ΦΕΒΡΟΥΑΡΙΟΥ 14.
ΔΑΜΙΑΝΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ παρόντα Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δαμιανοῦ
ἡ σεβάσμιος μνήμη πάρεστι, τῶν εὐσεβῶν τὰ στίφη, συγκαλοῦσα πρὸς δόξαν, καὶ
αἴνεσιν Κυρίου θεοτερπῆ, πνευματικὴν εὐφροσύνην τε, δεῦτε οὖν τοῦτον
γεραίροντες οἱ πιστοί, μεγαλύνωμεν τὸν Κύριον. (Δίς).
Ἰδοὺ
λαμπρὰ πανδαισία φαιδρὰ πανήγυρις, καὶ φαεινὴ ἡμέρα, πρὸς ἑστίασιν πάντας,
εὐφρόσυνον ἀθροίζουσα τοὺς πιστούς, Δαμιανοῦ γὰρ ἡ ἄθλησις, δεῦτε οὖν δράμωμεν
ἅπαντες ἐν ᾠδαῖς, μεγαλύνοντες τὸν Κύριον.
Πρὸς
ὑπαντὴν εὐτρεπίζου ἡ ἐν Κισσάβῳ Μονή, Δαμιανὸς γὰρ αἴγλαις, τοῦ σεπτοῦ
μαρτυρίου, ἐπέστη σὲ ἀστράπτων καὶ τοὺς αὐτοῦ, ἐκτελοῦντας τὴν ἄθλησιν,
καταγλαΐζων ταῖς χάρισι θαυμαστῶς, καὶ δεινῶν αὐτοὺς λυτρούμενος.
Δόξα.
Ἦχος α΄.
Τῶν
Μοναστῶν ἡ καλλονή, τὸ ἀρτιφανὲς τῶν Μαρτύρων ἀγλάϊσμα, Δαμιανὸς ὁ Ὁσιομάρτυς
σήμερον συγκαλεῖται ἡμᾶς, εἰς πνευματικὴν ἑστίασιν, τῶν ἱερῶν αὐτοῦ ἀγώνων.
Δεῦτε οὖν φιλέορτοι ἐν ᾠδαῖς ᾀσμάτων συνελθόντες αὐτὸν εὐφημήσωμεν. Πρεσβεύει
γὰρ τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τῇ
πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ
ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Πάρεστιν
ἡ σεπτή, μνήμη τοῦ Ἀθλοφόρου, Ὁσίων ταῖς ἀκτῖσι, καὶ Ἀθλητῶν ταῖς αἴγλαις, ἡμᾶς
καταγλαΐζουσα.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δεῦτε
τῶν Θετταλῶν, τὰ στίφη καὶ Λαρίσης, συνδράμετε προθύμως, εἰς ὄρος τοῦ Κισσάβου,
Δαμιανὸς προτρέπεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσε ὁ Κύριος.
Ἅπαντες
οἱ λαοί, Δαμιανοῦ ὁ οἶκος, ἐξάρχων τῆς χορείας, ἀγάλλεσθε σκιρτᾶτε, φαιδρῶς
πανηγυρίζοντες.
Δόξα.
Ἦχος β΄.
Ἡ
Λάρισα εὐφράνθητι σήμερον, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ, Δαμιανοῦ τοῦ νέου Ὁσιομάρτυρος,
μελῳδικῶς αὐτὸν γεραίρουσα· ἐκ σοῦ γὰρ ὡς ἀστὴρ ὄντως ἀνέτειλε, καὶ τοὺς
πιστοὺς ἐφώτισε τοῖς θεηγόροις αὐτοῦ διδάγμασι. Καὶ βόησον πρὸς αὐτόν·
Ὁσιομάρτυς Δαμιανέ, στρατιῶτα Χριστοῦ ἀήττητε, παῤῥησίαν ἔχων πρὸς Θεόν,
ἑκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου...
Νῦν
ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ
Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε,
φιλομάρτυρες φαιδρῶς, τῶν ἐν Ἀσκητῶν ὁμηγύρει, λαμπρῶς ἐκλάμψαντι, Μάρτυρι
προσέλθωμεν, ὕμνοις γεραίροντες, ἑκατέρως παλαίσματα, αὐτοῦ τὰ γενναῖα, χαίρων
ἅ διήνυσε, καταβαλὼν τὸν ἐχθρόν, Δέσποτα, βοῶντες πρεσβείαις, τούτου τῶν
πταισμάτων παράσχου, ἄφεσιν τοῖς δούλοις σου ὡς εὔσπλαγχνος.
Ὅτε,
σὺ ἐτρώθης τὴν ψυχήν, ἔρωτι τῆς θείας ἀγάπης, Ἄθω τὸ ὄρος σπουδῇ, ὥσπερ τις
διψήσασα, Ἀθλητὰ ἔλαφος, τὰς πηγὰς προκατέλαβες, ἐν ᾧ τοὺς ἀγῶνας, πάσης
διελήλυθας, Δαμιανὲ ἀρετῆς, τούτων, εἰς ἀκρώρειαν φθάσας, τῶν μνημονευόντων σου
μάκαρ, μέμνησο πρὸς Κύριον δεόμενος.
Ὅτε,
σὺ καθεῖλες τοῦ ἐχθροῦ, πάσας τὰς ἐπάρσεις ἀσκήσει, καταπαλαίσας αὐτόν, τότε
καὶ πρὸς ἄθλησιν, οὐδαμῶς ἔδεισας, Ἀθλητὰ γενναιότατε, τοῖς ταύτη δὲ ἄθλοις,
σπεύδων προσεχώρησας Δαμιανὲ καρτερῶς, τρόπαια, κατ’ ἄμφω ἐγείρας, στέφος
ἐκομίσω ἀσκήσει, ἅμα καὶ ἀθλήσει διπλοῦν ἄφθαρτον.
Ἕτερα.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλως
τῷ φρονήματι, σοῦ τῆς σαρκὸς ἀπετάξω, πᾶσαν βδελυξάμενος ὕλην κάτω ῥέουσαν
παναοίδιμε, καὶ θερμὴν ἔφεσιν, ἐναρέτου βίου, ἐν Χριστῷ ἀναλαβόμενος, τούτῳ
συντέταξας, κόσμον και γονεῖς ἀπωσάμενος, οὗ τὴν ὀπίσω σπεύδων τε, εὐαγγελικῶς
ὁδὸν ἤνυσες, μάκαρ ἐν ἀσκήσει σκληρᾷ, καὶ ἐν ἀθλήσει καρτερῶς, τῆς ἀκηράτου
μεθέξεως, ὄντως κατηξίωσαι.
Σεμνύνεται
Ῥέχοβον, ἐν τῇ γεννήσει ου Πάτερ, Ἑλλὰς μεγαλύνεται, Ὄρος ἁγιώνυμον τοῦ Ἄθωνος,
ἐν τῇ σῇ τέρπεται, πολιτείᾳ χαῖρον, ἐν αὐτῷ ἐξηκριβώσω γάρ, ταύτης τὴν ἄσκησιν,
πάθη χαλινῶν χαλεπώτατα, δι’ οὕς ἀγῶνας ἔτλης δέ, σὺ ἀθλητικῶς καὶ ἡ Λάρισα,
μᾶλλόν σοι κομπάζει, ἡ ἐν Κισσάβῳ τε Μονή, Δαμιανὲ εὐφημοῦντές σε, πρέσβυν
προβαλλόμεθα.
Ὤφθης
καταγώγιον, τῆς τριφαοῦς αἴγλης Πάτερ, σάρκα βιασάμενος, εἰς τὸ καθ’ ὁμοίωσιν
ἀνελήλυθας, καὶ λαμπρὸν ἔσοπτρον, ἀγγελικοῦ βίου, ἐπὶ γῆς φανεὶς ὡς ἄσαρκος,
πόνοις ἀσκήσεως, πᾶσαν τὴν Ἑλλάδα κατηύγασας, ἐλθεῖν πρὸς τὴν μετάνοιαν, πείθων
ἀστραπαῖς σοῦ κηρύγματος, πολυτρόπως ταύτην, τῶν εὐφημούντων οὖν ἡμῶν, τὴν σὴν
σεπτὴν μνήμην πάρεσο, τὰς ψυχὰς καὶ φώτισον.
Δόξα.
Ἦχος πλ. β΄.
Δεῦτε
φιλεόρτων τὸ σύστημα, τὸν ἐκ Μυριχόβου ἐκλάμψαντα φαεινότατον φωστῆρα, Δαμιανὸν
τὸν νέον ὁσιομάρτυρα, ᾄσμασιν ἐνθέοις, συνελθόντες εὐφημήσωμεν λέγοντες·
χαίροις, ὁ τοῖς φωτοβόλοις σου διδάγμασιν, ὡς βολαῖς ἡλιακαῖς, τὰς ἐκτακείσας
τῷ ψύχει τῆς ἁμαρτίας τῶν πιστῶν καρδίας, ἀναζωπυρήσας πρὸς μετάνοιαν. Χαίροις
ὁ τὴν πρὸς δύσιν, δι’ Ἑλλάδος ποιούμενοι πορείαν σου, τὸ ἐν αὐτῇ λύσας σκότος
τῆς δεινῆς καχεξίας. Χαίροις, ὁ ὑπὲρ Χριστοῦ στεῤῥῶς ἀγωνισάμενος, καὶ τῆς
πλάνης ἀνδρείως καταβαλὼν τὸ φρύαγμα. Χαίροις, ὁ ὡς δύσει δύσας ἐν Λαρίσῃ, καὶ
ἀθλητικῶς χωρήσας πρὸς τὸν ποθούμενον. Μαρτύρων ἀγλάϊσμα, Ὁσίων τὸ καύχημα, μὴ
παύσῃ ἐκεῖθεν ἐποπτεύων ἡμᾶς, καὶ ταῖς ἱκεσίαις, πρυτανεύον ἡμῖν δυσχερῶν
ἀπαλλαγήν, καὶ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει Σε, Παναγία Παρθένε;...
Φῶς
ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄.
7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα.
(Κεφ. 2, 1-12)
Τάδε λέγει Κύριος· Ἐμνήσθην ἐλέους
νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου, τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει
Κύριος, ὁ ἅγιος τοῦ Ἰσραήλ. τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ. Πάντες οἱ ἐσθίοντες
αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, λέγει Κύριος· Ἀκούσατε λόγον Κυρίου,
οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ. Τάδε λέγει Κύριος. Τὶ εὕροσαν οἱ πατέρες
ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν
ματαίων, καὶ ἐματαιώθησαν, καὶ οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς
Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ,
καὶ ἀκάρπῳ, καὶ σκιᾷ θανάτου, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνήρ, οὐδὲ κατῴκησεν
υἱὸς ἀνθρώπου ἐκεῖ; Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον, τοῦ φαγεῖν τοὺς καρποὺς
αὐτοῦ, καὶ τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰσήλθετε καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν
κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα. Οἱ ἱερεῖς οὐκ εἶπον. Ποῦ ἐστι Κύριος, καὶ
οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με· καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ· καὶ
οἱ προφῆται προεφήτευον τῇ Βάαλ· καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν. Διὰ τοῦτο ἔτι
κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.
Διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ καὶ ἀποστείλατε, καὶ νοήσατε
σφόδρα, καὶ ἴδετε, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ
οὐκ εἰσὶ θεοί, ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἦς οὐκ ὠφεληθήσονται.
Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Τῶν
Μοναστῶν ἡ καλλονή, τὸ ἀρτιφανὲς τῶν Ἀθλητῶν ἀγλάϊσμα, Δαμιανὸς ὁ Ὁσιομάρτυς,
σήμερον συγκαλεῖται ἡμᾶς, εἰς πνευματικὴν ἑστίασιν τῶν ἡμῶν αὐτοῦ ἀγώνων. Δεῦτε
οὖν φιλέορτοι ἐν ᾠδαῖς ᾀσμάτων συνελθόντες αὐτὸν εὐφημήσωμεν. Πρεσβεύει γὰρ τῷ
Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Ξύλον
πεφυτευμένον ἐν τῷ οἴκῳ Κυρίου, ὡς τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων ψαλμικῶς
ἀνεδείχθης πανεύφημε, ὅς ἐπὶ τῇ μετανοίᾳ ἐπαλείφων τοὺς ἀσθενεστέρους, καὶ τοὺς
πιστοὺς πρὸς ἀρετὴν τῇ τῶν λόγων σου πείθων χάριτι, καὶ τὰς αὐτῶν ψυχὰς τῆς
θεογνωσίας ἄρδων τοῖς ἰάμασι, τὸν καρπόν σου ἐν τῷ καιρῷ αὐτοῦ, Χριστῷ τῷ
γεωργῷ ἑκατοστεύοντα δέδωκας, ὑπὲρ οὗ καὶ ἀθλήσας καρτερῶς, καὶ γέρας τὴν ὑπὲρ
νοῦν μακαριότητα κομισάμενος, ἐν τοῖς ἔργοις σου εὐώδωσας εἰς οὐρανίους
καταπαύσας σκηνώσεις, μετὰ Μαρτύρων οὖν αὐλιζόμενος, καὶ παῤῥησίαν πρὸς Αὐτὸν
κεκτημένος, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
αὐτός.
Ἀκούσας
τοῦ Κυρίου λέγοντος· ὅς ἄν ἀπολέση τὴν ψυχὴν αὐτοῦ ἔνεκεν ἐμοῦ, οὗτος σώσει
αὐτήν, σπεύδων πρὸς ἀγῶνας Δαμιανὲ Ὁσιομάρτυς ἀνδρείως ἐχώρησας. Καὶ ἐγκρατείᾳ
καὶ σκληραγωγίᾳ καὶ παννύχεις στάσεσι, καὶ δακρύων ὀχετοῖς τὴν σάρκα δαμάσας, καὶ
τὸ ταύτης νεκρώσας φρόνημα, τῆς ἐν Χριστῷ ζωῆς κατηξίωσας τὴν ψυχὴν
καθηράμενος. Καὶ κόσμῳ νεκρὸς γενόμενο, ζῶν δὲ τῷ Χριστῷ, τὸν δι’ ἀγχόνης καὶ
πυρὸς ὑπὲρ Αὐτοῦ γενναίως ὑπήνεγκας θάνατον. Καὶ νῦν ἐν οὐρανοῖς πρὸς Αὐτὸν
χαρμοσύνως πολεύων, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Τὴν
ἐν Χριστῷ πτωχείαν ποθήσας ἐκ νεότητος, τοῦ δι’ ἡμᾶς πτωχεύσαντα ὀπίσω ᾑρετίσω
πορεύεσθαι, καὶ πάσας τὰς ἐντολὰς Αὐτοῦ πληρώσας Ὅσιε, θείαις δωρεαὶς τὴν ψυχὴν
κατεπλούτησας. Καὶ τὴν πρὸς Αυτὸν πορείαν μαρτυρικῶς ἀνύσας ἀξιάγαστε, ὄλβον
σεαυτῷ ἀκήρατον, ἑκατέρωθεν ἤθροισας, εἰς διαμένουσαν εὔκλειαν, Ὁσίων καὶ Μαρτύρων
ἐφάμιλλος γενόμενος, Δαμιανὲ παμμακάριστε. Τούτῳ οὖν διηνθισμένος ταῖς ἀρεταῖς
καὶ τοῦ μαρτυρίου λελαμπρυσμένος παρεστὼς τοῖς κάλλεσι, καὶ ταῖς ἐκεῖθεν αἴγλαις καταστραπτόμενος,
καὶ ἡμῶν τὰς διανοίας κααταύγασον, ταῖς σαις ἱκεσίαις πανεύφημε, αἰτούμενος
ἡμῖν ἁμαρτιῶν τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
τὰ τῶν Ὀρθοδόξων στίφη, πανταχόθεν συνελθόντες σήμερον, καὶ πάνδημον ἑορτὴν
συγκροτήσαντες, καὶ φαιδρὰν πανήγυριν στησάμενοι, τὸν ἐν Ὁσίοις στεῤῥόν, καὶ
ἀκαταμάχητον ἐν Μάρτυσι, Δαμιανὸν τὸν ἀοίδιμον συμφώνως ἀνευφημήσωμεν. Καὶ
μυρίπνοα ἄνθη ὡς λειμῶνος εὐανθοῦς, ἀπὸ τῶν σεπτῶν αὐτοῦ ἀγώνων προθύμως
δρεψάμενοι, καὶ στέφανον ἐγκωμίων πλέξαντες, πάντες ὁμοῦ ταῖς εὐφημίαις αὐτὸν
καταστέψωμεν. Οἱ ἐν ἀσκήσει, τὸν τῆς ἀσκήσεως κανόνα ἀκριβέστατον· οἱ μονασταί,
τὸν τοῦ μονήρους βίου θεῖον ὄντως σεμνολόγημα· οἱ ἐρημῖται, τὸν πολιστὴν τῆς
ἐρήμου· οἱ ἐν κώμαις καὶ χώραις, τὸν κήρυκα τῆς μετανοίας τὸν τρανώτατον· οἱ ἐν
Ἑλλάδι, τὸν ἐκ Μυριχόβου φωστῆρα τὸν λαμπρότατον, τὸν τὰς ὁμόρους πάσας
καταυγάσαντα, καὶ ταύτην ἅπασαν σεμνύνοντα· οἱ ἐν Λαρίσῃ, τὸ κλέος τὸ ἐπίδοξον,
ὡς ἐν τῇ σεπτῇ αὐτοῦ ἀθλήσει, διαφερόντως ταύτην τετιμηκότα· οἱ ἐν Κισσάβῳ, τὸ
καύχημα τῆς εὐκληρίας τὸ σεμνότατον· οἱ ἐν τῇ τούτου Μονῇ, Πατέρα καὶ προστάτην
τὸν φιλόστοργον καὶ ἄγρυπνον· οἱ πάντες, τὸν πᾶσι κοινὸν εὐεργέτην καθυπάρξαντα
τοῖς θείοις αὐτοῦ διδάγμασι· καὶ οὕτω βοήσωμεν· Ὁσίων τὸ καύχημα, Μαρτύρων
ἀγλάϊσμα, Ὁσιομάρτυς πανεύφημε, γενοῦ καὶ νῦν μεθ’ ἡμῶν, τῶν εὐλαβῶς εὐφημούντων
σε Ἅγιε πάσης ἀνάγκης καὶ δεινῆς περιστάσεως ἡμᾶς ῥυόμενος, καὶ ταῖς σαῖς
ἱκεσίαις πρεσβεύων ἡμῖν ἁμαρτιῶν τὴν ἄφεσιν, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε...
Εἰς
στὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἡ ἐν Κισσάβῳ Μονή, Δαμιανοῦ τὸ ἱερὸν ἐνδιαίτημα, δευτέρα καὶ ἡ Θετταλία, καὶ ἡ
Ἑλλὰς σὺν αὐτῇ, εὐσεβῶν Λαρίσης τὰ πληρώματα, φαιδρῶς ἑορτάζοντες, τοῦ Ὁσίου
καὶ Μάρτυρος τὴν σεπτὴν μνήμην, ἐν ᾠδαῖς εὐφημήσατε, καὶ ἐν πνεύματι ὁμοῦ
πάντες σκιρτήσατε. Πάρεστιν οἷα πρόμαχος ὑμῶν προτιθέμενος, πᾶσιν ἀφθόνως
κρατῆρα, πνευματικῆς γὰρ καὶ τράπεζαν, αὐτοῦ τῶν ἀγώνων, εὐφροσύνης χάριν νέμων
ἡμῖν καὶ ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, ὁ ταῖς ἀκτῖσιν ἐλλαμφθεὶς ἐν νεότητος, τῆς θείας τριφαοῦς
αἴγλης, καὶ ἐντολὰς τὰς Αὐτοῦ, πορευθεὶς καὶ νόμῳ οὗ χρησάμενος, φωτὶ ἐν ταῖς
τρίβοις σου, καὶ ποσί σου ὡς λύχνον δέ, ψαλμικῶς τοῦτον, ἐσχηκὼς ἐξεκέκαυσο,
τὴν καρδίαν σου, τούτου θεῖον πρὸς ἔρωτα. Τούτῳ ποθῶν συνεῖναι οὖν, δεινὰ κατεδάμασας,
πάθη σαρκὸς ἐν ἀσκήσει, διὰ πυρός τε καὶ ὕδατος, ἐλθὼν ἀνεδείχθης, στεῤῥὸς
Μάρτυς, τὰς ψυχὰς οὖν ἡμῶν καταύγασον.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, ὡς ἀληθῶς γὰρ ζηλωτὴς ἐχρημάτισας, ἐν πᾶσι καὶ ἐκμαγεῖον,
ἐν γεννητοῖς γυναικῶς, τοῦ σεπτοῦ Προδρόμου ὄντως μείζονος, ζηλῶν γὰρ ἐζήλωσας,
οὗ τὸν βίον πανεύφημε, καὶ ὑπομένων χαλεπὰς καθυπήνεγκας, θλίψεις μάστιγας
εἱρκτὴν πέδας ἀγχόνην τε, ὕβρεις τε καὶ τὸν θάνατον, πυρὶς οὐν ἐνάρκησας,
πάντας διδάσων βιῶναι, ὥσπερ ἐκεῖνος ἐκήρυττε, διὸ δυσωποῦμεν, μετανοίας εὑρεῖν
χάριν καὶ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὸν
στεῤῥὸν ἀδάμαντα τῆς καρτερίας οἱ πιστοί, τὸν ἐν ἀσκήσει φέριστον, καὶ ἐν
Μάρτυσι κράτιστον, τὸν γενναῖον Ἀθλητήν, τὸν κατ’ ἄμφω λαμπρῶς διαπρέψαντα
ὁπλίτην, τὸν ἑκατέρωθεν μέγα παρὰ Χριστοῦ τὸ κλέος ἄραντα, Δαμιανὸν τὸν
ἀήττητον μελῳδικῶς ἀνευφημήσωμεν· τὸ Μυρίχοβον, τὸ εὐκλεὲς οἰκεῖον βλάστημα· τὸ
τῆς ἀσκήσεως κάλλιστον θρέμμα, τὸ Ἁγιώνυμον ὄρος· Ἑλλὰς καὶ Θετταλία, τὸν
διαπρύσιον τῆς μετανοίας κήρυκα· Κίσσαβος, τὸν αὐτοῦ θερμὸν προστάτην καὶ
πολιοῦχον· ἡ Λάρισα, τὸ τῶν ἑαυτῆς Μαρτύρων θεῖον ἀκροθίνιον καὶ καύχημα. Ἐν ᾗ
ἀνδρείως ὑπὲρ Χριστοῦ ἀθλήσας, καὶ τὴν πλάνην τῶν δυσσεβῶν ἀπέλεγξας, εἰς
οὐρανοὺς ἀνελήλυθεν, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνων ἀμέσως Χριστῷ, αἰτεῖται ἡμῖν,
παραπτωμάτων ἄφεσιν, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου...
Νῦν
ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐφράνθητι
σήμερον ἡ ἐν Κισσάβῳ Μονή, καὶ Λάρισα σκίρτησον, Δαμιανοῦ ἡ σεπτὴ πανήγυρις
πάρεστι. Δεῦτε οὖν καὶ συμφώνως, ἐν αὐτῇ τῲ Σωτῆρι, ᾄσωμεν ἐν αἰνέσει, τοῦτον
ἀνευφημοῦντες, αὐτοῦ ταῖς ἱκεσίαις ὅπως σωζώμεθα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ
τῆς χάριτος λόγῳ, τὰς τῶν πιστῶν ἐπαλείφων καρδίας πρὸς ἀρετήν, εἰς ἄθλησιν
ἔσπευσας, καὶ τὸν τύραννον ὤλεσας, καρτερῶς τὸν δρόμον, ἀνύσας ἀσκήσεως, και
στεῤῥῶς ἀθλήσας, ἐδέξω τὸν στέφανον, ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην,
φαιδρῶς ἑορτάζομεν τὸν Σωτῆρα γεραίροντες, Δαμιανὲ πανένδοξε, πρέσβευε Χριστῷ
τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς
Παρθένον καὶ μόνην ἐν γυναιξί, Σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι
μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν Σοὶ τῆς Θεότητος, καὶ
ὡς βρέφος θηλάζεις τὸν Ποιητὴν τῆς Κτίσεως, ὅθεν τῶν Αγγέλων, καὶ ἀνθρώπων αἱ
τάξεις, εἰκότως γεραίρομεν τὸν πανάγιον Τόκον Σου, καὶ συμφώνως δοξάζομεν·
πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς Θεοτόκον ἐν
πίστει, Σὲ κηρύττουσιν Ἄχραντε.
Μετὰτὴν
β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐρήμους
κατώκησας Δαμιανὲ ἀρετήν, ἀσκῶν ἐκ νεότητος σκληραγωγίᾳ πολλῇ, νηστείαις καὶ
δάκρυσι, τρέψας δὲ παρατάξεις, δυσμενῶν ἀοράτων, ἀνωθεν φωνῆς θείας, ἠξιώθης
πολύτλα, καὶ Μάρτυς ὤφθης, διό σε πόθῳ γεραίρομεν.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Στήλη
ἔμψυχος, τῆς ἐγκρατείας, πλοῦτος ἄσυλος, τῆς εὐσεβείας, ἀνεδείχθης Δαμιανὲ
παναοίδιμε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, ὑπὲρ Χριστοῦ τε ἐνέγκας τὴν
ἄθλησιν, στεῤῥῶς ἔνδοξε. Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Θεία
γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους
ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ἐῤῥυπωμένον σαρκὸς
πλημμελήμασιν, ἀποκάθαρον πρεσβειῶν Σου ἐνθέοις ἰάμασι, παρέχουσα Ἁγνὴ τὸ μέγα
ἔλεος.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Φερωνύμως
δαμάσας πάθη σαρκός, τὸν ἁλάστορα ὅπλῳ τῷ τοῦ Σταυροῦ, βαλὼν Πάτερ ὥλεσας, καὶ
Χριστῷ ἐφεπόμενος, τῶν μοναστῶν τὰς χρείας ἐν πράξεσιν εὔφρανας, καὶ Ὁσίοις ἐν
δόξῃ, ἐδείχθης ἐφάμιλλος, ὅθε καὶ Μαρτύρων, ὑπελθὼν τοὺς ἀγῶνας γενναίως ἐνήθλησας
καὶ νομίμως ἠρίστευσας, Δαμιανὲ πανένδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐφημοῦσιν ἐκ πόθου τὰ σεπτά σου μνημόσυνα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
Θρόνε πυρίμορφε τοῦ Θεοῦ· χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρώστρωτε,
χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουγόρχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον
ἇρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε καὶ
παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε νύμφη
ἡλιοστάλακτε· χαῖρε μόνη ψυχῆς μου διάσωσμα.
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον ζήτει εἰς Ὁσιομάρτυρα.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν μεὁ Θεός...
Τὸν
παραταξάμενον ἀνδρικῶς κατὰ τοῦ Βελίαρ, καὶ τὰς τούτου γενναίως φάλαγγας
τρέψαντα, καὶ πᾶσαν τὴν ἰσχὺν αὐτοῦ τοῖς ποσὶ συντρίψαντα, Δαμιανὸν τὸν
ἀήττητον Μάρτυρα, μελῳδικῶς οἱ πιστοὶ εὐφημήσωμεν· ἀντέστη γὰρ τῷ τυράννῳ, καὶ
τὰς τούτον θωπείαις ἐξουθενήσας, καὶ τὸ ἀπηνὲς αὐτοῦ καὶ ἀπάνθρωπον μηδόλως
δείσας, ἀλλὰ τὸν Χριστόν, παῤῥησίᾳ Θεὸν ἀληθινὸν τρανῶς κηρύξας, τὸν ὑπὲρ Αὐτοῦ
θάνατον χαίρων ὑπήνεγκε. Διὸ καὶ μετὰ Μαρτύρων ἐν οὐρανοῖς χορεύει ἀγαλλόμενος,
πρεσβεύων ἀδιαλείπτως ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, τὴν πανσεβάσμιον μνήμην
αὐτοῦ.
Οἱ Κανόνες· τῆς Θεοτόκου
μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ὕμνον νέον
Μάρτυρι τῷ νέῳ φέρῳ. Διονύσιος.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑμνεῖν
σου τὴν ἄθλησιν, τὴν ἱερὰν καὶ τὰ σκάμματα, τὰ θεῖα ποθοῦντά με, ὑπὲρ Χριστοῦ
τοῦ Θεοῦ, ἇ διήνυσας, λαμπρῶς καταπαλαίσας, τῆς πλάνης βδελύγματα Μάρτυς
χαρίτωσον.
Μεγίστων
χαρίτων σε, ὁ προειδώς σου τὴν μέλλουσαν, ἠξίωσε Κύριος, Δαμιανὲ ἀρετήν, ἐν
φρονήματι, κοσμήσας γηραλέῳ, ἀκμήν σου ἀνδρίᾳ δέ, Μάρτυς τὸ φρόνημα.
Νεότης
μὲν κόσμιος, τῆς βιοτῆς σου ἀοίδιμε, καὶ ἅπας ὁ χρόνος δὲ τῆς παροικίας τῆς
σῆς, καθαρότητι, φαιδρῶς ἠγλαϊσμένος, ἐν λόγοις καὶ πράξεσι ὄντως ἐνδέδεικται.
Ὁ
δίαυλος βίου σου, Δαμιανὲ ἄρτι ἤνυσται, καὶ πέρας μὲν εἴληφεν ἡ πρὸς καιρὸν
βιοτή, ἀλλ’ ἡ δόξα σου, ἀεὶ διαωνίζει, τοὺς πόθῳ τιμῶντάς σε καταφαιδρύνουσα.
Θεοτοκίον.
Ναὸς
χρηματίσασα, Σὺ τῆς Θεότητος Πάναγνε, καὶ θεῖον παλάτιον, τῷ Βασιλεῖ τοῦ
παντός, καταγώγιον, κἀμὲ θείαι ἀκτίνας, ἀπέργασαι Δέσποινα ὅπως γεραίρω Σε.
Ἄλλος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νέον σοι ᾄδω
ᾆσμα Μάρτυς τῷ νέῳ. Διονύσιος.
ᾨδὴ
α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Νεανικῶς ἐνοπλισθεὶς τῆς πίστεως
τῇ παντευχίᾳ ζυγόν, τὸν τοῦ Χριστοῦ μάκαρ, σῶν ἐπ’ ὤμων εἴληφας, καὶ μελετήσας
ἔπεσθαι, ἀκλινῶς Μάρτυς τούτῳ, τραχεῖαν εἶλου πορεύεσθαι, τρίβον τὴν στενὴν δι’
ἀσκήσεως.
Ἐφιεμένῳ μοι τοὺς σοὺς ἐν
ᾄσμασι, σεπτοὺς ἀγῶνας κροτεῖν, καὶ τὸν θερμὸν ζῆλον, ὅν ἐκτήσω Ὅσιε, τῆς
ἐναρέτου πράξεως, ἥν φυγὼν τὰ ἐν τῷ κόσμῳ, τρανῶς ἀνύσας διέπρεψας, χάριν μοι
ἐν λόγοις κατάπεμψον.
Ὁ ἐμβατεύων τὰς καρδίας
Ὅσιε, καὶ ὁ ἐτάζων νεφρούς, σοῦ προειδὼς Πάτερ, ἐν ἀσκήσει εὔτονον, καὶ
καρτερὸν τὸ φρόνημα, μετανάστην γενέσθαι, σὲ τῆς πατρίδος ἐπέσκηψεν, Ἄθωνα
σπουδῆ οὖν κατέλαβες.
Νομοθετοῦντα βαπτιστὰ
μετάνοιαν, τῶν ἀπειθῶν τοῖς λαοῖς, καὶ τὰς ὁδοὺς μάκαρ, ἑτοιμάζειν πείθοντα, τὰς
τοῦ Κυρίου Πρόδρομε, σὲ ἀκούσας ὁ Μάρτυς, ταῦτα ζηλῶν σε ἐκήρυττεν, ἄρτι ὁ σὺν
σοὶ εὐφημούμενος.
Θεοτοκίον.
Ὡς ἀσυγκρίτως καθαρὸν
ὑπάρξασα, Κόρη δοχεῖον Χριστοῦ, τοῦ νοητοῦ μύρου, τὴν ψυχήν μου μύρισον, ταῖς
δυσωδίαις ὄζουσαν, ὡς ἑλκῶν τῶν πταισμάτων, ἁμαρτιῶν μου τὴν ἄβυσσον, πλήθει
οἰκτιρμῶν Σου ξηράνασα.
ᾨδὴ
γ. Τοὺς σοὺς ὑμνολόγους.
Νοός
σου λαμπρότητι ἐπέβης, τῶ ὕψει τῆς θείας καλλονῆς, καὶ ταύτης τὸν ἀμήχανον,
Δαμιανὲ κατώπτευσας, ἧς καὶ τρωθεὶς τῷ ἔρωτι, Μαρτύριον δόξης ἠξίωσαι.
Ἐρήμους
ψυχὰς κεχερσωμέναι, νεώσεις ἀρότρῳ τῇ σεμνῇ, γλώσσῃ σου ἐγκατέβαλες, Δαμιανὲ τὸν
γνήσιον, σῖτον, Αἱμάτων ῥείθροις δέ, ἀρδεύσας τοῦτον ἐξέθρεψας.
Ὁ
νοῦς σου ἐκ παίδων ἐφικέσθαι, κρειττόνων καὶ θείων ἀθλητά, καθήσας ἀναβάσεων,
βιωτικὰς ἀπώσατο, μερίμνας θείᾳ χάριτι, ἐν ὄρει Ἄθῳ ἐκπέμψας σε.
Θεοτοκίον.
Νεφέλην
τὸν ὄμβρον ὁ Προφήτης, τὸν θεῖον βαστάζουσαν Ἁγνή, πάλαι Σε προεόρακεν, ἐν
ἐπιγνώσει ἄρδοντα, τὴν οἰκουμένην ταύτης οὖν, πλουτεῖν με τοῦτον ἱκέτευε.
Ἕτερος,
τοῦ Ἁγίου. Εἱρμός. Οὐρανίας ἁψῖδος.
Σὲ εὑρὼν ὁ Δεσπότης Δαμιανὲ
σκήνωμα ἔνθεον, καὶ σεπτὸν δοχεῖον, χαρίτων ἔμπλεων ᾤκησεν, ἐν σοὶ ποιήσας
μόνην, μετὰ Πατρὸς καὶ τοῦ θείου σοὶ τὴν χάριν νέμοντος Ἁγίου Πνεύματος.
Ὁλικῶς ἠλογήσω,τῶν γεηρῶν
Ὅσιε, καὶ πρὸς τὰ ἀγήρω, πτερώσας σου τὴν διάνοιαν, τῆς ἀκηράτου τρυφῆς,
ἐπιποθῶν τε γενέσθαι, ἐν μεθέξει ἔπεισας, χεῖρον τῷ κρείττονι.
Ἱκάνωσας τὴν σάρκα ὡς
ἐφικτὸν Ὅσιε, ἐν σκληραγωγίᾳ ἁπάσῃ ὤφθης ἀνάπλεως, τῆς θείας αἴγλης, πασῶν τῶν
ἀρετῶν δὲ ἰδέαις, τὴν ψυχὴν ἐφαίδρυνας καὶ κατεκάλλυνας.
Ἁπαλῶν ἐξ ὀνύχων τοῦ
Βαπτιστοῦ ἴχνεσιν, ἀκολουθῶν ὤφθης, ἐν πᾶσι τούτου ὁμόζηλος, Μετανοεῖτε βοῶν, Δαμιανὲ
σὺν Προδρόμῳ, δυσχερῶν λυτρώσασθε ἡμᾶς τοὺς μέλποντας.
Θεοτοκίον.
Δουλωθέντα Παρθένε τοῖς
πονηροῖς δαίμοσι, καὶ κακοῖς πολίταις προσκολληθέντα με, καὶ χοίρους βόσκοντα
δέ, και τὴν ψυχὴν κεκτημένην, μοχθηρῶς λιμώττουσαν, τούτων ἀπάλλαξον.
Κάθισμα.
Ἦχος πλ. Δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἐγκαρτερῶν
ταῖς προσευχαῖς Θεῷ ὡμίλεις, ἀσκητικῶς Δαμιανὲ σαρκὸς τὰ πάθη, ἀπενέκρωσαι
ὄντως Χριστοῦ τῇ δυνάμει, ὀλέσας τὸν ἀλάζονα Πάτερ ἐχθρόν, ἐμπρέψας ἐν πολιτείᾳ
μοναδικῇ, νῦν ὁσίως διήνυσας, ἀγείρως ποίμνην τῷ Χριστῳ, τὴν μάνδραν σου
περίσωζε, σὲ τιμῶσαν οὖν ἄτρωτον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Εὐχαριστοῦμέν
Σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον
Σου Κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον, ὡς
ἀγαθὴ καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ
αἰσχυνθῶμεν οἱ δοῦλοί Σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Μυροθήκη
ἀνεδείχθη, ἡ καρδία σου ἄφθονος, καὶ ἐκ ταύτης πᾶσι, Πάτερ ἀληθῶς τὰ διδάγματα,
ἀναπηγάζων ὡς μύρα εὐωδίασας, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ἀσκητῶν
καὶ Ἀθλοφόρων, ἑκατέρως ὁμόζηλοι, χρηματίσας Μάρτυς, τούτων ἐναργῶς τὰ ἐπίπονα,
ἐν ἀμφοτέροις γενναίως καθυπήνεγκας, ἐν τῷ κράζειν σε· Δόξα Χριστὲ τῇ δυνάμει
Σου.
Ῥωμαλέως
σὺ δυνάστην, ἐξηλέγξω κελεύοντα, τὰς κυριωνύμους Μάρτυς, ἡμερῶν μὴ ἐργάζεσθαι,
τοὺς εὐσεβεῖς μὴ διδάσκων σε, καὶ ἤσχυνας, Χριστῷ πείθεσθαι, μᾶλλον εἰπὼν δεῖ,
ἤ ἄρχουσι.
Θεοτοκίον.
Τὴν
ἀπείρανδρον Μητέρα, τοῦ ἀμήτορος Δέσποινα, ἐκ Πατρὸς ἀνάρχως, Λόγου καὶ Θεοῦ,
Σὲ γεραίροντας, καὶ Θεοτόκον κυρίως ὀνομάζοντας, Ὑπεράγαθε, σῶσον ἡμᾶς τῇ
δυνάμει Σου.
Ἕτερος
τοῦ Ἁγίου. Εἱρμός. Σύ μου ἰσχὺς Κύριε.
Ὡς γεγονῶς, Πνεύματος
πλῆρες ἀοίδιμε, τοῦ Ἁγίου ὄντως ἐνδιαίτημα, σὺ τοῦ φωτός, πᾶσας δαδουχεῖς, τὰς
ἐν τῇ Λαρίσῃ, προτρέπων εἰς τὴν μετάνοιαν, δραμεῖν κώμας καὶ χώρας, καὶ βοᾶν
ἀναπείθων· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ἀκηκοώς, ἄνωθεν Πάτερ
καλούσης σε, φωνῆς θείας, δεῦρο κελευούσης σοι, ἐρημικὸν βίον σὺ λιπών, πρὸς
τοὺς ἀδελφούς σου, πορεύου ἐπισκεψόμενος, ὑπείξας τῇ κελεύσει, ὡς θεόθεν
κληθέντα, σὲ οὖν κήρυκα πάντες γεραίρομεν.
Σεμνοπρεπῶς, Ὅσιε
πολιτευσάμενος, ἐπὶ πᾶσιν ὤφθης σεμνολόγημα, σοῖς ὀπαδοῖς, πόνοις καρτερῶν, και
σκληραγωγίαις, κατ’ ἄμφω Πάτερ μιμούμενος, ἀθλήσει τε καὶ βίῳ, Ἰωάννην τὸν
πάνυ, ὅν γεραίροντες πόθῳ τιμῶμέν σε.
Θεοτοκίον.
Μόνον ἡμῶν, ἔγνωκε φύσις
μητέρα Σε, καὶ παρθένον, ἅμα ἀπειρόγαμον καὶ γαλουχόν, θαῦμα ἀληθῶς, πάντων
ὑπερέχον, θαυμάτων μόνη τιμώμενον, σιγῇ
Κόρη καὶ πίστει, προσκυνούμενον ὄντως, Θεοτόκον διό Σε κηρύττομεν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑπέκκαυμα
γέγονε, φλογὸς τὸ θεῖον σκῆνός σου, Μάρτυς ὡς θυμίαμα ἀχθέν σοι, ὅλον εὐῶδες τῷ
ἐπὶ πάντων Θεῷ, τὸν τίμιον ῥεῦμά δε σποδόν, τούτου ὑπεδέξατο, καὶ Θεὸς δὲ τὸ
πνεῦμά σου.
Ῥεόντων
τὰ μένοντα, ἠλλάξω καὶ ἀκήρατα, οἷα μεγαλέμπορος ἐχέφρων, κόσμον μισήσαι καὶ τὰ
ἐν κόσμῳ τερπνά, διδάσκειν δὲ ἐυαγγελικῶς, Μάρτυς διετέλεσαν, περιὼν τὰ
σωτήρια.
Ἰδὼν
ὁ ἀρχέκακος, πολέμιος σὲ ἄγοντα, Μάρτυς πλημμελούντων θεόσοφε, ἐν μετανοίᾳ
πληθύν, μαινόμενος φθόνον κατὰ σοῦ, πάντας συνετέλεσεν· ἀλλ’ ᾐσχύνθη ὁ
δείλαιος.
Θεοτοκίον.
Τὸ
ξένον ὑφ’ ἥλιον, Ἀγγέλοις τε παράδοξον, Σὺ εἶ ἀπειρόγαμε Παρθένε, ἔσχες γὰρ
τούτων, τὸν Ποιητὴν καὶ Θεόν, καὶ τέτοκας θεῖον ἱλασμόν, Κόρη τοῖς ὑμνοῦσί Σε,
σωτηρίαν βραβεύουσα.
Ἕτερος,
τοῦ Ἁγίου. Ἵνα τί με ἀπώσω.
Ἅπας τόκος καὶ χώρα, ἡ
πατρὶς Μυρίχοβον ὁμοῦ και Λάρισα, πανηγύρεώς τε προεξάρχουσα τούτων ἠ ποίμνη
σου, ἡ ἐν τῷ Κισσάβῳ, Πάτερ στησάμενος χορείαν, σὲ κροτοῦντες ἐν ὕμνοις
γεραίρομεν.
Μίαν ὄντως ποθήσας διαγωγὴν
Ὅσιε, ταύτην ἐζήτησας ἐν ναῷ Κυρίου, παρεδρεύειν καὶ τούτου τὸ ἄῤῥητον, καὶ
τερπνὸν θεᾶσθαι, κάλλος Μονὴν ἐν τῷ Κισσάβῳ, ὁπαδούς σοι δειμάμενος ἤθροισας.
Ἄραι ὄμματα κύκλῳ, τέκνα τὰ
σὰ θεάσαι τὴν πανεύσημον, συνελθόντα μνήμην, καὶ τὸν Πρόδρομο ἅμα τὸν μέγιστον,
ἀνυμνολογῆσαι, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, καὶ ἐξ ὕψους ἡμᾶς ἐπισκέψασθε.
Θεοτοκίον.
Ἐν Σοὶ ῥήσεις Παρθένε,
Προφητῶν εἰλήφασι ὸ κέρας Ἄχραντε, τὸ γὰρ τούτων τέλος, Σοῦ θεώμεθα οὖσων τὴν
κύησιν, ὑπὲρ ἔννοιάν τε, καινοπρεπῶς καὶ ὑπὲρ φύσιν, ἀπειράνδρως θηλάσασαν
βλέποντες.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ὡς
ἔστης Μάρτυς πρὸ βήματος, θωπείαις τοῦ τυράννου σὲ θέλγοντος, ὅλως ἀνένδοτον,
πεῖρα βασάνων ἐδέχετο, Χριστοῦ οὐδὲν βοῶντα δεινὸν χωρίσει με.
Ναὸν
ἀθροίσας μονάζοντας, ἐγείρεις ἱερὸν παναοίδιμε, αὐτὸς δὲ σπήλαιον, ᾤκεις ἰδίᾳ
πυρούμενοι, φίλτρῳ Χριστοῦ πρὸς βίον, ὄντως μακάριον.
Ἐμμένοντά
σε ὁ δόλιος, τῷ φίλτρῳ τοῦ Δεσπότου θεώμενος, Χριστοῦ ἀκλόνητον, ψῆφος πυρὸς
καὶ ἀγχόνης σοι, ἐπενεγκών, σὲ Μάρτυς λαμπρῶς ἐδόξασε.
Θεοτοκίον.
Ὡραῖον
κρίνον Σε χάρισιν, εὐῶδες παρθενίᾳ, καὶ πάντερπνον, Λόγε εὑράμενος, Κόρη τὸ πᾶν
εὐωδίασον, ὁ τοῦ Θεοῦ κατ’ ἐμὲ ἐκ Σοῦ γενόμενος.
Ἕτερος
τοῦ Ἁγίου. Ἱλάσθητί μοι.
Ῥιχόβου Δαμιανόν, Ἑλλάς τε
δεῦτε καὶ Κίσσαβος, ἡ πάνσεπτός τε Μονή, ἡ τούτου καὶ Λάρισα, φαιδρὰν
συγκροτήσαντες, τὴν χορείαν ἅμα, εὐφημήσωμεν τὸν φέριστον.
Τᾶς χώρους περινοστῶν,
Δαμιανὲ ἀνεκήρυττες, μετανοεῖτε βοῶν, καὶ ἄγων εἰς αἴσθησιν, τοὺς ἀνθρώπους
Ὅσιε, τοὺς ἐν ἀνομίαις, ὑπ’ ἀνόμων ἁλοὺς ἤθλησας.
Ὑπ’ ἀνόμων ληφθείς, καὶ παραστὰς τῷ δικάζοντι,
ὁμολογῶν τε Χριστόν, τρανῶς καθυπήνεγκας, αἰκισμοὺς καὶ μάστιγας, καὶ τὸ πῦρ
ἀνδρείως, τοῦ Χριστοῦ ἐνδυναμοῦντός σε.
Σεπτὸν ἐγείρας σηκόν, τῆς
μετανοίας τοῦ κήρυκος, μετανοεῖτε βοᾶν, οὐ παύῃ μιμούμενος, τὸν ἐκείνου Ὅσιε,
φιλόφρονα ζῆλον, μεθ’ οὗ σῶζε τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Ἡλίου ἀνατολή, δικαιοσύνης
ὑπάρξασα, καὶ πύλη ἡ τῆς Ἐδέμ, τὰς πύλας ἀνοίξασα, φωτί με καταύγασον, τὸν
ἐσκοτισμένον ἐν αὐτῇ με εἰσοκίσασα.
Κοντάκιον.
Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν
τῆς Ἑλλάδος μοναστὴν τὸν ἀκριβέστατον, καὶ Θετταλίας ἀθλητὴν ὄντως στεῤῥότατον,
εὐκλεέστατον τὸ βλάστημα Μυριχόβου, και Κισσάβου δὲ τὸ κλέος καὶ ἀγλάϊσμα, εὐφημοῦντές
σε ψυχῆς ἐν ἀγαλλιάσει, καὶ γεραίροντες· Χαίροις Πάτερ σοι κράζομεν.
Οἷκος.
Πρὸς τὸ Ἄγγελος πρωτοστάτης.
Ἔνθερμον
ἐγκρατείας, ζῆλον ἔχων παμμάκαρ, λιπὼν τὰ ἐν τῷ κόσμῳ, τὸ σχῆμα τὸ σεπτὸν
ἐνεδύσω σπουδῇ, ἀκριβῶς ἀσκήσας ἀρετὴν ἅπασαν. Ἀθλήσαντα γενναίως δὲ ὁρῶντές
σοι βοῶμεν οὕτω·
Χαίροις,
στεῤῥῶς τὰ ἄφθαρτα μισήσας·
χαίροις,
ἀνθ’ ὧν τὰ ἑστῶτα ποθήσας.
Χαίροις,
πρὸς ἀγῶνας τραπεὶς τῆς ἀσκήσεως·
χαίροις,
ἀλγηδόνας ὑποστὰς καὶ ἀθλήσεως.
Χαίροις,
πλῆθος πολυάριθμος καταστρέψας δυσσεβῶν·
χαίροις
στῖφος πολυσύνθετον ἐκνικήσας πειρασμῶν.
Χαίροις,
φωστὴρ Ὁσίων ὁμόζηλε·
χαίροις,
ἀστὴρ αὐγάζων πολύφωτε.
Χαίροις,
δι’ οὗ ἀπηλέγχθη ἡ πλάνη·
χαίροις,
δι’ οὗ Χριστὸς ἀνεφάνη.
Χαίροις
Πάτερ σοι κράζοντες.
Συναξάριον.
Τῇ
ΙΔ΄ τοῦ αὐτοῦ μηνός, τοῦ ἐν Ἁγίοις Ὁσιομάρτυρος
Δαμιανοῦ τοῦ νέου, τοῦ καὶ κτήτορος τῆς κατὰ τὸν ἐν Δημητριάδι Κίσσαβον
σεβασμίας Μονῆς τοῦ Τιμίου ἐνδόξου Προφήτου Προδρόμου.
Ὅν ἀγχόνη ζῆν
ἐκκοπεῖσα ἠξίου,
Χριστοῦ
λάτρην φλέγουσιν παῖδες τῆς Ἄγαρ,
ἔρωτι θείῳ
πρὶν ψυχὴν πεφλεγμένον.
Δαμιανὸν
δεκάτῃ φλέξαν πῦρ εἶλε τετάρτῃ.
Δαμιανὸν γ’
ἄλκιμος ὤν φερωνύμως,
Δάμασι σαρκὸς
ταὰ πάθη ῥωμαλέως.
Δάμνησι δ’
ἄρα καὶ φάλαγγας δαιμόνων.
Ἀχθεὶς δ’
εἴκει πυρὶ Χριστῷ θυσία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν τῷ
Βουνῷ.
Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω,
Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας
Θεοδοσίου τοῦ μικροῦ, ὁρμώμενος τῶν ἀφ’ ἡλίου Ἀνατολῶν, Σχολαστικὸς γεγονώς.
Μετῆλθε δὲ τον μονήρη βἰον· καὶ τὸ ὄρος ἀνελθών, τὸ κατ’ ἀντίκρυ τῆς Ὀξείας
κείμενον, ἧν τὴν ἄσκησιν καρτερικώτατος, τὴν πίστιν ὀρθοδοξότατος. Πολλὰ δὲ
φαυλίσας τῆς Εὐτυχοῦς καὶ Νεστορίου κακοδοξία, καὶ ἀποδεξάμενος τὴν ἐν
Χαλκηδόνι τετάρτην Σύνοδον, γέγονε καὶ βασιλεύσιν αἰδέσιμος, καὶ πᾶσι τοῖς ἐντυγχάνουσι,
θείᾳ χάριτι τὴν ὄψιν ἠγλαϊσμένος, καὶ πηγὰς θαυμάτων καὶ ἰάσεων τοῖς προσιοῦσι
βρύων ἑκάστοτε. Ἐν εἰρήνῃ δὲ ἀναπαυσάμενος, κατετέθη ἐν τῷ αὐτοῦ ἀνοικοδομηθέντι
εὐκτηρίῳ. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Μονῇ τοῦ Καλλιστράτου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος.
Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Οὗτος ὁ Ὅσιος, τὸν ὕπαιθρον ἀσπασάμενος
βίον, κορυφήν τινα κατέλαβεν ὄρους, ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένη· και τῷ ἐν
ταύτῃ τῶν δαιμόνων τέμενος τῷ Θεῷ καθιερώσας, ἐν αὐτῷ διέτριβε, σκηνήν τινα
βραχεῖαν πηξάμενος. Πόνοις δὲ οὐ τοῖς τυχοῦσιν ἐκέχρητο μόνοις, ἀλλὰ καὶ ἐπενόει
ἑτέροις· ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐμέτρησεν· ἧν γὰρ ἰδεῖν καὶ πυρετοὺς
σβεννυμένους τῇ τούτου προσευχῇ, καὶ φρίκην παυομένην, καὶ δαίμονας
δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα εὐχῇ μόνῃ θεραπευόμενα. Ἀλλὰ
καὶ πολλὰ κατασκευάσας Μοναστήρια, πολλοὺς δι’ ἀσκήσεως τῷ Θεῷ προσῆγεν. Οὕτω δὲ
τῆς θείας γεωργίας ἐπιμελούμενος καὶ ψυχὰς ὁμοῦ θεραπεύων καὶ σώματα, καὶ ἀῤῥώστιαν
ὑπομείνας βραχεῖαν, ὑπεξῆλθε τοῦ βίου ἐν εἰρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ.
Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Οὗτος ἦν ἐπὶ τῆς βασιλειας Θεοδοσίου
τοῦ μεγάλου, ἐκ πόλεως Κύρου· ἐν ᾗ καὶ τεχθείς, τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον
συνελέξατο. Τοσαύτῃ γὰρ ἀγρυπνίᾳ καὶ στάσει τὸ σῶμα κατεδάμασεν, ὡς ἀκίνητος ἐπὶ
πλεῖστον διαμεῖναι χρόνον, μηδαμῶς βαδίζειν δυνάμενος. Μεμαθηκὼς δὲ κώμην τινά,
πρὸς τῷ ὄρει τῷ Λιβάνῳ κειμένην, κατείδωλον εἶναι, ταύτην καταλαμβάνει. Καὶ οἰκίαν
μισθωσάμενος, ἐπὶ τρεῖς μὲν ἡμέρας διετέλεσεν ἡσυχάζων, ἐπὶ δὲ τῇ τετάρτῃ ἡσύχως
προσερχόμενος, πρῶτον μὲν ὑπ’ αὐτῶν τῶν δυσσεβῶν χοὶ πολλῷ καταχώννυται· εἶτα
πόῤῥῳ αὐτῶν ἐκελεύετο ἀναγκαστικῶς ἀπιέναι. Ἀλλὰ πράκτορες εὐθὺς ἀφικόμενοι, τοὺς
ἐν τῇ κώμῃ δεινῶς ᾔκιζον, τὰς εἰσφορὰς ἀπαιτοῦντες. Ὁ δὲ θεῖος οὗτος, τὰς ὑπὲρ
αὐτῶν εἰσφορὰς τοῖς πράκτορσι δεδωκώς, τοὺς ὑβριστὰς τῶν βασάνων ἠλευθέρωσεν. Οἱ
δέ, τὴν τοῦ Ὁσίου φιλανθρωπίαν ὑπερθαυμάσαντες, Ἐκκλησίαν ἐδομήσαντο, Χριστιανοὶ
γεγονότες, καὶ αὐτὸν ἱερέα γενέσθαι καταναγκάζουσιν. Ὁ δέ, τρία συγγγενόμενος αὐτοῖς
ἔτη, καὶ καλῶς πρὸς τὴν εὐσέβειαν αὐτοὺς ὁδηγήσας, πάλιν τὸ μοναχικὸν
καταγώγιον κατέλαβε, ἕτερον αὐτοῖς ἀντι αὐτοῦ ἱερέα καταλιπών.
Ἐν τούτοις διαλάμψας, τὴν Καρῶν ὑποδέχεσθαι
προεδρείαν· πόλις δὲ αὕτη τῆς Παλαιστίνης κατείδωλος. Ἀλλὰ καὶ ταύτην πόνοις
μυρίοις, καὶ θεοπνεύστοις διδασκαλίαις, Θεῷ ἐν ὀλίγῳ χρόνῳ παρέστησεν. Οὔτε γὰρ
ἄρτου κατὰ τὸν χρόνον τῆς ἱερωσύνης μετέλαβεν, οὔτε ὀσπρίων, οὔτε λαχάνων, ὁμιλησάντων
πυρί, οὐχ ὕδατος, ἀλλὰ θριδακίνας καὶ πικρίδας και ὅσα τοιαῦτα τροφὴν ἅμα καὶ
ποτὸν ἐποιεῖτο. Τούτου τὴν φήμην καὶ ὁ βασιλεὺς ἀκούσας, πρὸς ἑαυτὸν
μετεκαλέσατο, καὶ ὀλίγον χρόνον ἔκτοτε ἐπιβιοὺς ἐν τῇ βασιλίδι ταύτῃ τῶν
πόλεων, τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Τὸ δὲ σῶμα αὐτοῦ ὁ εὐσεβέστατος καὶ μέγας
βασιλεὺς Θεοδόσιος ἐν τῇ τῶν Καρῶν μετὰ τιμῆς ὅτι πλείστης παρέπεμψεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος
τοῦ νέου τοῦ Γεωργιανοῦ, τοῦ Ἀθωνίτου.
Ἱλαρίωνι ὁ Πύργος εὖχος·
ἐν ᾧ δαιμόνων συνέθλασε κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάουν τοῦ ἐξ Ἰχθύος τῆς Κορινθίας καὶ
ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1554.
Πῦρ ὑπενεγκὼν Νικόλαε τρισμάκαρ,
Γῆθεν μετέστης πρὸς Μονὰς αἰωνίους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλήμονος (ἤ Φιλίππου) ἐπισκόπου Γάζης.
Φιλήμων Ἀποστόλου ζηλώσας τὴν δόξαν,
ὑπὲρ Χριστοῦ θανεῖν ἠθέλησεν ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Παϊζανοῦ τοῦ ῥάφτου, τοῦ ἐκ
Μυτιλήνης καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1693.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικολάου τοῦ Τραπεζουντίου,
μαρτυρήσαντος ὑπὸ τῶν Τούρκων ἐν ἔτει 1920.
Νικόλαος καλῶς ἐποίμανε ζῶν τὸ ποιμνίον,
Οὐκ ἠθέλησε αὐτὸ ἐγκαταλείψη ἐν δυσχερίοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνθίμου τοῦ ἐν Ῥώμῃ.
Παύλου καὶ Πέτρου τὴν πίστιν ἐμιμήθη·
Εἰς Ῥώμην πνοὴν ἀφῆκε ἐν μαρτυρίοις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Φαιδρυνέσθω
νῦν ἡ Λάρισα καὶ Κίσσαβος, νῦν γὰρ εὐφρόσυνος ἡμῖν φαιδρὰ ἑορτή, ἡμέρα
χαρμόσυνος σήμερον πάρεστη, τῆς ἀθλήσεως Δαμιανοῦ τοῦ Μάρτυρος, τὸν Θεὸν
ὑμνολογοῦντες.
Ἐκμιμούμενος
τὸν Κύριον ἐξένευες, ἐπερχομένων σοι δεινῶν παρὰ πονηρῶν ἀνδρῶν ἀμειβόμενος
τόπον ἐκ τόπου δέ, ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥωμαλέως
αἰκιζόμενος ὠμότητι, τὸ σεπτὸν σῶμά σου, πολλῶν ἐπὶ ἡμερῶν τροφῆς τε στερούμενος,
χαίρων ὑπέμεινας παναοίδιμε, Δαμιανὲ σὲ Κύριον, εὐλογῶν τὸν συντηροῦντα.
Θεοτοκίον.
Ὡρμημένη
Ἰεσσαὶ ἐκ ῥίζης πάναγνε Κόρη ἐβλάστησας, καρπὸν τὸν Σὸν Πλαστουργόν, ἀσπόρως
ἐκτρέφοντα νεύματι ἅπαντας τοὺς κραυγάζοντας· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Ἕτερος
τοῦ Ἁγίου. Εἱρμός. Θεοῦ συγκατάβασιν.
Τρυφῆς ἐφιέμενος τῆς
ἀκηράτου, Ὁσιομάρτυς τροφῆς ἀλγεινῶν τε βασάνων καὶ τῆς ἀγχόνης καὶ τοῦ
παμφάγου πυρός, ὁλιγωρήσας καὶ σώματος ἔψαλλες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων
ἡμῶν.
Ὠμῶς ἐταζόμενος τὸ σῶμα
φλέγῃ, Δαμιανὲ ἀφειδῶς, ὥσπερ πίων θυσία, Θεῷ εὐώδης τετελεσμένος ἐλθών,
διὰ πυρός τε καὶ ὕδατος ἔψαλλες·
Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ναόν σοι δειμάμενος, σεπτὸν
ὁ Μάρτυς Δαμιανὸς τοῦ Χριστοῦ, παρέθετο Προφῆτα, ὅν περιέπων τοὺς ἐν αὐτῷ σε
ἡμᾶς, δεινῶς ὑμνοῦντας ἐκλύτρωσαι ψάλλοντας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον.
Τοῦ βίου ὁ κλύδων με, Ἁγνὴ
ταράττει, καὶ παθῶν αὗραις σφοδρῶς ὑψούμενος ποντίζει, βυθοῦ εἰς χάος· ᾗ
τετοκυῖα παντὸς τὸν κυβερνήτην διάσωσον ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Δεῦτε
Θετταλῶν καὶ τῆς Λαρίσης τὰ στίφη τῶν εὐσεβούντων συγκροτήσατε, σήμερον
χαρμόσυνον, θίασον τῷ Μάρτυρι, Δαμιανῷ καὶ ᾄσμασι φαιδρῶς ἐξάρξατε, τὸν τοῦτον
στεφανώσαντα ὕμνοις, ἀνυμνολογοῦντες Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἴνδαλμα
σεπτόν σδὺ τοῦ Προδρόμου, καὶ κήρυξ τῆς μετανοίας ἐχρημάτισας, ὅντως ᾑρετίσω
γάρ, τούτου τὸ πολίτευμα, Δαμιανὲ εἰς οἴκησιν ποθήσας ἔρημον, καὶ λόγους τε καὶ
πράξεις καὶ τέλος τὸ Μετανοεῖτε ἐκείνου ἀνακράζων.
Ὄρθρου
ἐγερθείς, Μάρτυς ἐκ νέων, ἀμπέλου πρὸς ἐργασίαν ἐπεπόρευσαι θείων ἐντολῶν
Χριστοῦ, ᾧ καὶ γλεύκους στάζοντας ταύτης τοὺς βότρυς ἤγαγες, ζωῆς τὸν βίον σου,
δηνάριον λαβὼν ἀντῖ τούτου, τὰς ἀνεκλαλήτους καὶ θείας ἀντιδόσεις.
Θεοτοκίον.
Νέον
ὑπὸ χρόνον γεγονότα Παρθένε, τὸν τῶν αἰώνων ὄντα Κύριον φέρουσα ὡς νήπιον,
τῦτον ταῖς ὠλέναις Σου, ὑπὸ μαζὸν τὸν ἅπασαν πνοὴν ἐκτρέφοντα ἐν πταίσμασι
μυρίοις φθαρέντας, καὶ ἡμᾶς δυσώπει καινίσαι φιλανθρώπως.
Ἕτερος.
Εἱρμός. Ἑπταπλασίως κάμινον.
Ἔνδον Ἐδὲμ γενόμενος, καὶ
τοῦ ξύλου τῆς γνώσεως Ὅσιε μετέχων καὶ φωτὸς πληρούμενος τῷ θρόνῳ παρίστασαι,
ἔνθα χορὸς Ὁσίων Χριστοῦ καὶ τῶν Ἀθλητῶν ἡ στρατιὰ ἀναμέλπων· Οἱ Παῖδες
εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὦ ἀσεβείας τόλμημα! Εἰ καὶ
τέφραν τοῦ Μάρτυρος οἱ Ἰσμαηλῖται ποταμοῦ τοῖς ῥεύμασι στεροῦντες τῆς χάριτος
ἡμᾶς, διδοῦσι, νέμει ἡμῖν, ἀλλ’ ὁ Ἀθλητής, ἁγιασμὸν οὐρανόθεν βοῶσιν ἀνενδότως·
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Μνήμην δικαίων ἔφη που
Σολομὼν ὁ θαυμάσιος, μετὰ ἐγκωμίοις χαρμοσύνως ἄγεσθαι, εὐφραίνου ἑόρταζε, πᾶσα
Κισσάβου χώρα φαιδρῶς, σὺν τῷ Ἀθλητῇ, τὸν Βαπτιστὴν τοῦ Κυρίου, ὑμνοῦσα καὶ
βοῶσα, ἐν τῇ μνήμῃ τῇ τούτου· λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὰς ἐπιθέσεις Δέσποινα, τῶν
μισούντων ματαίωσον, ἐπιούσας μάτην, καθ’ ἡμῶν τῶν δούλων Σου, τὴν ζάλην
κοπάσασα, τῶν ἀκαθέκτων ἡμῶν παθῶν, ὡς τὸν συμπαθὴ καὶ δυνατὸν ἐν ἰσχύϊ,
τεκοῦσα μελῳδούντων· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ὕδωρ
τὴν σεπτήν, σοῦ κόνιν ἐδέχετο, τυράννου δόγματι Πνεῦμα δὲ τὸ τίμιον, τῷ κάλλει
λάμπον ὑπήντων Ἄγγελοι, Δαμιανὲ ἀοίδιμε, ἀγαλλώμενοι καὶ σκιρτῶντες ἔσω εἰς
σκηνώματα καὶ Μονὰς οὐρανίους προέπεμπον.
Σοῦ
τῆς πρὸς Χριστόν, πορείας τοὺς ἄγοντας σεπτὸν μνημόσυνον καὶ ἀνευφημοῦντάς σε,
αἰσίως πλεῦσαι βίου τὸ πέλαγος, Δαμιανὲ καὶ ζάλης δέ, τὸν πολυτάραχον,
ὑπερβῆναι τούτον τῷ Δεσπότῃ σου, ἐντυγχάνων
ἡμᾶς καθικέτευε.
ἡμᾶς καθικέτευε.
Ἵνα
δυσμενοῦς κρατοῦντος ὀλέτειραν ἡμῶν κατάθραυσον τοῖς Ὀρθοδοξοῦσι δέ, εἰρήνην
κράτος, Μάρτυς καὶ ἄφεσιν ἁμαρτιῶν φαιδρῶς ἑορτάζουσι.
Θεοτοκίον.
Ὄρος
Σε σεπτόν, καὶ πύλην καὶ τράπεζαν, καὶ ῥάβδον στάμνον τε πόκον καὶ νεφέλην δέ,
καὶ πλάκα θείαν, τόμον καὶ κλίμακα, οἱ θεηγόροι ἤνεσαν κατονομάζοντες,
πολυτρόπως Κόρη ὑπερύμνητε, τῆς Σῆς δόξης τὴν αἴγλην θεώμενοι.
Ἕτερος,
τοῦ Ἁγίου. Εφριξε πᾶσα ἀκοή.
Ὕψωσον κέρας τῶν πιστῶν,
ταῖς δεήσεσι ταῖς σαῖς, καὶ κατάβαλε, θράσος πολέμιον, φρυαττομένων κατὰ τῶν
δούλων σου, Δαμιανὲ ποίμνην τὴν σήν, τοῖς βέλεσιν ἄτρωτον, ἐχθροῦ φυλάττεσθαι,
ἱκετεύων σὲ προστάτην πλουτήσασα.
Σήμερον δεῦτε ἑορτήν, οἱ
φιλέορτοι φαιδρὰν συγκροτήσαντες, σεπτῶς ὑμνήσωμεν, Χριστοῦ τὸν μέγαν μύστην καὶ
Πρόδρομον, ἐν τῷ σεπτῷ αὐτοῦ ναῷ, τιμῶντες τὸν Ὅσιον, μεθ’ οὗ καὶ Μάρτυρα ὡς ὁμότροπον
αὐτοῦ χρηματίσαντα.
Ἴθι καὶ στῆθι μεθ’ ἡμῶν,
τῆς σῆς ποίμνης τῆς σεπτῆς εὐφημούσης σε Πάτερ, καὶ πρύτανις γενοῦ οἰκέταις
τοῖς σοῖς πρὸς Κύριον, ἀπολαβεῖν τὰς τῶν εὐχῶν, αἰτήσεις καὶ σώζεσθαι, τῶν
περιστάσεων τοὺς ἐν ὕμνοις εὐλαβῶς σε γεραίροντας.
Ὅλον σὺ ὥσπερ τῷ Χριστῷ,
ἱερεῖον καὶ εὐῶδες θυμίαμα, σαυτὸν προσήγαγες, σῶμα μὲν τήκων πόνοις ἀσκήσεως,
τὴν δὲ ψυχὴνν ἐν ὀχετοῖς δακρύων ἄρδων ἀνένδοτος, καὶ Μάρτυς γέγονας ἀριστεύσας
ἑκατέρωθεν Ὅσιε.
Θεοτοκίον.
Σὲ τὴν ἐκ ῥίζης Ἰεσσαί,
προελθοῦσαν καὶ ἀφθόρως βλαστήσασαν, Χριστὸν τὴν λύτρωσιν ἡμῶν εἰδότες μόνην
ἀνάκλησιν, καὶ εὐλογίας ἀπαρχήν, εἰκότως γεραίρομεν, πρώτην καὶ ὕστατον, καὶ
τὴν μέστην ἐν ᾠδαῖς τάξιν νέμοντες.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Δαμιανὸς
ὁ φέριστος, ἀσκήσει καὶ ἀθλήσει, νεοφανὴς ἐφέστηκε, σήμερον ἑστιάτωρ, πιστῶν
καλέσας τὰ στίφη, ἅπαντα ἐν εὐσήμῳ, τῇ μνήμῃ αὐτοῦ πάντερπνον, συγκροτῶν
πανδαισίαν, πνευματικῆς, εὐωχίας ἅπασι τῶν ἀγώνων αὐτοῦ, δεῦτε συνέλθωμεν
ἀνυμνοῦντες οὖν τοῦτον.
Θεοτοκίον.
Δέσποινα
πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν
ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾌδης, μὴ ἀπώλεια,
βήματι τοῦ Υἱοῦ Σου, τῷ φοβερῷ, ἀνεύθυνους πάντας δὲ παραστῆναι ὦ Θεομῆτορ
Δέσποινα, ὅσα θέλεις ἀνύεις.
Εἰς
τοὺς αἴνους. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Διανοίας
λαμπρότητι, κατοπτεύσας τὸ ἄστατον, γεηρῶν πανεύφημε τὰ χαμαίζηλα, πάντα ἀπώσω
ὡς σκύμβαλα, τὰ ὄντως δὲ μένοντα, καὶ τὰ κρείττονα φθορᾶν, κατενόησας Ὅσιε,
ὅθεν ἔσπευσας, τῶν φθαρτῶν ἀνταλλάξαι τὰ ἑστῶτα, ὦν ἀσκήσει καρτερήσας, καὶ τῇ
ἀθλήσει ἠξίωσαι.
Ἰταμῶς
σε τύπτομενον, καὶ εἱρκτῇ συγκλειόμενον, καὶ σειραῖς πεδούμενον, ἀναρτώμενον
Μάρτυς ἀγχόνῃ τε βλέποντες, οἱ τύραννοι φέρποντα, τὰς βασάνους καρτερῶς, ἐξεπλήττοντο
Ὅσιε, σοῦ ἡττώμενοι, διελθὼν δὲ δι’ ὕδατος πυρός τε, τοὺς στεφάνους ἀνέδυσω, ὡς
ἀριστεύσας λαμπρότατα.
Ὁ
Ὁσίοις ὁμόζηλος, Ἀθληταῖς τε ὁμότροπος, ἀριστεὺς ὁ φέριστος, ὁ κατ’ ἄμφω νῦν,
πᾶσαν Ἑλλάδα προτρέπεται, δραμεῖν εἰς ἑστίασιν, τῶν ἀγώνων τῶν ἀὐτοῦ, Δαμιανός
οὗ τὴν πάνσεπτον, μνήμην ἅπαντες, ἐν ᾠδαῖς συνελθόντες εὐφημήσωμεν, διὰ τούτου
τὴν ἐξ ὕψους, χάριν αἰτοῦντες καὶ ἔλεος.
Νοητῶς
σὺ ἑνούμενος τῇ Τριάδι, τῷ Πνεύματι Ἀθλητὰ ἀοίδιμε, τὴν ἀπάθειαν πάσης ὑλώδους
ἐφέσεως, ἐκτήσω γενόμενος ἔξω κόσμου και σαρκός, ἀστραπαῖς δὲ πυρσούμενος, ταύτης
Λάρισαν φαεινῶς καταυγάζεις καὶ Ἑλλάδα, ταῖς ἐνθέοις φρυκτωρίαις, τρανῶς
κηρύττων μετάνοιαν.
Δόξα.
Ἦχος πλ. δ΄.
Τίς
ἐξισχύσει τοὺς σεπτοὺς ἀγῶνας, πολύτλα Δαμιανὲ Ὁσιομάρτυς, οὕς ὑπὲρ Χριστροῦ
ἔτλης, κατ’ ἀξίαν εὐφημῆσαι; Ἤ τίς δύναμις λόγων τὸ μέγεθος τῶν ἄθλων σου
πρεπόντως ἐξυμνήσειε; Τοὺς αἰκισμούς, τὰς ὕβρεις, τὰς μαστιγώσεις, τὴν εἱρκτήν,
τοὺς κλοιούς, τὰς σειράς, τῶν τυράννων τὴν ὠμότητα, τὴν ἀγχόνην, τὸν ὑπὲρ
Χριστοῦ διὰ πυρὸς μακάριον θάνατον, ὅν τὸ κατὰ φύσιν ἀνδρείως βιασάμενος, ὑπὲρ
φύσιν γενναίως καθυπήνεγκας. Ὑπὲρ ἄνθρωπον ὄντως τὰ σὰ παλαίσματα, καὶ Ἀγγέλων
φύσιν ἄϋλον ἐκπλήττοντα, ἀλλ’ ἡμῶν τὸ ἐφύμνιον τοῦτο, ἐξἀναξίων μὲν χειλέων,
καὶ ἀσθενοῦς διανοίας, ἀλλ’ εὐλαβῶς καὶ μετὰ πόθου σοι προσφερόμενος ἀποδέχου,
πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν πίστει καὶ πόθῳ τελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι...
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου