ΦΕΒΡΟΥΑΡΙΟΥ ΙΘ΄!!
ΦΙΛΟΘΕΗΣ ΑΘΗΝΑΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, τὸ Μακάριος Ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸ χρυσόχροον σκήνωμα, καὶ λαμπρότατον ἄγαλμα, τὸ χρυσεπώνυμον αὖθις ἄκουσμα, ὁ πολυποίκιλος στέφανος, τὸ στόμα τὸ πάντερπνον, ὁ ποιμὴν ὁ γαληνός, τῆς ἀγάπης ὁ σύνδεσμος, ὁ μελίῤῥυτος, ποταμὸς τῆς εἰρήνης Φιλοθέη, ὁ φωστῆρ τῶν μοναζόντων, σὺ ἀνεδείχθης λαμπρότατα.
Ὡς ἀστὴρ φαεινότατος, ἐν Ἀθήναις ἐπέλαμψας, καὶ ὡς μύρον κάλλιστον καὶ ἡδύπνοον, ὡς ἀηδὼν δὲ εὐκέλαδος, ὡς μῆλον τὸ εὔοσμον, καὶ ὡς ἥλιος φαιδρός, πανταχοῦ ἐξανέτειλας καὶ ἐφώτισας, μοναχῶν καὶ μιγάδων τὰς καρδίας· ὅθεν ἅπαντες ὑμνοῦμεν, σοῦ τὴν ἁγίαν μετάστασιν.
Καὶ πτωχῶν καταφύγιον, καὶ τῶν ξένων διάσωσμα, νεανίδων σύναξις Μῆτερ γέγονας, τῶν ἀσθενούντων ἐπίσκεψις, καὶ νόσων καὶ θλίψεων, ἰατρὸς καὶ ὁδηγός, τῶν ψυχῶν καὶ σωμάτων τε. Διὰ τοῦτό σε, ὁ Χριστὸς ἀγαπήσας εἰς τὰ ἄνω, οὐρανίους ἀναπαύσεις, ἐνέθηκέ σε πανένδοξε.
Δόξα. Ἦχος πλ. α΄.
Πάντα τὰ σά, καὶ σαυτὴν τῷ Θεῷ καθιέρωσας, νοῦν καὶ ψυχὴν καὶ καρδίαν καὶ σῶμα, τῆς φωνῆς γὰρ τοῦ Εὐαγγελίου ἀκούσασα, τὰ πάντα κατέλιπες, χρυσὸν δὲ καὶ τιμὴν ὡς οὐδὲν ἐλογίσω, καὶ ὅλη γέγονας τοῦ Χριστοῦ οἶκος ἔνδοξος· ὅθεν καὶ ἀνέκραζες πᾶσι τοῖς φοιτῶσι πρὸς σέ· καταλείψατε τὰ φθαρτὰ καὶ ἐπίκηρα, καὶ ποθήσατε τὸν σταυρωθέντα Χριστὸν τὸν Θεὸν ἡμῶν, διὰ τοῦτο ὁ Χριστὸς ἰδών σου τὸ εὐγενὲς τῆς ψυχῆς, ἐλθὼν παρὰ σοὶ κατοικεὶν ᾑρετίσατο. Αὐτὸν οὖν καθικέτευε Φιλοθέη χρυσόηθε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Ἡ σοφὴ Φιλοθέη σήμερον, εἰς οὐρανοὺς ἀνελθοῦσα, τῷ ἐν Τριάδι Θεῷ συμπαρίσταται, καὶ τὸν τρισάγιον ὕμνον ᾄδει ἀκαταπαύστως, σὺν τοῖς ἀΰλοις χοροῖς, καὶ τοῖς Ἁγίοις ἅπασι. Δεῦτε οὖν καὶ ἡμεῖς δοξάσωμεν τὴν ἁγίαν αὐτῆς κοίμησιν, ἐν ψαλμοῖς καὶ ὕμνοις, βοῶντες πρὸς αὐτήν· ταῖς πρεσβείαις σου Μῆτερ, σῶζε τὴν ποίμνην σου, καὶ διαφύλαττε ταύτην ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος.
Εὐφημήσωμεν οἱ πιστοί, τὴν Φιλοθέην σήμερον, καλῶς γὰρ ἀγωνισαμένη, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων βαστάσασα, ἀόκνως τὰς τούτου ἐντολὰς τελέσασα, οἰκητήριον γέγονε τοῦ Ἁγίου Πνεύματος· νῦν δὲ καταλιποῦσα τὰ ἐν κόσμῳ, ταῖς οὐρανίαις συναγάλλεται ταξιαρχίαις, καὶ πρεσβεύει τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τοῦ πλούτου τὴν ποσότητα, ἐν ταῖς τῶν πτωχῶν χερσὶ παραθεμένη, ἀντὶ τούτου ἐκτήσω πλοῦτον οὐράνιον· δόξας δὲ καὶ ἡδονὰς καταφρονήσασα, καὶ ἀσκητικῶς διελθοῦσα, πειρασμούς τε πολλοὺς ὑπενήνοχας, μαρτυρικῶς τὸ ζῆν ἀφαιρεθεῖσα καρτερώτατα, δι’ ἀγάπην τοῦ Κτίσαντος, Φιλοθέη πανέντιμε. Αὐτὸν οὖν πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁσία Μῆτερ, ἀγγελικὴν ζηλώσασα διαγωγήν, ἀσιτίαν ἐξήσκησας, καὶ ὕμνον ἀκατάπαυστον τῷ Δεσπότῃ προσήνεγκας, ἐντεῦθεν προαισθόμενος οὖν ὁ βλέπων τὰ κρύφια, τῆς ψυχῆς σου τὴν πρόθεσιν, χαρίτων σε θείων κατηξίωσεν, ἐναργῆ σοι παρέχων τὰ σύμβολα, τῆς ἐκεῖ μενούσης σε ἀϊδίου μακαριότητος, πρὸς ἥν ἤδη μεταστᾶσα καὶ ταῖς ἀΰλοις χορείαις συνδιαιτωμένη, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. Δ΄.
Ἡ καθαρὰ τοῦ Πνεύματος τοῦ Ἁγίου σοφία, σκηνώσασα ἐν τῇ καθαρᾷ καρδίᾳ σου, παμμακάριστε Φιλοθέη, κατὰ πνευμάτων τῆς πονηρίας φοβερόν σε διώκτην ἀνέδειξε, καὶ μεγίστων νοσημάτων ἰατῆρα πανάριστον. Διὸ παῤῥησίαν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, τῇ ἀπαύστῳ πρεσβείᾳ σου, τῶν ψυχικῶν ἡμᾶς παθῶν καὶ σωματικῶν ἐλευθέρωσον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ γαληνότατος νοῦς, ἡ ἱλαρᾷ καὶ τῇ μορφῇ καὶ τοῖς ὄμμασιν, ἡ πράξει καὶ θεωρίᾳ κεκοσμηκυῖα σαυτήν, καὶ τὸν νοῦν ὑψώσασα πρὸς Κύριον, ὁρῶσα τὴν τούτου, ἀληθῆ δόξαν ἔνδοξε, καὶ λαμπομένη, παρ’ Αὐτοῦ θείαν ἔλλαμψιν, ἀξιάγαστε, Φιλοθέη ἀείμνηστε. Μέμνησο οὖν πρὸς Κύριον, δεόμεθα πάντερπνε, τῶν ἐκτελούντων τὴν μνήμην, καὶ προσκυνούντων τὰ λείψανα, τυχεῖν σαῖς πρεσβείαις, σωτηρίας καὶ εἰρήνης, καὶ τοῦ ἐλέους αὐτού.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, μοναζουσῶν καλλονή, καὶ τῶν μιγάδων ἀδιάσειστον ἕρεισμα, καὶ πάντων τῶν πενομένων καὶ τῶν νοσούντων ὁμοῦ, καὶ νηπίων μέγα καταφύγιον, καὶ ξένων ἐπίσκεψις, ὀρφανῶν παραμύθιον, Μήτηρ γὰρ τούτων, καὶ ποιμὴν ἐχρημάτισας, καὶ διέσωσας, ἀπὸ ζάλης καὶ θλίψεως, ὅθεν τὴν μακαρίαν σου, καὶ θείαν μετάστασιν, ἀνευφημοῦμεν Ὁσία, καὶ μεγαλύνομεν σήμερον, σεπτὴ Φιλοθέη, διὸ πρέσβευε Κυρίῳ, ἐλεηθῆναι ἡμᾶς.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου καὶ κατηύθηνε ταὰ διαβήματά μου.
Πάντας, τοὺς πρὸ Χριστοῦ τοῦ Θεοῦ, καὶ μετὰ τοῦτον ἐναρέτους ἐζήλωσας. Δαυΐδ γὰρ τὸ πρᾷον ἔσχες, καὶ Σολομῶντος σεμνή, τὴν σοφίαν ὄντως τὴν πανθαύμαστον, Σαμψὼν τὴν ἀνδρείαν, καὶ Ἀβραὰμ τὸ φιλόξενον, ὑπομονήν τε, τοῦ Ἰὼβ καὶ Προδρόμου δέ, θείαν ἄσκησιν, Ἀντωνίου καὶ Σάββα τε, χρύσεα ἤθη, Μῆτέρ μου, σεπτοῦ Χρυσοῤῥήμονος, καὶ τῶν Ἁγίων ἁπάντων, τὰ ἀγλαὰ κατορθώματα, διὸ καὶ χορεύεις, μετὰ πάντων τῶν Ἀγγέλων, καὶ τῶν Ὁσίων σεμνή.
Δόξα. Ἦχος πλ. Β΄.
Μνήμη δικαίου, Σολομὼν φησί, μετ’ ἐγκωμίων τελεῖται, καὶ ὁ λαὸς σὸν αὐτῷ ἀγάλλεται, τοῦτο γὰρ αὐτὸς αἰνιττόμενος ἐφθέγξατο· ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί, διὸ Μῆτερ Φιλοθέη, καὶ ἡμεῖς πιστῶς τὴν μνήμην σου τιμῶντες, καὶ προσκυνοῦντες ἀξίως, τὸ θεῖον καὶ σεβάσμιόν σου σκῆνος, ἐν ψαλμοῖς καὶ ὕμνοις φιλοφρόνως ἐγκωμιάζομεν. Πρέσβευε οὖν δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθηνῶν τῶν κλεινῶν τε νῦν καὶ πάλαι τὸ βλάστημα, καὶ τῶν χθὲς καὶ πρώην Ὁσίων τὸ ἀρίζηλον καύχημα, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, Ὁσίαν Φιλοθέην εὐλαβῶς· ὅτι τὸν Χριστὸν εὐτόνως, πάντων τῶν γεηρῶν ἀντήλλαξεν, ἔχουσα οὖν συμπρεσβευτήν, τὸν παμμέγαν Διονύσιον, σῶζε τοὺς προσκυνοῦντας, εὐσεβῶς τὸ πάνσεπτον σκῆνός σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνέδειξε σήμερον τὴν Φιλοθέην πιστοί, ἡ θείας Μητρόπολης τῶν Ἀθηνῶν καὶ λαμπρά, ὡς μέγα θησαύρισμα, πάντες οὖν ἐν αἰνέσει, ἐν τῇ ταύτῃ κηδείᾳ, ᾄσμασι θεηγόροις εὐφημήσωμεν ταύτην, βοῶντες ταύτῃ ἐκτενῶς· σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν χάριν νῦν ἅπαντες ἀνευφημήσωμεν, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὡς δι’ αὐτῆς τὴν χαράν, τῷ κόσμῳ αὐγάσαντος. Λύσιν τῆς ἁμαρτίας εὑραμένη ἡ φύσις, ἅπασα τῶν ἀνθρώπων, γηθομένη κραυγάζει· εὐχαῖς Αὐτῆς Κύριε, ῥῦσαι ἡμᾶς τῶν δεινῶν.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν.
Καθαρθεῖσα τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ τὰς φρένας καρδίαν καὶ λογισμόν, δοχεῖον γεγένησαι, καὶ λαμπρὸν οἰκητήριον, τῆς Ἁγίας Τριάδος, Ὁσία ἀοίδιμε, τῶν Ἀθηνῶν τὸ κλέος, Φιλοθέη πανεύφημε, ὅθεν συνελθόντες, οἱ πιστοὶ κατὰ χρέος, γεραίρομεν ἅπαντες, τὴν ἁγίαν σου κοίμησιν, καὶ πιστῶς ἐκβοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἀστραπόμορφον ἅρμα βασιλικόν, πορφυρίζουσα κλίνη, θρόνε χρυσέ, παλάτιον πάντερπνον, καὶ παστὰς θεαυγέστατε, παναγιωτάτη σκηνὴ ἁλουγόχροε, ὡραϊσμένη πύλη ναὲ θεοδόξαστε, ὄχημα τοῦ Λόγου, τὸ παγκόσμιον ὄντως, καὶ κλίμαξ χρυσόπλοκε, χρυσαυγίζουσα γέφυρα, καὶ χρυσήλατε τράπεζα, χαῖρε θεία λαβίς, καὶ φωτώνυμε, παναγιωτάτη Μήτηρ Θεοῦ τοῦ Παντάνακτος.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε πάντες οἱ πιστοί, ἐν ὑμνωδίαις ἱεραῖς, καταστέψωμεν φαιδρῶς, καὶ μεγαλύνωμεν πιστῶς, τὴν ἐν Ἀθήναις ἐκλάμψασα εὐσεβοφρόνως, καὶ κράξωμεν αὐτῇ, ἐν κατανύξει ψυχῆς, καὶ χείλεσιν ἁγνοῖς, καὶ ἐν καρδίᾳ φαιδρᾷ· παρισταμένη Μῆτερ οὖν πᾶσι τοῖς Ἁγίοις ἐν τῷ φωτὶ του Παντάνακτος, πρεσβείαν ποίει, ὑπὲρ τῶν δούλων, τῶν πιστῶς εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δοχεῖον ὤφθη ἐκλεκτόν, Παρθενομῆτορ Μαριάμ, καὶ θρόνος πύρινος Θεοῦ, καὶ κλίνη πάγχρυσος σεμνή, πεποικιλμένη καθέδρα τοῦ Βασιλέως, οἶκος καὶ παλάτιον πάντερπνον, νεφέλη χρυσαυγὴς καὶ ἀείφωτος, καὶ κιβωτὸς καὶ στάμνος μανναδόχος, καὶ χρυσοπόρφυρος θάλαμος, διὸ τὸ χαῖρε, σὺν τῷ Ἀγγέλῳ καὶ ἡμεῖς μελῳδοῦμέν σοι.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον, ήχος δ΄: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός
Δόξα: Ταῖς τῆς Φιλοθέης…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Μύρον ἐν Ἀθήναις ἀνεδείχθης, Φιλοθέη χρυσόηθε, μυρίζουσα τὰ καρδίας τῶν πιστῶν, τοῖς μυριπνόοις σου διδάγμασιν, ἀλλὰ μύρισον καὶ ἡμῶν τὰς καρδίας νοητῶς, τῶν ἐν πίστει τελούντων τὴν σεβάσμιον μνήμην σου.
Οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς: Μέλος σοι τερπνὸν ὦ Θεοῦ φίλη ᾄδω. Ἰσαάκ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μονὰς ἅς ἐπόθησας τὰς οὐρανίους θεόληπτε, νῦν εὗρες ὦ Μῆτέρ μου, μισθὸν τῶν πόνων σου, ὧν ὑπήνεγκας, ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι Κυρίῳ ᾄδουσα.
Ἐλίους σῦ ἄφθονος πηγὴ Ὁσία τεθέασαι, πτωχοὺς καταρδεύουσα, πλουσιωτάταις ῥοαῖς, ὅθεν στέφανον, σῇ κορυφῇ ἐδέξω, ἀξίως ὦν ἔσπειρας σῶν γεωργίων καρπῶν.
Λαλεῖν σοι οὐ δύναμαι τῶν ἀρετῶν τὴν εὐπρέπειαν, καὶ ὕψος τὸ ἔνθεον, ᾧ ὡραΐσθης σεμνή, καὶ ἀνύψωσας, πρὸς τὰς ἐπουρανίους, σκηνώσεις καὶ δεδόξασαι παρὰ τοῦ πάντων Θεοῦ.
Θεοτοκίον.
Ὁλόκληρον φύλαττε τὴν ποίμνην Παναγία Δέσποινα, Μαρία Θεόνυμφε, ἥν ἡ Φιλοθέη κατῳκίσατο, ἐνθάδε τοῦ δοξάζειν, τὸν ἄσπορον τόκον Σου, καὶ Σὲ Παρθένε Ἁγνή.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Σὺ τὸν πλοῦτον ἔνειμας Ὁσία, τὸν σὸν δεομένον τὸν ῥευστόν, και γὰρ ἐν τούτῳ πάνσεπτε, καυχᾶσθαι οὐ προήρησαι, ἀλλ’ ἀντὶ τούτου δέδεξαι, σῇ κορυφῆ δόξης στέφανον.
Σαῖς προσευχαῖς πρὸς τὸν Δεσπότην, περίσωζε ἀεὶ τὴν ποίμνην τὴν σήν, καταγεραίρουσάν σε πάνσεμνε, ὡς θεῖον ἐνδιαίτημα, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, κατὰ δαιμόνων ἐνίσχυσον.
Ὁδὸν τὴν ἀπάγουσαν εἰς ἄνω, εὑροῦσα διώδευσας σεμνῶς, ὅθεν καὶ πρὸς οὐράνιον, ἐλήλυθας πολίτευμα, καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία συγκατηρίθμησαι.
Θεοτοκίον.
Ἰάσεις παρέχουσα παντοίας, τοῖς πόθῳ τιμῶσί Σου Ἁγνή, τὸν Τόκον τὸν ἐκ Πνεύματος, Ἁγίου συλληφθέντα Σοι, παράσχου καὶ τοῖς δούλοις Σου, ἡμῖν πταισμάτων ἄφεσιν.
Κάθισμα. Ἦχος πλ. Δ΄. Τὸ προσταχθέν.
Καταλιποῦσα, τὰ τῆς γῆς ὦ Φιλοθέη, μετέστης ἄνω πρὸς μονὰς τὰς οὐρανίους, καὶ πρεσβεύεις σὺν πᾶσι τοῖς ἐπουρανίοις, Ὁσίοις ἅμα Δικαίοις καὶ τοῖς λοιποῖς, καὶ πᾶσι τοῖς ἄνω Νόοις καὶ Λειτουργοῖς, καὶ κραυγάζειν τό· Ἅγιος Ἅγιος Ἅγιος εἶ Θεὲ ὑπεράγαθε, σῶζε πάντας οὕς ἔπλασας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοχαρίτωτε, Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ Σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν Ὁσίαν Φιλοθέην φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων ταύτην εὐσεβῶς μεγαλύνοντες, αὕτην γὰρ ὤφθη δοχεῖον Θείου Πνεύματος, καὶ πεφώτισται, τούτου ταῖς θείαις λαμπρότησι.
Ἐπὶ θρόνου καθημένη θείας δόξης πανθαύμαστε, τοὺς τὴν σὴν τελοῦντας μνήμην εὐσεβῶς διαφύλαττε, ταῖς σαῖς πρεσβείαις ὦ Μῆτερ ταῖς πρὸς Κύριον, ᾧ βοᾶς ἀεί· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ῥωμαλαίᾳ διανοίᾳ καὶ γενναίῳ φρονήματι, τὰς Κυρίου Μῆτερ πάσας ἐντολὰς ἐκτετέλεκας, ὡς κτησαμένη ἀγάπην τὴν πρὸς Κύριον, καὶ τοῦ τέλους, τελείαν Ὁσία ἀείμνηστε.
Θεοτοκίον.
Παναγία Θεοτόκε τοὺς εἰς Σὲ καταφεύγοντας, ἐκ κινδύνων ῥῦσαι πάντων καὶ σκανδάλων τοῦ ὄφεως, τῆς Φιλοθέης πρεσβείαις ἧν δοξάζομεν, μετὰ Σὲ καὶ γὰρ ὤφθη Κυρίῳ δουλεύουσα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Μόνην τὴν φερέσβιον, εὑροῦσα κατετρύφησας, πᾶσαν θειοτέραν θεωρίαν, δι’ ἧς ἀνήχθης εἰς θείαν ὄντως ζωήν, και γέγονας πᾶσι τοῖς πιστῶς, ἐπικαλουμένοις σε, ἐναντίων ὑπέρμαχος.
Ὁ βίος σου ἔνθεος, καὶ ἀρεταὶ θαυμάσιαι, καὶ τὰ κατορθώματα γενναῖα, ὅθεν καὶ δόξης πλείστης ἠξίωσαι, τῆς ἄνωθεν Μῆτερ ἐκ Θεοῦ, ὅνπερ καθικέτευε, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Νοῦς ἅπας ἀνθρώπινος, ἀδύνατον λογίσασθαι, τοὺς κινδύνους Μῆτερ καὶ τὰς θλίψεις, ἅσπερ ὑπέστης ὑπὸ τῶν ἔξωθεν, ἀκλόνητον σχοῦσα λογισμόν, πίστει τῇ πρὸς τὸν Κύριον, οὗ τὸν λόγον τετήρηκας.
Θεοτοκίον.
Ὦ Πάναγνε Δέσποινα, τὸν Κύριον ἡ τέξασα, σῶζε τοὺς εἰς Σὲ τεθαῤῥηκότας, καὶ τῆς μελλούσης πάντας κολάσεως, ἀπάλλαξον Ἄχραντε σεμνή, παῤῥησίαν ἔχουσα, μητρικὴν πρὸς τὸν Κύριον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Θεοῦ, ὡς Παῦλος ὑπάρξασα, γεώργιον Ὁσία ἀπέδωκας, ἑκατοστεύοντα, τῶν ἀρετῶν σου τὸν ἔνθεον, καρπὸν Χριστῷ τῷ σὲ γεωργήσαντι.
Ἐκπλήττει πᾶσαν διάνοιαν, βροτῶν τὰ παρὰ σοῦ νῦν τελούμενα, ψυχὰς ἀνθέλκης γάρ, ἐζοφωμένας τοῖς πταίσμασι, πρὸς θεῖον φῶς Ὁσία, τοῖς σοῖς διδάγμασι.
Ὁσίαν, ᾦδε διάξασα, νῦν εὗρες Μῆτερ οὐράνιον, ἧς καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τοὺς σὲ νῦν εὐλαβῶς μακαρίζοντας.
Θεοτοκίον.
Ὑμνοῦμεν, Ἄχραντε Δέσποινα, τὸν Τόκον Σου ἀσπόρως ἐκλάμψαντα, ἐκ Σοῦ Θεόνυμφε, καὶ Σὲ Παρθένε γεραίρομεν, ᾠδαῖς ἀπαύστοις ὡς Ἁγνὴν Θεομήτορα.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Μνηστευθεῖσα ἄμωμε, τῷ τοῦ Πατρὸς θείῳ Λόγῳ, καθαρὸν καὶ ἄσπιλον, αὐτῷ σαυτὴν διετήρεις, ὅθεν σε, πρὸς τὸν νυμφῶνα τῆς ἄνω δόξης, κέκληκεν, ὁ σὸς Νυμφίος, ᾧ συναγάλλῃ και πρεσβεύει Φιλοθέη, σωθῆναι πάντας ἡμᾶς ἀξιάγαστε.
Οἷκος.
Πᾶσα γλῶσσα κινείσθω, πρὸς εὐφημίαν τῆς πανευφήμου Φιλοθέης, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι τοῦ Χριστοῦ, τὴν μυροβλύτισσα ἐγκωμίοις καταστέψωμεν. Νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀποῤῥίψασα, δι’ ἀσκητικῶν πόνων τὸν τύραννον ἐχθρὸν καταβέβληκεν. Οὐρανίῳ δὲ καὶ θείῳ στέφει κοσμουμένη, αἰτεῖται παρὰ Χριστοῦ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμην τῆς Ἁγίας Ὁσίομάρτυρος Φιλοθέης τῆς ἐξ Ἀθηνῶν.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Φαεινοτάταις ἀστραπαίς, τῆς Ὑπερουσίου Τριάδος, καταλαμπρύνασα τὸν νοῦν, βοᾷς σὺν Ἀγγέλοις ᾗ παρίστασαι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Ἱερωτάτοις λειτουργοῖς, τοῖς παρισταμένοις τῷ θρόνῳ τῆς τρισηλίου ἀστραπῆς τοῦ Θεοῦ, συγχορεύεις κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Λιμένα εὔδιον ψυχῶν, Μῆτερ δειμαμένη τοὺς ζάλῃ, καὶ τρικυμίαις τῶν παθῶν, ναυαγοῦντας γαλήνης ἠξίωσας, ὅθεν οἱ σωθέντες κραυγάζουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἡ τὸν προάναρχον Υἱόν, Μῆτερ τοῦ Πατρὸς δεξαμένη, ἐν τῇ γαστρί Σου μητρικῶς, Σὸν Υἱὸν ἐκδυσώπει ποίμνην τηρεῖν, τῆς Φιλοθέης ᾄδουσαν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἀνῆλθες πρὸς γνῶσιν θεωρίας, και πάντα σαφῶς μεμύησαι τοῦ Πνεύματος, ἄδυτα μυστήρια, πᾶσι δὲ κατήγγειλας, τοῖς προσφοιτῶσι πάνσεπτε, σοὶ καὶ κραυγάζουσι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Δόξης καταφρονήσας τῆς κάτω, καὶ πᾶσα διάνοιαν ἐπτέρωσας, ἀρετῶν κουφότητι, ὅθεν καὶ ἀνύψωσαι, πρὸς θεῖον ὕψος ἄῤῥητον, ᾧ χαίρεις ψάλλουσα· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὤφθης ὀρφανῶν τροφὸς καὶ μήτηρ, καὶ πάντων ἀδικουμένων ἡ ἀντίληψις, τῶν ἐν νόσοις ἴασις, αἰχμαλώτων λύτρωσις, καὶ τοῖς ἐν λύπαις πάνσεμνε, χαρὰ τοῖς ψάλλουσι· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἴασαι ἁγνὴ τὰς ἀσθενείας, τῶν πίστει προστρεχόντων Σοι Θεόνυμφε, καὶ ὁμολογούντων Σε, Θεοτόκον Ἄχραντε, ὡς τὸν Θεὸν γεννήσασαν, ᾧ πάντες ψάλλομεν· Τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔχου πρὸς ὑπαντήν, Ἀγγέλων συστήματα Μῆτερ κατήρχετο, καὶ ὁ τῶν Ὁσίων δέ, χορὸς σὺν τούτοις θείοις ἐν ᾄσμασιν, ἐπηκολούθει πάνσεμνε, ἀναγομένης σου, εἰς τὰ ἄνω, πάντερπνα σκηνώματα, ὧν Χριστός σοι τὰς πύλας ἀνέῳξε.
Ἄνθος χρυσαυγές, ποικίλον χρυσόχροον, καὶ εὐωδίας μεστόν, τοῖς ἐν ταῖς Ἀθήναις νῦν, ταῖς χρυσιζούσαις Μῆτερ ἐξήνθησας, καὶ πᾶσαν εὐωδίασας, καὶ κατελάμπρυνας, τὴν πατρίδα καὶ τοὺς σοὺς γεννήτορας, τῶν χαρίτων τῶν σῶν τῇ τερπνότητι.
Ἄνω σε Χριστός, καλέσας εἰς ἄληκτον ζωὴν μετήνεγκεν, ὅν καθικετεύουσα, μὴ παύσῃ Μῆτερ ὑπὲρ τῶν πίστει σου, τὴν ἱερὰν μετάστασιν ὑμνούντων πάντερπνε, καὶ βοώντων· Χαίροις ἀξιέπαινε, Φιλοθέη τὸ ῥόδον τὸ εὔχροον.
Θεοτοκίον.
Κύριον Ἁγνή, Παρθένε ὅν ἔτεκες Τοῦτον δυσώπησον, ἄτρωτον τηρεῖν ἀεί, τὴν νεολαίαν, ἥν ἡ φιλόθεος, τὸν Σὸν ὑμνεῖν συνήγαγε τόκον Πανάμωμε, ἐκ παντοίων πολέμων Ἄχραντε, αἰσθητῶν και ἀΰλων θεόνυμφε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλου τέρπου χόρευε, πᾶς ὁ λαὸς τὴν σήμερον, τῆς Φιλοθέης τὴν μνήμην, πανηγυρίζοντες πάντες· ἰδοὺ γὰρ καταλείψασα, τὸν κόσμον τὸν ἐπίκηρον, πρὸς τὰς μονὰς ἐλήλυθε, τὰς οὐρανίους καὶ χαίρει, ὑπὲρ ἡμῶν καὶ πρεσβεύει.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Σήμερον χαίρει ἡ γῆ καὶ συγχορεύει, διδοῦσα τὸ βλάστημα αὐτῆς εἰς χεῖρας Θεοῦ, ὡς θεῖον δῶρον καὶ μέγιστον, τὴν Φιλοθέην, τὴν ἐν Ἀθήναις ἀναβλαστήσασαν. Εὐφραίνεται ἅπασα, τῶν οὐρανῶν ἡ πληθύς, ὡς δεξαμένη τὴν ἄσπιλον, καὶ θειοτάτην, καὶ ὅλην οὖσαν Θεοῦ κατοίκησιν. Χαίρει δὲ μᾶλλον καὶ ἀγάλλεται, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅς ἀνήγαγε ταύτην εἰς τὰ ἄδυτα βασίλεια. (Δίς).
Ἡ ἱλαρὰ τὴν ψυχὴν καὶ τὴν καρδίαν, ἥλιος ὁ πάμφωτος, ἀστὴρ λαμπρότατος, περιστερὰ ἡ ἀκέραιος,ἡ Φιλοθέη, ἡ μῦρο οὖσα καὶ μῆλον πάγχρυσον, ἡ ὅλη μυρίσασα, καὶ χαριτώσασα, νοῦν καὶ ψυχὴν καὶ καρδίαν τε, σὺν τῷ σαρκίῳ, καὶ γενομένη φῶς καὶ ἀπαύγασμα, νῦν δὲ ἀφεῖσα τὰ ἐπίκηρα, ἀνελήλυθεν ὄντως πρὸς Κύριον, καὶ πρεσβεύει ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰςἡμῶν.
Φυτὸν ὡραῖον ἐβλάστησε και κλάδον, ἡ θεία Μητρόπολις τῶν Ἀθηνῶν ἡ λαμπρά, φέρον καρπὸν εὐωδέστατον, πλήρη χαρίτων, γλυκὺν εἰς γεῦσιν καὶ θυμηδέστατον, τὴν θείαν καὶ ἄσπιλον καὶ θεοδόξαστον, τὴν Φιλοθέην τὴν πράξει τε καὶ θεωρίᾳ, κατακοσμοῦσαν ψυχὴν τοῦ σώματος, ὅθεν ἐν ὕμνοις μεγαλύνομεν, καὶ γεραίρομεν ταύτης τὴν κοίμησιν, ἐν ψαλμοῖς μελιῤῥύτοις, καὶ τερπνοῖς τοῖς μελῳδήμασιν.
Δόξα. Ἦχος β΄.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν, δεξαμένη ἔρωτα, πάντα τὰ ἐν κόσμῳ τερπνά, ὑπερεῖδες θεόληπτε, ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδάμ, τὸν ὄφιν δὲ ἀποκρουσαμένη δι’ ἐγκρατείας ἀγγελικῶς τὸν βίον διήνυσας. Καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύουσα τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεουμένην ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένη Φιλοθέη τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ μαρτυρίῳ σου Ὁσία στεφθεῖσα, αἱμάτων ῥείθροις σου σεπτὴ φοινιχθεῖσα, τῷ Βασιλεῖ παρίστασαι ὡς ἄμωμος ἀμνάς, καὶ κατατρυφῶσα νῦν οὐρανίων θαλάμων, ἐφελκύεις ἅπαντας εἰς ὁμοίους σου ἄθλους, καὶ μεσιτεύεις νῦν ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δεῦτε ἱκετεύσωμεν οἱ πιστοί, Φιλοθέην Ὁσίαν, τὴν προστάτιν τῶν Ἀθηνῶν, εἰρήνευσον Μῆτερ τὴν ζωὴν ἡμῶν, ταῖς πρὸς Θεὸν θερμαῖς ἱκεσίαις σου.
Παθῶν ὀλεθρίων τοῦ δυσμενοῦς, ἀπάλλαξον Μῆτερ, τοὺς σοὺς δούλους τοὺς ταπεινούς, καὶ ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, ταῖς σαῖς πρεσβείαις τοῖς πᾶσι δώρησαι.
Γενναίῳ φρονήματι ὦ σεμνή, ἐδίδαξας πάντας, τῶν τοῦ βίου καταφρονεῖν, καὶ τὰς ἐζοφωμένας διανοίας, ταῖς ἀρεταῖς σου καταύγασον δέομαι.
Θεοτοκίον
Δέσποινα τὸ σῶμα καὶ τὴν ψυχήν, τὴν ἐσκοτισμένην, τῷ φωτί σου καταπλουτεῖς· ἐκ παντὸς κινδύνου ῥῦσαι πάντας, τῆς Φιλοθέης ταῖς θείαις δεήσεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς καλὸν καὶ φιλόθεον ὁσιακὸν σέμνωμα, καὶ μοναζουσῶν ὑπερτέρα, καὶ ἐνδιαίτημα, πρὸς τὰ σκηνώματα, τῶν οὐρανῶν μετετέθης, εἰς ζωὴν τὴν ἄληκτον, καὶ πανευφρόσυνον.
Μοναστῶν ἐγκαλλώπισμα καὶ κλέος πανάριστον, δόξα Ἐκκλησίας ὑπάρχεις, Ἀγγέλων σύσκηνος, σὺ γὰρ ἐλάμπρυνας, τῶν Ἀθηναίων τὴν πόλιν, τῷ μαρτυρικῷ σου, στέφει ἀξιάγαστε.
Ἀνεδείχθης τοῦ Πνεύματος περικαλλὲς σέμνωμα, σὲ κατοικητήριον ἔσχε, ἡ Παναγία Τριάς· διὸ καὶ ἤθλησας, καὶ τῶν τερπνῶν ἠξιώθης, νῦν ἀγαλλομένη, εἰς τὰ οὐράνια.
Θεοτοκίον
Τοὺς ἐν θλίψεσιν ὄντας διάσωσον Δέσποινα, καὶ τοὺς πειρασμοὺς κλονουμένους, πάντας ἀπάλλαξον, ταῖς ἱκεσίαις Σου, καὶ μεσιτείαις Παρθένε, ὡς ἁγνὴ ὑπάρχουσα, θεομακάριστε.
Διάσωσον, Ὁσιομάρτυς Σοὺς δούλους καὶ περιφρούρει, ἀπὸ λύπης καὶ συμφορῶν εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἐκτενῆ παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πεινώντων τροφὸς ἐδείχθης πανόλβιε, τὸν πλοῦτον σοφή, ἐσκόρπισας ἔδωκας, ἀσκητικῶς βιώσασα, Φιλοθέη ἔνδοξε πλούτισον, καὶ ἐκ πενίας λύτρωσαι ἡμᾶς, καὶ σῶσον ταχέως μεσιτεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀρφανῶν πάντων γέγονας, μήτηρ καὶ τροφὸς καὶ καταφύγιον, καὶ πρὸς ὅρμον καθωδήγησας, τοὺς εἰς σὲ προστρέχοντας πανεύφημε.
Θεραπεία νοσούντων, ἐδείχθης καὶ λιμὴν πάντων εὔδιος, καὶ τύραννους σὺ κατήσχυνας, ἀνδρικῷ νερουμένη φρονήματι.
Ἐξ ἐχθρῶν τῶν μισούντων, τὴν σὴν πόλιν φύλαττε ἀπαράτρωτον, καὶ ἀνάδειξον πανίσχυρον, Φιλοθέη Μάρτυς τρισμακάριε.
Θεοτοκίον
Σὲ λιμένα καὶ τεῖχος, καὶ καταφυγὴν ἀῤῥαγῆ κεκτήμεθα, τὰς ψυχὰς ἡμῶν εἰρήνευσον, καὶ παθῶν δεινῶν ἡμᾶς ἀπάλλαξον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, τὰς καρδίας καὶ ἐνίσχυσον, τὴν σὴν βοήθειαν διδοῦσα σεμνή, χαριτόβρυτε πηγὴ πανευφρόσυνε.
Λάμπρυνον τὸν νοῦν, μοναστῶν σου καὶ ἐγκαίνισον, τῇ πρὸς Θεὸν θερμῇ μεσιτείᾳ σου, σὺ γὰρ ὑπάρχεις συμπαθὴς καὶ εὐΐλατος.
Θεοτοκίον
Ὁδήγησον ἁγνή, εἰς λιμένα εὐσπλαγχνίας Σου, τὰς ψυχὰς ἡμῶν καὶ περιφρούρησον, καὶ τὴν ὑγείαν τοῖς νοσοῦσι δώρησαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τῶν κάτω, κατεφρόνησας καὶ ὕψωσας, ἑαυτὴν πτερώσασα πρὸς ἄνω, καὶ τῶν πληγῶν ἀφελοῦσα τὸ κέντρον, τὰ λυπηρὰ εἰς δόξαν μετήλλαξας, καὶ ᾄδει νῦν ἐν οὐρανοῖς, τὸν ποθούμενον πάντοτε βλέπουσα.
Ἀντίληψις, τῶν ἐν λύπαις πάνσεμνε, καὶ ἀδικουμένων ὤφθης προστάτις, τῶν πρὸς τὴν σὴν προστρεχόντων πρεσβείαν, ἀρυομένων γλυκεῖάν σου μέθεξιν, καὶ πάντων τῶν ἐν συμφοραῖς, συμπαθὴς καὶ βεβαία ὀχύρωσις.
Φρουρόν σε, καὶ θερμὸν προπύργιον, τῶν Ἀθηναίων εὗρέ σε ἡ πόλις, τοῖς σοῖς λειψάνοις προστρέχει τοῖς θείοις, καὶ δαψιλῶς λαμβάνει τὰς χάριτας, διάσωσον ἐκ τῶν δεινῶν, Φιλοθέη Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον
Λιμένα σε, Παναγία ἔχομεν, καὶ μεσίτριαν καὶ σκέπην καὶ τεῖχος, τῶν ἐναντίων ἐνέδρας συνθλάζεις, καὶ τὰς καρδίας κουφίζεις πανάχραντε, καὶ διασώζεις ἅπαντας δεινῶν, Φιλοθέης ταῖς θείαις δεήσεσι.
Διάσωσον, Ὁσιομάρτυς Σοὺς δούλους καὶ περιφρούρει, ἀπὸ λύπης καὶ συμφορῶν εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἐκτενῆ παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀγάπης πηγὴ ἐδείχθης ἀκένωτος, Φιλοθέη σεμνὴ αἰχμαλώτων ἡ λύτρωσις, ἱκετεύουσα μὴ παύσῃ ὑπὲρ σῶν ἱκετῶν· ἀλλὰ ἴθυνον ὡς ἀγαθή, καὶ πρὸς λιμένα γαληνόν, τοὺς εὐλαβῶς προσκυνοῦντάς σε· λύτρωσαι τῶν κινδύνων, καὶ σῶσον ἐκ τῶν μισούντων, ἡ τῶν Μαρτύρων καλλονή, καὶ τῶν Ἀγγέλων ὁμόσκηνε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅλη ἀπαστράψασα, τῇ τῆς ψυχῆς φωταυγείᾳ, Φιλοθέη πάντιμε, σκεῦος ὡραιότατον καὶ μυρίπνοον, ὄρος γὰρ κατάσκιον, ἐξυμνεῖν οὐ δύναμαι, τὰ πολλά σου κατορθώματα, καὶ οὓς ὑπέμεινας ὑπὲρ τῆς Χριστοῦ ἀγαπήσεως, πόνου τῆς ἀσκήσεως, καὶ τοῦ μαρτυρίου τὴν ἄθλησιν, μήτηρ σὺ παρθένων, τροφὸς τῶν ὀρφανῶν καὶ τῶν χηρῶν, ἐν τῷ χειμῶνι ἐξήνθησας, ἄνθος εὐωδέστατον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν λαμπράν σου πορείαν ἐν τῷ βίῳ τούτῳ ἐγκωμιάζομεν, ἐν μέσαις ταῖς Ἀθήναις, ἐβλάστησας ὡς ῥόδον, καὶ τὸ Ἄστυ ἐκόσμησας, ταῖς ἡδυπνόοις ὀσμαῖς, τῶν σεπτῶν σου λειψάνων.
Τὴν πηγὴν τοῦ ἐλέους διὰ πρεσβειῶν σου τοῖς πᾶσι ἄνοιξον, κρουνοὺς χαρίτων βρύεις, καὶ νόσους θεραπεύεις, καὶ ἐχθρῶν λύεις τᾶς φάλαγγας, ἵνα τιμῶμεν ἀεί, τὰ θεῖα λείψανά σου.
Θησαυρὸς εὐσεβείας καὶ πηγὴ εὐσπλαγχνίας ὤφθης τοῖς πάσχουσι, καὶ τοῖς διωκομένοις, προπύργιον καὶ σκέπη, ἀντιλήπτωρ καὶ πρόμαχος, ὦ Φιλοθέη σοφή, Μαρτύρων ὡραιότης.
Θεοτοκίον
Ἡ μεσίτρια πάντων τῶν δεινῶς πεπτωκότων Σὺ Μῆτερ γέγονας, καὶ τῶν πολεμουμένων, ἀσπὶς καὶ προστασία, Παρθένε καὶ λύτρωσις, ἡ καταυγάζουσα ἀεί, πιστῶν τὰς διανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς ἀμαθείας, τὰ ἐρέβη διαλύεις, φῶς Χριστοῦ διαχέουσα πᾶσι, καὶ καταφαιδρύνεις, ἡμῶν τὰς διανοίας.
Τῶν κακοδόξων, τὰς ἐνέδρας ἀφανίζεις, καὶ πλοκὰς κακοβούλους συντρίβεις· ὅθεν σὲ γεραίρει, Ἀθηναίων ἡ πόλις.
Ὁμολογίαν, τὴν σεμνὴν τοῦ Χριστοῦ σου, ἀνδρικῷ τῷ φρονήματι δίδως, καὶ καταπαλαίεις, ἀλλοπίστων τὰ θράση.
Θεοτοκίον
Τῆς τοῦ Υἱοῦ Σου, θερμουργοῦ προστασίας, τοὺς πιστῶς προστρέχοντας Παρθένε, καὶ ἐπιζητοῦντας, ἀξίωσον ἐν τάχει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κρουνούς μου τῶν δακρύων, βλέψον Φιλοθέη, καὶ σπεῦσον καὶ βοηθός, γενοῦ μοι σοῦ δέομαι, τῶν λυπηρῶν τὰς αἰτίας, κατασυντρίβουσα.
Καρδίαν μου καὶ χείλη, κάθαρον θερμαῖς σου, πρεσβείαις καὶ τῆς ψυχῆς, τὸν ζόφον διάλυσον, ἐν παῤῥησίᾳ πολλῇ, ἣν ἔχεις πρὸς Κύριον.
Ἐν ὥρᾳ τοῦ κινδύνου, τοῦ ὄφεως κακίστας, λῦσον σεμνὴ φοβερὰς καὶ δεινὰς ἀπειλάς, καὶ τῶν ψυχῶν ἡμῶν μακράν, πάντας ἀπέλασον.
Θεοτοκίον
Τοὺς πόνους καὶ τὰς θλίψεις, ἐκδίωξον ἐν τάχει, καὶ τῶν ψυχῶν τὴν εἰρήνην, Παρθένε ἁγνή, τῆς Φιλοθέης πρεσβείαις, τοῖς πᾶσι δώρησαι.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἀθηναίων ὁ θησαυρός, Φιλοθέη Μάρτυς, τῶν Ὁσίων ἡ καλλονή, καύχημα Ἑλλάδος, καὶ Ὀρθοδόξων κλέος, μετὰ σπουδῆς ἀξίως, πάντες ὑμνοῦμέν σε.
Ἀηδὼν γλυκύτατε καὶ σεμνή, μετὰ παῤῥησίας, ἡ κηρύξασα τὸν Χριστόν, καὶ ἀξιωθεῖσα, μαρτυρικοῦ στεφάνου, καὶ δόξης αἰωνίου, σὲ νῦν γεραίρομεν.
Ἔλαμψας τῷ ὕψει τῶν ἀρετῶν, καταφλεγομένη, ὑπὸ θείου ὄντως πυρός, τοῦ Πνεύματος σκεῦος, ἐδείχθης Φιλοθέη, καὶ τὰς καρδίας πάντων, ἡμῶν ἐστήριξας.
Ἀλάβαστρον μύρου ὁσιακοῦ, ἐκχέεις πλουσίως, εὐωδίαν τε εἰς ψυχάς, τῶν μετ’ εὐλαβείας, καὶ πόθου προσιόντων, τοῖς θείοις σου λειψάνοις, ὦ παναοίδιμε.
Στεναγμοὺς καὶ δάκρυα καὶ δεινά, τῶν τῆς ἁμαρτίας, ἀποδίωξον ἀφ’ ἡμῶν, καὶ σκέπε τῇ στοργῇ σου, τῶν Ἀθηνῶν τὴν πόλιν, τὸν Κτίστην δυσωποῦσα, θείαις πρεσβείαις σου.
Χαίροις Φιλοθέη τῶν Ἀθηνῶν, γέννημα καὶ θρέμμα, καὶ προστάτις πάντων ἡμῶν, τῶν ἐν ἀληθείᾳ, τιμώντων σε Ὁσία, καὶ ἐπικαλουμένων, τὴν σὴν ἀντίληψιν.
Χαίροις Φιλοθέη ἐν γυναιξίν, ἡ τετιμημένη, τοὺς τιμῶντας μνήμην τὴν σήν, φύλαττε καὶ σκέπε, ἀπὸ παντὸς κινδύνου, εὐχαῖς καὶ ἱκεσίαις σου πρὸς τὸν Κύριον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὥσπερ, ἡ καλλίστη χελιδών, ἐν τυραννικῷ σκότει ἐφάνης, προαναγγέλλουσα, ἔαρ τὸ γλυκύτατον, διὰ τὸ γένος ἡμῶν, καὶ κηρύττουσα πίστιν, ἀγάπην θυσίαν, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἔθηκας τὸ σῶμά σου σφάγιον ἄμωμον, οὕτω δὲ τὸ φυτὸν εὐσεβείας, ἐν πολυωδύνῳ πατρίδι, ἀρδευθὲν τῷ αἵματί σου ηὔξησεν
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου