Πέμπτη 12 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 18. ΑΓΙΟΣ ΑΓΑΠΗΤΟΣ ΣΙΝΑΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΗ΄!!
ΑΓΑΠΗΤΟΣ ΣΙΝΑΟΥ
ΑΚΟΛΟΥΘΙΑ


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Κλῆσιν τὴν φερώνυμον, πεπλουτηκὼς ὃν ἠγάπησας, ἠκολούθησας πάνσοφε, ἀγάπῃ τῇ κρείττονι συνδέσμων δυνάμεις, πάσας τῆς ψυχῆς σου, καὶ ὁδηγῶν Ἀγαπητέ, ὅλον τὸν νοῦν σου πρὸς τὰ οὐράνια· διὸ τῆς ἀγαπήσεως, κατατρυφῶν τοῦ Κυρίου σου, ἐν ἀγάπῃ συντήρησον, τοὺς τελούντας τὴν μνήμην σου.

Ἄνθρωπος οὐράνιος, ἐπὶ τῆς γῆς ἀναδέδειξαι, τῇ συντόνῳ ἀσκήσει γάρ, βίον τὸν ἰσάγγελον, ἐν σαρκὶ ἐτέλεις, νηστείαις πολλάκις, καὶ ἀγρυπνίαις προσευχαῖς, τὸ ὀπτικὸν τῆς ψυχῆς ἐκάθηρας, καὶ νῦν τὴν ἐπουράνιον, μακαριότητα ἔνδοξε, ἐκληρώσω τοῖς πόνοις σου, Ἀγαπητὲ καὶ δεήσεσιν.

Πίστιν τὴν Ὀρθόδοξον, πρὸς τὸν Θεὸν ἔχων ἔλαβες, τὴν ἐλπίδα βεβαίαν τε, τῆς ἀνταποδώσεως· ὅθεν τῆς ἀγάπης, στύλος ἀνεφάνης, τῆς πρὸς Θεὸν Ἀγαπητέ, καὶ τὸν πλησίον ὅλος διάπυρος· ὅθεν ἀγάπη στήριξον, ταῖς ἱκεσίαις πάντοτε, τὰς ψυχὰς τῶν τιμώντων σου, νῦν τὴν μνήμην πανεύφημε.

Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, ἐκ παιδὸς τὸν λογισμόν, πρὸς Θεὸν παμμάκαρ ἡσύχως, τὸν βίον ἤνυσας, μέλι τὸ γλυκύτατον, τῶν ἀρετῶν ἐν ψυχῇ, συλλεξάμενος Ὅσιε, ἐγλύκανας ὄντως, τὰς ψυχὰς τῶν πρέσβυν σε, πλουτούντων πάντοτε, δίδου, καὶ ἡμῖν τὴν σὴν χάριν, ὦ Ἀγαπητὲ καὶ παντοίων, λύτρωσαι κινδύνων τοὺς ὑμνούντας σε.

Ὅλον, τῆς ἀγάπης τὸν βυθόν, ἐρευνήσας Πάτερ ἐκεῖθεν, νάματα ἤντλησας, οἷς καὶ κατεδρόσισας τὰς διανοίας τῶν σοί, προστρεχόντων ἀοίδιμε, ἰώμενος νόσους, δαίμονας ἐλαύνων τε ὁρῶν τὰ μέλλοντα, πάθη, τῶν ψυχῶν ἰατρεύων, ὦ Ἀγαπητὲ ἀγαπήσας, τῆς ἀγάπης ὄντως τὸ ἀκρότατον.



Ποίμνης, λογικῆς οἷα ποιμήν, ἐπὶ χλόης θείων λογίων ταύτην ὁδήγησας, καὶ ἐκθρέψας Ὅσιε, ταῖς σαῖς ὀρθαῖς διδαχαῖς, σεσωσμένην  προσήγαγες, Κυρίῳ τῶν πόνων, μισθὸν κληρωσμάνος ζωὴν αἰώνιον, ἧς ἀξιωθῆναι δυσώπει, καὶ ἡμᾶς πρεσβείαις σου μάκαρ, ὦ Ἀγαπητὲ ἀξιοθαύμαστε.

Δόξα. Ἦχος πλ. β΄.
Ἐπουρανίου κλήσεως ἠξιώσαι, συναδούσης τῷ βίῳ σου· ὅλος γὰρ τῇ ἀγάπῃ ἐπτερωμένος, ἀρετῆς ἁπάσης θησαυρὸς ἐχρημάτισας· ἡσυχίαν προκρίνας τῆς ἐφαμάρτου ζωῆς, ἀσκητικαῖς ἀγωγαῖς τὴν ψυχὴν καθάρας, γέγονας τοῦ Πνεύματος κειμήλιον· ἐν μέσῳ δὲ ἐπιγέιου στρατείας δουλεύων, τῆς οὐρανίου στρατιᾶς τῶν Ἀγγέλων, ἐφάμιλλος ἀνεδείχθης. Καὶ Χριστὸν ὁμολογήσας ἐνώπιον τυράννων, ἐν τῇ σαρκὶ τὰ στίγματα τοῦ μαρτυρίου περιέφερες. Οἷς κοσμούμενος, ἐκ δεξιῶν Αὐτοῦ παρέστης, τοῦ ὄντως ἀγάπη χρηματίζοντος. Διὸ τῆς ἄνω μακαριότητος κατατρυφῶν Ἀγαπητὲ ἀξιΰμνητε, ἐν ἀγάπῃ συντήρησον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἠμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήςῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐλογημένος ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔστι Κύριος ἐλπὶς αὐτοῦ καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ’ ὕδατα, τὰ τοῦ Εὐαγγελίου διδάγματα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ τὴν πίστιν τὴν Ὀρθόδοξον, καὶ οὐ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα καὶ ἔσται ἐπὶ στελέχη ἀλσώδη καὶ οὐ διαλείψει ποιοῦν καρποὺς ἀρετῶν. Τοιοῦτος ἀνεδείχθης Ἅγιε, τῇ ἐμπόνῳ ζωῇ σου, Ἀγαπητὲ Πατὴρ ἡμῶν. Πρέσβευε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχᾶς ἡμῶν.

Ἦχος β΄.
Ζηλωτὴς τῶν Μαρτύρων, ἐνθέῳ προαιρέσει γενόμενος, σεαυτὸν πρὸς βασάνους προθύμως παρέδωκας, ἑλόμενος παθεῖ  διὰ Χριστόν, ἢ πρόσκαιρον ἔχειν ἀπόλαυσιν, Ἀγαπητὲ ἀξιΰμνητε. Καὶ μυρίοις τὸ σῶμά σου κολαστηρίοις παιδευόμενος, ἔχαιρες ποθῶν Παραδείσου σκηνώματα, διεφυλάχθης δὲ πάντων ἀβλαβής, προκρίνοντος τοῦ Θεοῦ τηρεῖν σε εἰς πολλῶν σωτηρίαν καὶ λύτρωσιν.

Ἦχος γ΄.
Θαυμαστῶς σὲ δοξάζει, ὁ θαυμαστὸς ἐν Ἁγίοις μακάριε· ὅθεν θαύμασι πλείστοις κατελάμπρυνε τὸν βίον σου, Ἀγαπητὲ Πατὴρ ἡμῶν· ἐκκαθάρας γὰρ πόνοις ἀσκητικοῖς τὸ ὀπτικὸν τῆς ψυχῆς, προεώρας τὰ ἐσόμενα, καὶ τῶν κρυφίων γνώστης ἀναδέδειξαι. Ποταμοῦ δὲ ἐστράφη τὸ ῥεῖθρον, τῇ πρὸς Θεὸν ἐντεύξει σου, ἀβλαβεῖς διαφυλλάτον παρακειμένους ἀγρούς· ὅθεν ἐπαξίως σὲ γεραίρομεν θαυματοβρύτα Ὅσιε, οἱ τιμῶντες τὴν μνήμην σου σήμερον.





Ἦχος δ΄.
Ἱερωσύνης ποδήρη, ἱεροπρεπῶς ἐνδυσάμενος, καθαρὰς τῷ Δεσπότῃ θυσίας ἀναφέρειν κατηξίωσαι. Καὶ καθορρᾶν μυστικῶς, τῆς ἄνω ἱεραρχίας τὸν θρόνον κεκαθαρμένοις ὀφθαλμοῖς, σοὶ δέδοται παρὰ Θεοῦ, Ἀγαπητὲ τῆς ἀγάπης ἐνδιαίτημα· διὸ τῷ ἐπουρανίῳ θυσιαστήριῳ παριστάμενος αἴτησαι τοῖς δούλοις σου, συμφορῶν ἀπαλλαγήν, εἰρήνην, σωτηρίαν, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α΄.
Ἀγάπης ἐπαξίως ἐπώνυμε, ἐπίδος ταῖς πτέρυξι καὶ τῆς πίστεως, πρὸς Θεὸν τὰς ἀναβάσεις ἐποίησας Ὅσιε. Καὶ στεφάνῳ τῶν ἀρετῶν κεκοσμημένος καὶ πορφυρίδι αἱμάτων σου περιβεβλημένος, παῤῥησίᾳ τῷ θρόνῳ τῆς χάριτος ἐνέκυψας Ἀγαπητέ· ὅθεν, ἀμοιβὰς τῶν ἀγώνων ἀξίως ἐκομίσω καὶ στρατιαῖς τῶν Ὁσίων συγχορεύεις, τοῖς ὑμνοῦσί σε αἰτούμενος, ἀτελεύτητον ζωὴν καὶ θεῖον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἀσωμάτων Ἀγγέλων τὸν ὁμοδίαιτον, Ἱεραρχῶν κανόναν, τῶν Ὁσίων τὴν στάθμην, Μαρτύρων γεγονότα σεπτὸν κοινωνόν, προαιρέσει θεόφρονι, Ἀγαπητὸν τῶν Ἁγίων συγχορευτήν, εὐφημήσωμεν φιλέορτοι.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὁμολογίας στεφάνῳ κατακοσμούμενος, χιτῶνα εὐφροσύνης, περιέθου ἀξίως, καὶ θείαν ἀγαλλίασιν τῇ ψυχῇ, μυστικῶς ἐθησαύρισας, Ἀγαπητὲ Ἱεράρχα· ὅθεν πιστῶς, συνελθόντες σὲ γεραίρομεν.

Στ.: Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Ἀγαπητὸν τοῦ Κυρίου πιστὸν θεράποντα, τὸν τῆς Χριστοῦ ἀγάπης, τετρωμένον τῷ πόθῳ, ἀξίως εὐφημοῦντες ἀγάπῃ διπλῇ, πρὸς ἀλλήλους καὶ Κύριον, λελαμπρυσμένοι τελέσωμεν τὴν αὐτοῦ, μνήμην ἁγίαν ὦ φιλέορτοι.


Δόξα. Ἦχος πλ. δ΄.
Κλίμακα θείων ἀρετῶν, ὁσίως ἀναβέβηκας Πάτερ, μηδόλως στραφεὶς εἰς τὰ ὀπίσω ἕως τῆς ἀγάπης τὸ ἄκρον ἐφετὸν ἀληθῶς κατείληφας, ἀνέκλειπτον θησαυρὸν ἐν τῇ ψυχῇ σου ταπεινοφροσύνης τοῖς ὅροις φρουρούμενον, καὶ ἀσκητικοῖς ἀγῶσι εἰς ἑκατὸν αὐξανόμενον· ὄντως μακάριος σὺ ἐγένου τῷ Θεῷ ἀεὶ προσομιλῶν καὶ διὰ τῆς ἀγάπης μυστικῶς Αὐτῷ ἑνούμενος, Ἀγαπητὲ παμμακάριστε. Καὶ νῦν καθαρώτερον Αὐτὸν ἐποπτεύων διὰ τῆς ἀληθοῦς θεωρίας, μὴ παύσῃ δεόμενος ὑπὲρ τῶν ἐκ πόθου τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπης τὴν ἔλλαμψιν ἐν τῇ ψυχῇ ἐσχηκώς, φωστὴρ ἀναδέδειξαι τὴν οἰκουμένην πληρῶν, Ἀγαπητὲ παναοίδιμε. Πρότερον μὲν ἀσκήσει, καθαρθεὶς τὴν καρδία, θρόνον ἱερωσύνης, κατεκόσμησας ὄντως, καὶ στέφος ὁμολογίας, ἀξίως προσείληφας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.













ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάπης τῷ δεσμῷ, συνδεόμενος μάκαρ, τῷ ὄντως ἐφετῷ, τῆς αὐτοῦ φωταυγείας, ἐνθέως πεπλήρωσαι, Ἀγαπητὲ παμμακάριστε· ὅθεν πρέσβευε, τῆς γλυκυτάτης ἀγάπης, μετασχεῖν ἡμᾶς, τοὺς ἐκτελούντας τὴν μνήμην, τῆς σῆς τελειώσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐράνιος ναός, ἀνεδείχθεις Παρθένε, χωρήσασα Χριστόν, ἐν νηδύϊ Σου μόνη, σκηνὴ τὴν τῆς χάριτος, κιβωτὸν περιέχουσα, θρόνος ἔμψυχος, τοῦ Βασιλέως τῆς δόξης, καὶ πυρίμορφον, ἅρμα τοῦ Λόγου Ἀγγέλων, χερσὶ βασταζόμενον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Θρόνον Ὅσιε, ἱερωσύνης, κατεκόσμησας, σῇ παρουσίᾳ, θεαρέστως ὁδηγῶν τὸν σὸν ποίμνιον, πρὸς ἀληθείας νομὰς ἱερώτατε, Ἀγαπητὲ Ἱεραρχῶν ἀκροθίνιον, Πάτερ πρέσβευε, Χριστὸν τὸν Θεὸν δεόμεθα, δωρήσασθαι ἡμῖν ἀγάπην ἄπτωτον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἱλαστήριον, κόσμου ἐγένου, παντευλόγητε, Παρθενομήτωρ, τὸν Θεὸν ἀεὶ ἱλασκομένη τοῖς πταίσασι, καὶ ἀπειθοῦσι Αὐτοῦ τῷ προστάγματι, ὧν πρῶτος πέλων ο ἄθλιος Δέσποινα, Ὅν μοι ποίησον πανάχραντε εὐδιάλλακτον, τὰ πλήθη παρορῶσα τῶν πταισμάτων μου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νοεροῖς στρατεύμασι, νῦν συγχορεύων, τῆς τρυφῆς ἠξίωσαι, τοῦ Παραδείσου μετασχεῖν, ἧς ἀπολαύων μνημόνευε τῶν τὴν σὴν μνήμην ἐπιτελούντων μακάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθενίας ἄνθος σε, καὶ κρῖνον Κόρη, μητρικῆς σεμνότητος, ἐπιγινώσκομεν ἐν Σοί, τὰ διεστῶτα γὰρ ἥνωσεν, ὁ προειδώς Σου ψυχῆς τὴν εὐπρέπειαν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς σοφίας ἐνδιαίτημα, Πάτερ ἐδείχθης ἀληθῶς, ἀσκήσεως ὑποτύπωσις, ἐγκρατείας στάθμη, ἀγάπης θησαυρὸς ἀνεξάντλητος, δι’ ἧς ἡρμόσθης τῷ Χριστῷ, καὶ ψυχὴν ἐκκαθάρας, δοχεῖον ἐφάνης ἀληθῶς τοῦ Ἁγίου Πνεύματος, οὗ ταῖς ἀκτῖσι φωταυγείαις ἀεὶ καταυγαζόμενος, τὴν οἰκουμένην πᾶσαν πυρεύεις τοῖς πρὸς Θεὸν πρεσβείαις σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἀγάπης τὸν ὁμώνυμον, ἐν ὕμνοις γεραίρω.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀνάτειλον Κύριε, γνώσεως φῶς τῇ καρδίᾳ μου, τὸν σὸν ὅπως ὕμνοις νῦν, ᾄσω θεράποντα, καὶ ἀξίωσον, εὐχαῖς αὐτοῦ τιμῆσαι, τὸν βίον τὸν ἔνθεον, καὶ τὰ παλαίσματα.
Γηΐνων φροντίδων σύ, τὸν νοῦν ἀπέστησας Ὅσιε, ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας θερμῶς, καὶ ἀσκήσεως τὴν τρίβον, τὴν τραχεῖαν εὔχαρις ἐβάδισας, Ἀγαπητὲ νουνεχῶς.
Ἀγάπης τοῖς ἤθεσι, καλλωπιζόμενος Ὅσιε, ὡς λύχνος ἐξέλαμψας, ἐν μέσῳ τῶν ἀδελφῶν, ταπεινούμενος, καὶ πᾶσιν ὡς Ἀγγέλοις, ἠτένιζες πάντοτε, διακονῶν αὐτοῖς.
Θεοτοκίον.
Πεσοῦσαν ἠνώρθωσας, ἡμῶν τὴν φύσιν φιλάνθρωπε, ἐν μήτρᾳ σαρκούμενος, σεμνῆς Θεόπαιδος, ἣν ἀνέδειξας, κυρίως Θεοτόκον, πρεσβεύουσαν πάντοτε, σῶσαι τοὺς δούλους Σου.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἠγώνισαι μάκαρ ὑπὲρ φύσιν, ἐν μόνοις φλοιοῖς καιρὸν μακρόν, τρεφόμενος ἐγκράτειαν, ἀρίστην μετερχόμενος, πάθη σαρκὸς νεκρώσας τε, Ἀγαπητὲ καὶ σκιρτήματα.
Σαὐτὸν ἐπεδίδου πρὸς νηστείας, δεήσεις καὶ ἄγρυπνον ψυχῆς, τὸ ὄμμα ἔχων Ὅδιε, ἐν ἀγρυπνίαις ἄπτωτος, διέμεινας Ἀγγέλων σύ, τὴν πολιτείαν μιμούμενος.
Τοῦ Πνεύματος Πάτερ τοῦ Ἁγίου, καρποὺς ἐν ψυχῇ ἐπιμελῶς, ἐκτήσω βίον ἄϋλον, ἐν σώματι δεικνύμενος· ὅθεν Πατρὸς τὴν δόξαν νῦν, καὶ τοῦ Υϊοῦ καθορᾶς σεπτῶς.
Θεοτοκίον.
Ὀσμὴν εὐωδίας Θεοτόκε, τὴν κτίσιν ἐπλήρωσας τῷ Σῷ, πανάγνῳ Τόκῳ πάναγνε, τὸ σκότος ἀφανίζουσα, τὰ τῶν εἰδώλων Δέσποινα, τὸ ζοφερῶς πρὶν καλύπτον γῆν.





Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς ἀγάπης ἀκένωτος θησαυρός, ἐκ Θεοῦ ἐκπηγάζων τὴν σὴν ψυχήν, πλουσίως κατήρδευσε, καὶ ναμάτων ἐπλήρωσε, ἀΰλων οὐρανίων ἀγάπης τελέσας σε, χειμάῤῥουν ἀκενώτων ῥευμάτων πανόσιε· οἷς καταδροσίζεις, ἐκτακείσας καρδίας, πταισμάτων τῷ καύσωνι, καὶ πιαίνεις τὰ πνεύματα, ἀρετῶν πρὸς γεώργησιν, καὶ καρποφορίαν δεκτήν, τῷ Κυρίῳ Πάτερ ἁγιώτατε, τῶν θερμῶς ἐκτελούντων τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν χαρίτων τοῦ Πνεύματος τὸ σεπτόν, ἐκμαγεῖον καὶ πάντων τῶν ἀρετῶν, τὸ θεῖον θησαύρισμα, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν ἐν κοιλίᾳ φέρουσαν τὸν Λόγον τὸν ἄναρχον, τὴν Παναγίαν Κόρην, Μαρίαν δοξάσωμεν, τὴν ἐκλελεγμένην, ἀπὸ πάντων αἰώνων, τὴν στάμνον τὴν φέρουσαν, μάννα τὸ ἐπουράνιον, τὴν σκηνὴν τὴν ἀμόλυντον, τράπεζαν τὴν θείαν τὴν φρικτῶν, μυστηρίων οὖσα ἐργαστήριον, τὴν κιβωτὸν τὴν ἁγίαν ἀξίως ὑμνήσωμεν.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Νέος ὢν τὴν ἡλικίαν ἐν στρατείᾳ διέπρεψας, τοῦ ἐπουρανίου, μόνου Βασιλέως δεικνύμενος, ὁπλίτης ἄριστος Πάτερ καὶ συνόμιλος, νοερῶν στρατιῶν, Ἀγαπητὲ θεοδόξαστε.
Ὁ δοξάσας τοὺς Ἁγίους σὲ ἐδόξασε Κύριος, χάριν τῶν θαυμάτων σὺ ἐμπιστευθεὶς καὶ ἰάσεων, παντοδαπῶν αὐτουργὸν ἀποτελέσας σε, δι’ ὧν πάντας σοι τοὺς προσιόντας ἀνέπαυσας.
Μάχαιραν ὡς ὀξυτάτην προσευχὴν ἐν ψυχῇ πλουτῶν, πάσας τῶν δαιμόνων, σὺ ἐπιβουλὰς κατενίκησας, καὶ τῆς αὐτῶν ἐξουσίας ἠλευθερώσας, τοὺς δεινῶς τὸ πρὶν πολεμουμένος πανόλβιε.
Θεοτοκίον.
Ὡραιότης τῶν Ἀγγέλων Ἀρχαγγέλων ἐντρύφημα, Χερουβεὶμ τερπνότης, θρόνων Σεραφεὶμ ὑμνολόγημα, Ἐξουσιῶν καὶ Δυνάμεων ἐντρύφημα, Κόρη γέγονας, κυριοτήτων τε μέλισμα.













ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Νοήσας τοὺς Μάρτυρας, πρὸς θεϊκὴν λαμπρότητα, μάκαρ ἀγομένους τῆν καρδίαν, τοῦ μαρτυρίου πόθῳ ἐτέτρωσο, καὶ ἔσπευδες τούτων κοινωνός, πάντων τῶν κολάσεων σεαυτὸν ἐπιδείξασθαι.
Ὑπάρχοντα πάνσοφε, πολλῶν ψυχῶν ἀνάπαυσις, Κύριος ἐφύλαξέ σε Πάτερ, ἀπὸ θανάτου βασανισθεὶς γὰρ σφοδρῶς, καὶ ἐν ἀκοντίοις κεντηθείς, σῶμά σου τὸ ἅγιον, διετήρησεν ἄτρωτον.
Μαρτύρων ὁμόζηλος, τῇ προαιρέσει γέγονας· ὅθεν καὶ στεφάνοις μαρτυρίου, κεκοσμημένος Ἀγαπητὲ τοῖς χοροῖς, νῦν τοῖς τῶν Μαρτύρων ἐντρυφῶν· χαίροις ἀγαλλόμενος, καὶ χορεύεις γηθόμενος.
Θεοτοκίον.
Ὃν ἔτεκες Δέσποινα, ἀκαταπαύστως αἴτησαι· ῥῦσαι τῆς παθῶν κυριαρχίας, τοὺς κρατουμένους ἁμαρτιῶν τοὺς δεσμούς, λύων ὡς Θεὸς καὶ ἀρετῶν, χάριτας δωρήσασθαι, τοῖς ὑμνοῦσί Σε ἄχραντε.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Νικήσας Πάτερ τὸν τύραννον, παθῶν ἐλευθερίας ἠξιώσαι· ὅθεν ἐπίσκοπον, πολλῶν ψυχῶν σὲ κατέστησεν, τῆς Σιναοῦ ὁ μόνος φύσει φιλάνθρωπος.
Ἐλαίῳ Πάτερ τῶν λόγων σου, ψυχὰς καθιλαρύνεις τῆς ποίμνης σου, καὶ τῶν θαυμάτων σου ταῖς ἐνεργείαις ἰάματα, παντοίων νόσων δίδως ἀξιοθαύμαστε.
Νοὸς σοφὲ καθαρότητι, τὰ μέλλοντα σαφῶς προητένιζες, οἷα προφήτης σύ, Ἀγαπητὲ νέας χάριτος, τῶν παλαιῶν τὸν βίον ἐκμιμησάμενος.
Θεοτοκίον.
Υἱὸν Θεοῦ ἐν ἀγκάλαις Σου, ἐβάστασας Υἱόν Σου γενόμενον, Κόρη ἀνύμφευτε, υἱοθεσίαν οὖν αἴτησαι, τὴν οὐράνιον πάντας ἡμᾶς κληρώσασθαι.

Κοντάκιον. Ἦχος πλ. δ΄
Τὸν ἀπὸ βρέφους τῷ Κυρίῳ ἀναθέμενον, καὶ θεαρέστως ἐν ἀσκήσει πορευόμενον, ἐπαξίως ἀνυμνοῦμέν σε θεοφόρε· Ἱεράρχης γὰρ ἐδείχθης ἀξιάγαστε, καὶ ποιμὴν ἀληθινὸς ἐχρημάτισας· διὸ κράζομεν· Χαίροις Ἀγαπητὲ παμμακάριστε.
Ὁ Οἶκος.
Τὸν τῆς ἀγάπης πάντες συνώνυμον, καὶ ταύτης γεγονότα ὑπέρλαμπρον φωστήρα, τῶν ἀσκητῶν τὴν δόξα, καὶ τῶν Ὁσίων μέγα κλέος, Μαρτύρων τὸν σύναθλον καὶ ἰσότιμον, Ἱεραρχῶν σεπτὸν ἐκτύπωμα, καὶ τῶν Ἀγγέλων συγχορευτήν, εὐφημοῦμεν Ἀγαπητὸν τὸν ἀοίδιμον, ὃς πρόκειται ἡμῖν εἰς εὐφημίαν, τούτῳ κράζοντες· Χαίροις, Ἀγαπητὲ παμμακάριστε.

Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἀγαπητοῦ, ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ.
Ὃν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην,
Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας.
Οὗτος ἦν ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, ἐκ Καππαδοκίας ἕλκων τὸ γένος, καὶ Χριστιανῶν γονέων υἱός. Ἔτι δὲ νέαν ἄγων τὴν ἡλικίαν, ἔν τινι τῶν ἐκεῖσε μοναστηρίων, πλῆθος ἔχοντι, περὶ τοὺς χιλίους ἀσκητάς, εἰσέρχεται. Ἐξ ὧν τὰ κάλλιστα συλλεξάμενος, ἐργάτης δόκιμος τῶν ἐντολῶν τοῦ Κυρίου, νηστείᾳ καὶ ἀγρυπνίᾳ, καὶ τῇ λοιπῇ ἐγκρατείᾳ σχολάζων, κατέστη. Ὅθεν καὶ παρὰ πάντων ἠγαπᾶτο καὶ ἐθαυμάζετο· φλοιοῖς γὰρ θερμίων μονοῖς ἐχρῆτο· καὶ σποδόν, ἀντὶ ἄρτου, ἐφ’ ὅλας ὀγδοήκοντα ἡμέρας ἐσθίων διήρκεσε· καὶ τοῦ ὕπνου δὲ περιεγένετο· καὶ εὔχρηστος ἐν ταῖς διακονίαις τῆς Μονῆς καὶ τῶν ἀδελφῶν ἐξεγένετο. Ἅπαντας ὡς δεσπότας ὠνόμαζε καὶ ἐκέκτητο. Δράκοντα ἐθανάτωσε, καὶ παρθένον τινὰ νόσῳ δαπανωμένην ἰάσατο.
Περὶ τούτου μαθὼν ὁ Λικίνιος, ὅτι περ ἰσχυρότερός ἐστι σώματι, στρατιωτικοῖς αὐτὸν καταλόγοις καὶ μὴ βουλόμενον συναριθμεῖ ὁ κατάρατος. Ὁ δέ, οὐδὲ οὕτω κατημέλει τῶν ἀσκητικῶν ἀγώνων, ἀλλὰ καὶ τὰ τῆς στρατιωτικῆς ὑπηρεσίας ἀπένεμε, καὶ νόσους χαλεπὰς καὶ ἀνιάτους διὰ μόνης ἐπιφανείας ἐθεράπευεν, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἵππων, καὶ βοῶν, καὶ παντοίων ἄλλων θεραπεύων ἀῤῤωστήματα.
Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον, Βικτωρίου καὶ Δωροθέου, Θεοδούλου τε καὶ Ἀγρίππα, τῶν καλλινίκων Μαρτύρων, καὶ ἑτέρων πλειόνων ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως αἰκιζομένων σφοδρῶς, κοινωνὸς αὐτοῖς ᾑρετίσατο γενέσθαι καὶ ὁ μακάριος. Ἐκείνων δὲ ἐν Χριστῷ τελειωθέντων διὰ τοῦ ξίφους, οὕτως διεσώθη, δόρατι πληγείς, τάχα εἰς πολλῶν σωτηρίαν περισωθείς. Εἶτα τοῦ Λικινίου ἐκ ποδῶν γενομένου, καὶ τοῦ μεγάλου Κωνσταντίνου τῶν Ῥωμαίων ἀρχὴν ὅλην ὑπεζωσμένου, τοιοῦτόν τι γίνεται.
Παῖς γὰρ εὔχρηστος αὐτῷ, δαίμονι ληφθεὶς ἀκαθάρτῳ, τὸν Ἅγιον ἐπεκαλεῖτο· ὃν ὁ βασιλεὺς πρὸς ἑαυτὸν ἠγάγετο· καὶ εὐξαμένου, αὐτίκα τὴν ἴασιν ἔλαβεν. Αἰτεῖ δὲ χάριν, οὐδεμίαν ἄλλην, ἢ τὴν στρατείαν καταλιπεῖν, καὶ τὴν φίλην ἡσυχίαν ἀσπάσασθαι. Διὸ καὶ τὸν βασιλέα πρὸς τοῦτο ἐπινεύοντα ἔσχεν.
Μετὰ δὲ τὸ ὑποστρέψαι αὐτὸν οἴκοι, μετακαλεσάμενος αὐτὸν ὁ τῆς πόλεως Σινάου Ἀρχιερεύς, καὶ μὴ βουλόμενον Ἱερέα χειροτονεῖ. Καὶ μετ’ οὐ πολύ, τὸν βίον ἀπολιπόντος ἐκείνου, ὁ μέγας οὗτος, ψήφῳ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, Ἀρχιερεὺς Σινάου ἀναδείκνυται. Καὶ αὐτίκα παντοίων θαυμάτων αὐτουργὸς γίνεται, καὶ προφητικοῦ χαρίσματος ἀξιοῦται, ὧν εἰς ἀπόδειξιν ἐναργῆ, προφητειῶν τινων ἐπιμνησθῆναι τοῦ Ἁγίου καὶ μεγαλουργιῶν προσήκει.
Γυνὴ γαρ τις περὶ αὐτοῦ ἀκούσασα, καὶ εὐλογηθῆναι παρ’ αὐτοῦ γλιχομένη, παρεγένετο· ἐπεὶ δὲ εἰς ὄψιν οὕτω κατέστη, ἅπαντα τὰ πραχθέντα αὐτῇ παιδιόθεν ἐξεῖπε· καὶ νουθετήσας, ἀπέστειλεν οἰκοδομηθεῖσαν. Καὶ Διάκονον δέ τινα πρὸς τὴν τῆς Θράκης Ἡράκλειαν, πρὸς αὐτὸν παραγενόμενον εὐλογίας χάριν, παρθένον διαφθεῖραι διήλεγξε. Καὶ Δαμιανοῦ τοῦ ὁσιωτάτου Ἐπισκόπου Σιλανδέων χωρία τινὰ ὁ παῤῥαρέων ποταμός, ἐν τῷ χειμῶνι ὀγκούμενος ἠφάνιζεν· ὃν εἰς ἑτέραν κοίτην καὶ ὁδόν, εὐχῇ μόνῃ κατήνεγκε. Καὶ ἕτερα πολλὰ εἰργάσατο θαύματα, ὧν τὸν ἀριθμὸν περὶ τὰ ἑκατὸν καὶ πλείονα, ὡς ἡ κατ’ αὐτὸν ἱστορία δηλοῖ. Οὗτος οὖν καλῶς καὶ θεοφιλῶς πολιτευσάμενος, καὶ ἁφῇ χειρὸς καὶ σκιᾷ σώματος, καὶ λόγῳ μόνῳ ἀνίατα νοσήματα θεραπεύσας, καὶ πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν Κυρίῳ.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λέοντος, Πάπα Ῥώμης.
Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων,
Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον.
Οὗτος, διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ σωφροσύνην καὶ καθαρότητα, καὶ τὸ τοῦ βίου εἰλικρινές, Πρόεδρος τῆς Πρεσβυτέρας Ῥώμης, παρὰ τοῦ Ἁγίου Πνεύματος προχειρίζεται. Ὅς, βίον θεάρεστον καὶ ἀκίβδηλον ἐπιδειξάμενος, καὶ τὸ ὑπ’ αὐτὸν ποίμνιον ὁσίως ποιμάνας, ἔτι καὶ τὰς τῶν αἱρετικῶν βλασφημίας ἠφάνισε τέλεον, κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς Ἁγίας καὶ Οἰκουμενικῆς Δ΄ Συνόδου, τῶν ἑξακοσίων τριάκοντα Πατέρων, ἐν Χαλκηδόνι συγκροτηθείσης, καὶ πολλὰ περὶ τῆς ὀρθοδόξου πίστεως ἐκτεθειμένης, καὶ τῶν μίαν ἐνέργειαν καὶ θέλησιν ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν φληναφούντων αἱρετικῶν ἀνατρεπούσης τὰ δόγματα.
Ἔτι δὲ τῶν θεοστυγῶν ἐκείνων μαχομένων τῇ ἀληθείᾳ, καὶ ἀνασκευάζειν πειρωμένων τὰ τῶν θείων Πατέρων θεόπνευστα δόγματα, ὁ μακάριος οὗτος ἱκεσίᾳ τῆς Συνόδου πάσης ἐπικαμφθείς, καὶ ἐν πολλαῖς ἡμέραις νηστείᾳ καὶ ἀγρυπνίᾳ, καὶ προσευχῇ συντόνῳ πρὸς Κύριον χρησάμενος, καὶ παρὰ τοῦ Ζωοποιοῦ Πνεύματος ἐμπνευσθείς, ἐγγράφως περὶ τῶν τηνικαῦτα ζητούντων ἐξέθετο, διπλῆν ἐνέργειαν καὶ δύο θελήματα ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν διαῤῥήδην ἀνακηρύξας, καὶ ταῦτα δι’ ἐπιστολῆς ἐκπέμψας εἰς τὴν Σύνοδον. Ἥνπερ ἡ πληθὺς τῶν Ὁσίων Πατέρων δεξαμένη, καὶ ταύτην ὀρθοδοξίας στήλην ἡγησαμένη, καὶ ὡς ἀπὸ στόματος Θεοῦ τὴν γραφὴν ἐξενεχθῆναι πιστεύσασα, καὶ ταύτῃ οἷον ἐπαναπαυσαμένη, θαρσαλεότερον κατὰ τοῦ στίφους ἀντέστη τῶν αἰρετικῶν, καὶ τούτων τὰς πολυπλόκους μηχανὰς ἐτρώσατο, καὶ ἐπὶ τούτοις ὁ ἱερώτατος διελύετο σύλλογος.
Ὁ δὲ θεσπέσιος Λέων, ἔτι διαρκέσας τῷ βίῳ καὶ ὡς φωστὴρ ταῖς ἀρεταῖς διαλάμψας, ἐν βαθεῖ γήρᾳ πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας.
Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας,
ἔχει παρηγόρημα τὰ στέφη μέγα.
Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων,
ἕξεις βιαίως ὡς λέων ἐκαρτέρει.
Τούτων, ὁ μὲν μακάριος Παρηγόριος, πολλαῖς τιμωριῶν ἰδέαις, τὸν τῆς ἀφθαρσίας στέφανον ἐκομίσατο, καὶ ἐν Χριστῷ ἐτελειώθη. Ὁ δὲ ἀοίδιμος Λέων, μόνος ἀπολειφθείς, καὶ τὸν χωρισμὸν τοῦ Μάρτυρος ἐννοῶν, ἔστενε καὶ ἀπωλοφύρετο, ὡς μὴ τῶν αὐτῶν τετυχηκὼς στεφάνων, κοινῆς αὐτοῖς προκειμένης τῆς ὁδοῦ. Ὅθεν, ἐξελθὼν ἐπὶ τὸν τόπον, ἐν ᾧ ἐῤῥιμένον ἦν τὸ τοῦ Μάρτυρος Παρηγορίου σῶμα, τὴν καρδίαν ἐφλέχθη, τούτῳ ἐπιδακρύσας. Εἶτα ἐκεῖθεν ἐκκλίνας, ἔρχεται ἐν ᾧ ἡ πανήγυρις ἐτελεῖτο τῶν εἰδωλολατρῶν.
Οὗτος δέ, ἀσκητικὸν βίον μετελθών, πολὺς ἦν τὸν ζῆλον. Καὶ ἰδὼν τοὺς λύχνους καὶ τοὺς κηροάπτας διακαιομένους, ταῖς χερσὶ συνέτριψε καὶ κατεπάτησεν. Ἐκ τούτου κρατηθείς, τῷ τῆς πόλεως Ἐπιτρόπῳ παρέστη. Καὶ ἐρωτηθείς, καὶ τὸν Χριστὸν Θεὸν ἀληθινὸν κηρύξας μαστίζεται βουνεύροις ὠμοῖς, σφοδρῶς καὶ ἀμέτρως. Ὁ δὲ ἐν ταῖς βασάνοις, ὡς ἄλλου πάσχοντος, ἐνεκαρτέρει. Εἶτα, παραδοθεὶς τοῖς δημίοις, ἕλκεται τυπτόμενος, καὶ συρόμενος ἐπί τινος χειμάῤῥου ὑψηλοῦ καὶ κρημνώδους. Συγχωρηθεὶς δὲ τὴν εὐχὴν αὐτοῦ τελέσαι, τὸ πνεῦμα τῷ Θεῷ παρέθετο. Εὐθὺς δὲ οἱ δήμιοι, λαβόμενοι τοῦ τιμίου αὐτοῦ λειψάνου, ἄνωθεν ἀφέντες κατὰ τῆς φάραγγος ἠκόντισαν, καὶ οὕτως ἐτελειώθη αὐτοῦ ἡ μαρτυρία.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πιούπλιος, ξίφει τελειοῦται.
Πᾶν, Πιούπλιος εἶπεν, ἤλπιζον πάθος,
Μόνον δὲ τμηθείς, οὐ πέπονθα ζημίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀγρίππας, Βικτωρῖνος, Δωρόθεος, Θεόδουλος καὶ οἱ σὺν αὐτῶν, ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ τοῦ Γιαχρόμ, τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νικολάου, Πατριάρχου Γεωργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν φυλακαῖς Ῥουμανίας Ἁγίου Νεομάρτυρος Βαλερίου καὶ τῶν σὺν αὐτῷ Ἁγίων ἀνωνύμων Μαρτύρων καὶ Ὁμολογητῶν, μετὰ Ἰωάννου, Δανιήλ, καὶ Ἱλαρίωνος, τῶν κατεδαφισάντων ἀθέων τυράννων τὸ κράτος.
Φυλακὰς ἡγιάσατε Ῥουμανίας,
ἄρτι νέοι Μάρτυρες, ὑμῶν ἀγῶσι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Μακαρίας σὺ φωνῆς ἐπακροώμενος δεῦτε λεγούσης πρὸς μέ, οἱ κοπιῶντες Χριστός, ἣν τῷ κόσμῳ ἔφησε, πάντα κατέλιπες, καὶ προσέδραμες, εὐλογητὸς βοῶν Αὐτῷ, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νάμα ἔστρεψας τοῦ ποταμοῦ φερόμενον καὶ ἀφανίζον ἀγρόν, τοῦ ἐπισκόπου τῇ σῇ, παμμάκαρ πρὸς Κύριον, ἐντεύξει κράζων Αὐτῷ· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Οὐκ ἐνέδωκας τοῖς ὀφθαλμοῖς σου Ὅσιε ὕπνον καὶ ἄνεσιν, τῷ σώματί σου ἕως εὗρεν τόπον Ἅγιε, τῷ σῷ Θεῷ ἐκβοῶν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱταμότητα δαιμόνων ἐξηφάνισας τῷ θείῳ τόκῳ Σου, περιστερὰ λογική, καὶ τούτων σεβάσματα, πάντα συνέτριψεν, ὁ ἐκ μήτρας Σου, ἐπιφανεὶς Θεάνθρωπος, καὶ Θεὸς εὐλογημένος.













ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Στέφανος χειρὶ τοῦ Ἀθλοθέτου, τῇ σῇ κορυφῇ Ἀγαπητὲ σοφέ, ἐναποτιθέμενος, δόξης ὤφθης γνώρισμα, νίκης τε τεκμήριον, κατὰ παθῶν καὶ σαρκός, τὸν Κύριον ὑμνεῖν σε προτρέπον καὶ ὑπερυψοῦν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
Γνήσιος τοῦ Λόγου ὀρθοτόμος, καὶ βάσις τῆς Ὀρθοδόξου Πάτερ πίστεως, ἔνθεος ὑπέρμαχος, τῶν δογμάτων γέγονας, ἀναβοῶν μακάριε τῷ Λόγῳ πάντοτε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἔμπλεως τῆς ἄνωθεν σοφίας, καὶ πλήρης πνευματικῆς Πάτερ συνέσεως, πλήρης θείου Πνεύματος, ἀρετῆς τῆς κρείττονος, τῆς σῆς ἀγάπης ἔλαμψεν ὁ βίος Ἅγιε, ὃν ἤνυσας, αἰνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ῥᾶνόν μοι Παρθένε τοῦ ἐλέους, τοῦ Σοῦ νῦν ῥανίδα διαλύουσαν, πάντων τῶν κακῶν ἐσμὸν καὶ τὴν τῶν πταισμάτων μου, γραφὴν τὴν ἐξαλείφουσαν, ψυχὴν δροσίζουσαν, διάνοιαν στηρίζουσαν πόθῳ, τοῦ ἐκ Σοῦ τεχθέντος, σεμνὴ ἀπειρογάμως.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἄρας τὸν σταυρόν, ἐπ’ ὤμων σου Ὅσιε ἐπηκολούθησας, τῷ επὶ Σταυροῦ Χριστῷ, τὰς χεῖρας πάλαι Πάτερ ἐκτείναντι, τὰ τούτου δικαιώματα ἐν τῇ καρδίᾳ ἐνθεὶς καὶ τὸν νόμον, μελέτην ποιούμενος, ἀγαπήσας Αὐτοῦ τὰ διδάγματα.
Ἴσχυσας Χριστῷ, τῷ ἐνδυναμοῦντί σε Ἀγαπητὲ ἱερέ, πᾶσαν τοῦ ἀλάστορος, τὴν δυναστείαν συντρίβειν ῥάβδῳ τῆς σῆς ἱεραρχίας, ἤγειρας ναοὺς δὲ Ἅγιε, τοῦ λατρεύειν τὸν Θεὸν ἑκάστοτε, τοὺς Αὐτὸν προσκυνοῦντας ἐν πνεύματι.
Ῥῶσιν τῶν ψυχῶν, σωμάτων τε ἴασιν δίδου ἑκάστοτε, τοῖς πανηγυρίζουσι, τὴν θείαν μνήμην Ἀγαπητὲ ἱερέ, καὶ πόθῳ ἀνυμνοῦσί σε ἔνσαρκε Ἄγγελε, καὶ βοῶσι· χαίροις ἁγιώτατε, πρεσβευτὰ καὶ ἱκέτα πρὸς Κύριον.
Θεοτοκίον.
Ὡς Θεοῦ Μητρί, προσπίπτομεν Δέσποινα πρὸς Σὲ τὴν εὔσπλαγχνον, πρέσβυν Σὲ πλουτήσαντες, καὶ μεσιτείαν πρὸς τὸν φιλάνθρωπον, δεόμενοι ἀφέσεως τυχεῖν καὶ οἴκησιν, Παραδείσου, ἀπολαύειν πάντας Σε, τοὺς δοξάζοντας Κόρη Θεόνυμφε.






Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Τῶν μοναζόντων τὸ κλέος, Ἱεραρχῶν τὴν καλλονήν, ταμεῖον τὸ τῶν θαυμάτων, ἀγάπης θείας πλουτιστήν, Ἀγαπητὸν εὐφημοῦμεν, θεράποντα τοῦ Κυρίου.
Θεοτοκίον.
Τῶν Χερουβεὶμ θεῖον ᾆσμα, τῶν Σεραφεὶμ ἡ χαρμονή, ἁγιωτέρα Ἀγγέλων, Δυνάμεων Ἐξουσιῶν, Κυριοτήτων ἐδείχθης, καὶ Ἀρχαγγέλων Παρθένε.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Τὸν τῆς ἀγάπης ἀμάραντον, θεῖον φυτὸν ἱερόν, ἐγκρατείας τοῖς ὕδασι, ἀρδευόμενον καλῶς καὶ ἀεὶ αὐξανόμενον, εὔοσμα ἄνθη φέρον ἀσκήσεως, πολυποικίλους καρποὺς ἀθλήσεως, τὸ εὐσκιόφυλλον, τὸ δροσίζον χάριτι τοὺς εὐσεβεῖς, πάντες εὐφημήσωμεν, Ἀγαπητὸν θαυμαστόν. (Δίς)

Πάθη νεκρώσας τοῦ σώματος, τῆς ἀφθαρσίας στολήν, ἐνεδύσω μακάριε, ἐπὶ γῆς μιμούμενος, Ἀσωμάτων εὐπρέπειαν, καὶ τῷ τῶν ὅλων Θεῷ παρίστασαι, θερμὸς ἱκέτης ὑπὲρ τῶν δούλων Σου, τῶν τὴν ἐτήσιον, μνήμην σου τιμώντων νῦν Ἱεραρχῶν, σέμνωμα καὶ καύχημα, Ἀγαπητὲ ἱερέ.

Θείων Μαρτύρων ἐφάμιλλος, τῇ προαιρέσει ὀφθείς, ὡς τὰ τούτων παλαίσματα, ζηλῶν παμμακάριστε, καὶ ἐκδώσας τὸ σῶμά σου, πρὸς τιμωρίας καὶ ἀκοντίσματα· ἔνθεν δοξάσας Χριστὸν σοῖς μέλεσι, ὦ καρτερόψυχε, σὺν Αὐτῷ ἀγάλλῃ νῦν ἐν οὐρανοῖς, πάντοτε δεόμενος, ὑπὲρ τῆς ποίμνης σου.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκήσας ὑπερφυῶς, κατὰ παθῶν πολυτρόπων, τρόπαιον ἔστησας παναοίδιμε, καὶ ἐναθλήσας νομίμως, τῆς ὁμολογίας τῷ στέφει ἀξίως ἐστέφθης παρὰ Θεοῦ, Ἀγαπητὲ μακάριε· ὅθεν τὸ χάρισμα δεχθεὶς τῆς ἀρχιερωσύνης, τῷ Θεῷ ὡς Ἄγγελος ἐπὶ γῆς ἐλειτούργησας, ἀναιμάκτους θυσίας ὑπὲρ τῆς ποίμνης σου ἀεὶ ἐνεγκών. Καὶ νῦν δυσώπει ἀπαύστως, λυτρωθῆναι ἡμᾶς ἐκ πάσης ἀπειλῆς καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς ἀγάπης ὁ ποταμός, ὁ τὴν οἰκουμένην καταρδεύων θείαις ῥοαῖς· χαίροις τῶν Ὁσίων, καὶ Ἀθλητῶν ἡ δόξα, Ἀγαπητὲ θεόφρον, Ἀγγέλων σύσκηνε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου