶς ἑξασκήσας ἐν τῇ Μονῇ σου, ἀδιαλείπτως
προσευχόμενος τῷ Κυρίῳ ὑπήνεγκας γενναίως τοὺς πειρασμοὺς τῶν ἀοράτων ἐχθρῶν
καὶ ὡς οὐδὲν ἐλογίσω τούτοις πάτερ, ἀλλὰ κατεπάτησας τῇ δυνάμει τοῦ ἁγίου
πνεύματος, διὰ τοῦτό σε ὁ πλάστης, στεφάνῳ δόξης κεκόσμηκε.
Συναξάριον.
Τῇ
Ζ᾿ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ὁσίου
Λαυρεντίου, τοῦ κτίτορος τῆς ἐν τῇ νήσῳ Σαλαμῖνος
Μονῆς Φανερωμένης.
Οὐράνιον
δόμον νῦν ἔχεις πάτερ.
Καταλιπὼν
γηΐνων καὶ φθαρτῶν μάκαρ.
Ἀεὶ τοίνυν
πρέσβευε ὑπὲρ τῶν σῶν δούλων.
Ἀτρώτοις
μεῖναι, ἐκ τῶν παγίδων τοῦ πειρασμοῦ.
Οὗτος
ὁ ὁσιώτατος καὶ δικαιότατος ἄνθρωπος ὁ πατὴρ ἡμῶν Λαυρέντιος κατήγετο ἐκ τῆς
πόλεως Μεγάρων, οἱ δὲ γονεῖς αὐτοῦ ἦσαν ὀρθόδοξοι, καὶ λίαν εὐλαβεῖς εἰς τὴν
πίστιν καὶ ὁ μὲν πατὴρ αὐτοῦ ἐκαλεῖτο Δημήτριος, ἡ δὲ μήτηρ αὐτοῦ Κυριακή,
ἡλικιωθεὶς δὲ ὁ δίκαιος οὗτος ἄνθρωπος, συνεζεύχθη μετὰ νομίμου γυναικὸς
καλουμένης Βασίλως· ἐγέννησε δὲ καὶ υἱοὺς δύο, τὸν μὲν Ἰωάννην, τὸν δὲ
Δημήτριον, ἥν δὲ γεωργός, μετερχόμενος καὶ τὴν τεκτονικὴν οὗτος ἐπορεύθη ποτὲ
μετὰ ἑτέρων δύο πατριωτῶν αὐτοῦ, ἐν τόπῳ τινὶ τῆς ἑαυτοῦ πατρίδος καλουμένῳ
Λιάντρῳ πρὸς γεωργίαν τῶν ἐκεῖσε ἀγρῶν.
Ἐν
μιᾷ οὖν νυκτὶ ὤφθη αὐτῷ ἐν ὁράματι ἡ Κυρία ἡμῶν Θεοτόκος, προστάττουσα αὐτόν,
ὅπως ἔλθη εἰς τὸν (δεῖνα) τόπον ἵνα οἰκοδομήσῃ τὸν ναὸν αὐτῆς· ἐγερθεὶς οὖν ἐκ
τοῦ ὕπνου ὁ δίκαιος οὗτος ἀνήρ, φησί, τίς εἰ ἡ προστάττουσά με τοῦ ἀνεγείραι
τὸν ναόν σου; καὶ ἠκούσθη φωνὴ λέγουσα, ὁ ναός μου εὑρίσκεται κατεδαφισμένος ἐν
τῇ Νήσῳ τῆς Σαλαμῖνος κατὰ τὸ βόρειον μέρος· ὁ δέ, οὐκ ἐπίστευσε· τὴν ἑπομένην
νύκτα ὁρᾷ πάλιν τὴν Παναγίαν προστάττουσαν αὐτὸν μετ᾿ ἀπειλῆς, ὁ δὲ ἐν ἀπιστίᾳ
μένων, μηδόλως ἐλογίζετο· ὅθεν ὁρᾷ καὶ ἐκ τρίτου τὴν Θεοτόκον ἀπειλοῦσαν αὐτὸν
καὶ λέγουσαν, τάχιστα πορεύου ἄνθρωπε ἐν τῇ νήσῳ, ἥν ἐγὼ εἶπόν σοι, ἵνα τελέσῃς
τὸ παρ’ ἐμοῦ προσταττόμενον ὁ δὲ ταπεινὸς γέρων ἔντρομος γενόμενος, ὑπέστρεψεν
εἰς τὴν ἑαυτοῦ πατρίδα, καὶ διηγούμενος τὸ ὅραμα, τοῖς μὲν ἐγένετο πιστευτόν,
τοῖς δὲ ἀμφίβολον καὶ οὕτως ἔμεινεν ὁ γέρων εἰς τὴν οἰκίαν τοῦ, ὁπότε τὴν νύκτα
ἐφάνη αὐτῷ καὶ αὖθις ἡ Θεομῆτορ ἀπειλοῦσα βαρέως αὐτόν, ἵνα εἰσέλθῃ ἐν τῇ νήσῳ
τοῦ ἐκτελέσαι τὸ προσταττόμενον.
Ὁ
δὲ Γέρων ἐκπλαγεὶς προσηύχετο, καὶ θείᾳ νεύσει καὶ ὁδηγίᾳ εἰσῆλθεν ἐν τῇ νήσῳ,
καὶ εὑρὼν τὸν τόπον, ὅν ἡ Θεοτόκος ἀπεκάλυψεν αὐτῷ, ἐν ᾧ ἥν πότε ᾠκοδομημένος ὁ
ναὸς τῆς Θεοτόκου, ἀνήγειρεν ἐν τῷ αὐτῷ τόπῳ νέον ναόν, ὃς ἤδη σώζεται. Εἶτα
καταλιπὼν γυναῖκά τε καὶ τέκνα ἐγένετο μοναχός, μετονομασθεὶς Λαυρέντιος,
ἐπειδὴ τὸ πρῶτον Λάμπρος ἐκαλεῖτο συναθροίσας δὲ καί τινας Ἱερομονάχους καὶ
μοναχούς, συνέζη μετ᾿ αὐτῶν, οἰκοδομήσας τὰς ἀναγκαίας οἰκίας (κελλία)· οὐκ
ἔπαυσε δὲ προσευχόμενος ἀδιαλείπτως τῷ Θεῷ, διδάσκων καὶ νουθετῶν, καὶ
γενόμενος τύπος καὶ κανὼν τῆς ἀρετῆς τοῖς λοιποῖς μονάζουσι, πανταχόθεν δὲ
προσέτρεχον χριστιανοὶ εἰς τὴν νεοφανεῖσαν ταύτην μονὴν τῆς Θεοτόκου μετὰ πάσης
εὐλαβείας, θεραπευόμενοι ἀπὸ παντὸς εἴδους ἀσθενείας.
Νῦν
δὲ μέλλομεν νὰ διηγηθῶμέν τινα θαύματα, πρὸς ὑμνολογίαν τοῦ Παντάνακτος Θεοῦ,
διὰ τοῦ Ὁσίου τελούμενα. Ὑπῆρχέ τις ἀόμματος ἐφ’ ἱκανοὺς χρόνους, Κυριαζῆς
τοὔνομα ἐκ κώμης τινὸς τῆς Εὐβοίας, καλουμένης Φύλλα, ὃς μαθὼν τὴν φήμην τοῦ
Ἁγίου, προσέτρεξε σὺν θερμῷ ζήλῳ καὶ εὐλαβείᾳ εἰς τὴν αὐτοῦ θείαν Μονὴν καὶ
εὑρῶν τὸν Ἅγιον προσέπεσεν εἰς τοὺς πόδας αὐτοῦ παρακαλῶν αὐτὸν νὰ ἱκετεύσῃ τὴν
Θεοτόκον, ὅπως θεραπευθῇ ἐκ τῆς ἀσθενείας του. Ὁ δὲ Ἅγιος παρεκάλεσε τὴν
Θεοτόκον μετὰ πολλῶν δακρύων καὶ παραχρῆμα ἠνεῴχθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ
ἐθεραπεύθη, εὐχαριστήσας τὸν Θεόν, καὶ τὴν ὑπέραγνον παρθένον ὑπέστρεψε δὲ
χαίρων ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ διηγούμενος τὰ θαυμάσια τῆς Θεοτόκου διὰ τῶν
παρακλήσεων τοῦ Ἁγίου.
Κατ᾿
ἐκεῖνον τὸν καιρὸν Γεώργιός τις τοὔνομα, καταγόμενος ἐκ τῆς Νήσου τῶν Θερμιῶν
(Κύθνου), ἐβασανίζετο ὑπὸ πνευμάτων ἀκαθάρτων ὑπὲρ τοὺς εἴκοσι χρόνους· μαθὼν
δὲ τὰ θαύματα τοῦ Ἁγίου διὰ τῆς Θεοτόκου, ἐκίνησεν ἀπὸ τὸν οἶκον αὐτοῦ κατ’
εὐθεῖαν διὰ τὴν μονήν, καὶ προσελθὼν εἰς τὴν μονὴν ταύτην, προσέπεσε μετ᾿
εὐλαβείας εἰς τοὺς πόδας τοῦ Ἁγίου παρακαλῶν αὐτὸν μετὰ δακρύων καὶ λέγων, Ἅγιε
τοῦ Θεοῦ, ἱκέτευσον ὑπὲρ ἐμοῦ τοῦ ἀναξίου δούλου σοῦ τὴν Θεοτόκον, ὅπως
θεραπευθῶ ἀπὸ τὴν τοιαύτην μεγάλην ἀσθένειαν τοῦ ἀκαθάρτου πνεύματος. Τοῦτον
ἰδὼν ὁ Λαυρέντιος εὐσπλαγχνίσθη αὐτόν, καὶ προσευξάμενος εἰς τὴν Θεοτόκον, ὢ
τοῦ θαύματος, ἰάθη μετ᾿ ὀλίγας ἡμέρας ὁ ἄνθρωπος οὗτος· καὶ μετ᾿ ὀλίγον
ἐπέστρεψεν εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα, δοξάξων τὴν κυρίαν Θεοτόκον, καὶ
διηγούμενος τὰς τοῦ Ἁγίου προσευχάς.
Ἂς
διηγηθῶμεν καὶ ἕτερον εὐλογημένοι χριστιανοὶ ὅπερ ἐστὶ τὸ θαυμασιώτερον, ὅτε
ᾠκοδόμει τὴν Μονὴν ὁ ἅγιος Λαυρέντιος ἐφάνη αὐτῷ ἡ Παναγία ἐν ὁράματι
προστάττουσα αὐτὸν νὰ πορευθῇ ἔν τινι τόπῳ τῆς Σαλαμῖνος, ὅπου ἥν τεθαμμένος
κίων τις ἐκ πέτρας, τὸν ὁποῖον νὰ κομίσῃ εἰς τὴν Μονὴν πρὸς χρῆσιν τῆς
οἰκοδομῆς. Ἐν ᾧ δὲ χρόνῳ ἐκόμιζεν αὐτὸν εἰς τὴν Μονήν, ὑπὸ συνεργείας τοῦ
Σατανᾶ, πεσών τις τῶν ἐκεῖ εὑρεθέντων ἀνθρώπων ὑπὸ τὸν κίονα, θείᾳ βοηθείᾳ τῆς
Θεοτόκου, ἔμεινεν ἀβλαβής, καὶ ᾔνεσαν τὸν Θεὸν καὶ τὴν Θεοτόκον, ἅπαντες οἱ
ἰδόντες τὸ γεγονός.
Πάλιν
ἂς διηγηθῶμεν ἕτερόν τι θαῦμα τῆς Θεοτόκου κατὰ τὴν δεκάτην πέμπτην τοῦ μηνὸς
Αὐγούστου ἀθροίζεται πλῆθος ἀνθρώπων, ἐκ τῶν Μεγάρων, ἐκ τῆς Σαλαμῖνος, ἐκ τῶν
Ἀθηνῶν, καὶ ἐξ ἄλλων περιχώρων, εἰς τὴν πάνσεπτον Κοίμησιν τῆς Θεοτόκου,
εὐλαβείᾳ κινούμενοι· μεταξὺ δὲ τῶν τότε συναθροισθέντων χριστιανῶν ἦτο καί τις
ἀρχιθύτης τῶν Ἀθηνῶν, Ἰάκωβος τοὔνομα, ὅστις νικώμενος ὑπὸ πλεονεξίας, ἀδικίας
καὶ ἁρπαγῆς, ἁρπάσας τὰ κηρία καὶ ἄλλα τινα ἀφιερώματα, καὶ ὑβρίσας
περιφρονητικῶς τὸν γέροντα Λαυρέντιον ἀνεχώρησε καὶ μετέβη εἰς τὴν Σαλαμῖνα·
ἀλλ᾿ ἐκεῖ ἐν ἐκείνη τῇ νυκτὶ ὁρᾷ ὁ ἐπίσκοπος ἐν τῷ ὕπνῳ του τὴν Παναγίαν,
καταπατοῦσαν αὐτὸν ἐπὶ τοῦ αὐχένος, καὶ ἀπειλοῦσαν, ἵνα ἀποστείλη ὡς τάχιστα
ἅπαντα τὰ ἀφαιρεθέντα. Ὁ δὲ ἐπίσκοπος ἔντρομος γενόμενος, ἀμέσως τὴν ἐπαύριον
ἀπέστειλεν εἰς τὴν μονὴν πάντα ὅσα εἶχεν ἀφαιρέσει, ἵνα λάβῃ παρὰ τῆς Θεοτόκου
συγχώρησιν.
Οὗτός
ἐστι ὁ βίος καὶ ἡ πολιτεία τοῦ Ὁσίου πατρὸς ἡμῶν Λαυρεντίου, εὐλογημένοι
χριστιανοί· τόσον δίκαιος καὶ ἐνάρετος ἦτον ὁ ἄνθρωπος οὗτος τόσον ἀγαθός τε
ψυχή τε καὶ καρδία ἐδείχθη, καὶ διὰ τοῦτο ἠγαπήθη ὑπὸ τῆς πανενδόξου Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἥτις καὶ ἐφανέρωσεν εἰς αὐτὸν τὴν
Πανάχραντων αὐτῆς εἰκόνα, καὶ ἔκαμεν αὐτῶν κτίτορα τῆς ἁγίας αὐτῆς μονῆς, ἥν ὡς
φαίνεται, ᾠκοδόμησεν οὗτος ἐν ἔτει ἀχπβ´ (1682). Μετὰ δὲ τὴν εὕρεσιν τῆς ἁγίας
εἰκόνος τῆς Θεοτόκου, τίς δύναται νὰ διηγηθῇ τὰς ἀρετὰς τοῦ ἁγίου, τὰς νηστείας
δηλ. τὰς γονυκλισίας καὶ τὰς μετὰ δακρύων προσευχὰς πρὸς τὴν Παναγίαν, ὑπὲρ
παντὸς τοῦ κόσμου; τίς δύναται νὰ διηγηθῇ τὴν εὐσπλαγχνίαν τοῦ ἁγίου,
θεραπεύσαντος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ἐν πίστει προσερχομένων ἐν τῇ
ἱερᾷ ταύτῃ μονῇ καὶ ἱκετευόντων τὴν ὑπέραγνον Κυρίαν τοῦ οὐρανοῦ καὶ τῆς γῆς;
τίς δύναται νὰ διηγηθῇ ἅπαντα τοῦ ἁγίου τὰ θαύματα, ἅτινα ἐποίησεν ἀπὸ τὴν
λαμπροφανήσιμον ταύτην ἡμέραν τῆς ἁγίας εἰκόνος τῆς Θεοτόκου, μέχρι τῆς
σήμερον; ὄντως «θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ» ἀπέθανε δὲ ὁ Ἅγιος
Λαυρέντιος τῇ 6ῃ Μαρτίου 1770, ἡ δὲ μνήμη αὐτοῦ τελεῖται τῇ 7ῃ τοῦ αὐτοῦ μηνός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, τῶν ἐν Χερσῶνι ἐπισκοπησάντων, Ἐφραίμ,
Βασιλέως, Εὐγενίου, Ἀγαθοδώρου, Ἐλπιδίου, Καπίτωνος καὶ Αἰθερίου.
Μὴ τὴν κεφαλὴν τοῖς ἀγάλμασι κλίνων,
Ἐφραὶμ ἀγάλλῃ, τῇ τομῇ ταύτην κλίνων.
Συρεὶς Βασιλεὺς χερσὶ δεισιδαιμόνων,
Χεῖρας διασπᾷ δεισιδαίμονος πλάνης.
τριὰς σύναθλος τοῦ Προφήτου τῶν λόγων,
«Εἰς μάστιγας δέδωκα
τὸν νῶτον», λέγει.
Ἐπῆρε χεῖρας εἰς προσευχὴν Καπίτων
Καὶ πρὸς Θεὸν μετῆρεν ἐξάρας πόδας.
Ἐκ τοῦ ποταμοῦ πρὸς Θεὸν χωρεῖς Πάτερ,
Τὸν ἐν ποταμῷ σαρκικῶς λελουμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Νέστωρ καὶ Ἀρκάδιος, ἐπίσκοποι Τριμυθοῦντος, ἐν εἰρήνῃ
τελειοῦνται.
Τῆς Τριμυθοῦντος Ποιμένες καλοὶ δύο,
Ἐν τῇ καλῇ σκιρτῶσι τῆς Ἐδὲμ πόᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ἁπλοῦ.
Γῆθεν μεταστὰς πρὸς Θεὸν Παῦλος Λόγον,
Τῆς ἁπλότητος πολλαπλᾶ στέφη λάβοι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἐφραίμ, ὁ Πατριάρχης Ἀντιοχείας, ἐν εἰρήνῃ τελειοῦται.
Ἐφραὶμ ὁ ποιμὴν νῦν σύνεστι ποιμένα,
Μικρὸς μεγάλῳ, ὦ μεγάλης ἀξίας!
Οὗτος, ἦτο Ἀμιδινός, ἔχων τὸ ἀξίωμα
τοῦ κόμητος, ἐπὶ τοῦ βασιλέως Ἰουστίνου τοῦ Θρᾳκός, ἐν ἔτει φιη΄ (518). Ἐλθὼν δὲ
διὰ νὰ ἀνακαινίσῃν τὴν Ἀντιόχειαν, ἡ ὁποία εἶχε κρημνισθῆ τὸ δεύτερον ἀπὸ τοὺς
σεισμούς, ἐπροχειρίσθη ἐπίσκοπος ἐν ἔτει φκζ΄ (527). Ἦτο δὲ οὗτος μέγας ἐχθρὸς
τῶν Μονοφυσιτῶν, ὅθεν καὶ ἔγραψε κατ’ αὐτῶν ἰσχυρῶς. Οὗτος ἤκουσεν ὅτι εἰς τὴν Ἱεράπολιν
ἦτο μοναχός τις στυλίτης, ἀκόλουθος τοῦ μονοφυσίτου Σεβήρου. Θείῳ ζήλῳ λοιπὸν
κινούμενος, ὑπῆγεν εἰς ἐκεῖνον καὶ ἤρχισε νὰ τὸν διδάσκῃ τὴν Ὀρθοδοξίαν τῆς
πίστεως, ἀλλ’ ἐκεῖνος οὐδ’ ὅλως ἐπείθετο εἰς τὰ λόγια του, μόνον εἶπεν· Ἂς ἔμβωμεν
εἰς τὴν πυρὰν καὶ οἱ δύω, καὶ ὅποιος δὲν βλαφθῇ εἰς τὴν φλόγα, ἐκεῖνος εἶναι ὀρθόδοξος
καὶ ἔχει τὰ νικητήρια. Ταῦτα δὲ ἔλεγε μὲ σκοπόν, διὰ νὰ φοβηθῆ ὁ Πατριάρχης, ἀλλ’
ὁ Ἐφραὶμ εἶπεν· Φέρετε ἐδῶ ξύλα καὶ πῦρ, καὶ ἐγὼ ἐμβαίνω εἰς αὐτό· βαλλὼν ὅλον
τὸ θάῤῥος του εἰς τὸν Θεόν· ὅθεν ἐλθὲς καὶ σὺ κάτω ἀπὸ τὸν στύλον. Ἀλλ’ ἐκεῖνος
νὰ καταβῇ δὲν ἤθελε. Τότε ὁ Πατριάρχης ἐκδυθεὶς τὸ ἐπανωφόριόν του καὶ
προσευχηθείς, ἔῤῥιψε καὶ τὸν ἑαυτόν του καὶ τὸ ἐπανωφόριόν του εἰς τὴν πυράν,
καὶ, ὦ τοῦ θαύματος! παρευθὺς τὰ μὲν ξύλα ἐσβέσθησαν, αὐτὸς δὲ καὶ τὸ ἐπανωφόριόν
του ἔμειναν ἀβλαβῆ καὶ ἄπαυστα. Τοῦτο τὸ θαῦμα βλέπων ὁ στυλίτης, κατέβη ἀπὸ τὸν
στύλον, καὶ ἀνεθεμάτισε τὴν αἵρεσιν τοῦ Σεβήρου, καὶ οὕτως ἡνώθη μὲ τὴν καθολικὴν
Ἐκκλησίαν. Ἐπειδὴ δὲ ἐκρημνίσθη τὸ δεύτερον ἠ Ἀντιόχεια ἀπὸ σεισμούς, διὰ τοῦτο
ἡ ἀνάγκη τοῦ σεισμοῦ ἔκαμε πάντα χριστιανόν νὰ γράφῃ εἰς τὴν θύραν τοῦ οἴκου
του ταῦτα τὰ λόγια: Χριστὸς μεθ’ ἡμῶν στήτω· ὅθεν ἐκ τῆς αἰτίας ταύτης
Θεούπολις ὠνομάσθη ἡ Ἀντιόχεια. Ὁ δὲ Ἅγιος Ἐφραίμ, καλῶς καὶ θεαρέστως ποιμάνας
τὸ ποίμνιον του εἰς χρόνους ιη΄, ἀπῆλθε πρὸς Κύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Ῥώμῃ Αἰμιλιανοῦ, Ἰακώβου καὶ Μαριανοῦ,
μαρτυρησάντων ἐν ἔτει 259.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Θεοῦ συγκατάβασιν.
Φιάλαι
πεφύκασι τῶν ἀρωμάτων αἱ σιαγόνες σου, ἀρετῶν εὐωδίας καὶ σωτηρίας
ἀρωματίζουσαι, ὡς ἐκ λειμῶνος, τοῖς πόθῳ κραυγάζουσι· εὐλογητὸς ὁ Θεός, ὁ τῶν
πατέρων ἡμῶν.
Ἡ
χάρις τοῦ πνεύματος τοῦ παναγίου σοὶ ἐνοικήσασα, τῶν πνευμάτων διώκειν τὰς
πονηρίας πάτερ εἰργάσατο καὶ μοναζόντων ἀλείωτον κραυγάζοντα· εὐλογητὸς ὁ Θεὸς
ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Μαρίαν
τὴν ἄχραντον καὶ παναγίαν ἀνευφημήσωμεν, δι’ αὐτῆς γὰρ ἡ χάρις ἡμῖν πηγάζει τῶν
ὑπὲρ νοῦν δωρεῶν, ὡς ἐκ χειμάῤῥου τῆς θείας χρηστότητος, ἥν εὐσεβῶς νῦν
μακαρίσωμεν.
ᾨδὴ η΄. Ἑπταπλασίως
Κάμινον.
Ἐν
προσευχαῖς τὸ ἄγρυπνον, ἐν νηστείαις τὸ εὔτονον, τὸ καρτερικὸν ἐν πειρασμοῖς
Λαυρέντιε, νοὸς καθαρότητι ἐπὶ τῆς γῆς ὡς Ἄγγελος πολιτευόμενος, τῷ Θεῷ
ἀνεβόας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Ἱκεσίαις
Ὅσιε, καὶ δεήσεσι χρώμενος, διηνεκῶς πρὸς τὸν Θεὸν ἀνέδραμες πρὸς ὕψος
μετάρσιον, τοὺς δαιμόνων βρόχους φυγών, ἐλευθερωθεὶς δὲ τῆς αὐτῶν τυραννίδος,
θεόφρον ἀνέμελπες· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νέος
Μωσῆς γενόμενος ἐν ἐρήμῳ τὸ πρόσκαιρον κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων ἔστησας, λαοῦ
προηγούμενος, τῶν ἀσκητῶν συστήματος, τοῦ ἐν εὐφροσύνῃ καὶ σεμνῇ πολιτείᾳ
βοῶντος τῷ δεσπότῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Θεογεννῆτορ
πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς
ἀποσμήχουσα, ταῖς εἰς πλευρὰς τοῦ τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς ἀποκαθαίρουσα
ῥείθροις, πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ παρακαλοῦμεν τὴν
Κεχαριτωμένην.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἐπέστη
ἡ φωσφόρος σοῦ ἑορτὴ παμμακάριστε πάτερ Λαυρέντιε, πλήρης εὐφροσύνης
πνευματικῆς, πλήρης χάριτος ἁγίου πνεύματος, πλήρης εὐωδίας καὶ φωτισμοῦ· καὶ
νῦν σε κεκτημένοι, ἀσκήσεως κανόνα, καὶ νομοθέτην ἀγαλλόμεθα.
Μὴ
παύσῃς ἱκετεύων τὸν λυτρωτήν, πανσεβάσμιε πάτερ δωρήσασθαι τοῖς εὐλαβῶς,
τελοῦσι τὴν ἱεράν σου μνήμην, τὴν τῶν πταισμάτων ἄφεσιν, τὴν τῶν χαρισμάτων
διαμονήν, τὴν θείαν προστασίαν, τὴν τῶν ψυχῶν σωτηρίαν καὶ αἰωνίαν ἀπολύτρωσιν.
Ὡς
Ἄγγελος βιώσας ἐπὶ τῆς γῆς, τὴν ἰσάγγελον εὗρες φαιδρότητα, τῆς γὰρ αὐτῶν
θεοειδεστάτης μαρμαρυγῆς, ἐν μετουσίᾳ γέγονας, οἷς καὶ συναγάλλῃ διηνεκῶς, ὡς
ἔνθεος προφήτης, ὡς μάρτυς στεφηφόρος, ὡς μοναζόντων ἀκροθίνιον.
Θεοτοκίον.
Συνέλαβες
παρθένε δίχα σπορᾶς, τὸν τὰ πάντα δημιουργήσαντα λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν
τῆς σαρκός· ἄνευ φθορὰς δὲ τέτοκας, καὶ ἄνευ ὠδίνων τῶν μητρικῶν, διὸ σὲ
Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἐν
σοὶ θεόφρον τὸ πνεῦμα, κατοικεῖν ᾐρετίσατο, καὶ διὰ τοῦτο παμμάκαρ, ἐφωτίσθης
δαψιλῶς· ὅθεν ἐν ὕμνοις σὲ πάντες γεραίρομεν.
Θεοτοκίον.
Ἡ
τὴν ἀρὰν τοῦ κόσμου, τῷ θείῳ τόκῳ σου σεμνή, ἐξαφανίσασα ποίμνην, σὲ
λιτανεύουσαν πιστῶς, ἀπὸ παντοίων κινδύνων ῥῦσαι πρεσβείαις σου Κόρη.
Εἰς
τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὅσιε
πάτερ μακάριε πεφωτισμένος τὸν νοῦν, σὺ ὑπάρχων Λαυρέντιε, τῷ Χριστῷ
προσέδραμες, καὶ τὰ τούτου διδάγματα, ἐπιμελῶς τε ἀγωνισάμενος, τῇ ἑξασκήσει
πάντας ἐφώτισας· ὅθεν γεραίρομεν, σοῦ τὴν θείαν λάρνακα πάτερ σαφῶς, ἐξ ἧς
ἀπολαύομεν ῥῶσιν ἀένναον. (Δίς).
Πάτερ
θεόφρων Λαυρέντιε, δι’ ἀρετῆς ἐμμελῶς ἀνεδείχθης διδάσκαλος, μοναζόντων ἔρεισμα
καὶ κανὼν ἀκριβέστατος, καταφωτίζων τοὺς ἀνυμνοῦντάς σε, καὶ διαλάμπων πᾶσι
τοῖς πέρασι, πάτερ γηθόμενος, σὺν Ἀγγέλοις ἅπασιν ἐν οὐρανοῖς, μεθ’ ὧν οὖν νῦν
πρέσβευε, ὑπὲρ τῶν δούλων σου.
Ὄντως
ὑπάρχει τὸ καύχημα, τῶν μοναστῶν ὁδηγός, ἀσκητῶν ἐγκαλλώπισμα, τῶν Ὁσίων
στήριγμα, θεοφόρε Λαυρέντιε· μὴ διαλείπῃς ὑπὲρ τῶν δούλων σου, τῶν πεπτωκότων
ἐκ τοῦ ἀλάστορος· ἱκετεύειν ἔνδοξε Χριστὸν τὸν Θεόν, τὸν σὲ γὰρ δοξάσαντα τῶν
ἀσκητῶν καλλονήν
Δόξα.
Ἦχος δ΄.
Δεῦτε
εὐφημήσωμεν, τὸν θερμὸν ἡμῶν προστάτην καὶ πρόμαχον, τὸν γενναίως
κατατροπώσαντα, καὶ καταβαλόντα τοῦ Βελίαρ τὰ ἕνεδρα, Λαυρέντιον τὸν ἔνδοξον,
τῶν ἀσκητῶν τὸ ἔρεισμα, τῶν Ὁσίων ἐγκαλλώπισμα, τὸν διηνεκῶς ἱκετεύοντα τὸν
Σωτῆρα καὶ Θεόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων...
Μεγαλυνάριον.
Χαίροις
τῶν Ὁσίων ὁ μιμητής, καὶ των Μεγαρέων, ἐγκαλλώπισμα ἱερόν· χαίροις Σαλαμῖνος,
Μονῆς θεῖος δομήτωρ, καὶ φύλαξ καὶ προστάτης, Πάτερ Λαυρέντιε
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου