ΜΑΪΟΣ ΙΔ!!
ΜΑΡΚΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Στύλον
εὐσεβείας σε, καὶ καρτερώτατον ἔρεισμα, τῶν πιστῶν σε γινώσκομεν, Μᾶρκε
παμμακάριστε, καὶ καταπιπτόντων ἀνόρθωσιν θείαν, καὶ ἱσταμένων στηριγμόν, τῶν
ῥαθυμούντων κέντρον ὀξύτατον, δι’ οὗ πρὸς ἀγωνίσματα, τῆς ἀρετῆς διεγείρονται,
καὶ τὸν κόσμον ἀρνούμενοι, τῷ Σωτῆρι στρατεύονται. (Δίς)
Πέτρᾳ
τῆς σῆς πίστεως, τὰ τῆς ἀθεότητος κύματα, προσραγέντα ἐτραπέντα, μετ’ αἰσχύνης
ἔνδοξε, μηδὲν δυνηθέντα πλέον ἐκτελέσαι, ἢ ἀποπλῦναί σου καλῶς, ἅπαντα ῥύπον
καὶ καθαρώτερον, δεῖξαί σε κατενώπιον, τοῦ Βασιλέως καὶ κτίστου σου, Ὅνπερ
καθικέτευε, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Φῶς
θεογνωσίας σοι, ἐπὶ τῆς γῆς διατρίβοντι, ἀνατέταλκεν ἔνδοξε, δι’ ἣν καὶ
ἠγώνισαι, καρτερᾷ ἐνστάσει, μέχρι τέλους· ὅθεν ὁ φωτοδότης Ἰησοῦς, τοὺς σοὺς
ἱδρῶτας ἀποδεξάμενος, ἐξ ὕψους φῶς ἀπέστειλε, καὶ τὴν σὴν κοίμησιν ἔνδοξον,
μαρτυρῶν ἀπειργάσατο, οὐρανίαις ἐλλάμψεσι.
Δόξα.
Ἦχος πλ. δ΄.
Δέσποτα
Κύριε, δέξαι τὸν ὕμνον ἡμῶν, Ὃν τῇ εὐσπλαγχνίᾳ Σου θαῤῥοῦντες Σοὶ προσφέρομεν,
τὸν Σὸν Ἀθλητὴν Μᾶρκον ἐγκωμιάζοντες· ἐκεῖνον γὰρ εὐφημοῦντες τῆς πρὸς Σὲ
ἀγαπήσεως Σὲ πάντως δοξάζομεν, τὸν ἐν τοῖς Σοὶς Ἁγίοις δοξάζομεν, καὶ δι’ αὐτοῦ
Σὲ δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παρῆλθεν
ὁ χειμών, τῶν παθημάτων Μᾶρκε, ἔαρ τῆς εὐφροσύνης, ἀνέτειλέ σοι· ὅθεν εὐφραίνου
ἐν Κυρίῳ σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε
ἀρτιφαής, ἀστὴρ τῆς Ἐκκλησίας, ὁ πάντων τῶν ὑμνούντων, τὴν μνήμην σου
φαιδρύνων, καρδίας καὶ τὰ πρόσωπα.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Σμύρνη
καὶ τῶν Κρητῶν, ἡ νῆσος ἐγκαυχῶνται, ἡ μὲν ὡς τεξαμένη, ἡ δὲ ὡς δεξαμένη, τὸν
Μᾶρκον μαρτυρήσαντα.
Δόξα.
Καὶ νῦν.
Οἶκον
τὸν τοῦ Θεοῦ, τὴν καθαρὰν Παρθένον, ἐν ᾗ Πατρὸς ὁ Λόγος, οὐσιωδῶς κατῆλθεν,
ὑμνοῦντες μεγαλύνομεν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Τὸν
στεῤῥὸν τῆς ἀληθείας ὑπέρμαχον, καὶ τοῦ Χριστοῦ στρατιώτην ἀκαταγώνιστον, ἐν
ᾠδαῖς ἱεραῖς Μᾶρκον τὸν θεῖον τιμήσωμεν, τὸν τὴν πλάνην τοῦ ψεύδους
γενναιοφρόνως πατήσαντα, καὶ Χριστὸν τὸν Θεὸν ἐν παῤῥησίᾳ κηρύξαντα, πρὸς ὃν οἱ
πιστοὶ εὐσεβοφρόνων βοήσωμεν· Χαῖρε τῶν Ἀθλοφόρων Κυρίου τὸ ἐγκαλλώπισμα.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ
Ἁγίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὁ
πᾶσαν τὴν κτίσιν ὡς Θεός, διεξάγων Κύριε, σοφῇ προνοίᾳ ὃς ἔστησας, τοῦ χρόνοι
ὅρια, ἕως πληρωθῆσι, σῳζομένων ἅπαντα τὰ πλήθη, αὐτὸς ἔδειξας Δέσποτα, καὶ ἐν
τῇ καθ’ ἡμᾶς γενεᾷ, Μᾶρκον τὸν ἔνδοξον, τὸν Μαρτύρων χοροῖς συναπτόμενον. (Δίς)
Δεῦτε
εὐφημήσωμεν πιστοί, ἱεροῖς ἐν ᾄσμασι, τὸν ἀληθείας ὑπέρμαχον, καὶ ἀδιάσειστον,
τῆς πίστεως πύργον, καὶ φαιδρὸν ἀγλάισμα, χοροῖς τῶν Μαρτύρων, τὸν στέφανον,
τῆς ὡραιότητος τῶν πιστῶν, καὶ σεπτὸν ἄγαλμα Ἐκκλησίας, Μᾶρκον τὸν τρισόλβιον. (Δίς)
Ὠθεὶς
ἐκ χειρὸς τοῦ πονηροῦ, ἀνετράπην Δέσποτα, πεσεῖν εἰς ᾅδου τὸ βάραρον, ὁ Μᾶρκος
ἔλεγεν· ἀλλ’ ἡ Σὴ οἰκτίρμων, χείρ μου ἀντελάβετο, καὶ πάλιν ἐπὶ πέτραν τῆς
πίστεως ἕστησεν· ὅθεν Σοι χαριστήρια προσφέρω Σοι, αἷμα τόδε, ἱλάσθητι σῶσόν
με.
Τὸ
σῶμα δαμάσας σιδηροῖς, κλοιοῖς κατεπάλαισας, τὰ τῆς σαρκός σου σκιρτήματα, τῇ
πρὸς τὸν κτίστην δέ, ἀνενδότῳ νεύσει, καταλέλοιπας τὴν δόξα, καὶ τὸν πλοῦτον
τὸν ἄπιστον, τῇ πίστει δὲ φραχθεὶς πρὸς τὸν θάνατον ἐχώρησας, στεῤῥὲ Μᾶρκε, καὶ
τοῦτον ἐνίκησας.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
πιστοί, τὸν γενναῖον τοῦ Χριστοῦ ὁπλίτην, ἐν ᾄσματι μέλχωμεν· οὗτος γὰρ τὸν
πάλαι πτερνίσαντα ὄφιν κατεπάτησε, καὶ τὴν κάραν αὐτοῦ γενναίως συνέτριψεν, ἐν
τῇ δυνάμει τοῦ ὑψωθέντος ἐν ξύλῳ ὄφεως μυστικοῦ, καὶ πρὸς αὐτὸν βοήσωμεν·
χαίροις, ὁ τὸ ψεῦδος ἐλέγξας ἐν παῤῥησίᾳ πολλῇ, καὶ τὴν πλάνην βυθίσας ἐν τοῖς
οἰκείοις αἵμασι· χαίροις, τὸ νεόφυτον ἄνθος τοῦ Παραδείσου, Χριστοῦ τοῦ Θεοῦ
ἡμῶν· Αὐτὸν ἱκέτευε, Μαρτύρων ἐγκαλλώπισμα, δωρήσασθαι εἰρήνην τῷ κόσμῳ, καὶ
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἰλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.
Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα
καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι
ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ὁ
νεοφανὴς ἀστὴρ τῆς Ἐκκλησίας, σήμερον ἀνέτειλεν ἐν τῷ στερεώματι αὐτῆς, Μᾶρκος
ὁ ἀοίδιμος, ταῖς τῶν ἄθλων φρυκτωρίαις τοὺς πιστοὺς καταφαιδρύνων ἐν πνεύματι,
καὶ ὁδηγῶν τοὺς ἐν θάλασσῃ τοῦ βίου κινδυνεύοντας εἰς λιμένα, καταίρειν
σωτήριον· φιλάνθρωπε Κύριε, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ ἀληθείας
ἐλθεῖν εἰς ἐπίγνωσιν, εὐχαῖς αὐτοῦ στήριξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Τὸν
ἀριστέα τοῦ Χριστοῦ τὸν γενναῖον, τὸν ὑποτάξαντα σταυροῦ τῇ δυνάμει τὴν πλάνην
πᾶσαν τοῦ πολεμήτορος, συνελθόντες καταστέψωμεν ἐγκωμίων ἐν ἄνθεσι· χαίροις, ὁ
ἀνένδοτος ἄκμων τῆς καρτερίας, μεγαλοψυχίας ἡ ἀκρόπολις, τὸ τεῖχος τῆς πίστεως
τὸ ἀκράδαντον, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
γ΄.
ᾌσατε
τῷ Κυρίῳ ᾆσμα καινόν, τῷ ἀναδείξαντι καινὰ σήμερον ἐν τῇ Ἐκκλησίᾳ Αὐτοῦ· νέον
γὰρ ἄνθος ἀνέτειλεν ἐκ τῆς καινῆς κτίσεως ἐν πορφυρῷ διαπρέπον στολίσματι, καὶ
τῶν Μαρτύρων κατακοσμοῦν χρυσαυγίζον σύστημα, ὁ Μᾶρκος ὁ ἀοίδιμος, ῥαθύμων ὁ
ἀλείπτης, καὶ πιστῶν τὸ στήριγμα, Κύριε δόξα Σοι.
Δόξα.
Ἦχος πλ. β΄
Τὴν
γλυκερὰν σήμερον τοῦ πνεύματος σάλπιγγα, τὴν διεγείρουσαν τοὺς τοῦ Χριστοῦ
στρατιώτας, εἰς τὸν κατὰ τοῦ δράκοντος πόλεμον, τὸν μακάριον Μᾶρκον
ἀνευφημήσωμεν· τοῖς ἔργοις γὰρ διατόρως ὡς φθέγμασιν ἐκβοᾷ· μὴ φοβεῖσθε, ὦ
συναθληταί, τῶν τυράννων τὰ φρυάγματα, ὅτι μείζων ἀσυγκρίτως ὁ ἐν ἡμῖν ἢ ὁ καθ’
ἡμῶν. Αὐτὸς ὁ τα βραβεῖα προθείς, καὶ τοῖς ἀγωνιζομένοις συναγωνίζεται καὶ
στέφει τοὺς μέχρι τέλους ὑπομείναντας. Χριστὸς ὁ Θεός, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χάριν
ὄντως δίδωσι, Θεός, καὶ δόξαν ὡς ἔφησε, Δαβίδ ὁ θεῖος, ἐν πνεύματι σοὶ γὰρ
μακάριε, χάρις ἐδωρήθη τοῦ παθεῖν, δι’ ἔρωτα Χριστοῦ τοῦ ασιλέως, παθήματα
πλεῖστα καὶ θάνατον, ἐφ’ οἷς δόξαν τὴν αἰώνιον, ἐκπληρώσω εἰς Θεοῦ Βασίλεια.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τὸ
πλῆθος χρηστότητος τῆς σῆς, ὅπερ ἐναπέκρυψας, τοῖς φοβουμένοις σε Κύριε,
ἄπειρον πέφυκεν ἀληθῶς, διόπερ οἱ Μάρτυρες χαίρουσι, τῷ πλήθει τῶν βσάνων
θλιβόμενοι, ὡς οἱ εὑρίσκοντες, σκῦλα πλεῖστα καὶ ἀναίμακτα, ὅθεν Μᾶρκος χαίρων
κατεσφάττετο.
Στ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸ
ἔλεος Δέσποτα τὸ Σόν, ὑπερβαίνει ἔλεγε, Μᾶρκος ζωὰς πάσας σώματος, οὐχ ὅπως
μίαν γε· διὰ τοῦτο τοίνυν χαίρων ὑποτίθεμαι, δι’ ἔρωτα ἐλέους Σου Κύριε, εἰ
πλείους εἶχον δὲ καὶ αὐτὰς ἂν συναπέβαλον· δέξαι Σῶτερ, δῶρα τῆς πτωχείας μου.
Δόξα.
Ἦχος πλ. α΄.
Ἀγάπῃ
τῇ πρὸς Σὲ ζεζωμένος ὁ Μᾶρκος ἔλεγε, φιλάνθρωπε Κύριε· Σὺ εἶ ἰσχύς μου ὁ ἐκ τοῦ
πτώματος ἀνορθώσας με· Σύ μου στερέωμα κατορθοῦντος τῇ Σῇ χάριτι, φεύγοντι δὲ
τοῦ ἐχθροῦ τὰ δελεάσματα, Σύ μου δείκνυσαι καταφυγὴ δεινῶν τε πάντων ῥυόμενος·
ὡς Θεὸς βοηθεῖς μοι ἑκάστοτε· Σὺ δὲ Κύριε, πρὸς τὸν λιμένα τοῦ Σοῦ με κατεύθυνον
θελήματος. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, τῇ Ἐκκλησίᾳ Σου τὴν εἰρήνην δώρησαι, καὶ
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Τὸν
στεῤῥὸν τῆς ἀληθείας ὑπέρμαχον, καὶ τοῦ Χριστοῦ στρατιώτην ἀκαταγώνιστον, ἐν
ᾠδαῖς ἱεραῖς Μᾶρκον τὸν θεῖον τιμήσωμεν, τὸν τὴν πλάνην τοῦ ψεύδους
γενναιοφρόνως πατήσαντα, καὶ Χριστὸν τὸν Θεὸν ἐν παῤῥησίᾳ κηρύξαντα, πρὸς ὃν οἱ
πιστοὶ εὐσεβοφρόνων βοήσωμεν· Χαῖρε τῶν Ἀθλοφόρων Κυρίου τὸ ἐγκαλλώπισμα.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογία, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε
ἴδετε πιστοί, τοῦ Ἀθλοφόρου τοῦ στεῤῥοῦ, τὰ παλαίσματα δι’ ὧν, κατατροποῦται
τὸν ἐχθρόν, οὐκ ἐν ῥομφαίᾳ ἢ ἅρμασιν ἢ ἐν ἵπποις, ἀλλ’ ὄνομα Χριστοῦ,
ἐπικαλούμενος, καὶ βάλλων δι’ εὐχῆς, τὸν ἀντίπαλον, ἐν ἀσθενείᾳ σώμτος, προχέει
δὲ μικρὰς ῥανίδας τοῦ αἵνατος, ἐν αἷς ποντίζει, πληθὺν δαιμόνων, ἐν Θεῷ
δυναμούμενος.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογία, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐξεπλάγησαν
τὴν σήν, παῖδες Σμυρναίων ἀρετήν, καθορῶντες τὸ στεῤῥόν, τῆς διανοίας σου σοφέ,
πῶς τὰς αἰκίας ὡς μάργαρον ἐλογίζου, καὶ ἅλυσιν τὴν σὴν ὡς περιδέραιον, κόσμον
ἐκλεκτὸν καὶ ἐράσμιον, καὶ τὰ λοιπὰ κολαστήρια ἠσπάζου καταφιλῶν ὡς σωτήρια·
δόξα Σοι Λόγε, τῷ δυναμοῦντι ἐν τῷ σταδίῳ τοὺς Μάρτυρας.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τὴν
πιστευθεῖσάν σοι δραχμὴν Θεοῦ εἰκόν, ἀπαπολέσας γοερῶς ἐθρήνεις μάκαρ, ἱκετεύων
τὸν πλάστην σοι ἀποδοθῆναι, τὸ τοῦ προτύπου καλλωπισμοῦ τὸ κάλλος, τοῦ
πρωτοτύπου τοῦ ἐξ ἀρχῆς, διόπερ τῷ μαρτυρίῳ τὴν σεαυτοῦ κατοικίαν ἐκάθηρας,
σκυβάλων πάντων τῶν ἐν γῇ, εὑρὼν δὲ τὸ ζητούμενον συνευφραίνῃ τοῖς φίλοις σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ αντίδωρο τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν
ἀριστέα τοῦ Χριστοῦ τὸν γενναῖον, τὸν ὑποτάξαντα σταυροῦ τῇ δυνάμει τὴν πλάνην
πᾶσαν τοῦ πολεμήτορος, συνελθόντες καταστέψωμεν ἐγκωμίων ἐν ἄνθεσι· χαίροις, ὁ
ἀνένδοτος ἄκμων τῆς καρτερίας, μεγαλοψυχίας ἡ ἀκρόπολις, τὸ τεῖχος τῆς πίστεως
τὸ ἀκράδαντον, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου β΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Γενναίοις
ἔργοις ἐντρυφῶ Μάρκου νέου.
ᾨδὴ
α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Γηθόμενοι ἐν Θεῷ
κροτήσωμεν, ὦ φιλομάρτυρες χεῖρας, κοσμοῦντες Μάρκου τὴν φαιδρὰν ἐγκωμίοις
πανήγυριν· Μαρτύρων γὰρ ὁ ἔπαινος καθαγιάζει, τοὺς ὑμνοῦντας αὐτούς.
Εὑρέθης τοῖς μὴ ζητοῦσιν
ἔνδοξε, τὴν παρουσίαν σου, καὶ ἐμφανὴς ἐγένου τοῖς λαοῖς τοῖς μὴ ἐπερεωτῶσι τὰ
σά· ὁρμῇ θεοτιμήτῳ γὰρ εἰδώλων πλάνην κατηδάφισας.
Νεάζων ἐν ἡλικίᾳ σώματος,
ἡττήθης αἴσχιστα τῷ ἀρχεκάκῳ ὄφει, συμπλακεὶς καὶ πεσὼν ἐκ τῆς ὄντως ζωῆς· ἀλλ’
ἀναστὰς συνέτριψας αὐτοῦ τὴν κάραν, γενναιότατε.
Θεοτοκίον.
Νοσοῦσάν μου τὴν ψυχὴν
ἰάτρευσον, ἡ τὸν ἀκέστορα Λόγον Θεοῦ κυήσασα ἁγνή, Ὃν Πατὴρ ἐξαπέστειλεν, ἵνα
ἡμᾶς ἰάσηται διαφθορᾶς τε καὶ κακώσεως.
Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς:
Μάρκου ἐπαίνους ἀρτιμάρτυρος πλέκω.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μάρκου τοὺς ἄθλους εὐφημεῖν
προθέμενος τὸν τῶν Μαρτύρων, ἱκετεύω Θεὸν χάριν δοῦναί μοι καὶ ἔμπνευσιν, μὴ
πάνυ πόῤῥῳ πέσοιμι τοῦ σκοποῦ, μηδ’ ὑβρίσω τὸν Ἀθλητήν, τοῖς ἐπαίνοις μου τοῖς
μικροπρεπέσι τὸν μέγιστον.
Ἀνεπιστρόφῳ λογισμῷ
διήνυσας τὴν μαρτυρίου ὁδόν, νομίμως ἀλήσας Μᾶρκε παμμακάριστε· διὸ κριτὴς ὁ
δίκαιος δεξιᾷ ζωηφόρῳ τὸν στέφανόν σοι ἀπέδωκε, τῆς δικαιοσύνης σαφέστατα.
Ῥωμαλεότητι φρενῶν
ἐχώρησας, πρὸς τὸ μαρτύριον αὐτόμολος Μᾶρκε, ἴνα ἀνακτήσῃ σου ἧτταν, ἥνπερ
πρότερον καθυπέστης, γινώσκων Θεοῦ εὐσπλάγχνου τὸν ἔλεον, ὃν μετανοοῦσι
χαρίζεται.
Θεοτοκίον.
Κυριευθέντα με δεινῶς τοῖς
πταίσμασι Κυρία τοῦ παντός, προφθάσασα ῥῦσαι χαλεπῆς ἁλώσεως, καὶ κύριον
ἀνάδειξον παθημάτων τὸν νοῦν μου, ὅπως ἀεὶ μεγαλύνω Σε, τὴν ἀειμακάριστον
Δέσποιναν.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀκούσας τοῦ πάντων
Βασιλέως, ἀρνήσασθαι κελεύειν τοὺς αὐτὸν ἀρνησαμένους εἴληφας φόβον ἐν τῇ
καρδίᾳ σου, καὶ μαρτυρίου αἵμασιν ἧτταν, τὴν σὴν ἀνεκάλεσας.
Ἰὸν τὸν τοῦ ὄφεως ἐμέσας ὃν
ἔπιες Μᾶρκε στυγερῶς, σὸν αἷμα προσενήνοχας εἰς ἱλασμὸν τῷ Κτίστῃ σου, ἐν
κατανύξει ἴασιν τῇ σῇ ψυχῇ ἐξαιτούμενος.
Ὁ Παῦλος εὐθέως ἐκδιδάσκει
μὴ κρίνειν οἰκέτην ἐν δεινοῖς καταπεσόντα, δύνασθαι καὶ γὰρ αὐτοῦ τὸν κύριον
στῆσαι αὐτὸν εὐθὺς σῶον, ὡς καὶ ἐν Μάρκῳ ἐγένετο.
Θεοτοκίον.
Ἰδὼν ὁ φιλάνθρωπος Υἱός Σου
Παρθένε, τὸ γένος τῶν βροτῶν ἐπιῤῥεπὲς τοῖς πταίσμασιν, μετάνοιαν ἐτάξατο καὶ
μαρτυρίου βάπτισμα, δι’ ὧν πᾶν αἶσχος καθαίρεται.
Ἕτερος.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ συμπαθέστατος Θεός, ὁ
θέλων πάντας σωθῆναι, ὁ κελέυων ἀγαγεῖν σοι Μαρτύρων τοὺς χορούς, καὶ δι’ αὐτῶν
δικαίωσιν χαρίζεσθαι, τοὺς ἄθλους τοῦ Σοῦ Μάρκου δεξάμενος, ἡμᾶς οἴκτειρον.
Ὑπομονῆς τὸν καρτερὸν
ἀδάμαντα, καὶ ἀγάπης ἐν Χριστῷ ἑλκτικωτάτην μαγνῆτιν, καὶ τὸν ἄνθρακα ὁμοῦ τῆς
σωφροσύνης μέλψωμεν, Μᾶρκον τὸν Ἀθλοφόρον, δι’ οὗ πιστοὶ καταστέφονται στέμμα
πιστῶν τιμαλφέστατον.
Ἐν τῇ καμίνῳ τῶν παθῶν,
ὥσπερ χρυσὸς ἐχωνεύθης, καὶ θυσίας ὁλοκάρπωμα ξένον τῷ Θεῷ, τῷ διὰ σὲ
ἀποθανόντι γέγονας, μεθ’ οὗ συζῇς ἐν δόξῃ συμβασιλεύων αἰώνια.
Θεοτοκίον.
Παιδίον ἔτεκες ἁγνή, τὸν ἐκ
Πατρὸς πρὸ αἰώνων γεννηθέντα ἀπαθῶς καὶ ἀτρέπτως, ὃν ἐν φύσεσι διτταῖς
λατρεύοντες δοξάζομεν, Σὲ δὲ ὡς Θεοτόκον πάντες πιστοὶ μακαρίζομεν.
Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν
τοῖς μέλεσι τοῖς σοῖς, Μᾶρκε δοξάσας τὸν Θεόν, ἐδοξάσθης παρ’ Αὐτοῦ,
προσδεξαμένου τοὺς πολλούς, ἐν τοῖς ἀγῶσιν ἱδρῶτάς σου καὶ τοὺς μόχθους· ὅθεν
καὶ ἡμᾶς εὐφημοῦντάς σε, κινδύνους δι’ Αὐτὸν ὑπομείναντα, ἐκείνῳ ἀναφέρομεν τὸν
ὕμνον, ᾯ μελῳδοῦντες κραυγάζομεν· Χριστὲ Μαρτύρων, σθένος καὶ δόξα Σὺ ὑπάρχεις
καὶ καύχημα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
ᾨδὴ
δ΄. Ὀ καθήμενος ἐν δόξῃ.
Στεφηφόρος ἀνηνέχθης εἰς τὰ
ἄνω Βασίλεια, Μᾶρκε ἀποκτείνας ἐν οἰκείῳ ξίφει τὸν τύραννον, καὶ γὰρ αὐτὸν
ἐκδικήσας τῆς ἀρνήσεως, κατεβάλου εἰς γῆν, καὶ γενναίως κατέσφαξας.
Ἔχων μάκαρ ἐν καρδίᾳ τὸν
Χριστὸν Ὃν ἠγάπησας, οὔτε πῦρ οὐ ξίφος οὔτε ἀλγεινὴ ἄλλη βάσανος, οὔτε παρόντα
ἢ μέλλοντα, ἀνέκραζες, τῆς ἀγάπης Αὐτοῦ με χωρίσαι δυνήσεται.
Ῥάβδοις ἅπαν σου τὸ σῶμα
κατεξάνθη ἀοίδιμε, ἀλλ’ ὁ τῆς ψυχῆς σου τόνος οὐδαμῶς κατενάρκησεν, ἀλλ’ ἐν
χαρᾷ τῆς καρδίας αἰκιζόμενος θάψειν ἔπειθες, τὴν τοῦ προσώπου φαιδρότητα.
Θεοτοκίον.
Γῆ
ἀνήροτος ὡράθης θεῖον ἄρτον βλαστήσασα, Παναγία Κόρη ὃς ἐξ οὐρανοῦ καταβέβηκεν,
ὡς ὑετὸς ἐπὶ πόκον τὴν κοιλίαν Σου, καὶ ἐνέπλησε πάντα τὸν κόσμον χρηστότητος.
Ἕτερος.
Σύ μου ἰσχύς.
Ἀκηκοώς, Μᾶρκε σοφέ, τοῦ
Κυριου σου ἐκβοῶντος, αὕτη ἐστὶν ἡ ζωή, ἵνα τις Θεὸν τὸν ἐν ἀληθείᾳ γινώσκῃ καὶ
ὃν ἀπέστειλεν αὐτὸς Υἱὸν καὶ Λόγον, σῷ θανάτῳ ὠνήσω τὴν τοιαύτην ζωὴν
προμηθέστατα.
Ἵνα Θεῶ διαλλαγῇς τελεώτατα
ἀνεβόας· ἕνεκά Σου Δέσοτα, διὰ παντὸς θάνατον πικρὸν αἱροῦμα, σφαγῆς τε ὡς
πρόβατον λογίζομαι, ἀλλ’ ἐν ἅπασι τούτοις ὑπερνικῷ δυνάμει κραταιούμενος σῆς
ἀγαπήσεως.
Νοῦν εὐσεβῆ ἔνδον λαβὼν ἐν
καρδίᾳ σου, ἔγνως ὅτι ἐμαυτῶν οὐ πέλομεν, ἀγορασθέντες πολλῆς τιμῆς αἵματος
τιμίου Θεοῦ ἀμνοῦ, καὶ ποιμένος τε· διὸ καὶ ὅλον φέρων σεαυτὸν ἐναπέθου τῷ
Δεσπότῃ καὶ ῥύστῃ καὶ πλάστῃ σου.
Θεοτοκίον.
Ὅλην ἐκ Σοῦ φύσιν ἐμὴν
προσελάβετο ὁ πρὸ πάντων αἰώνων Κύριος, σάρκα ψυχὴν νοῦν ἀνθρωπικόν, δι’ οὗπερ
ἡνώθη ὁ ἄϋλος μετὰ σώματος, καὶ ἔσωσέ με ὅλον πᾶν πρόσλημμα, σώσας καὶ θεώσας
αὐτὸ Κόρη πάναγνε.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁμήγυρις γάνυται πιστῶν ἐν
τῇ κοιμήσει σου, ἣν Θεὸς ἐδόξασεν ἐξ ὕψους φωτοφανείαις καὶ ὑμνῳδίαις φρικταῖς,
δι’ ὧν πᾶς ἐξίσταται ὁρῶν τοῦ Θεοῦ τὴν ἄφατον εὐσπλαγχνίαν καὶ δύναμιν.
Ἰσχὺν ἀναλάβετε οἱ
ἀπογνώσεως ἔκλυτοι, γεύσασθε Χριστοῦ πάντες Δεσπότου, μετανοεῖτε οἱ
ἁμαρτήσαντες, καὶ γὰρ πάντας δέχεται διδούς, καὶ βραβεῖα μέγιστα, Μᾶρκος
θνήσκων ἀνέκραζε.
Σιδήροις τὸ σῶμά σου
περιζωννύων πάντοθεν, νηστείαις καὶ δάκρυσι τὸν Κτίστιν καθικετεύων οὐ
διαλέλοιπας, τέλει πρὸς Αὐτὸν μαρτυρικῷ διαβῆναι ἔνδοξε, οὗπερ καὶ κατηξίωσαι.
Θεοτοκίον.
Ἐκύησας ἄχραντε ἐκ τῶν
ἁγνῶν αἱμάτων Σου, Θεὸν ἀπειράνδρως σαρκωθέντα· Ὃς μεμνημένος ἡμῶν τὸ φύραμα
χοῦν εἶναι ἐκ γῆς, οἷα πατὴρ οἰκτίρας τοὺς πταίοντας, ὡς υἱοὺς ἀσθενήσαντας.
Ἔτερος.
Ἵνα τί με ἀπώσω.
Ὕμνοις τὴν θείαν κάραν πόθῳ
καταστέψωμεν, ὦ φιλομάρτυρες, τοῦ γενναίου Μάρκου, τοῦ τὴν κάραν τελείως
συντρίψαντος τοῦ δεινοῦ βελίαρ, καὶ κεφαλὴν τῆς Ἐκκλησίας ἐν σταδίῳ Χριστὸν
ἀποδείξαντος.
Συνεκράθης τῷ πόθῳ ὅλος τοῦ
Δεσπότου σου, καὶ συνενέκρωσας Αὐτῷ τῷ ταθέντι διὰ σὲ ἐπὶ ξύλου καὶ ζήσαντι·
ἔζης δὲ οὐκέτι ἐν σεαυτῷ, ἀλλ’ ἐν σοὶ ὄντως ὁ Χριστὸς ἔζη Μᾶρκε, δοξάζων σε.
Ἀκουτισθεὶς θεόφρον, λόγους
οὓς ἐλάλησε Πνεῦμα τὸ Ἅγιον, τῷ Σμύρνης ἀγγέλῳ ἐν ἔργοις ἐπλήρωσας ἄριστα·
ἔφησε γὰρ τάφε· γίνου πιστὸς ἄχρι θανάτου, καὶ ζωῆς τῷ στεφάνῳ κοσμήσω σε.
Θεοτοκίον.
Ῥῆξον τὸ τῶν παθῶν μου
πάναγνε, χιτώνιον καὶ ἀπαμφίασον αἰσχρῶν ἐνδυμάτων, ἃ κακῶς μοι ὁ ὄφις
συνέῤῥαψε καὶ ἐπένδυσόν με καταστολὴν τοῦ Υἱοῦ Σου, ἵνα μὴ ἐκ τοῦ γάμου ἐξώσῃ
με.
ᾨδὴ
στ΄. Θύσω σοι μετὰ φωνῆς.
Νέμει σοι δικαιοσύνης
στέφανον Ἰησοῦς, καὶ γὰρ νομίμως τὸν δρόμον τὸν τοῦ μαρτυρίου μάκαρ, τελέσας
ἀνεδείχθης στρατιώτης γνησιώτατος.
Τέρπεται τῶν Σμυρναίων ἡ
πόλις κατέχουσα, ὡς ἀνεξάντλητον ὄλβον τὸ σεπτόν σου Μᾶρκε σῶμα, καυχᾶται σὺν
αὐτοῖς δὲ καὶ μητρίς σου, Κρητῶν ἡ μητρόπολις.
Ῥώννυται τῶν πιστῶν τὰ
συστήματα, βλέποντα τὴν καρτερίαν σου Μᾶρκε, πῶς ἐν ἄνθει ὄντως τῆς ἡλικίας τῶν
προσκαίρων περιφρονήσας πάντων ἐνήθλησας.
Θεοτοκίον.
Ὕψιστε Βασιλεῦ τῶν αἰῶνων
καὶ Κύριε, ὁ ἐπ’ ἐσχάτων τῶν χρόνων ἐξ ἁγνῆς Παρθένου σάρκα φορέσας ταῖς
πρεσβείαις, τῆς μητρός Σου Σοῖς δούλοις ἱλάσθητι.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Τίς οὗτος ὁ διαυγής, ἀστὴρ
ὁ λάμπων ὑψώματι, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ πάντων τὰ πρόσωπα φαιδρύνας ἐν
χάρισι, στίλβων οὐρανίαις; Μᾶρκος πέλει ὁ ἀοίδιμος.
Ἰδού σε ὁ βασιλεύς, νύμφη
Χριστοῦ φιλήσας σε, καινοῖς ἐν καλλωπισμοῖς, κοσμεῖ ταῖς τοῦ Μάρτυρος,
ἀριστείαις σήμερον, Μᾶρκου λαμπομέναις ὑπὲρ σάπφειρον ἢ μάργαρον.
Μηδὲν φοβοῦ ἃ παθεῖν, μέλλεις
προέφη ὁ Κύριος· μέλλει γὰρ ὁ σατανᾶς, εἱρκτῇ ἐκπειρᾶσαί σε, καὶ θλῖψιν
παρέξειν σοι ἡμερῶν ὀλίγων, πιστὸς γίνου καὶ δοξάσθητι.
Θεοτοκίον.
Ἁμαρτιῶν τὸ δεινόν,
κλυδώνιον ἐκταράττει με, καὶ τρικυμίαις πολλῶν, πνευμάτων βυθίσαι με,
ἐπισπεύδει πάναγνε, προφθάσασα ὅρμῳ, σωτηρίας με εἰσάγαγε.
Κοντάκιον.
Τὰ ἄνω ζητῶν.
Χριστοῦ
τοῖς στεῤῥοῖς ὅπλοις περιφραξάμενος εὐψύχως σοφέ, εἰς μάχην προσεκάλεσας
παρατάξεις ἔνδοξε, τὰς τοῦ σκότους καὶ κοσμοκράτορος, ἃς συγκόψας ὥσπερ
νικητής, ἐδέξω τὸ στέφος ἐκ χειρὸς Χριστοῦ.
Ὁ
Οἶκος.
Ὁ
ἐκ τοῦ στήθους τοῦ Χριστοῦ τὰ ἄῤῥητα ἀντλήσας, καὶ θείων γεγονὼς μύστης
ἀποκαλύψεων, καὶ Σμυρναίοις γράφει ἐκ προσώπου τοῦ Χριστοῦ· οἶδά σου τὰ ἔργα,
φησί, καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν τῆς σαρκός, εἰ καὶ πλούσιος ὑπάρχεις τῷ
πνεύματι. Μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν, βλάψαι σε μὴ δυνάμεναι· ἰδοὺ μέλλει
βαλεῖν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακήν, ἵνα πειρασθῆτα, καὶ ἕξετε θλῖψιν ἡμερῶν
δέκα· .εσται γὰρ ὀλιγοχρόνιος· ἀλλὰ γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν
στέφανον τῆς ζωῆς. Ταῦτ’ οὖν ὁ γενναῖος τηρήσας Μᾶρκος, ἀληθῶς ἐδέξατο στέφος
ἐκ χειρὸς Χριστοῦ.
Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Μάρκος ὁ
Κρῆς,ὁ ἐν Σμύρνῃ μαρτυρήσας, ἐν ἔτει 1645, ξίφει τελειοῦνται.
Ἡγεῖτο οὐδὲν
Mάρκος ὁ Kρῆς τὸ ξίφος,
Bλέπων
ἀκλινῶς πρὸς τὸ ἐκ ξίφους στέφος.
Τῇ δεκάτῃ δὲ
τρίτῃ τάμε φάσγανον αὐχένα Μάρκου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἰσιδώρου τοῦ ἐν Χίῳ.
Ἔσαινεν
Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
Καὶ πρὸς
τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Θεράποντος ἐπισκόπου Κύπρου
Ὤφθης
Θεράπων, οἷα θύτης τοῦ Λόγου,
Ὤφθης
Θεράπων, καὶ δι' αἵματος Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις
Tὴν τῆς
κεφαλῆς ἐκτομὴν εὑρὼν σκάφος,
Περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.
Περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀλέξανδρος,
Βάρβαρος καὶ Ἀκόλουθος,ξίφει τελειοῦνται.
Tριῶν
συνάθλων ταῖς τετμημέναις κάραις,
Tρία Tριὰς
τίθησιν ἄξια στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καρτεγίου (Cartage)
ἐπισκόπου Λίσμορ τῆς Ἰρλανδίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Λεοντίου, Πατριάρχου Ἱεροσολύμων
Λεόντιόν τι ὦ
Λεόντιε πνέων,
Σατὰν καθεῖλες,
οἷα μικρὰν ἐμπίδα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Βούλγαρος
ὁ χρυσοχόος, ἐν ἔτει 1802, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα
τοῦ ἐκ Κιέβου, ἐπισκόπου Νόβγκοροντ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου Τβερντίσλοβ
τοῦ θαυματουργοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος
τῆς Θεοτόκου ἐν Γιαροσλὰβλ Ῥωσσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις
Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἐν τῇ καμίνῳ.
Φῶς ἐνοικῆσαν θεογνωσίας ἐν
καρδίᾳ τῇ σῇ, τέκνον σε φωτὸς εἰργάσατο ἀληθῶς, καὶ φωτὸς ὅπλοις ἐνέδυσεν, ἐν
οἷς ἐκραύγαζε· Εὐλογηὸς Χριστὸς ὁ Θεός μου καὶ Κύριος.
Ὤ, πῶς ὡς ῥόδα ἢ θησαυροὺς
προσήρπαζες ἐν χαρᾷ, πᾶσαν τιμωρίαν Μᾶρκε, ὑπὲρ Χριστοῦ καὶ διψῶν θλίψεις
προσθεῖναί σοι, εὐλογητὸς ἀνεβόας, Χριστός μου καὶ Κύριος.
Μὴ δειλιάσας τοὺς
δυναμένους σῶμά του τὸ φθαρτὸν κτεῖναι, ἀλλὰ μᾶλλον τὸν οὐρανοῦ καὶ γῆς
κυριεύοντα, σαυτὸν παρέδωκας εὐθαρσῶς τοῖς βασάνοις μακάριε.
Θεοτοκίον.
Ἀναμαρτήτως τὴν μαρτυρίου
τρίβον διαδραμὼν Κόρη, ὁ Υἱός Σου πᾶσιν ἁμαρτωλοῖς σωτηρίας θύραν ἤνοιξε, δι’
ἧς εἰσέρχονται εὐχερῶς εἰς τὰ ἄνω Βασίλεια.
Ἕτερος.
Θεοῦ συγκατάβασιν.
Ῥανίσιν αἱμάτων σου μείξας
θεόφρον, τοὺς τῶν δακρύων κρουνούς καὶ ἱδρῶτων τοὺς πόνους συνεκεράσω
σωτηριῶδες ποτόν, ὃ πεπωκὼς γηθοσύνως ἀνέκραζες· κράτιστον ὄντως ἐστὶ ὑπάρχει
ποτήριον ὑπὲρ Χριστοῦ.
Τρωθέντος σου ἔνδοξε, ὄφις
ἐτρώθη ὁ δολιόφρων ἐκ σοῦ, μὴ ἰσχύσας νικῆσαι ἢ καταστῆσαι τῆς καρτερᾶς σου
ψυχῆς, πύργον τὸν μέγαν Χριστῷ στερούμενον· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων
ἡμῶν.
Ὑπνώσας μακάριε, ὕπνον
ὁσίοις κεκληρωμένον εἰς αἰῶνας ἀλήκτους, ζῇς καὶ μετὰ πάντων τῶν συμμαρτύρων
τῶν σῶν, μισθὸν λαβεῖν ἐκ Θεοῦ προσδεχόμενος, πόνων τῶν σῶν ἐν χαρᾷ, ὡς ἡ
ὑπόσχεσις.
Θεοτοκίον.
Ῥαθύμως διήνυσας τὸν δρόμον
πάντα, τῆς μοχθηρᾶς μου ζωῆς, καὶ τὸ τέλος ἐγγίσαν γυμνόν με εὗρεν, οἴμοι,
παντὸς ἀγαθοῦ καὶ θρήνοις κλαίω τὴν ἐμὴν ἀπώλειαν· ἀπηλπισμένων ἡ ἐλπὶς
Παρθένε, σῶσόν με.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ῥανίσιν ὀλίγαις τῶν αἱμάτων,
ἠλλάξω τὴν Βασιλείαν τὴν οὐράνιον, καὶ ζωὴν τὴν ἄληκτον, ὦ σοφὸν ἐμπόρευμα, ὢ
μαργαρίτου ἔνδοξε, ὅνπερ ἐφεύρηκας, δι’ ὃν ἀπεμπολήσας σὸν πλοῦτον, πάντα τὸν
ἐν κόσμῳ, ἀγάλλῃ εἰς τοὺς αἰῶνας.
Κλῆμα τῆς ἀμπέλου
ἀνεδείχθης, Χριστοῦ τοῦ παμβασιλέως καθαιρόμενος, ὑπὸ γεωργοῦ πατρὸς ἀξίνῃ τῶν
θλίψεων· διὸ καρπὸν προήγαγες πλείονα ἔνδοξε, ληνοῖς ὃν μαρτυρίου πατήσας
οἶνον, εὐφροσύνης πηγάζεις εἰς τοὺς αἰῶνας.
Ὅλον σεαυτὸν καθιερώσω Θεῷ
τῷ παμβασιλεῖ καὶ παντοκράτορι, ὥσπερ ὁλοκαύτωμα, ἐξ οὗ πάντας εἴληφας οὐδένων
μὴ φεισάμενος ὧνπερ ἐκεκτήσο· διὸ πολλαπλασίονα εὗρες, ἐν τῷ ἀθλοθέτῃ Χριστῷ
εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Υἱὸν ἐν Πατρὶ καὶ θεῖον
Πνεῦμα, τὰ τρία ὡς συνημμένα ἐν θεότητι διακεκριμμένα δέ, μοναῖς ὑποστάσεσι,
ἕνα Θεὸν τρισήλιον καὶ ὁμοούσον ὑμνοῦντες, προσκυνοῦμεν ἐν πίστει, καὶ
ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Ὁ ἀκούων τῶν λόγων μου, καὶ
πιστεύων ἐν πνεύματι Πατρὶ τῷ ἀνάρχῳ, τῷ με ἀποστείλαντι, ἔφησεν ὁ Ἰησοῦς, ἔχει
αἰώνιον τὴν ζωὴν καὶ ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν μεταβαίνει· διό σε ζῶντα
Μᾶρκε, εἰδότες εὐφημοῦμεν, καὶ σὲ παρακαλοῦμεν, πρεσβεύειν ὑπὲρ πάντων.
Στεφηφορῶν παρίστασαι
Βασιλεῖ τῶν δυνάμεων, ἐν λελευκασμένῃ τῇ στολῇ ἀοίδιμε, ἣν σὸς ἐξυφάνατο ὁ
ἀθλοθέτης ἐν τῷ ἱστῷ τῷ τοῦ μαρτυρίου, ὃ οὐδέποτε ῥύποις μολύνεται καὶ ἀεὶ
ἀναμέλπεις· Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Παρεμβολὴν τὴν ἔνθεον τῶν
Μαρτύρων, ἑώρακεν ἐν ἀποκαλύψει ὁ κλεινὸς ἀπόστολος, στολὰς περιφέροντας λευκὰς
καὶ φοίνικας ἐν χερσὶ περιπολοῦντας τοῦ ἀρνίου τὸν θρόνον, ἐκτὸς θλίψεως
πάντες· ὁ Θεὸς γὰρ ἀφεῖλε πᾶν δάκρυον, ὦ Μᾶρκε, ἐκ τῆς ὑμῶν καρδίας.
Θεοτοκίον.
Λαὸν τὸν Σὸν προσάγει Σοι
παντοκράτορ, ἡ Μήτηρ Σου καὶ ὁ Σὸς θεράπων Μᾶρκος ὁ πανάριστος, συγγνώμην
αἰτούμενος τῶν ἐπταισμένων πᾶσιν ἡμῖν· ἡ μὲν μητρικὴν πρεσβεύουσα ἀγχιστείαν, ὁ
δὲ τοὺς πολλοὺς ἄθλους καὶ κρουνοὺς τῶν αἱμάτων, δι’ ἃ ἵλεως πᾶσι γενοῦ τοῖς
δούλοις Σῶτερ.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητος.
Νέον ὥσπερ ἄνθος φανέντα ἐν
τῇ κοιλάδι τοῦ κλαυθμῶνος, ὁ δημιουργὸς τῶν ἁπάντων, μετὰ τῶν κρίνων καὶ
ἀρωμάτων Αὐτοῦ δρεψάμενος σὲ ἔπλεξε στέφανον δόξης, ἐν τῇ νύμφῃ Αὐτοῦ.
Ἔχων τὸν Χριστὸν ἐνεργοῦντα
ἐν σοὶ θεόφρον, καὶ λαλοῦντα πάντως οὐ προσεμελέτας τοὺς λόγους, οὓς ἐν σταδίῳ
ἔδει προβάλεσθαι, ἀλλ’ ὅμως σὸν ἀντίπαλον, ὥσπερ ἐμβρόντητον ἀπέδειξας.
Ὅλης ἐκ ψυχῆς ἀγαπήσας τὸν
Σὸν Δεσπότην ἐκληρώσω, ἅπερ ἡτοιμάσατο δῶρα τοῖς ἀγαπῶσιν Αὐτὸν ἐν θερμότητι, ἃ
ὄψις οὐχ ἑώρακεν ἢ λογισμὸς διετυπώσατο.
Θεοτοκίον.
Ὕμνοις εὐχαρίστοις Παρθένε,
Σὲ εὐφημοῦμεν οἱ σωθέντες διὰ Σοῦ· καὶ γὰρ τῆς κατάρας τῆς ἀρχεγόνου πάντες
ἐῤῥύσθημεν, καὶ εὐλογίας μέτοχοι τῆς ἐν Χριστῷ ἀποκατέστημεν.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Ἐλπίζεις ὦ παμβέβηλε
δικαστά, ἐκνικήσας ἐμὲ ταῖς θωπείαις σου ἢ ταῖς πληγαῖς· κόπτε φλέγε σφάττε ὡς
ἀρεστόν, σῶμα μὲν ὃ φθαρήσεται δίχα σοῦ πάντως ἀποκμτενεῖς, ἀγάπην δὲ ἣν ἔχω,
καὶ πίστιν εἰς Χριστόν μου, οὐ διαλύσεις Μᾶρκος ἔλεγεν.
Κρητῶν ἡ νῆσος τέρπεται ἐν
τῇ σῇ, τελειώσει Μαρτύρων ἀγλάϊσμα, οἷα μητρίς, ἐνσκιρτῶσα ἐν ἄθλοις τοῦ ἐξ
αὐτῆς βλαστήματος, καὶ πέπομφε κόλπων ἐξ ἰδίων ὡς πρεσβευτήν, τὸν ἐγκωμιαστήν
σου Μᾶρκοε, οὗ τοὺς ἐπαίνους δέξαι Θεὸν ἐξευμενίζου ἡμῖν.
Ὢ θαῦμα πῶς ὁ Μάρτυς
ἀποθανών, καινῷ τρόπῳ εἰς τέλος ἐνίκησε τον δικαστήν· καὶ γὰρ μὴ ἰσχύσας ὁ
ἀπηνής, μεταβαλεῖν κολάσεσιν, ἔνστασιν ἐκείνου τὴν κρατεράν, ἡττήθη ὁ δὲ Μᾶρκος
Χριστόν, μέχρι τοῦ τέλους ὁμολογῶν, νικητὴς δέδεικται.
Θεοτοκίον.
Ὦ Μήτηρ καὶ θυγάτηρ τοῦ
Πλαστουργοῦ, ὦ καινὸν Ἐκκλησίας ἐντρύφημα, Μᾶρκε σοφέ, σὺν τῷ Πολυκάρπῳ τῷ
εὐκλεεῖ, τῷ τὴν Σμυρναίων πήξαντι ποιμνήν, ἐν ἱδρῶσι μαρτυρικοῖς, πρεσβεύσατε
τῷ Κτίστῃ, δωρήσασθαι εἰρήνην, καὶ σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Εὐφράνθητε
τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, τὸν γὰρ καυχώμενον ὄφιν, ὡς νοσσιὰν
καταλήψειν· τὴν οἰκουμένην ἅπασαν, ὡς βοηθείας ἔρημον, μειράκιον ἐνέπαιξε, καὶ
αὐτὸν ἐκνευρίσας, τὴν κάραν αὐτοῦ συντρίβει.
Καὶ
τὸ τῆς ἑορτῆς.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Στρατευόμενος
ἔνδοξε, Ἰησοῦ τῷ Θεῷ ἡμῶν, πᾶσαν κακοπάθειαν τὴν ἐν σώματ, ὑπέφερες
γενναιότατα, μηδόλως πλεκόμενος, πραγματείαις κοσμικαῖς, ὡς ἀρέσῃς τῷ ἄγοντι,
εἰς τὰς θείας σε, μετὰ νόμιμον πάλην κατοικίας, ὧν ἐπέβης γηθοσύνως, τῷ σῷ
κοσμούμενος αἵματι. (Δίς)
Τὴν
τοῦ Πέτρου μετάνοιαν, ἐμμελῶς μιμησάμενος, ἐξῆλθες τῆς πόλεως ἐν ᾗ πέπτωκας,
καὶ ὀδυρμοῖς πικροτάτοις σου, τὸν Κτίστην ἱκέτευες, ἐπιδεῖν σε εὐμενῶς, καὶ
ἐγεῖραι τοῦ πτώματος, τῷ σταυρῷ αὐτοῦ, δι’ οὗ δύναμιν ἔσχες ἐπιστρέψας, ἐν τῷ
τόπῳ οὗ ἠρνήσω, καὶ μαρτυρῆσαι δι’ αἵματος.
Ὢ
ἐξαίσιον ἄκουσμα, καὶ παράδοξον θεάμα, πῶς ὁ Μάρτυς ἔσπευδεν ὥσπερ ἔλαφος, ἐπὶ
πηγὰς τὰς τῶν θλίψεων, αἰτῶν πολλαπλάσια, ὧν ᾐκίζοντο ἐχθροί, πάντα εἴδη
βουλόμενος, τῶν κολάσεων, διελθεῖν τῷ σαρκίῳ εἰ ἀντεῖλεν, ἀλλ’ ὁ πλάστης ὡς
ἀρνίον, αὐτόν σφαγῆναι ηὐδόκησε.
Δόξα.
Ἦχος πλ. β΄.
Δι’
ἀγάπην τοῦ Κτίστου σου, σεαυτὸν ἀπηρνήσω μακάριε, καὶ τὸν σταυρόν σου ἀράμενος
ὁλοψύχως Αὐτῷ ἠκολούθησας, τὰ πάθη καὶ τὸν θάνατον Αὐτοῦ μιμησάμενος· διὸ
συμβασιλεύεις ἐν οὐρανοῖς ἀξιάγαστε, τῆς ἀΐδίου δόξης συγκληρονόμος γενόμενος,
παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου