Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 8. ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΘΕΟΛΟΓΟΣ ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ


ΜΑΪΟΥ 8.
ΙΩΑΝΝΟΥ ΘΕΟΛΟΓΟΥ
(Ῥήγα)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Τὸν τοῦ Ὑψίστου Υἱὸν θεολογήσας, Πάτερ συναΐδιον καὶ ὁμοούσιον, φῶς ἐκ φωτὸς ἀπαράλλακτον, καὶ χαρακτῆρα, τῆς ὑποστάσεως τοῦ γεννήτορος, ἀχρόνως ἐκλάμψαντα, καὶ ἀπαθῶς ἐξ Αὐτοῦ, Δημιουργόν τε καὶ Κύριον, πάντων αἰώνων, ἠγαπημένε σὺ ἀνεκήρυξας, τοῦτον τῷ κόσμῳ, τὸν ἐξάγοντα, φῶς ἐκ σκότους, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. (Δίς).

Τοῦ Παρακλήτου τὸ φῶς εἰσδεδεγμένος, ᾧ καὶ φωτιζόμενο ἐθεολόγησας, ἐκ τοῦ Πατρὸς προερχόμενον, διὰ Υἱοῦ δέ, τῇ ἀνθρωπότητι φανερούμενον, ὁμότιμον σύνθρονον καὶ ὁμοούσιον, ὅν τῷ Πατρὶ τῷ Ἀνάρχῳ τε, καὶ θείῳ Λόγῳ, ἠγαπημένε πᾶσιν ἐκήρυξας, ὅθεν ἐν ὕμνοις σὲ γεραίρομεν, ὡς τῆς πίστεως θεῖον θεμέλιον, ἥν ἀσάλευτον τήρει, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Τῆς ὑψηλῆς ἐπιβὰς θεολογίας, ἐμυήθης ἄῤῥητα Θεοῦ μυστήρια, μίαν Οὐσίαν Θεότητος, καὶ μίαν δόξαν, καὶ βασιλείαν καὶ κυριότητα, τρισὶν ὑποστάσεσιν διαιρουμένην Αὐτήν, οὐσιωδῶς ἀδιαίρετον, καὶ ἑνουμένην, ἐν ἀσυγχύτῳ θείᾳ ἑνότητι, οὕτω δοξάζων ἀνεκήρυξας, Θεολόγε Τριάδα ἀχώριστον, ἥν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος β΄.
Θεολόγε παρθένε, Μαθητὰ ἠγαπημένε τοῦ Σωτῆρος, ταῖς ἱκεσίαις σου ἡμᾶς περίσωζε δεόμεθα, ἀπὸ βλάβης παντοίας, ὅτι σοῦ ἐσμὲν ποίμνιον.

Καὶ νῦν. Τῆς ἑορτῆς.










Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης Χριστέ.
Τὴν μνήμην τοῦ σεπτοῦ Μαθητοῦ, Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, ἐπαξίως ἀνυμνήσωμεν πιστοί, αὐτὸς γὰρ τῆς Τριάδος, τὴν γνῶσιν ἀριδήλως, πᾶσι τοῖς ἔθνεσιν ἐκήρυξεν.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Τὴν ζάλην μετεποίησε, τῆς πλάνης τῶν εἰδώλων πρίν, εἰς γαλήνην, ὁ Ἀπόστολος Χριστοῦ, τὸν κόσμον ὁδηγήσας, ἐν πίστει ὀρθοδόξῳ, καὶ νῦν πρεσβεύει ὑπὲρ πάντων ἡμῶν.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Μέγιστον ἀντιλήπτορα, Χριστὲ τὸν σὸν Ἀπόστολον, ἐδωρήσω, Ἐφεσίοις τὸν σοφόν, καὶ θεῖον Θεολόγον, ὅν καὶ νῦν εὐφημοῦμεν, ὡς οἰκιστὴν καὶ πολιοῦχον αὐτῆς.

Δόξα. Ἦχος α΄.
Μαθητὰ τοῦ Σωτῆρος, παρθένε καὶ Θεολόγε, σοὶ ὡς παρθένῳ, τὴν Παρθένον καὶ Θεοτόκον παρέθετο, Χριστὸς ὁ Θεὸς σταυρούμενος, καὶ ταύτην ἐφύλαξας ὡς κόρην ὀφθαλμοῦ, διὸ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ· καὶ Ἀπόλυσις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου