ΑΠΡΙΛΙΟΣ Λ΄!!
ΚΛΗΜΗΣ ΟΣΙΟΣ ΣΤΟΥΔΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Ὁ Προοιμιακός. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἐορτῆς γ’ καὶ τοῦ Ὁσίου γ’. Ἦχος
πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Τοὺς
φοβουμένους τὸν Κύριον, μελῳδικῶς εὐφημῶν, σὺν αὐτοῖς κατεσκήνωσας, ἐν τῷ ὄρει
Ὅσιε, τῷ ἁγίῳ γηθόμενος· ὧν γὰρ τὸν βίον, Πάτερ ἐθαύμασας, καὶ πολιτείαν
ὑπερηγάπησας, τούτων ἐτήρησας, τὸ ταὐτὸν τῆς πίστεως καὶ καρτερῶς, τῆς
ὁμολογίας σου, τὸν δρόμον ἤνυσας.
Τὸ
τοῦ Σωτῆρος εἰκόνισμα, τῆς ἀνθρωπίνης μορφῆς, πατρικαῖς παραδόσεσιν, εὐσεβῶς
ἑπόμενος, προσκυνῶν διετέλεσας, τοῖς ἐναντίοις, ἀντιταττόμενος, καὶ ὑπὸ τούτων,
ἐξοριζόμενος, πάσης γυμνούμενος, ὑλικῆς ὑπάρξεως, μετὰ χαρᾶς, νῦν δὲ τὴν
ἀθάνατον, ζωὴν ἀπείληφας.
Κλῆμα
τῆς ἀμπέλου γέγονας, τῆς νοητῆς ἀληθῶς, γεωργίᾳ τοῦ Πνεύματος, οἶνον
κατανύξεως, κεραννὺς ἡμῖν Ὅσιε, καὶ μελῳδίας, λύρα πανεύσημος, καὶ θεωρίας,
πλήρης καὶ πράξεως, ψάλλων πανόλβιε, καὶ σκιρτῶν τῇ χάριτι, καὶ μελῳδῶν, ᾄσματα
θεόφθεγκτα, μακαριώτατε.
Καὶ
τὰ λοιπὰ τοῦ Πεντηκοσταρίου καὶ Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Κλήμεντα μέλπω,
τὸν μελουργὸν ἐμφρόνως.
ᾨδὴ
α’. Ἦχος πλ. α΄. ᾌσωμεν τῷ Κυρίῳ.
Κλῆμά
σε τῆς ἀμπέλου, τῆς ζωαρχικῆς ἀπαιωρούμενον, διὰ πίστεως θείας, καὶ ἀγάπης
παμμάκαρ γινώσκομεν.
Λόγοις
ἐντεθραμμένος, τοῖς ἐξ οὐρανοῦ ἐπιφοιτήσασι, καὶ σοφίας ἐνθέου, θεωρίαις
θεόφρον διέπρεψας.
Ἤλεγξας
ἀποτόμως, τῶν αἱρετικῶν τὰ κακουργήματα, καὶ τὴν ἄθεον γνώμην, ὀρθοδόξῳ καὶ
θείῳ φρονήματι.
Μόνης
τῆς Ὀρθοδόξου, πίστεως προθύμως ἀντεχόμενος, ἐξορίας ὑπέστης, καὶ τρυφῆς
Παραδείσου ἠξίωσαι.
Θεοτοκίον.
Ἔσχες
ἐν τῇ γαστρί Σου, κεχαριτωμένη τόν Σε πλάσαντα, τοῦ Θεοῦ Θεὸν Λόγον, Ὃν δυσώπει
σωθῆναι τὴν ποίμνην Σου.
ᾨδὴ
γ’. Σὺ εἶ τὸ στερέωμα.
Νόμοις
τοῖς τοῦ Πνεύματος, σὺ κυβερνώμενος ἔφθασας, τὸν τῆς ζωῆς Ὅσιε λιμένα, καὶ
γαλήνην προσώρμησαι.
Τέλος
τὸ μακάριον, καὶ πολυέραστον εἴληφας, τελειωθεὶς ἐν ὑπερορίαις, διὰ ζῆλον τὸν
ἔνθεον.
Ἄθλησιν
ὑπέμεινας, ἐξορίζομενος Ὅσιε, καὶ καρτερῶς τῶν Σοι ὑπαρχόντων, ἁρπαγὴν
ὑφιστάμενος.
Θεοτοκίον.
Μόνην
Σε βοήθειαν, ἔχων πανάμωμε Δέσποινα, τῶν πειρασμῶν πᾶσαν καταιγίδα, εὐχερῶς
ἀποκρούομαι.
ᾨδὴ
δ’. Εἰσακήκοα Κύριε.
Εἰσελήλυθας
ἔνδοξε, εἰς τὴν τοῦ Κυρίου χαίρων κατάπαυσιν, ὅπου πρόδρομος εἰσῆλθε Χριστός,
οὗ καὶ τὴν εἰκόνα προσεκήνυσας.
Λογικὸν
Πάτερ ὄργανον, θείας ἐπιπνοίας αὔραις κρουόμενον, ἀναδέδεξαι πανόλβιε, ὑμνῳδίας
θείας ἐκτιθέμενος.
Πρὸς
Θεὸν ἐξεδήμησας· δ’ Ὃν τοὺς ἀγῶνας θέλων ὑπέμεινας, καὶ τῆς τούτου κατηξίωσαι,
εὐμενείας Πάτερ καὶ λαμπρότητος.
Θεοτοκίον.
Ὡς
Θεοῦ Σε γεννήτριαν, κεχαριτωμένη πάντες δοξάζομεν, διὰ Σοῦ γὰρ ἡμῖν δέδοται,
τῆς ἀθανασίας ἡ ἀπόλαυσις.
ᾨδὴ
ε’. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Τῷ
πόθῳ τοῦ Δεσπότου βαλλόμενος, τῶν προσκαίρων Πάτερ κατεφρόνησας, καὶ τῷ Θεῷ
εὐηρέστησας.
Ὁ
πάντας τοὺς Ἁγίους ἐν ᾄσμασιν, εὐφημήσας σὺν αὐτοῖς ἀγάλλεσαι, πνευματικὴν
ἀγαλλίασιν.
Νενίκηκας
ἀσκήσεως Ὅσιε, τοὺς προστάτας λόγοις καὶ παθήμασι, καὶ καρτερίᾳ τῶν θλίψεων.
Θεοτοκίον.
Μὴ
παύσῃ δυσωποῦσα Ὃν ἔτεκες, Θεοτόκε σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων Σε
Δέσποινα.
ᾨδὴ
στ’. Χιτῶνά μοι παράσχου.
Ἐτίμησας
θεόφρον τοῦ Χριστοῦ, τὸ σεπτὸν εἰκόνισμα, νόμοις ἑπόμενος, διδασκάλων τῶν σοφῶν
καὶ διδάγμασιν.
Λειμῶνα
τῆς τρυφῆς χοροβατεῖν, θεόφρον ἠξίωσαι, χαίρων γὰρ ἤνυσας, τοὺς ἀγῶνας καρτερῶς
τῆς ἀσκήσεως.
Ὁ
ζῆλός σε τοῦ οἴκου τοῦ Θεοῦ, θεόφρον κατέφαγεν, οὗ τὴν εὐπρέπειαν, διετέλεις
ἀγαπῶν καὶ λαμπρότητα.
Θεοτοκίον.
Ὑμνοῦμέν
Σου τὸν τόκον εὐσεβῶς, Παρθένε πανάμωμε, ᾯ καὶ λατρεύομεν, προσκυνοῦντες σὺν
Πατρὶ καὶ τῷ Πνεύματι.
ᾨδὴ
ζ’. Παῖδες Ἑβραίων.
Ῥεῖθρα
δεξάμενος θεόφρον, ἐν καρδίᾳ σου γραφῆς τῆς θεοπνεύστου, μελῳδίας ἡμῖν,
ἀνέβλυσας κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Γνώσει
κοσμούμενος καὶ βίῳ, λαμπρυνόμενος ἐδείχθης θεοφόρε, καὶ ἀθλήσει σαφῶς,
διέπρεψας κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὅπως
ζωῆς τῆς ἀκηράτου, τύχῃς πάνσοφε ζωῆς τῆς ἐπικήρου, ἀπελύθης δεσμῶν, γηθόμενος
καὶ μέλπων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νόμοι
τῆς φύσεως Παρθένε, οὐχ ὑπέκυψας τεκοῦσα τὸν Δεσπότην, τὸν τὴν φύσιν ἡμῶν,
δημιουργήσαντα βουλήσει· εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.
ᾨδὴ
η’. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐδιώχθης,
ὑπὲρ τῆς εὐσεβείας, ὑπεδείχθης ἐν σκηναῖς αἰωνίοις, ἀντὶ τῶν φθειρομένων
διαμένουσαν, εὗρες κατοικίαν μέλπων τῶ Δεσπότῃ, ἀεὶ εἰς τοὺς αἰῶνας.
Μακαρίως,
ἐπορεύθης ἐν βίῳ, μακαρίας τελευτῆς ἠξιώθης, ἐν τῇ ὁμολογίᾳ τελειούμενος·
Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φωτοφόροις,
χορείαις τῶν Δικαίων, συνευφραίνεις δικαίως θεοφόρε, τούτους γὰρ ὑμνῳδίαις
ἐμακάρισας· ὅθεν καὶ τῆς τούτων ἔτυχες ἐλπίδος, καὶ δόξης τῶν στεφάνων.
Θεοτοκίον.
Ῥωννυμένη,
πιστῶν ἡ Ἐκκλησία, ὀρθοδόξῳ φρονήματι Παρθένον, καὶ Θεοτόκον κυρίως δοξάζουσα,
ὑμνεῖ Σε ἀπαύστως ὑπερευλογημένη, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Κυρίως Θεοτόκον.
Ὁ
βίος σου τῷ λόγῳ, Πάτερ ἐλαμπρύνθη, καὶ πολιτεία τῇ γνώσει συνέδραμεν· δι’ ἀμφοτέρων
γὰρ ὤφθης πᾶσιν αἰδέσιμον.
Νομίμως
ἠγωνίσω, Πάτερ θεοφόρε, καὶ τὸν τῆς πίστεως δρόμον τετέλεκας, ὁμολογίας
στεφάνοις κατακοσμούμενος.
Ὡς
κλῆμα τῆς ἀμπέλου, σὺ τῆς ζωηφόρου, μελῳδημάτων κρατῆρα κεκέρακας, τῇ τῶν
πιστῶν Ἐκκλησίᾳ Πάτερ πανόλβιε.
Θεοτοκίον.
Συμφώνως
Θεοτόκε, Σὲ δοξολογοῦμεν, τὴν προξενήσασαν δόξαν ἀμάραντον, τοῖς εὐσεβῶς
Παναγία Σὲ μεγαλύνουσιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου