Κυριακή 15 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 28. ΟΣΙΟΣ ΜΕΜΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΚΗ΄!!
ΜΕΜΝΩΝ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)


ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Μέμνων μακάριε, προκαθαρθεὶς τὴν ψυχήν, ἐγκρατείᾳ γεγένησαι, καθαρὸν τοῦ Πνεύματος, καὶ τερπνὸν καταγώγιον, τῆς πονηρίας ὅθεν τὰ πνεύματα, ἀποδιώκεις καὶ τὰ νοσήματα, τῶν προστρεχόντων σοι, θεραπεύεις πάντοτε ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, Χριστοῦ δεόμενος.

Ὅσιε Μέμνων ἀοίδιμε, ἅρξας παθῶν ψυχικῶν, ἀρχηγὸς ἐχρημάτισας, μοναστῶν πρὸς σκάμματα, ἀπαλείφων ἀσκήσεως, προθύμως τούτους οὓς καὶ παρέστησας, τῷ παντεπότῃ Λόγῳ βιώσαντας, βίον μακάριον, καὶ κηλίδων ἄμικτον μεθ’ ὧν ἡμῶν, πάντοτε μνημόνευε, τῶν εὐφημούντων σε.

Ὅσιε Μέμνων πανόλβιε, ὕδατος πάλαι πηγήν, ἀναβλῦσαι πεποίηκας, εἰς Κυρίου αἴνεσιν, καὶ ψυχῶν περιποίησιν, βυθοῦ θαλάσσης πλωτῆρας ἔσωσας, ἀκρίδος βλάβην, εὐχαῖς ἀνέστειλας, θαύματα ἄπειρα, ἐκτελεῖς ἑκάστοτε ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, Χριστοῦ δεόμενος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.















ΟΡΘΡΟΣ

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὸν φωσφόρον σου Μέμνων δοξάζω βίον. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Τῇ θείᾳ τοῦ παναγίου Πνεύματος, ἀστράπτων χάριτι, τοὺς τὴν φωσφόρον Μέμνων καὶ σεπτήν, ἐκτελοῦντάς σου κοίμησιν, φωτιστικῇ πρεσβείᾳ σου, παθῶν ἀχλύος ἀποκάθαρων.
σίως τὸν σὸν σταυρὸν ἀράμενος, κατηκολούθησας, τῷ σταυρωθέντι Λόγῳ δι’ ἡμᾶς, καὶ σαρκὸς τὰ κινήματα, δι’ ἐγκρατείας Ὅσιε, καὶ χαμευνίας ἀπενέκρωσας.
Νηστείαις καὶ προσευχαῖς, καὶ δάκρυσι, Θεῷ ἐνδύμενος, καθυπεδέξω χάριν παρ’ Αὐτοῦ, θεραπεύειν νοσήματα καὶ ἀπελαύνειν πνεύματα, Μέμνων θεόφρον παμμακάριστε.
Θεοτοκίον.
Φορέσας ἐκ Σοῦ Θεὸς τὸν ἄνθρωπον, δι’ ἀγαθότητα, διπλοῦς προῆλθεν ἄχραντε ἁγνή, ἐνεργείαις καὶ φύσεσιν, Ὃν ἐκδυσώπει πάντοτε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς Σε.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
ς ἥλιος ἐπὶ γῆς, τῶν ἀρετῶν τῷ φωτισμῷ ἔλαμψας, πάντων ψυχὰς Ὅσιε, χάριτι φωτίζων τοῦ Πνεύματος.
Σιδήρῳ σου τὴν ὀσφύν, περιζωσάμενος παθῶν νέκρωσιν, ἔσχες σαφῶς Ὅσιε, Μέμνων στολισθεὶς τὴν ἀπάθειαν.
Φιλάνθρωπος γεγονώς, τοῖς ἀσθενοῦσιν ἐκ Θεοῦ εἴληφας, χάριν πολλὴν Ὅσιε, πάθη θεραπεύεις ἀνίατα.
Θεοτοκίον.
Λόγος ὁ τοῦ Θεοῦ, τὴν ἀμόλυντον νηδὺν ᾤκησεν, καὶ τῶν βροτῶν ἄχραντε, πᾶσαν ἁμαρτίαν ἐξώπησεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς ἀστέρα σε πάντες φωτοειδῆ, ἀρετῶν καὶ θαυμάτων μαρμαρυγαῖς, τὸν κόσμον φωτίζοντα, εὐφημοῦμεν μακάριε, κοινωνὸς γὰρ θείας, λαμπρότητος γέγονας, καὶ πρὸς φέγγος Μέμνων, μετέβης τὸ ἄδυτον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τιμῶμεν ἑκάστοτε, τὸν Σωτῆρα δοξάζοντες, καὶ πιστῶς ἐκβοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.




ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ῥείθροις Ὅσιε δακρύων τὴν σὴν καρδίαν, ἀποκαθάρας ὕδατα, αὐχμηρῷ ἐν τόπῳ βλύζειν παρεσκεύασας, Θεοῦ σε δοξάζοντος, Μέμνων ὡς οἰκεῖον θεράποντα.
περίδοξός σου βίος τοῖς ἄστροις φαίνων, τῶν ἱερῶν θαυμάτων σου, ἄλλον οὐρανόν σε, δείκνυσι μακάριε, τοῖς πίστει κραυγάζουσι· δόξα τῇ δυνάμει Σου Κύριε.
Νόμοις Ὅσιε πειθόμενος τοῦ Δεσπότου, τοὺς ὑπὸ σοὶ ὡδηγήσας, ποιμάνας ὁσίως, πολυπλασιάσας ὡς δοῦλος ὑπήκοος, τὸ δεδωρημένον σοι τάλαντον.
Θεοτοκίον.
ννωθούμενον τὸν νοῦν μου Θεοκυῆτορ, πρὸς ἡδονὰς τοῦ σώματος, τῇ Σῇ μεσιτείᾳ, δέομαι στερέωσον, ἡ μόνη κυήσασα, τὸν ἀγαθοδότην Θεὸν ἡμῶν.


ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
νοῦς σου ταῖς πυκναῖς, πρὸς τὸ θεῖον συνεύσεσι, φῶς γέγονε θεομάκαρ, σαρκικῶν ἡδονῶν τε, ἐφάνη ὑψηλότερος.
πάρχων ἰατρός, τῶν σωμάτων πανόλβιε, ἀπήλαυνες τὰς ἀλόγους, τῶν ψυχῶν ἀῤῥωστίας, τῇ χάριτι τοῦ Πνεύματος.
Μακάριος σὺ εἶ, και καλῶς σοι γεγένηται, νικήσαντι τῆς κακίας, τοῦ ἐχθροῦ καὶ τὰ πάθη, παμμάκαρ θανατώσαντι.
Θεοτοκίον.
κύησας Θεόν, καὶ Παρθένος διέμεινας, Θεόνυμφε διὰ τοῦτο, μακαρίζει Σε πᾶσα, ἀνθρώπων γλῶσσα χαίρουσα.

ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.
Μόνη σου, ἐπικλήσει ἀκρὶς φυγαδεύεται, πᾶσά τε βλάβη δαιμόνων, τοῦ Θεοῦ γὰρ Μέμνων μέγας θεράπων, ἐγνωρίσθης, τοῦ μεγάλως σε Πάτερ δοξάσαντος.
Νικήσας, τὸ τῆς σαρκὸς ἐπίβουλον φρόνημα, Πνεύματος χάριν ἐδέξω, φυγαδεύειν νόσους, καὶ ἀῤῥωστούσας ἁμαρτίαις, ἰατρεύειν ψυχὰς ἀξιάγαστε.
θαῦμα, πῶς ἐκ μόνης προσκλήσεως σώζονται, σοῦ παναοίδιμε Μέμνων, οἱ πιστοὶ πλωτῆρες σὲ κατιδόντες, ἐποφθέντα καὶ κυμάτων τὸν σάλον πραΰνοντα.
Θεοτοκίον.
Νέκρωσον, τῆς σαρκός μου Παρθένε τὸ φρόνημα, τὸν νεκρωτὴν τοῦ θανάτου, καὶ ζωῆς δοτῆρα ὡς συλλαβοῦσα καὶ τεκοῦσα, ὑπὲρ λόγον καὶ ἔννοιαν πάναγνε.


Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Μέμνωνος τοῦ Θαυματουργοῦ
Ὑπνοῖ τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην,
Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ μαρτυρησάντων· Θεογνίδου, Ῥούφου, Ἀντιπάτρου, Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδούλου, Θαυμασίου καὶ Φιλήμονος.
Εἰκὼν ἀΰλων Ταγμάτων τῶν ἐννέα,
Οἱ τὰς κάρας τμηθέντες ἄνδρες ἐννέα.

Ἔκστηθι λάγνε, ὧδε μοιχείας βλέπων,
Τὴν ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Αὐξιβίου
Ὄντως χορῷ δίδωσι τῶν σεσωσμένων,
Aὔξησιν Aὐξίβιος ἐκστὰς τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Κυρίλλου ἐπισκόπου Τούρωφ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Δακρύων ὄμβροις, παθῶν κατέσβεσας κάμινον, νῦν δὲ τῷ πυρὶ μακάριε, ἀληθῶς καταφλέγεις τῶν θαυμάτων σου, ὑλώδη πάντοτε, ἀῤῥωστημάτων βλάβην ἐν χάριτι.
λοκαρδίως, τὸν Ποιητήν σου μάκαρ ἠγάπησας· ὅθεν καὶ σαρκὸς καὶ κόσμου Μέμνων σοφέ, ἀναμέλπων ἔξω γέγονας, εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Ξύλον καθάπερ, ἐν διεξόδοις τῆς ἀσκήσεως, Πάτερ φυτευθεὶς ἀπέδωκας τοὺς καρπούς τῶν θαυμάτων τὴν ἐνέργειαν, Μέμνων πανόλβιε, ἐν εὐθέτῳ καιρῷ εὐθυνούμενος.
Θεοτοκίον.
Ζάλης ἀμέτρων, ἁμαρτημάτων Κόρη ῥῦσαί με, μόνη ταπεινῶν βοήθεια κραταιά, καὶ πταισμάτων ἱλαστήριον, εὐλογημένη Σὺ ἐν γυναιξί, πανάμωμε Δέσποινα.


ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
ς ὄρθρος ἐκλάμψας ὡς ἀστήρ, ὡς μέγας ἥλιος, Μέμνων θεόπνευστε, ψυχὰς ἐφώτισας χάριτι, ὁδηγόν σε σχούσας ἄριστον, καὶ παιδοτρίβην ἱερὸν καὶ παιδευτὴν θαυμαστόν, ἐκβοῶντα· πάντα τὰ ἔργα εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Βαθεῖαν πληγὴν τῶ δυσμενεῖ, γεννῶσαν θάνατον παμμάκαρ δέδωκας, ἡνίκα χάριτι Πνεύματος ταπεινὸν ἐκτήσω φρόνιμα, τὴν ὑψηλόφρονα αὐτοῦ, γνώμην εἰς γῆν ταπεινῶν καὶ παγίδων, τῶν ψυχοφθόρων αὐτοῦ ἀφιστάμενος.
δεῖν ἠξιώθης τὴν ἐκεῖ μακαριότητα καὶ τὴν ἀπόλαυσιν, τὴν αἰωνίζουσαν Ἅγιε καὶ Ἁγίων τὰς λαμπρότητας, πολιτευσάμενος καλῶς καὶ νῦν βοᾶς ἐν χαρᾶ· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Νοσοῦσαν τῷ βάρει τῶν δεινῶν καὶ κινδυνεύουσαν, τὴν ταπεινήν μου ψυχὴν θεοχαρίτωτε Δέσποινα, ἐπισκέψεως ἀξίωσον καὶ ὑγιῆ ὁλοτελῶς δεῖξον κραυγάζουσα· εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
σχυσας σθενούμενος κρότει, θεαρχικῷ Μέμνων θεόφρον, πᾶσαν τοῦ ἐχθροῦ δυναστείαν καταπαλαῖσαι· ὅθεν τὸν στέφανον, ὡς νικηφόρος εἴληφας, ὑπὲρ ἡμῶν Χριστοῦ δεόμενος.
σπερ ἐκ πηγῆς τῆς σῆς θήκης, ῥεῖθρον ἰάσεων πηγάζει καὶ ἀῤῥωστημάτων, τὸν ῥυπον δυνάμει θείου καθαίρει Πνεύματος, καὶ καταρδεύει Ὅσιε, τὰς διανοίας τῶν τιμώντων σε.
ρθης πρὸς Μονὰς αἰωνίους, Θεὸν ὡς θέμις κατοπτεύων, καὶ ταῖς τῶν Ὁσίων ἀγέλαις, συνηριθμήθης Μέμνων μακάριε, μεθ’ ὧν ἡμῶν μνημόνευε, τῶν ἐπὶ γῆς μνημονευόντων σου.
Θεοτοκίον.
Φωνήν Σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου, χαῖρε τῆς κατάρας ἡ λύσις, Ὁσίων δόξα Πατέρων καύχημα, καὶ Προφητῶν τὸ κήρυγμα, καὶ τῶν ἀνθρώπων τὸ διάσωσμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου