Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 10. ΟΣΙΟΣ ΛΑΥΡΕΝΤΙΟΣ ΠΗΛΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Ι΄!!
ΛΑΥΡΕΝΤΙΟΣ ΟΣΙΟΣ ΠΗΛΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς, καὶ γ’ τοῦ Ὁσίου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ὁ χορὸς τῶν μοναστῶν, καὶ τῶν φιλεόρτων τὰ στίφη, πανηγυρίσωμεν, μνήμην τὴν ἐτήσιον, καὶ πανσεβάσμιον, Λαυρεντίου πατρὸς ἡμῶν, θερμῶς ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσον, νῦν τοὺς ἱκέτας σου, πάσης, λοιμικῆς ἀσθενείας, καὶ τῶν συμφορῶν καὶ κινδύνων, Πάτερ ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Ὅλος, ἀνακείμενος Θεῷ, πᾶσαν προσβολὴν τοῦ δολίου, ἐκτιναξάμενος, Ὅσιε Λαυρέντιε, ἀπὸ νεότητος, καὶ σαρκὸς τὴν εὐπάθειαν, τρυφὴν ἐβδελύξω, τὴν δὲ διαμένουσαν θείαν ἀπόλαυσιν, μάκαρ, ἠρετίσω καὶ ταύτης, ὄντος κληρονόμος ἐγένου, τὰ τῶν πόνων ἔπαθλα δρεπόμενος.

Πάσας, τὰς τοῦ βίου ἡδονάς, ῥέοντα καὶ ἄστατον πλοῦτον, καὶ τὴν ἐπίκηρον, δόξαν βδελυξάμενος, πατρίδα ἔλιπες, τὸν σταυρὸν γὰρ ἀράμενος, ἐπ’ ὤμων προθύμως, Χριστῷ ἠκολούθησας, Πάτερ Λαυρέντιε· ὅθεν, παρ’ αὐτοῦ ἐκομίσω, στέφανον ἀμάραντον δόξης, καὶ μετὰ Ὁσίων συνηρίθμησαι.

Δόξα. Ἦχος γ΄.
Τὸ μέγα κλέος τῶν μοναζόντων, Λαυρέντιον τὸν παμμέγιστον, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν σήμερον. Οὗτος γὰρ ὡς ῥόδον ἡδύπνοον, μέσον ἀκανθῶν ἀνεβλάστησε, καὶ Χριστὸν τὸν Θεόν, ὁλοψύχως ἐνστερνισάμενος, ναὸν αὐτὸν περικαλλῆ καὶ περίβλεπτον, ἐπὶ γῆς ἐκ βάθρων ἀνεδείματο· ὅθεν καὶ ἀνδρικῶς, κατὰ τοῦ ἀντιπάλου ἀγωνισάμενος, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσατο, ᾧ καὶ πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.




Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Ὁ πολύφωτος ἥλιος τῆς Ἐκκλησίας Χριστοῦ, ὁ οὐράνιος ἄνθρωπος καὶ ἐπίγειος ἄγγελος, Λαυρέντιος ὁ πανένδοξος, ἡ ἀγγελικὴ πανδαισία, σήμερον συγκαλεῖται ἡμᾶς, πρὸς ἑστίασιν πνευματικήν, τῶν θεοπνεύστων λόγων καὶ θαυμάτων αὐτοῦ. Μηδεὶς οὖν ἐξέλθῃ πεινῶν τῆς ἱερᾶς ταύτης πανδαισίας· καὶ γὰρ μεταδίδωσι πᾶσιν ὡς ἑστιάτωρ πνευματικός, τὸ ἁπλοῦν, τὸ ἀκέραιον, τὸ ἄκακον, τὸ καρτερικὸν καὶ ἀφιλάργυρον, τῶν ἠθῶν διακόσμησιν, καὶ ὀρθότητα τῶν εὐσεβῶν δογμάτων. Τούτοις οὖν ἐντρυφήσαντες, καὶ ἀντὶ οἴνου τῆς ἀσκητικῆς αὐτοῦ εὐωχηθέντες ἱδρῶσι, πρὸς αὐτὸν γηθοσύνως βοήσωμεν· Λαυρέντιε τρισόλβιε, αἴτησαι φωτισμόν, καὶ τὸ μέγα ἔλεος.

Ὁ αὐτός.
Τῷ ξύλῳ τῆς βρώσεως, μὴ ἡττηθεὶς ὡς οἱ γεννάρχαι, παθῶν ἀνώτερος ἐδείχθης, Λαυρέντιε Πατὴρ ἡμῶν, ὡς πάλαι Σάββας ὁ ἡγιασμένος· ὅθεν, ὡς πυρὸς ἐνύλου τῷ τύπῳ τοῦ Σταυροῦ περιεγένου, διὰ τοῦτο καὶ ἡ σὴ Λαύρα παρεστῶσά σοι γέγηθε· σὺ καὶ τὰς ἐνέδρας πάσας τῶν ἀοράτων ἐχθρῶν ἐθριάμβευσας, καὶ λαμπρὸς νικητὴς καὶ στεφανίτης ἀνηγορεύθης, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Ὅσιε Πατὴρ ἡμῶν Λαυρέντιε, τὸν σταυρὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἀναλαβών, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διήνυσας, λιπὼν τὰ φθειρόμενα, καὶ τὰ διαμένοντα φθάσας ἐπειγόμενος· διὸ καὶ τὸ σῶμα τῇ ἐγκρατείᾳ μαράνας, καθυπέταξας τῷ πνεύματι, δόκιμος γενόμενος τῶν ἐντολῶν τοῦ Κυρίου ἐργάτης· δι’ ὧν τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος ἀμόλυντον διετήρησας· ὅθεν, καὶ τὰ γέρα ἀξίως ἐν οὐρανοῖς ἀπολαμβάνεις, ἐκ χειρὸς τοῦ μισθαποδότου Χριστοῦ, ὃν ἐκτενῶς ἱκέτευε, Λαυρέντιε Πατὴρ ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ὁ αὐτός.
Ἔλαμψε τοῖς πέρασι σήμερον, ὡς ἄλλος ἀστὴρ φαεινός, Λαυρέντιος ὁ παναοίδιμος· πάντων πιστῶν φωτίζων τὰς διανοίας, καὶ νόσους χαλεπὰς ἀποδιώκων, ἐκ τῶν πίστει καὶ πόθῳ τελούντων τὴν σεβάσμιον μνήμην αὐτοῦ. Παῤῥησίαν γὰρ πρὸς τὸν Θεὸν μεγίστην ἐκτήσατο· ᾧ καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.





Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν φιλεόρτων τὰ στίφη δεῦτε συνδράμωμεν, καὶ ὕμνοις ἐγκωμίων, καταστέψωμεν πόθῳ, Λαυρέντιον τὸν μέγαν, οὗτος γὰρ νῦν, πανδαισίαν προτίθεται, τοῖς τὴν αὐτοῦ ἐκτελοῦσι χαρμονικῶς, θείαν μνήμην καὶ σωτήριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὸν πολιστὴν τῆς ἐρήμου τὸν ὁσιώτατον, τῶν μοναστῶν τὸ κλέος, τῶν πιστῶν τὸν προστάτην, Λαυρέντιον τὸν θεῖον, πάντες πιστοί, εὐφημήσωμεν σήμερον, ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, λυτρωθῆναι πάσης θλίψεως.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἀπὸ παντοίων σκανδάλων καὶ πάσης θλίψεως, ἀπὸ παθῶν καὶ νόσων, τῶν ψυχῶν καὶ σωμάτων, βλάβης τε παντοίας ἀπὸ ἐχθρῶν, αἰσθητῶν νοουμένων, τοὺς σὲ τιμῶντας ἐκ πόθου σῶζαι ἀεί, παμμακάριστε Λαυρέντιε.

Δόξα. Ἦχος β΄.
Σήμερον, οἱ πιστοὶ περιχαρῶς ὑμνοῦσι τὸν Σωτῆρα· σήμερον, οὐράνια Τάγματα, τῶν Ὁσίων Πατέρων ἐν τῇ μνήμῃ τοῦ Λαυρεντίου ἀγάλλοντα· ἡ δὲ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται, οἱ νόες τὸν ὕμνον ἐξάδουσι, καὶ ἡ κτίσις ἑορτάζει χορεύουσα, ἡμεῖς δὲ πρὸς τὸν Σωτῆρα βοῶμεν· δόξα Σοι Χριστῷ τῷ Θεῷ, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄.
Μέγα εὕρατο, ἡ κώμη κλέος, τὸν Λαυρέντιον, βροτῶν τὸν θεῖον, ὡς ἀσκητὴν ἐν ἀσκηταῖς δοκιμώτατον, καὶ ἰατρὸν ἀσθενούντων πανθαύμαστον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.






ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγῶνας τοὺς σεπτούς, εὐσεβῶς τοῦ Ὁσίου, Λαυρέντιον πιστοί, εὐφημήσωμεν πόθῳ, οὗτος γὰρ ἠγωνίσατο, ἀληθῶς ὑπὲρ ἄνθρωπον· ὅθεν ἔστεψε, τοῦτον Χριστὸς τοῖς στεφάνοις, τῆς ἀσκήσεως, καὶ κληρονόμον τῆς ἄνω, λαμπρότητος ἔδειξε.
Δόξα.
Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον ἐκ ψυχῆς, τὸν Χριστὸν ἀγαπήσας, τὴν ἔρημον ᾤκησας, θεοφόρε Πατὴρ ἡμῶν, ἐπὶ μόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης ἄγγελος, Λαυρέντιε ζῶν ἐν τῷ κόσμῳ· διό σε γεραίρομεν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀξίως Ὅσιε, σὺ τοῦ ὀνόματος, πολιτευσάμενος, νίκης φερώνυμος, καὶ τὸν ἐχθρὸν καρτερικῶς, εἰς τέλος τροπωσάμενος, πόνοις καὶ ἱδρῶσί σου, τοῦτον Πάτερ ἀπέπνιξας, καὶ κατετραυμάτισας, τῶν δαιμόνων τὰς φάλαγγας· διὸ καὶ νικητὴς ἀναδέδειξαι, καὶ τῆς νίκης τὸ στέφος ἀπείληφας.
Δόξα.
Τὸ ἀδαμάντινον, τῆς καρτερίας σου, καὶ τὸ ἐπίπονον, τῆς σῆς ἀσκήσεως, ὁρῶν ὁ βάσκανος ἐχθρός, τὰ σπλάγχνα ἐτιτρώσκετο, στένων οἴμοι ἔλεγε, καὶ ἐντρόμως ἐκραύγαζε, παῦσον τὸ τοξεύειν με, ἐγκρατείας τοῖς βέλεσιν, οὐ φέρω γὰρ ὁρᾶν σε Λαυρέντιε, ἐν σώματι ἀσώματον.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Σὲ τὴν θεόβρυτον πηγὴν τῶν θαυμάτων, καθικετεύομεν οἱ πάθεσι πλείστοις, κατασχεθέντες δοῦλοί σου ἐκ βάθους τῆς ψυχῆς, Ἅγιε Λαυρέντιε, τῇ θερμῇ πρεσβείᾳ, τάχυνον ἐλέησον, κακωθέντας σοὺς δούλους, καὶ εἰρηναίαν αἴτησαι ζωήν, ὅπως σωθέντες, σὲ πόθῳ δοξάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὰ τῶν Ἀγγέλων στρατεύματα σήμερον, σὺν τοῖς χοροῖς τῶν Ὁσίων εὐφραίνονται, καὶ ἀνθρώπων τὰ πλήθη ἐπὶ τῆς γῆς συναγάλλονται, ἐν τῇ ἐνδόξῳ μνήμῃ, Λαυρεντίου τοῦ θεοφόρου Πατρός, καὶ Χριστὸν δοξάζουσι, ἐκτενῶς τὸν τοῦτον δοξάσαντα.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὰ χείλη τὰ βέβηλα, καὶ ῥυπαρά μου ἀνάπτυξον, Λαυρέντιε ἔνδοξε, ὅπως τὴν μνήμην σου, τὴν χαρμόσυνον, ὑμνήσω θεοφόρε, καὶ ἄσω γηθόμενος, σοῦ τὰ θαυμάσια.
Ἡ θεία καὶ πάμφωτος, σήμερον μνήμη σου Ὅσιε, φαιδρῶς ἀνατέταλκε, πάντας φωτίζουσα, τοὺς προστρέχοντας, τῷ θείῳ σου τεμένει, καὶ πόθῳ δοξάζοντας, τὸν σὲ δοξάσαντα.
Ναὸς καθαρώτατος, ἐγένου Πάτερ τοῦ Κτίστου σου, σαυτὸν καθηράμενος, ἐνθέως Ὅσιε, πόνοις σώματος, καὶ προσευχαῖς συντόνοις, καὶ πάντα τῷ κρείττονι, ὑποταξάμενος.
Θεοτοκίον.
Σκηνὴ θεοχώρητε, καὶ ἐπουράνιε Τράπεζα, τὸν ἄρτον ἡ φέρουσα, τὸν ἐπουράνιον, πάσης λύτρωσαι, γεέννης τοὺς ὑμνοῦντας, καὶ πίστει γεραίροντας, τὸν θεῖον Τόκον Σου.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἡ θεία μάκαρ πολιτεία, Ἀγγέλους κατέπληξε σοφέ, ὁρῶντες γὰρ ἐν σώματι, ἀγγελικῶς βιοῦντά σε, χαρμονικῶς ἀγάλλονται, τὸν πάντων Κτίστην δοξάζοντες.
Νηστείαις καὶ δάκρυσι παμμάκαρ, καὶ θείαις παννύχοις προσευχαῖς, σαυτὸν καθοπλισάμενος, ἀντέστης ἀνδρικώτατα, κατὰ τοῦ κοσμοκράτορος, καὶ νίκης στέφος ἀπείληφας.
Γενναίως μισήσας θεοφόρε, τὸν κόσμον καὶ τούτου τὰ τερπνά, πλοῦτόν τε καὶ εὐγένειαν, καὶ πᾶσαν ἡδυπάθειαν, καὶ τὸν Σταυρὸν ἀράμενος, Χριστῷ θερμῶς ἠκολούθησας.
Θεοτοκίον.
Εὐρύχωρον σκήνωμα τοῦ λόγου, καὶ πλάκα θεόγραφον ἁγνή, καὶ κλίνην πορφυρόστρωτον, γινώσκοντες Δέσποινα, χαρμονικῶς βοῶμέν Σοι· χαῖρε Μαρία θεόνυμφε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Καθάρας σεαυτόν, ἐγκρατείᾳ καὶ πόνοις, ταμεῖον ἱερόν, θείας χάριτος ὤφθης, καὶ πᾶσι κατεφώτισας, τὴν ὑφήλιον θαύμασιν, ἣν ἐπέδραμεν, εὐαγγελίου ὁ λόγος· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, πιστῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Μάχαιραν ὡς δίστομον τὸν τοῦ Χριστοῦ, φόβον ὁπλισάμενος δράκοντα, τὸν ἀποστάτην, καταβάλλεις πανστρατί, Λαυρέντιε μακάριε, νίκαις ἱεραῖς κλεϊζόμενος.
Ὅλος θείῳ πνεύματι ὅλως φλεχθείς, Πάτερ ἀνδρικῶς ἐκαρτέρησας, ἔτεσι πλείστοις, ταῖς ἐρήμοις προσχωρῶν, καὶ ἐκζητῶν τὸν Κύριον, χάριτί σε θείᾳ ἰσχύοντα.
Σήμερον ἐξέλαμψεν ἡ φωταυγής, μνήμη Λαυρεντίου, φέρουσα ἡ σή, τοὺς πάντας εἰς χαρὰν πνευματικήν, καὶ εὐφροσύνην κράζοντας· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Στόμασι καὶ χείλεσι τοῖς ῥυπαροῖς, ἄχραντε τολμῶντες οἱ δοῦλοί σου, Σὲ εὐφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις μεσιτείαις Σου Δέσποινα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὡς δένδρον κατάκαρπον, πεφυτευμένον Ὅσιε, πρὸς τὰς διεξόδους τῶν ὑδάτων, ἔφυς παρέχων, καρπὸν εὐφραίνοντα, πάντας τὰς καρδίας τῶν πιστῶν, ἐκτελοῦντας ᾄσμασι, τὴν σεβάσμιον μνήμην σου.
Ἐβάδισας Ὅσιε, στενὴν ὁδὸν καὶ δύσβατον, θείαις ἀναβάσεσι καρδίαις, καὶ θεωρίαις ἐμπλατυνόμενος, καὶ θέσει θεούμενος σαφῶς, πόλιν τὴν οὐράνιον, νῦν οἰκεῖς ἀγαλλόμενος.
Ἰδεῖν τὰ οὐράνια, κάλλη ποθῶν ἀοίδιμε, πρόσκαιρον κατέλιπες πατρίδα, καὶ τὰς ἐρήμους Πάτερ διώδευσας, καὶ γέγονας δόξα μοναστῶν, καὶ Ὁσίων σύσκηνος, καὶ Ἀγγέλων συμμέτοχος.
Θεοτοκίον.
Νοὸς θεράπευσον, κινήσεις παναμώμητε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας, τὸ σκότος δίωξον, ὅπως ἐν αἰνέσει Σε ὑμνῶ, τὴν ἀειμακάριστον, Θεοτόκε πανύμνητε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Μαράνας, πάθη τοῦ σώματος, ὡς δένδρον καθωράθης ὑψίκομον, καρποὺς τὰ θαύματα, καὶ τὰ σεπτὰ κατορθώματα, Λαυρέντιε Ἁγίων φέρων μακάριε.
Ἰσάγγελόν σου μακάριε, τὸν βίον αἱ οὐράνιαι βλέπουσαι, τὸν μετὰ σώματος, τάξεις ἐξέστησαν ᾄδουσαι, τῷ ἐνισχύσαντί σε δόξα Θεῷ ἡμῶν.
Ἱκέτευε πάσης θλίψεως, ῥυσθῆναι τοὺς τελοῦντάς σου, μνήμην Πάτερ Λαυρέντιε, καὶ τῆς βαρβάρων θρασύτητος, τοῖς νῦν ἐπικρατούσης ἀῤῥήτοις κρίμασι.
Θεοτοκίον.
Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύοντας, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ ἐξέλαμψας, ἐκ τῆς ἑώας, ἀναλάμψας ηὔγασας, ἐν ταῖς καρδίαις τῶν πιστῶν, τὰς ἀρετὰς τῶν θαυμάτων σου, θαυματοφόρε παμμάκαρ Λαυρέντιε.
Ὁ Οἶκος.
Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν μοναστῶν τὸ κλέος, Λαυρέντιον τὸν μέγαν, ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ τῷ φέγγει τῶν ἀγώνων αὐτοῦ ὡς ἥλιος ἐξέλαμψε, φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως· διὸ καὶ ποταμοὺς πλουσίων θαυμάτων, ὡς ἐκ κρήνης λογικῆς ἐκβλύζων, πάντων τὰς ψυχὰς ῥωννύει τῶν ἐκβοώντων· Πατέρων Πάτερ Λαυρέντιε.

Συναξάριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Λαυρεντίου τοῦ ἐν Πηλίῳ
Συναλλαγή τις πρὸς Θεὸν Λαυρεντίῳ,
πόνοις Ἐδὲμ λαβόντι τὴν πόῤῥω πόνων.
Οὗτος, ἐγένετο μοναχὸς κατὰ τὸν ΙΔ’ αἰῶνα, ἐν τῇ τοῦ Ἁγίου Ὄρους Λαύρᾳ, ἀλλ’ ἕνεκα τῆς ἐπικρατούσης τότε ἐν Ἁγίῳ Ὄρει καὶ κυρίως ἐν τῇ Λαύρᾳ αἱρέσεως τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου ἀνεχώρησεν ἐκεῖθεν· ἐλθὼν δὲ εἰς ταύτην τὴν ἐπαρχίαν Βόλου καὶ τῆς ἐπισκοπῆς Δημητριάδος ἀνήγειρεν ἐκ βάθρων κατὰ τὴν σημερινὴν θέσιν τῆς ὁμωνύμου κωμοπόλεως Ἁγίου Λαυρεντίου, τὴν βασιλικὴν καὶ σταυροπηγιακὴν Μονήν, ἐπ’ ὀνόματι τοῦ Ἀρχιδιακόνου Λαυρεντίου, ἐπὶ τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ, ὅστις ἔστειλεν εἰς τὸν ὅσιον, χρυσίον καὶ χρυσόβουλλον καὶ ἱερὰ σκεύη, πρὸς οἰκοδομὴν τοῦ ναοῦ. Ὁ ἴδιος Ὅσιος Λαυρέντιος, ἀνήγειρε καὶ σκήτην, ἥτις ἀπέχει ἀπὸ τῆς Μονῆς ἡμισείαν ὥραν, ἐπ’ ὀνόματι τῆς Μεταμορφώσεως τοῦ Χριστοῦ καὶ τοῦ Προφήτου Ἠλιού.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.
Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.
Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.
Οὗτός ἐστι Σίμων, ὁ καὶ Ναθαναὴλ ὀνομαζόμενος, καὶ χρηματίσας νυμφίος ἐν τῷ γάμῳ, ἐν ᾧ ὁ Χριστὸς ἐκλήθη σῦν τοῖς αὐτοῦ μαθηταῖς ἐν Κανᾷ, καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν. Ὅθεν ὁ νυμφίος, τὸν γάμον καὶ τὸν οἶνον καταλιπών, τῷ φίλῳ καὶ θαυματοποιῷ καὶ νυμφαγωγῷ ἠκολούθησε, καὶ τοῖς Ἀποστόλοις ἐν τῷ ὑπερῴῳ συνῆν, ὅτε πυρίνων εἴδει γλωσσῶ τὸ Πνεῦμα ἐπεφοίτησε. Καὶ τούτου πλησθείς, καὶ τὴν γῆν ἅπασαν σχεδὸν εἰπεῖν διαδραμών, πᾶσαν κατέφλεξε τὴν τῆς πολυθεΐας ἀπάτην. Μαυριτανίαν δὲ πᾶσαν καὶ τὴν τῶν Ἄφρων χώραν διελθών, ἐκήρυξε τὸν Χριστόν. Ὕστερον δὲ ἐν Βρετανίᾳ γενόμενος καὶ πολλοὺς τῷ λόγῳ τοῦ Εὐαγγελίου φωτίσας, ὑπὸ τῶν ἀπίστων σταυρωθείς, καὶ τεθεὶς θάπτεται ἐκεῖ. Ὡς δὲ ζῆλον διάπυρον ζηλῶν Θεῷ παντοκράτορι, κλῆσιν τὸν τρόπον ἐκτήσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζομεν τήν Πάροδον τοῦ Ἁγίου Λειψάνου, τοῦ Ἁγίου Νικολάου Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.
Νόων λαχόντα, νῦν χοροῦ δυσωποῦμεν.
Νικόλαο Πάροδον δεκάτη Σκήνους γέτοι αἰνῶ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων· Ἀλφειοῦ, Κυπρίνου καὶ Φιλαδέλφου, καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων· Ἐράσμου, Ὀνησίμου καὶ ἑτέρων Δεκατεσσάρων
Ἀλφειὸς εἰ καὶ γλῶτταν ἐξαφηρέθη,
τῇ ψυχικῇ γλώττῇ σε δοξάζει Λόγε.
Ὁ Φιλάδελφος ἢ φιλόχριστος φᾶναι,
Xριστοῦ φιλῶν ἤθλησεν εἰς πῦρ ἐσχάρας.
Ὁπτοῦ φαγὼν πρὶν Σῶτερ, ἰχθύος μέρος,
ἐκ τηγάνου Kυπρῖνον ἡδέως δέχου
Οὗτοι ὑπῆρχον τῆς τῶν Βασκάνων χώρας, πόλεως Πρεφακτῶν εὐγενεῖς καὶ τῇ περιουσίᾳ λαμπροί, υἱοὶ γεγονότες Βιταλίου ἄρχοντος τῆς αὐτῆς χώρας Πρεφακτῶν, τραφέντες ἐπ’ εὐσεβείᾳ καὶ τῶν θείων Γραφῶν ἀναγνώσει, διὰ Διονυσίμου τινὸς Ἁγίου ἀνδρός, κηρύττοντος τὸν Χριστόν. Ἐρωτῶνται οὖν πρῶτον παρὰ Λιγγελίωνος τινός, ἐκ Ῥώμης μετὰ γραμμάτων βασιλικῶν ἐκπεμφθέντος καὶ παρ’ αὐτοῦ ἀποστέλλονται εἰς Ῥώμην πρὸς Λικίνιον. Ὁ δὲ τούτους Βαλεριανῷ εἰς ἐξέτασιν δίδωσι, παρ’ οὗ ἐν Ποτιόλοις πρὸς τὸν ἡγεμόνα Διομήδην ἐκπέμπονται. Καὶ οὗτος αὐτοὺς πρὸς Τέρτυλλον ἀποστέλλει, τὴν τῆς Σικελίας ἀρχὴν διέποντα. Καὶ παρ’ ἑκάστω τούτων διαφόροις βασάνων ἰδέαις δοκιμασθέντες ἀφ’ ὧν οὐκ ἄν τις μιᾶς περιγένοιτο, ἀλλὰ θᾶττον ἀπαγορεύσας, τῷ θανάτῳ παραπεμφθείη, δυσυποίστων ὄντων οὕτω καὶ λίαν σφοδρῶν, τέλος ἐπὶ Τερτύλλου τὸ μακάριον ἐδέξαντο τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ Ὁμολογητοῦ.
Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,
ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει.
Οὗτος, ὥρμηττο ἐκ τῆς Ἀδραπηνῶν πόλεως, ἦν δὲ ἀνὴρ ἀγαθὸς καὶ πρᾶος, καὶ φρονίμως ἔχων τὸν τρόπον τῇ κλήσει κατάλληλον. Δεηθεὶς οὖν τοῦ Θεοῦ ὑποδεῖξαι αὐτῷ τόπον ἐν ᾧ κατὰ μόνας γενόμενος δουλεύσῃ καὶ εὐαρεστήσῃ αὐτῷ, ἀπεκαλύφθη αὐτῷ εἰσελθεῖν ἐπὶ τὰ πρὸς θάλασσαν μέρη, εἰς τὸ ὄρος τὸ λεγόμενον Μαΐωνος. Ἔνθα γενόμενος καὶ ἐπὶ πλεῖστον διαγαγών, εἶτα ἐκεῖθεν ἐπὶ τὸ ὕδωρ κατελθών, καὶ πλησίον εὐκτήριον τοῦ Ἁγίου Ἀνδρέου κατασκευάσας, καὶ τὸ λειπόμενον τῆς ζωῆς ἐν ἀσκήσει καὶ καρτερίᾳ διανύσας, καὶ πολλὰς θαυμάτων ἐνεργείας πεποιηκώς, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων· Πασσαρίωνος τοῦ πρεσβυτέρου, διδάσκαλος τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου, καὶ τῶν μαθητῶν αὐτοῦ, Φιλήμονος καὶ Ἀγαπίου, των ἐν Παλαιστίνῃ ἀσκησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου τοῦ μωροῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κομγαλλίου (Comgall), τοῦ Ἰρλανδοῦ







Τῇ αὐτῇ ἡμέρᾳ, ἐν τοῖς μεθεόρτοις τοῦ Ὁσιομάρτυρος Νικολάου τοῦ νέου μνήμην ποιούμεθα τοῦ δωδεκαρίθμου χοροῦ τῶν αὐτοῦ συνάθλων· Ἁρμοδίου, Ἀκινδύνου, Γρηγορίου, Δημητρίου, Εὐωδίου, Θεοδώρου, Ἰωάννου, Μιχαήλ, Παγκρατίου, Παντολέοντος, καὶ Χριστοφόρου, τῶν κατὰ τὴν ἐπὶ τῆς Θετταλίας ἐπιδρομὴν τῶν Ἀράβων ἐν Τυρνάβῳ μαρτυρικῶς τελειωθέντων.
Νικολάου συντρόφους δωδεκαρίθμους,
Ἀράβων οὐ πτοεῖ ξίφος τεθειγμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ Ῥώσου, ἐπισκόπου Σουζδαλίας, τοῦ ἐν τῷ σπηλαίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Συνεσίου τοῦ Ἰκούτσκ, τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς ἐπονομαζομένης τῶν ἀδελφῶν τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Τὰ οὐράνια τῇ γῇ νῦν συσκιρτάτωσαν, συνευφραινέσθωσαν Ἀγγέλων φύσις βροτοῖς, βροτὸς γὰρ οὐράνιος ἄγγελος γήϊνος, ἑορτάζεται Λαυρέντιος ὁ ἔνθεος, εἰς τιμὴν Θεοῦ τῶν ὅλων.
Νοσημάτων χειμαζόντων με μακάριε, ψυχῆς καὶ σώματος, ταῖς ἱκεσίαις ταῖς σαῖς, συντόμως ἀπάλλαξον, καὶ μέλπειν ποίησον, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Μιμησάμενος μακάριε τὸ ἄπλαστον, Μωσέως τοῦ θαυμαστοῦ, γέγονας ἀληθινός, ποιμὴν καὶ διδάσκαλος, τῶν προστρεχόντων, σοι, καὶ ἐκραύγαζες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἀναλλοίωτον τεκοῦσα μόνη Κύριον, θεοχαρίτωτε, τῇ δεξιᾷ τῇ Αὐτοῦ, ἁγνὴ ἀλλοιῶσαί μου, τὸν νοῦν ἱκέτευε, πρὸς τὰ κρείττονα, δεινῶς περιτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.











ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὅλον πληρώσας σου τὸν βίον, τῷ ἔρωτι τοῦ Κυρίου σου πανόλβιε, πύργος ὡς ἀκλόνητος, ἔστης πρὸς τὰ σκάμματα, καὶ τῶν δαιμόνων ἅπασαν, καὶ παθημάτων ὁρμὴν ἀπώσω ἀνδρικῶς, καὶ εὐλογῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Φωτὶ μὲν τὸ σκότος δραπετεύει, καὶ ψεῦδος τῆς ἀληθείας φυγαδεύεται, οὕτω καὶ τὰ πνεύματα, Πάτερ τὰ μισάνθρωπα, τὴν παρουσίαν ἔφευγον τὴν σὴν τάχιστα, καὶ ἅπαντες, ἑώρων σε τιμῶντος, Θεοῦ τὸν ἴδιον οἰκέτην.
Ἐπῆλθόν μοι μάστιγες βαρεῖαι, καὶ νόσοι Λαυρέντιε καταχειμάζουσι, τούτων με ἀπάλλαξον, πόθῳ ἱκετεύω σε, ὡς ἐκ Θεοῦ δεξάμενος, χάριν τὴν ἄφθονον, τὰς νόσους, ἰατρεύειν καὶ πάθη, καὶ τὰς ἀλγηδονας, πιστῶν ἐπικουφίζειν.
Θεοτοκίον.
Σὺν πάσαις ταῖς ἄνω στρατηγίαις, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τρίφωτον ἀμέριστον, ἄκτιστον Θεότητα, ὑμνολογοῦντες Ἅγιος, Ἅγιος Ἅγιος, βοήσωμεν ἀπλέτῳ τῷ πόθῳ, μία ἐξουσία, ἀρχὴ καὶ βασιλεία.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄγει ἑορτήν, ἡ μνήμη σου σήμερον, καὶ εὐφροσύνης ἡμᾶς, τῶν πολλῶν θαυμάτων σου, ἔπλησε πέλαγος ἀξιάγαστος, ὡς γὰρ ἐν γῇ ἐβίωσας, οἷάπερ ἄγγελος, θείαν χάριν, ἐκ Θεοῦ ἀπείληφας, ἰατρεύειν ψυχάς τε καὶ σώματα.
Δεῦτε οἱ πιστοί, φαιδρῶς ἑορτάσωμεν, ἀγαλλώμενοι, ἐν τῇ μνήμῃ σήμερον, τοῦ θεοφόρου καὶ ἀνακράξωμεν· Λαυρέντιε Πατὴρ ἡμῶν, ταῖς ἱκεσίαις ἡμᾶς φρούρει, σκέπε τῶν δεινῶν ἑκάστοτε, ἵνα πόθῳ σε ὕμνοις δοξάζομεν.
Ἤρθης ἀπὸ γῆς, πτερῷ τῆς ἀσκήσεως ἀναφερόμενος, ὅπου τὸ πολίτευμα, τῶν πρωτοτόκων συνεπαγάλλεται, τῶν Ἀποστόλων σύλλογος, καὶ τῶν Μαρτύρων χορός, τῶν Ὁσίων, πάντων καὶ Δικαίων τε, τὸν Θεὸν σὺν Ἀγγέλοις δοξάζοντες.
Θεοτοκίον.
Σῶσόν με ἁγνή, Σωτῆρα κυήσασα καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν Σου, πρὸς μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τῆς αὐτοῦ με, λύτρωσαι κακώσεως, Θεοτόκε πιστῶν ἡ βοήθεια.

Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ.
Ὑπέρτερον καὶ τοῦ νοός, ἡ καρτερία σου Πάτερ· διὸ καὶ μισθοὺς μείζονας, ἐκ Θεοῦ ἐκομίσω, Λαυρέντιε θεοφόρε τῶν Ὁσίων σύσκηνε, καὶ Νόων τῶν οὐρανίων τοὺς τιμῶντάς σε, πιστῶς τὰς ἀτιμίας τῶν παθῶν, ῥῦσαι ταῖς μεσιτείαις.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔλαμψεν ἡ μνήμη σου, ὡς ἄλλος ἥλιος σήμερον, καὶ τὴν κτίσιν ἐφώτισεν, αὐγαῖς τῶν θαυμάτων σου, Λαυρέντιε Πάτερ, δεινῶν νοσημάτων ἀποσοβοῦσα τὴν ἀχλύν, καὶ εὐρωστίας φῶς τὸ γλυκύτατον, βραβεύουσα τοῖς κάμνουσι, καὶ τῷ ναῷ σου προστρέχουσι, καὶ τὴν θείαν σου Ὅσιε, ἐκτελοῦσι πανήγυριν. (Δίς)
           
Κόσμον κατεφρόνησας, καὶ ἡδονῶν τῶν τοῦ σώματος, καὶ Χριστῷ ἠκολούθησας, ἐπ’ ὤμων ἀράμενος, τὸν σταυρὸν θεόφρον, ᾧ τὴν τοῦ βελίαρ, κάραν συνέτριψας στεῤῥῶς, θείᾳ δυνάμει περιφρουρούμενος, καὶ γῆθεν πρὸς οὐράνια, μετεβιβάσθης γηθόμενος, πρεσβευτὴς ἑτοιμότατος, τῶν πιστῶς εὐφημούντων σε.

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὅν σοι ἡτοίμασε Χριστός, ὁ κατ’ ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὧν καὶ νῦν ἡμᾶς τεύξασθαι, θεοφόρε Λαυρέντιε.

Δόξα. Ἦχος δ΄.
Ὀχυρωμένος τὸν νοῦν γνώσει θείᾳ, Πάτερ Λαυρέντιε, τὰ παρεχόμενα παρῆλθες, μῆδεν θαυμάσας τῶν φθειρομένων, ἐν μὲν θλίψεσι μεγαλόφρων καὶ γενναιότατος, ἐν δὲ ἀσκήσει καὶ εὐθυμίᾳ, ταπεινὸς καὶ μέτριος, καὶ τοῦ παρόντος βίου τὸ ἄστατον πέλαγος, σαφῶς διαπεράσας, εἰς εὔδιον λιμένα ἔφθασας, ἐκτενῶς τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Σημειώσεις:
Β) Το χειρόγραφο της Ακολουθίας, του 1901, γράφει τα εξής σχετικά με τα μέρη ανά την γη όπου συναντάται το όνομα Άγιος Λαυρέντιος:
Ἅγιον Λαυρέντιον ὀνομάζουσι· α) τὸν μέγιστον ποταμὸν τῆς Βόρειας Ἀμερικῆς· β) τὸν μέγαν κόλπον τῆς Βόρειας Ἀμερικῆς, ὅστις ἔχει ΝΔ καὶ ΒΑ τρεῖς ἑξόδους εἰς τὸν Ἀντλαντικὸν Ὠκεανόν· γ) μία μικρὰ καὶ ἔρημος νῆσος, κειμένη ΝΔ τοῦ Βεχρεϊνικοῦ πορθμοῦ· δ) ἕναν δῆμον εἰς τὴν Κορσικήν· ε) κώμην τινὰ ἀπέχουσα 35 χλμ. πρὸς ΒΔ τῆς Λαρζαντιέρ· στ) ἕτέραν κώμην, ἀπέχουσαν 4 χλμ. ΒΑ τοῦ Ὀρηγιανοῦ· ζ) δύο κώμας ἀνατολικῶς τῶν Πυῤῥηναίων, ὧν ἡ μὲν ἀπέχει τῶν Ἰσπανικῶν ὁρίων 3 χλμ., ἡ δὲ οὖσα Γαλλική, ἀπέχει 14 χλμ. ΒΑ τοῦ Περπινιάν· η) μίαν μικρὰν πόλιν κειμένην ἐπὶ τῆς ἀριστερᾶς ὄχθης τοῦ Ἀράριδος ποταμοῦ τῆς Γαλλίας· θ) δῆμος ἐν Γαλλίᾳ, ι) μία ἄλλη κώμη, ἀπέχουσα 26 χλμ. τοῦ Ἁγίου Κλαυδίου· ια) δύο κῶμαι φέρουσαι τὸ ὄνομα τοῦ Ἁγίου Λαυρεντίου, ἐν αἷς κατοικοῦσιν Ἕλληνες, καὶ ὧν ἡ μὲν ἔχει κατοίκους 3023, ἡ δὲ 728

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου