Δευτέρα 9 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 6. ΑΓΙΟΣ ΦΩΤΙΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ


Τῌ  ς´ ΤΟΥ  ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ

Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως.

(Ἡ παροῦσα Ἀκολουθία, συνερανισθεῖσα ἐξ ἀρχαιοτέρων τῆς Ἐκκλησίας Ὕμνων καὶ συνταχθεῖσα ὑπὸ Κωνσταντίνου Μητροπολίτου Σταυρουπόλεως τοῦ Τυπάλδου, ἐξεδόθη καὶ αὐτοτελῶς ὑπὸ τῆς Ἀποστολικῆς Διακονίας, ἐγκρίσει τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἐπιμελείᾳ τοῦ Καθηγητοῦ Ἰωάννου Ν. Καρμίρη).

 

ΕΝ Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ᾿, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ´. Ἦχος α´. Τῶν Οὐρανίων Ταγμάτων.

Τὸν Ἱεράρχην Κυρίου, ἀνευφημοῦμέν σε, Πατριαρχῶν τὸ κλέος, τῆς Χριστοῦ Ἐκκλησίας, τὸν μέγαν πρωτοστάτην καὶ φαεινόν, ἱερώτατε Φώτιε· ταῖς σαῖς οὖν Πάτερ πρεσβείαις σκέπε ἡμᾶς, τοὺς τιμῶντάς σου τὴν κοίμησιν.

Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παῤῥησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου τοῖς ἐπὶ γῆς, ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.

Τῆς καθαρᾶς σου καρδίας, τοῦ θείου Πνεύματος, φωτιστικαῖς ἀκτῖσιν, αὐγασθείσης πλουσίως, τρισμάκαρ Θεηγόρε φωτοειδής, ἀληθῶς ἐχρημάτισας, καὶ τῶν αἱρέσεων σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας.

Τοῖς οὐράνιοις Ἀγγέλοις, νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον μνήμην καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν.

 

Δόξα... Ἦχος πλ. δ´.

Δεῦτε πάντες οἱ πιστοί, τὸν Ἱεράρχην καὶ φίλον Κυρίου, Φώτιον τὸν πανθαύμαστον, εὐσεβῶς ἀνευφημήσωμεν· οὗτος γὰρ ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ Ἁγίου Πνεύματος καταγώγιον, δι᾿ ἐνάρετου πολιτείας ἀναδειχθείς, ἐκ τῆς Καθολικῆς Ἐκκλησίας διὰ δογμάτων τοὺς λύκους ἀπήλασε· καὶ τὴν Ὀρθόδοξον Πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδέδεικται, καὶ εὐσεβείας πρόμαχος· διὸ καὶ μετὰ πότμον παριστάμενος ἐγγύτερον τῷ Χριστῷ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν... τῆς Ἑορτῆς.

 

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἄγε δὴ τῶν πιστῶν, ὁμήγυρις ἡ θεία, αἰνέσωμεν προφρόνως, τὸν μέγαν Ἐκκλησίας, Ἀρχιεράρχην Φώτιον.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, Πατὴρ ἡμῶν καὶ οἶκος, τοῦ Παναγίου Πνεύματος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ὕμνους σοι προσφωνεῖ, ἡ σὴ Μονὴ θεόφρων, Σιὼν τῆς νέας ἥνπερ, διάσῳζε λιταῖς σου, πρὸς Κύριον ἑκάστοτε.

 

Δόξα... Ἦχος β´.

Ἱεραρχῶν τὸ θεῖον ἀγλάϊσμα, Φώτιε Πάτερ ἀοίδιμε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου· ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ Ἁγίων πρέσβευε οὖν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἀπολυτίκιον. Ἦχος δ´.

Ὡς τῶν Ἀποστόλων ὁμότροπος, καὶ τῆς Οἰκουμένης διδάσκαλος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἕτερον ἀπολυτίκιον.

Τῆς σοφίας ἐκφάντωρ λαμπρὸς γενόμενος, Ὀρθοδοξίας ἐδείχθης θεοπαγὴς προμαχών, τῶν Πατέρων καλλονὴ Φώτιε μέγιστε· σὺ γὰρ αἱρέσεων δεινῶν, στηλιτεύεις τὴν ὀφρύν, Ἑώας τὸ θεῖον σέλας, τῆς Ἐκκλησίας λαμπρότης, ἣν διατήρει Πάτερ ἄσειστον.

Καὶ νῦν... Τῆς Ἑορτῆς.




 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς᾿, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ᾿, καὶ τοῦ Ἁγίου γ᾿ Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.

Ὅτε ἐπινεύσει θεϊκῇ, μέγας τῆς Χριστοῦ Ἐκκλησίας, προεχειρὶσθης Ποιμήν, καὶ τὴν τῆς αἱρέσεως κάθεῖλες ἔπαρσιν, διελέγξας προσθήκην τε, τὴν ἐν τῷ Συμβόλῳ, τότε ἡ ὁμήγυρις πιστῶν ἐκρότησε, χεῖρας ἐν χαρᾷ ἐκβοῶσα, δόξα σοι Τριὰς Παναγία, δόξα σοι Τριὰς ἡ Ὁμοούσιος,

Ὅτε παρ᾿ ἀνόμων δικαστῶν, Πάτερ ἀπηλάθης ἀδίκως, τοῦ σοῦ ποιμνίου σοφέ, Φώτιε πανθαύμαστε καὶ ὄντως μέγιστε, Ἱεράρχα θεσπέσιε, καὶ φίλε Κυρίου, τότε ἀπεθαύμασαν τὴν καρτερίαν σου, θάμβει συνοχῇ τε καρδίας, ἅπαντες Ὀρθόδοξοι ἤρθη, λέγοντες ἐκ μέσου νῦν ὁ δίκαιος.

Ὅτε ἐκοιμήθης ἱερῶς, τὸν ἁγίοις πρέποντα ὕπνον, Φώτιε ἔνδοξε, τότε θεολόγων σε δῆμοι προέπεμψαν, ὡς στεῤῥὸν αὐτῶν πρόμαχον, καὶ πάντων ἀγγέλων, τάγματα ἐκρότησαν ἐν τῇ ἀνόδῳ σου· τότε καὶ Τριὰς ἡ ἁγία, ὑπὲρ ἧς στεῤῥῶς ἠγωνίσω, δόξης σε στεφάνοις ἐστεφάνωσεν.

Ἕτερα Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὁ τῆς χάριτος ὄργανον, τὴν κιθάραν τοῦ Πνεύματος, στῦλον τὸν ἀκράδαντον θείας Πίστεως, Ὀρθοδοξίας τὸν πρόμαχον, τὸν μέγαν διδάσκαλον, Ἱεράρχην τὸν κλεινόν, Ἐκκλησίας τὸ στήριγμα, τὸν λαμπρότατον, ἀριστέα Κυρίου μελῳδίαις, εὐφημήσωμεν ἐνθέως, τὸν ἁγιώτατον Φώτιον.

Τὸν πυρίπνοον ῥήτορα, Οἰκουμένης διδάσκαλον, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, Ἀρχιερέα τὸν μέγιστον, ποιμένα πανάριστον, Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπρότατον Φώτιον, ἀνυμνήσωμεν, οἱ Ὀρθόδοξοι πάντες ὁμοφώνως, ἱεραῖς ἐν ὑμνῳδίαις, Πατριαρχῶν τὸν Πρωτόθρονον.

Παρανόμῳ προστάγματι, ἀπηλάθης τῆς ποίμνης σου, θλίψεσι βασάνοις τε προσωμίλησας, ὑπὲρ τῆς Πίστεως ἔνδοξε, στεῤῥότατε Φώτιε, Ἱεράρχα φαεινέ, Ἐκκλησίας ἑδραίωμα, στῦλε ἄσειστε· διὸ πάντες τιμῶμέν σε προφρόνως, ὡς διδάσκαλον καὶ μύστην, Ὀρθοδοξίας ἀοίδιμε.

 

Δόξα... Ἦχος πλ. β´.

Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων αὐτὸς καὶ νῦν πανεύφημε, Ἱερώτατε Φώτιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... τῆς Ἑορτῆς.

 

Εἴσοδος. Τό, Φῶς ἱλαρόν... Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι᾿ 8).

Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ᾿ 14).

Ἐγκωμιαζομένου Δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. Καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε. Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ´ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι, καὶ τῶν σοφῶν διορθωτής. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων φρόνησις ἐδίδαξε σοφίαν. Ἔστι γὰρ ἐν αὐτῇ Πνεῦμα νοεῥόν, ἅγιον. Ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν Ἡλίου καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν. Φωτὶ συγκρινομένη, εὑρίσκεται προτιμοτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν. Καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντός ἐστιν ἡ εὐσέβεια. Καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ᾿ οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν αὐτοῖς λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους. Ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ὑμῖν ἐστιν, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων. Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ· οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως, καὶ ῥυόμενος παντὸς κακοῦ· ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι᾿ 32).

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάῥιτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς. Υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑῥήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ σοφίας Κυρίου. Φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς, αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζητησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὐτῇ διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην αὐτοῦ· καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων Σου. Ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς· λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος α´.

Εὐφραίνου ἐν Κυρίῳ πόλις ἡ Κωνσταντίνου, καὶ πᾶσα πόλις καὶ νῆσος, καὶ χώρα ἐπὶ τῇ σεβασμίᾳ μνήμῃ τοῦ κοινοῦ Ποιμενάρχου, καὶ τῆς Καθολικῆς Ἐκκλησίας φωστῆρος καὶ διδασκάλου, Φωτίου τοῦ τρισμάκαρος. Οὗτος γὰρ ἔτι ζῶν μεγάλως ἠγωνίσατο ὑπὲρ τῆς τοῦ Εὐαγγελίου πίστεως, καὶ νῦν ἐν οὐρανοῖς ἀπολαύει τὰ τῶν καμάτων αὐτοῦ γέρα τὰ τίμια, πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β´.

Σὲ τὸν μέγαν Ἀρχιερέα καὶ Ποιμένα, τὸν ἄκακον καὶ ὅσιον, τῆς εὐσεβείας τὸν κήρυκα, τὸ πυρίπνοον στόμα τοῦ Πνεύματος, ἀνευφημοῦντες πόθῳ δεόμεθα· μετάδος ἡμῖν τῶν πρεσβειῶν σου, Πάτερ, εἰς ἀντάμειψιν τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος πλ. β´.

Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπων, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς τοῦ βοᾷν ὑπὲρ ἡμῶν πρὸς Κύῥιον.

 

Δόξα... Ἦχος ὁ αὐτός.

Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοΰ Κυρίου σου· καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς. Εἶτα αἱ συνήθεις Εὐχαί.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις Ἀρχιερεῦ τοῦ Χριστοῦ, χαίροις Πατέρων τὸ φαιδρὸν σεμνολόγημα, ὁ πράξει καὶ θεωρία, κεκοσμημένος λαμπρῶς, ἀρετῶν τῶν θείων τὸ θησαύρισμα· πραότητος σκήνωμα, προσευχῆς ἐνδιαίτημα, τῆς ἀεννάου, τῆς σοφίας κειμήλιον, ταπεινώσεως, τὸ τερπνὸν καταγώγιον, ἥλιε διακρίσεως, εἰρήνης τὸ τέμενος, διπλῆς ἀγάπης ὁ οἶκος, τῆς πρὸς Θεὸν καὶ τὸν ἔγγιστα· Χριστὸν ἐκδυσώπει, τοῦ δωῥήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις Ἱεραρχῶν ὁ κανών, καὶ διδασκάλων ὁ προστάτης ὁ ἔνδοξος, τὸ στόμα τῶν Θεολόγων, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ λαμπρὸς τῷ λὸγῳ καὶ τοῖς δόγμασιν. Ποιμὴν ἀξιάγαστος, Ἀποστόλων ὁμότροπος, εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος, ὄργανον τὸ ἡδύφθογγον, ὁ νοῦς ὁ οὐράνιος, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις Πατριαρχῶν καλλονή, χαίροις ἁπάντων Ἱερέων τὸ καύχημα, δογμάτων πηγὴ ἡ θεία, τῆς Ἐκκλησίας στεῤῥός, στῦλός τε καὶ βάσις ἀπερίτρεπτος, κανὼν ἀκριβέστατος, μυστογράφος σοφώτατος,   Φώτιε Πάτερ, ἀληθείας τὸ ἔρεισμα, ὁ λαμπρότατος, ἀριστεὺς καὶ περίδοξος, ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τῶν Ὀρθοδόξων ἡ δόξα, τῶν κακοδόξων ὁ πέλεκυς. Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν ὑπὲρ πάντων τῶν εὐφημούντων σε.

 

Δόξα... Ἦχος δ´.

Ἔπρεπε τῇ βασιλίδι τῶν πόλεων καὶ Φώτιον αὐχεῖν Ἀρχιερέα, ὥσπερ τινὰ κόσμον βασιλικὸν καὶ λαμπρόφωνον σάλπιγγα, πάντα πεῥιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα, καὶ πάντας συναγείρουσαν πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν· πρὸς ὃν βοήσωμεν· Φωτολόγε καὶ Φωτώνυμε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς.

 


Ἀπολυτίκιον. Ἦχος δ´.

Ὡς τῶν Ἀποστόλων ὁμότροπος, καὶ τῆς Οἰκουμένης διδάσκαλος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἕτερον ἀπολυτίκιον.

Τῆς σοφίας ἐκφάντωρ λαμπρὸς γενόμενος, Ὀρθοδοξίας ἐδείχθης θεοπαγὴς προμαχών, τῶν Πατέρων καλλονὴ Φώτιε μέγιστε· σὺ γὰρ αἱρέσεων δεινῶν, στηλιτεύεις τὴν ὀφρύν, Ἑώας τὸ θεῖον σέλας, τῆς Ἐκκλησίας λαμπρότης, ἣν διατήρει Πάτερ ἄσειστον.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α᾿ Στιχολογίαν. Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Ἐπέλαμψεν ἰδού, τῆς ψυχῆς μου τὸ ἔαρ, ἐπέφανεν ἰδού, τοῦ σοφοῦ Ἱεράρχου, Φωτίου τοῦ παμμάκαρος, ἡ φαιδρὰ μνήμη σήμερον. Ὅθεν ἅπαντες, ἀνευφημήσωμεν τοῦτον, ὡς στηρίξαντα, τῶν Ὀρθοδόξων τὴν Πίστιν, δυνάμει τοῦ Πνεύματος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

 

Εἰς τὴν β´. Στιχολογίαν. Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.

Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἔνθεον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας. Ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὴν Πίστιν ἐστήριξας, Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ Ἱεράρχης καὶ σεπτὸς θεηγόρος, τῆς Ἐκκλησίας ὁ λαμπρὸς ὑποφήτης, τὰς διανοίας χάριτι ἀρδεύεις πιστῶν τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας, χάριν ἀναβλύζων τε τῶν θαυμάτων ἐκπλύνεις· παθῶν παντοίων ῥύπον ἀληθῶς, ὅσιε Πάτερ πανένδοξε Φώτιε.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

 

Οἱ Ἀναβαθμοί. Τὸ α᾿ Ἀντίφωνον τοῦ δ᾿ Ἤχου.

Προκείμενον. Ἦχος δ´: Τὸ σῶμά μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Εὐαγγέλιον· (Ζήτει εἰς τὴν ἑορτὴν τοῦ Χρυσοστόμου,  Νοεμβρίου).

Ὁ Ν᾿ Ψαλμός.

Δόξα... Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Εἶτα, Στίχ. Ἐλέησόν με ὁ Θεός... Καὶ τὸ Ἰδιομελον. Ἦχος πλ. β´.
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

 





Ὁ Κανὼν τῆς Ἑορτῆς εἰς δ᾿, καὶ τοῦ Ἁγίου εἰς δ´. Καταβασίας λέγομεν τῆς Ἑορτῆς.

ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

Φωστὴρ θεαυγεύτατε, φωτὸς ἐπώνυμε Ἅγιε, τὸ σκότος ἀπέλασον  τῆς διανοίας μου, λαμπηδόσι με φωτὸς αὐγάσας θείου, ὅπως εὐφημήσω σου, τὰ κατορθώματα.
Τῆς πίστεως ἔρεισμα, τῆς Ἐκκλησίας διδάσκαλον, καὶ στῦλον ἀκράδαντον, ὁμολογίας σε, καὶ πολύφωτον τῆς χάριτος φωστῆρα, καὶ στόμα πυρίπνοον, Φώτιε ἔγνωμεν.
Νομίμως ἠγώνισαι, προκινδυνεύων θεσπέσιε, τοῦ θείου κηρύγματος, ὡς Ἱεράρχης πιστός· καὶ κατέπνιξας νευραῖς τῶν σῶν δογμάτων, ὡς θῆρα Νικόλαον, τὸν ματαιόφρονα.

Θεοτοκίον.

Μαρίαν τὴν ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, τὴν μόνην κοσμήσασαν τὴν ἀνθρωπότητα, τὴν κυήσασαν Θεὸν σεσαρκωμένον, Παρθένον τε μείνασαν, ἀδιαλώβητον.

 

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Λαλήσας εἰς ὕψος βλασφημίαν, τῆς Δύσεως δράκων ὁ δεινός, τοῖς λόγοις σου πεφίμωται, φωστὴρ θεοειδέστατε· διὸ καὶ οἱ Ὀρθόδοξοι, ἀξιοχρέως τιμῶμέν σε.
Νεκροῦται αἱρέσεως ὁ ὄφις, τοῖς λόγοις σου Πάτερ τοῖς σοφοῖς, ὡς λίθος προσβαλλόμενος καὶ κάραν συντριβόμενος· διόπερ Ἐκκλησία τε, ἀξιοχρέως γεραίρει σε.
Γραφῶν παραστάσεσι γενναίαις, τὴν χάριν τοῦ Πνεύματος σοφέ, κοινὴν εἶναι ἀπέδειξας, καὶ Πνεῦμα ὀνομάζεσθαι, τὴν τούτου δὲ ὑπόστασιν, ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι.

Θεοτοκίον.

Ἀνάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνώτερος ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ σοῦ Ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.

 

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ Λόγον.

Τὸν Προφήτην Ἠλίαν ζηλοτυπῶν, Ἰωάννην ὡσαύτως τὸν Βαπτιστήν, ἀνδρείως διήλεγξας, Βασιλεῖς ἀνομήσαντας, Ἱεραρχίας θρόνον, ἐνθέως ἐκόσμησας, καὶ διδαγμάτων πλήθει, τὸν κόσμον ἐπλούτισας. Ὅθεν καὶ ταῖς θείαις, συγγραφαῖς κεχρημένος, πιστοὺς ἐπεστήριξας, καὶ ἀπίστους ἐπέστρεψας, Ἱεράρχα θεσπέσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.

Ἐν νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὁ λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.
Νυσταγμὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτη Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.

Θεοτοκίον.

Νεκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας, τὸν ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

 

ᾨδή ε´. Ἐξέστη τὰ σύμπαντα.

Τὴν χάριν δεξάμενος τοῦ Παναγίου Πνεύματος, θεῖον ἐνδιαίτημα ἐδείχθης, θείως διδάξας θεογνωσίας τὸ φῶς, Φώτιε πανθαύμαστε σοφέ, Πάτερ ἁγιώτατε, Ἐκκλησίας τὸ στήριγμα.
Ἡ γλῶσσά σου κάλαμος τοῦ Παρακλήτου γέγονεν, ὀξέως τὴν λύτρωσιν διδόντος, τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ταῖς σφῶν ἐμπνέοντος ψυχαῖς, γνῶσιν ἐπουράνιον, ἱερώτατε Φώτιε.
Ἀστράπτοντα λόγων τε καὶ διδαγμάτων χάρισι, σὲ Χριστὸς ἀνέδειξε τῷ κόσμῳ, αἱρετιζόντων ἀποσοβοῦντα ὁρμάς, καὶ ψυχὰς φωτίζοντα πιστῶν, πάντων τῶν ὑμνούντων σε, τὸν τῆς Πίστεως κήρυκα.

Θεοτοκίον.

Παρθένος γεγέννηκεν Υἱὸν τὸν προαιώνιον, φύσιν ἐνδυσάμενον ἀνθρώπων, ὡς ἐκδιδάσκων ὁ Ἱεράρχης φησί, καὶ σώσαντα ταύτην ἐκ φθορᾶς, πάθει τῷ τοῦ σώματος, καὶ Παρθένος διέμεινε.

 









ᾨδὴ ς´. Τὴν θείαν ταύτην.

Τὸν μέγαν ᾄσωμεν Φώτιον, τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν, τοῦ θείου Πνεύματος, ἐκ τοῦ Πατρὸς τὴν ἐκπόρευσιν, ὡς τῆς βροντῆς ὁ γόνος, ἐθεολόγησεν.
Ἐῤῥάγη ἅπαν τὸ φρύαγμα, σοῖς λόγοις Ἱερώτατε Φώτιε, τὸ τῆς αἱρέσεως· διὸ πιστῶν ἡ ὁμήγυρις, λαμπροτελῶς τιμᾷ σου, τὴν μνήμην Ἅγιε.
Σκιρτᾷ καὶ πᾶσα εὐφραίνεται, ὁμήγυρις πιστῶν ἡ ὀρθόδοξος, πάντιμε Φώτιε, τοῦ Γρηγορίου ὁρῶσά σε, καὶ Χρυσοστόμου ὄντως, σεπτὸν διάδοχον.

Θεοτοκίον.

Ὑμνῶ σου Κόρη τὴν σύλληψιν, ὑμνῶ σου τὴν ἀπόῤῥητον γέννησιν, ὑμνῶ τὴν σκέπην σου, βλάβης δι᾿ ἧς πάσης ῥύομαι, ὁ πρὸς τὴν σὴν γαλήνην, κατεπειγόμενος.

 

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ στρατηγῷ.

Τῆς Ἐκκλησίας ὁ φωστὴρ ὁ τηλαυγέστατος, καὶ Ὀρθοδόξων ὁδηγὸς ὁ ἐνθεώτατος, στεφανούσθω νῦν τοῖς ἄνθεσι τῶν ᾀσμάτων, ἡ θεόφθογγος κιθάρα ἡ τοῦ Πνεύματος, ὁ στεῤῥότατος αἱρέσεων ἀντίπαλος, ᾧ καὶ κράζομεν· χαῖρε πάντιμε Φώτιε.

Ὁ Οἶκος. Ἄγγελος πρωτοστάτης.

Ἄγγελος ἐξ ἀνθρώπων, ἀνεδείχθης ὦ Πάτερ, ἐκ γῆς πρὸς τὰ οὐράνια φθάσας· διὸ σὺν ἀσωμάτοις χοροῖς, ἁμιλλώμενόν σε θεωρῶν, Ὅσιε, ἐξίσταμαι καὶ πόθῳ σοι κραυγάζω εὐλαβῶς τοιαῦτα.
Χαῖρε, δι᾿ οὗ Τριὰς προσκυνεῖται.
χαῖρε, δι᾿ οὗ Θεὸς ἀνυμνεῖται.
Χαῖρε, Ὀρθοδόξων κανὼν ὁ εὐθύτατος.
χαῖρε, ἀνομοῦντας ἐλέγχων στεῤῥότατα.
Χαῖρε, ὕψος ταπεινώσεως δυσανάβατον πολλοῖς.
χαῖρε, βάθος διακρίσεως δυσθεώρητον θνητοῖς.
Χαῖρε, ὅτι ἐγένου τοῦ Θεοῦ θεῖος θύτης.
χαῖρε, ὅτι προσάγεις τῷ Θεῷ σεσῳσμένους.
Χαῖρε, Θεοῦ Μαρτύρων ὁμόσκηνε.
χαῖρε, σεπτῶν Ὁσίων συνόμιλε.
Χαῖρε, δι᾿ οὗ δυσσεβεῖς καθαιροῦνται.
χαῖρε, δι᾿ οὗ πιστοὶ βεβαιοῦνται.
Χαῖρε, πάντιμε Φώτιε.





Συναξάριον.
Τῷ αὐτῷ μηνὶ ς᾿, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Θνῄσκων Φώτιος, οὐ ταράττομαι λέγει.
Πρὸς τὴν τελευτήν, ὢν προητοιμασμένος.
Ἤστραψε τοῖς λόγοις Φώτιος μέγας,
Φῶς εὐσεβέσι, πῦρ δ᾿ ἐναντίους φλέγον·
Ἄντυγ᾿ ἐς Οὐρανίην ἀναδέδρομε Φώτιος ἕκτῃ.
Οὗτος ὁ τρισμακάριος Ἱεράρχης, ὁ μέγας καὶ λαμπρὸς τῆς Ἐκκλησίας πατὴρ καὶ Διδάσκαλος, Φώτιος ὁ Σοφώτατος καὶ ἁγιώτατος, ὁ Ὁμολογητὴς τῆς πίστεως καὶ Ἰσαπόστολος, ἤκμασεν ἐν τοῖς χρόνοις τῶν βασιλέων καὶ αὐτοκρατόρων Μιχαὴλ υἱοῦ Θεοφίλου, Βασιλείου τοΰ Μακεδόνος, καὶ Λέοντος τοῦ υἱοῦ αὐτοῦ. Τούτῳ πατρὶς μὲν ἐπίγειος, Κωνσταντινούπολις ἡ μεγαλώνυμος καὶ τῶν πόλεων ἡ βασιλεύουσα, οὐράνιος δέ, ἡ ἄνω Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πατέρες δὲ περιφανεῖς εὐγένειά τε τῇ κατὰ σάρκα οὐχ ἧττον ἢ πίστει τῇ ὀρθοδόξῳ, ὑπὲρ ἧς καὶ μαρτυρικῷ στεφάνῳ διακεκόσμηνται, ἀθλήσαντες οἱ οὐρανόφρονες καὶ καρτεῥόψυχοι ὑπὲρ τῆς τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, ὡς ἔοικε, τιμῆς καὶ προσκυνήσεως. Τοῖς πρωτίστοις δὲ τῶν βασιλικῶν ἀξιωμάτων πρότερον διαπρέψας, καὶ βίον ἀείποτε ἐνάρετον καὶ θεοφιλῆ ἐξασκήσας, τοὺς τῆς Ἐκκλησίας ἔπειτα ποιμεναρχικοὺς παραλαμβάνει οἴακας, ἐπὶ τὸν Ἀποστολικὸν καὶ Οἰκουμενικὸν Πατριαρχικὸν Θρόνον τῆς Κωνσταντινουπόλεως προβιβασθείς. Τοῦ γὰρ ἐν Ἁγίοις Ἰγνατίου βίᾳ βασιλικῇ ἐπιβληθέντος τοῦ θρόνου, καὶ τῆς Ἐκκλησίας ἐντεῦθεν χηρευούσης, μηδ᾿ ὄντος ἄλλως δυνατοῦ διαμένειν ταύτην ἄνευ Ἐπισκόπου, ὁ ἐν Ἁγίοις Φώτιος, βίᾳ ὑπαχθεὶς καὶ βασιλικῇ δυναστείᾳ, διαδέχεται κανονικῶς τὸν ἱερὸν Ἰγνάτιον, γενόμενος πρότερον Μοναχός, καὶ τοὺς κατὰ τάξιν τῆς Ἱερωσύνης λαβὼν βαθμούς. Καὶ οἵους μὲν ἀγῶνας διήνυσεν ὁ τρισόλβιος ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως κατὰ Μανιχαίων καὶ Εἰκονομάχων καὶ ἄλλων αἱρετικῶν, καὶ πρὸ πάντων κατὰ τῆς τότε πρῶτον ἀναφανείσης Παπικῆς αἱρέσεως, ἧς τὸν ἀρχηγὸν καὶ τοῦ Λατινικοῦ σχίσματος πατέρα, Νικόλαον τὸν ἀλάστορα Ῥώμης Πάπαν, γραφικαῖς καὶ πατρικαῖς ἀποδείξεσιν ἐξελέγξας, καὶ ἐνδίκως καθελών, τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς ἐξωστράκισε, τῷ ἀναθέματι παραπέμψας· οἵους δὲ διωγμοὺς καὶ κινδύνους, οἵας δὲ ἐπιβουλὰς καὶ καταδρομάς, οἵας δὲ καὶ τὰς κακώσεις καὶ τὰς ἀπανθρώπους βασάνους ὑπέστη χριστομιμήτως ὁ καρτερόψυχος θεοῤῥήμων, ὁ στεῤῥὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος Ἱεράρχης, ὑπὸ τῶν Σχισματικῶν Λατίνων, καὶ τῶν τῆς αἱρέσεως τοΰ Παπισμοῦ θιασωτῶν, ἀνθρώπων κακούργων καὶ ψευδολόγων, ἀνθρώπων παρανόμων, ἀνοσίων καὶ μιαιφόνων, ἡ κατ᾿ αὐτὸν εἰς πλάτος ἱστορία διέξεισι. Τοσοῦτον δὲ μόνον εἰπεῖν ἐνταῦθα περὶ αὐτοῦ ἀναγκαῖον, ὅτι ὁ μακάριος, ἱερουργήσας ὡς ἄλλος Παῦλος τὸ Εὐαγγέλιον, ἅπαν μὲν τὸ τῶν γενναίων Βουλγάρων ἔθνος μετὰ καὶ τοῦ Βασιλέως αὐτῶν τὴν εἰς Χριστὸν ἀμώμητον πίστιν μυσταγωγήσας τῷ τοῦ θείου Βαπτίσματος λουτρῷ ἀνεγέννησε, πολλοὺς δὲ καὶ ἐκ διαφόρων αἱρέσεων, Ἀρμενίους, Εἰκονομάχους καὶ ἄλλους ἑτεροδόξους εἰς τὴν Καθολικὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐπέστρεψε, λόγους ἐκθεὶς πλήρεις χάριτος καὶ σοφίας καὶ ἀληθείας, δι᾿ ὧν τὰ τῶν κακοδόξων φρονήματα κατεβρόντησε· καὶ τῷ μὲν σταθερῷ τοῦ φρονήματος καὶ ἀτρέπτῳ τὸν βασιλοκτόνον καὶ ἀγνώμονα Βασίλειον τὸν Αὐτοκράτορα καταπλήξας, τῷ δὲ ἔνθερμα καὶ κατ᾿ ἐπίγνωσιν αὐτοῦ ζήλῳ πάσης ἑτεροδιδασκαλίας τὰ ζιζάνια ἐκριζώσας, ἔμπλεως ὡς οὐδεὶς τῶν κατ᾿ αὐτὸν τῆς ἀποστολικῆς διδασκαλίας ἀνεφάνη. Οὕτως οὖν ὁσίως καὶ εὐαγγελικῶς ποιμάνας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, καὶ δὶς μὲν ἀναβὰς ἄκων εἰς τὸν θρόνον, δὶς δὲ τούτου βίᾳ τυραννικῇ ἐξωσθείς, πολλὰ δὲ καὶ διάφορα συγγράμματα καταλιπὼν τῇ Ἐκκλησίᾳ καὶ τῷ λαῷ τοῦ Θεοῦ, ἄριστα πάντα καὶ σοφώτατα, καὶ οἷα ὁ πᾶς αἰὼν δικαίως ἀποθαυμάσει· διὰ γὰρ πάσης ἐλθὼν ἰδέας παιδεύσας, ἐν ἑκάστῃ τὸ κράτος ἐκτήσατο· πολλὰ δὲ καὶ καμὼν ὑπὲρ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης, ἐξεδήμησεν ἁγίως πρὸς Κύριον ὁ πολύαθλος, ὑπερόριος ἐν τῇ τῶν Ἀρμενιανῶν Μονῇ, ὡς ἐν Κομάνοις ὁ θεῖος Χρυσόστομος. Τὸ δὲ ἱερὸν καὶ πάντιμον αὐτοῦ σῶμα ἐναπετέθη ἐν τῇ Μονῇ τῇ λεγομένῃ τῆς Ἐρημίας ἢ Ἠρεμίας. Καὶ πάλαι μὲν ἐτελεῖτο ἡ ἁγιωτάτη αὐτοῦ Σύναξις ἐν τῷ Προφητείῳ, ἤτοι Ναῷ τοῦ Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῷ ὄντι ἐν τῇ εἰρημένῃ Μονῇ τῆς Ἠρεμίας, νῦν δὲ τελεῖται ἐν τῇ κατὰ Χάλκην ἱερᾷ καὶ Πατριαρχικῇ Μονῇ τῆς Ἁγίας Τριάδος, ἔνθα ἤδη συνέστη καὶ ἡ Θεολογικὴ Σχολὴ τῆς Μεγάλης τοΰ Χριστοῦ Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, ἐπισκόπου Σμύρνης.
Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος.
Ἄγρυπνός ἐστι καὶ θανὼν ποίμνης φύλαξ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοΰ ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ.
Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας.
Ἰουλιανὸς προστίθησι καὶ κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μάρτυρος Φαύστης καὶ τῶν σὺν αὐτῇ Εὐϊλασίου καὶ Μαξίμου.
Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος.
Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Φαύστου, Βασιλείου καὶ Σιλουανοῦ, καὶ τῶν ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Δαρείου.
Τριῶν συνάθλων, ἕν διὰ ξίφους τέλος.
Οἵ τὸν Θεὸν φρονοῦσιν ἕν τε καὶ τρία.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βαρσανουφίου.
Ἐκ γῆς συνέστη σῶμα Βαρσανουφίου.
Καὶ γῆν ὑπῆλθε, τὴν ἑαυτοῦ μητέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐπικαλουμένου Προφήτου, μαθητοῦ τοῦ ἁγίου Βαρσανουφίου.
Δίκαιόν ἐστιν, ὦ Ἰωάννη, ἅμα
Τάττειν σε ᾧδε, τῷ φίλῳ διδασκάλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ἰωάννης ὁ ἐν Λυκῷ τῇ πόλει, ἐν εἰρήνῃ τελειοῦται.
Τὸν ἐν Λυκῷ δὲ ποῦ Ἰωάννην θέμις,
Τάττειν ὅτι μή, ᾧδ᾿ Ἰωάννῃ ἅμα;
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 



ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.

Μεταβέβηκας θέοφρον πρὸς Οὐράνια, Πάτερ σκηνώματα, καὶ προσπελάσας Θεῷ, μεθέξει θεουμένος ἔνθεος γέγονας, ψάλλων Ὅσιε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Νουθετούμενοι σοῖς λόγοις διδασκόμεθα, Πάτερ πανεύφημε, ὡς ἐν Ἡλίοις τρισίν, ἀμέριστον ἄτμητον σέβειν Θεότητα, ᾗ καὶ ψάλλομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὡς πανίερος ἡ θεία καὶ θεάρεστος, ὁμολογία σου· ὡς γὰρ χρυσὸς καθαρθείς, Θεῷ εὐηρέστησας Πάτερ τρισόλβιε, ἀγαλλόμενος, τῇ ἐκμιμήσει Ὅσιε, τῶν παθῶν τῶν τοῦ Σωτῆρος.

Θεοτοκίον.

Πᾶσι πρόξενος ἀνθρώποις ἐναπέφηνας, θείας λυτρώσεως, τὸν Λυτρωτὴν τοῦ παντός, τεκοῦσα Πανάμωμε ᾧ πάντες ψάλλομεν᾿ ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η´. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Ῥέουσι πηγαὶ τῶν σῶν δογμάτων, καὶ πᾶσαν τὴν Ἐκκλησιαν καταρδεύουσι, Φώτιε πανθαύμαστε· ὅθεν εὐφημοῦμέν σε, ὡς Ὀρθοδόξων ἔρεισμα Πάτερ καὶ καύχημα, τὸν Κύριον ὑμνοῦντες ἀπαύστως, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ὅρμῳ γαληνῷ σὺ προσωρμίσθης, τοῦ βίου τὰς τρικυμίας ἀπωσάμενος· εἶχες γὰρ ἰθύνοντα, πᾶσαν τὴν πορείαν σου, τὸν κυβερνήτην Κύριον Φώτιε πάνσοφε, τὸν νεύματι τὰ πάντα ποιοῦντα· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Φῶς τὸ τριλαμπὲς τῆς ὑπερθέου, Τριάδος ἐν σοὶ σκηνῶσαν φῶς σε δεύτερον, ἔδειξε φωτίζοντα, δῆμον μὲν Ὀρθόδοξον, αἱρετικὴν δὲ φάλαγγα Πάτερ ἀμβλύνοντα, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ῥόδον ἐν ἀκάνθαις εὑρηκώς σε, καὶ ἄνθος ἐν ταῖς κοιλάσι τὸ πανεύοσμον, κρίνον τε πανάσπιλον, Δέσποινα θεόνυμφε, ὁ σὸς νυμφίος ἄνωθεν ἐν σοὶ ἐσκήνωσε, καὶ κόσμον εὐωδίασε πάντα, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.

 






ᾨδὴ θ´. Ἅπας γηγενής.

Ὅλον ἐμαυτόν, προσάγω θεσπέσιε τῇ θείᾳ σκέπῃ σου· ὡς Ἄρχιεῥάρχης δέ, τὴν ἐξουσίαν λύειν τὰ πταίσματα, παρὰ Χριστοῦ δεξάμενος ἐμῶν σφαλμάτων σειράς, διαῤῥήξας, σῶσόν με πρεσβείαις σου, καὶ τῷ θείῳ φωτὶ καταλάμπρυνον.
Ἤρθης πρὸς τὸ φῶς, τὸ ἄδυτον ἔνδοξε Πάτερ γηΐνων ῥυσθείς, καὶ τῷ Παντοκράτορι καὶ τρισηλίῳ φωτὶ παρίστασαι, μετὰ τῶν ἄνω Τάξεων καὶ τῇ ἐκεῖθεν τρυφᾷς, πεμπομένῃ, λάμψει τρισμακάριε, καὶ ἡμᾶς φρυκτωρεῖς τοὺς ὑμνοῦντάς σε.
Ὥς τις ἀριστεύς, ἐφάνης κατήγορος πλάνης αἱρέσεως· τῆς Ὄρθοδοξίας δέ, Ἱεροκήρυξ θεῖος συνήγορος, σὺν Ἰγνατιῳ Φώτιε οὗ καὶ διάδοχος, καὶ τῶν τρόπων, καὶ τοῦ θρόνου γέγονας, καὶ πρεσβεύεις μεθ᾿ οὗ πρὸς τὸν Κύριον.

Θεοτοκίον.

Ὅλον με Θεός, θεῶσαι βουλόμενος ὅλος ἑνοῦταί σοι, καὶ τὸ ἀκατάληπτον, καινοτομεῖται πᾶσι Μυστήριον· τίκτεις Παρθένος ἄφθοῥος καὶ σὰρξ ὁρᾶται Θεός· ὃν ὑμνοῦντες, σὲ νῦν μακαρίζομεν, Μαριὰμ ὡς αὕτη προεφήτευσας.

 

Ἐξαποστειλάριον. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.

Προστάτην σε θερμότατον, ἡ Ἐκκλησία κέκτηται, λαμπρὸν διδάσκαλον Πάτερ· διὸ φαιδρῶς τὴν σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν ποίμνην σου, καὶ φύλαττε ἀπήμονα, αἱρέσεώς τε καὶ βλάβης, Ἀρχιεράρχα Κυρίου.

Καὶ τῆς Ἑορτῆς.

 

 











Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχ. δ᾿, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ´. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Ἐκκλησίας τὸν θεῖον, ἀνευφημήσωμεν, Ἀρχιεράρχην ὄντως, καὶ διδάσκαλον μέγαν, τὸν κήρυκα τοῦ λόγου τὸν θαυμαστόν, Ἰσαπόστολον Φώτιον· καὶ γὰρ ἐπέστη ἡ τούτου πανευκλεής, μνήμη ἅπαντας εὐφραίνουσα.

Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Φώτιε, ὡς τῆς εἰρήνης φίλον, τῆς ἀγάπης ἐργάτην, καὶ στήλην σωφροσύνης καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ ἰαμάτων ταμεῖον καὶ πρεσβευτήν, τῶν τιμώντων σε μακάριε.

Τοῖς Ἀποστόλοις συνήφθης, ὡς Ἰσαπόστολος· καὶ γὰρ σὺ Βουλγαρίας, Σλαβικῆς τε ἁπάσης, φυλῆς ὁ θεῖος κήρυξ ἀναδειχθείς, τῷ Χριστῷ ταύτην ἤγαγες, ἀναγεννήσας βαπτίσματι τῷ σεπτῷ, ἣν καὶ φύλαττε Ὀρθόδοξον.

Τοῦ ἐπὶ γῆς Ἑωσφόρου, φυσιωθέντος δεινῶς, καὶ θρόνον αὐτοῦ θέντος, ὑπεράνω τῶν ἄστρων, πρῶτος σὺ ζηλώσας ὡς Μιχαήλ, ἀνεβόησας ἔνδοξε· Στῶμεν καλῶς στῶμεν πάντες ἐν ταῖς σεπταῖς, τῶν Πατέρων παραδόσεσι.

 

Δόξα... Ἦχος πλ. α´.

Ὅπου ἐπικληθῇ σου τὸ ὄνομα φερώνυμε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσβλέπειν ὁ πεσὼν Ἑωσφόρος· διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ᾿ ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Ἱεράρχα Φώτιε.

 

Καὶ νῦν... Τῆς Ἑορτῆς.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ λαμπρότατος τῆς Χριστοῦ, Ἐκκλησίας μύστης, Ὀρθοδόξων προασπιστής, κακοδόξων μάστιξ, Ἱεραρχίας κλέος, ὁ μέγας θεοφάντωρ, Φώτιε Ἅγιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου