Σάββατο 14 Ιουλίου 2018

ΑΠΡΙΛΙΟΣ 14. ΑΓΙΟΙΣ ΝΕΟΜΑΡΤΥΣ ΠΕΛΟΠΟΝΝΗΣΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΑΠΡΙΛΙΟΣ ΙΔ΄!!
ΔΗΜΗΤΡΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΠΕΛΟΠΟΝΝΗΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Νικηφόρου ἱερομονάχου Χίου)

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅτε σου τὸ πῦρ τὸ ἄϋλον, ὅπερ βαλεῖν ἐπὶ γῆς, ὁ Χριστὸς παραγέγονεν, Ἀθλητὰ Δημήτριε, τὴν καρδίαν κατέφλεξε, πρὸς πόθον θεῖον, μάκαρ καὶ ἔρωτα, ἔξω ἐγένου, σαυτοῦ καὶ σώματος, ὅλως ἠλόγησας, τότε καὶ ἐχώρησας πρὸς τὴν σφαγήν, καὶ σαυτὸν προσήγαγες, θῦμα εὐπρόσδεκτον. (Δίς)

Μάρτυς Ἀθλητὰ Δημήτριε, διὰ νηστείας πολλῆς, καὶ συντόνου δεήσεως, καὶ παννύχου στάσεως, καὶ ῥοῆς τῶν δακρύων σου, προαποσμήξας τὰ τῆς ἀρνήσεως, πάσας κηλίδας, καὶ αἴσχη ἅπαντα, ὅλος προσήνεξας, διὰ τῆς ἀθλήσεως τῷ Ποιητῇ, καθαρὸς καὶ ἄμωμος, καὶ θεῖον σφάγιον. (Δίς)

Ἕστης πρὸ βημάτων ἔνδοξε, δικαστικῶν καὶ Θεόν, τὸν Χριστὸν ἀνεκήρυξας, τὴν δὲ πλάνην ἤλεγξας, θαρσαλέῳ φρονήματι, καὶ εὐτολμίᾳ τῶν θείων λόγων σου· δι’ ὅσου ξίφει, κάραν τὴν πάντιμον, μάκαρ Δημήτριε, ἀπεινῶς ἀπέτεμον οἱ ἀπεινεῖς· ὅθεν τὴν ἀκήρατον, ζωὴν ἀπείληφας.

Ἄγει σου πιστῶν ἡ σύναξις, τῆς ἱερᾶς τελευτῆς, τὰ μνημόσυνα σήμερον, Ἀθλητὰ Δημήτριε, νεοάθλων ἀγλάϊσμα, καὶ εὐφημεῖ σου, τοὺς ἄθλους ᾄσμασι, καὶ προσκυνεῖ σου, πιστῶς τὰ λείψανα· οἷς ταῖς πρεσβείαις σου, δίδου τὴν ἀντάμειψιν πρὸς τὸν Θεόν, τῶν παθῶν ῥυόμενος, ψυχῆς καὶ σώματος.

Δόξα. Ἦχος δ΄.
Δεῦτε πιστοὶ συνελθόντες, χορείαν συγκροτήσωμεν, καὶ τὸν τῆς εὐσεβείας πρόμαχον, καὶ τῆς πλάνης καθαιρέτην, ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν Δημήτριον τὸν νέον Ἀθλοφόρον Χριστοῦ· εἴ τις γὰρ εὐφημία, καὶ εἴ τις ἔπαινος, δικαίως αὐτῷ προσήκει, ὡς ὑποκλίναντι ξίφει τὸν ἑαυτοῦ αὐχένα, καὶ θάνατον ὑπενεγκόντι ἑκούσιος, ὑπὲρ τοῦ ὑπὲρ ἡμῶν θανόντος ἑκουσίως Χριστοῦ τοῦ Θεοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Τὸν ἀγῶνα τὸν καλόν, Νεομάρτυς Δημήτριε ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τὸν τῆς ἀθλήσεως, τῆς ἀφθαρσίας τὸ στέφος εἴληφας, παρὰ Χριστοῦ παναοίδιμε· ᾧ πρεσβεύων ὡς ἔχων παῤῥησίαν, μὴ διαλλίπῃς, ὑπὲρ τῶν πιστῶς ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος πλ. α΄.
Τὸν λαμπρὸν ἀριστέα τοῦ Χριστοῦ, καὶ ἀήττητον Ἀθλοφόρον, τὸν κλεινὸν ἐν τοῖς Νεομάρτυσι Δημήτριον, ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν πιστοί· χαίροις, ἀναβοῶντες αὐτῷ, ὁ δακρύων τοῖς σταλαγμοῖς, καὶ αἱμάτων σου τοῖς ῥείθροις, ἀποπνίξας τοὺς ἀοράτους ἐχθρούς· χαίροις, ὁ τοῖς τοῦ προσώπου σου ῥαπίσμασι, τῶν νοητῶν αἰθιόπων ἀποῤῥαπίσας τὰ πρόσωπα· χαίροις, ὁ τοῖς κρούσμασι τῆς σῆς θεόφρονος κεφαλῆς, τῶν νοητῶν συνθλάσας δρακόντων τὰς κάρας· χαίροις, κοινωνὲ τῶν τοῦ Χριστοῦ παθημάτων, καὶ σύμμορφε τοῦ θανάτου αὐτοῦ, καὶ συγκληρονόμε τοῦ ἀϊδίου δόξης, καὶ Βασιλείας αὐτοῦ· ᾧ πρεσβεύων μὴ παύσῃ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Λαμπρὰν περικείμενος στολήν, ἐκ τῶν πανιέρων σου, Μάρτυς βαφεῖσαν Δημήτριε, αἱμάτων ἔνδοξε, καὶ τῷ θείῳ θρόνῳ, παρεστὼς ἱκέτευε, κομίσασθαι πταισμάτων τὴν ἄφεσιν, τοὺς ἀνυμνοῦντάς σου, τοὺς ἀγῶνας τῆς ἀθλήσεως, οὓς ὑπέστης, ἔρωτι τοῦ Κτίστου σου.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἀντὶ νηστειῶν τοῦ οὐρανοῦ, ἡ τρυφή σου δέδοται, ἀντὶ δακρύων ἡ ἄφραστος, χαρὰ Δημήτριε, ἀντὶ δὲ τοῦ ψύχους, ἡ θεία περίθαλψις, ἀντὶ δὲ τῶν κρουσμάτων διάδημα, κάλλους καὶ στέφανος, θείας δόξης ἐπιτέθειται, τῇ παντίμῳ, κεφαλῇ σου ἄφθαρτος.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσει σφόδρα.
Θεῷ μετὰ δόξης παρεστώς, Ἀθλητὴς ὡς ἔννομος, ὡς ἀριστεὺς γενναιότατος, ὡς φίλος γνήσιος, ὑμνῳδὸς ὡς θεῖος, λειτουργὸς ὡς ἄϋλος, μετὰ τῶν ἀσωμάτων δυνάμεων, ὕμνον ἀσίγητον, ἀναμέλπεις τῷ ποιήσαντι, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον χαρὰ γίνεται τῷ οὐρανῷ ἀνεκλάλητος, ἐπὶ τῇ σῇ ἀθλήσει Μάρτυς Δημήτριε· ὁ γὰρ ποιμὴν ὁ καλός, Ἰησοῦς ὁ Κύριος, συγκαλῶν Ἀγγέλων τὰ Τάγματα, καὶ Ἁγίων τοὺς δήμους, συγχάρητέ μοι φίλοι, βοᾷ πρὸς αὐτούς, ὅτι τὸ ἀπολωλὸς εὕρηται πρόβατον, καὶ θῦμά μοι προσήχθη δι’ αἵματος· εὐφρανθῶμεν οὖν καὶ ἡμεῖς οἱ ἐν τῇ γῇ, καὶ εὐχαρίστως αὐτῷ ἐκβοήσωμεν· μέγα σου τὸ ἔλεος καὶ ἡ πρὸς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε Κύριε δόξα Σοι.

Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.









Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Δακρύων προχοαῖς, ἀεννάοις καθάρας, τὸ αἶσχος Ἀθλητά, τῆς ἀρνήσεως πρώην, πρὸς θάνατον ἑκούσιον, ηὐτομόλησας ὕστερον, καὶ ἐνήθλησας, γενναιοφρόνως παμμάκαρ, καὶ ἀπείληφας, τῆς ἀφθαρσίας τὸ στέφος, ὡς Μάρτυς ἀήττητος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.




























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Συνέδραμεν ἰδού, νοητὸν ἡμῖν ἔαρ, ἡ μνήμη ἡ φαιδρά, τοῦ κλεινοῦ Δημητρίου, φιλέορτοι τῷ ἔαρι, τῷ τοῦ ἔτους σκιρτήσωμεν, ἀγαλλόμενοι, ὅτι χαρᾶς ἀπολαύει, παρελθόντος νῦν, τοῦ τῶν βασάνων χειμῶνος, ὡς Μάρτυς ἀήττητος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Προστάτις ἐνεργής, ἀνεδείχθης τῳόντι, ἡμῶν τῶν ταπεινῶν, παναμώμητε Κόρη, ὡς Μήτηρ χρηματίσασα, τοῦ Θεοῦ ὑπὲρ ἔννοιαν, ὦ παράδοξον, καὶ ἀνερμήνευτον θαῦμα, βροτοῖς ἅπασι, καὶ τοῖς Ἀγγέλοις ὁμοίως, σιγῇ δὲ τιμώμενον!

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῖς τιμίοις αἵμασι, πεφοινιγμένος, καὶ τοῖς θείοις ἄθλοις σου, πεποικιλμένος Ἀθλητά, τῷ θείῳ θρόνῳ παρίστασαι, φωτὸς ἀῤῥήτου, καὶ αἴγλης πληρούμενος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με· ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Δέσποινα ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ ἰατῆρα τοῦ κόσμου θεόνυμφε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς σοὶ προστρέχοντας, Μάρτυς Δημήτριε, καὶ αἰτουμένους σου, τὴν θείαν σύναρσιν, ῥῦσαι ταῖς θείαις σου λιταῖς, κινδύνων ἐπερχομένων, καὶ πταισμάτων ἄφεσιν, καὶ κολάσεως λύτρωσιν, πρὸς Θεοῦ ἐξαίτησαι, παῤῥησίαν ὡς ἔσχηκας, μεγίστην πρὸς Αὐτὸν Ἀθλοφόρε, θανὼν ὑπὲρ Αὐτοῦ ἑκουσίως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Σύλληψιν ἄσπορον, καὶ τόκον ἄφθορον, Σὺ μόνη ἔσχηκας, ἐκ τοῦ αἰῶνος ἁγνή, φύσεως πάσης λογικῆς, φανεῖσα τιμιωτέρα, ἅρμα πολυώνυμον, Χερουβὶμ ὑψηλότερον, ὄχημα πυρίμορφον, Σεραφὶμ ἁγιώτερον· διὸ ὡς τοῦ Κυρίου μου Μήτηρ, σῶσόν με Δέσποινα κόσμου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐξανθήσει σφόδρα.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῖς τελοῦσί σου πιστῶς, τὴν θείαν μνήμην Μάρτυς Κυρίου, αἴτησαι ἡμῖν, ταῖς σαῖς πρὸς τὸν Θεὸν πρεσβείας ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς κατὰ ἀντίστροφον ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις: Νικηφόρου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Ὡς τῷ φωτί, Μάρτυς Δημήτριε ἔνδοξε, τῆς τριλαμποῦς Θεότητος, νῦν παριστάμενος, φωτισμόν μοι παράσχου, ὑμνῆσαι ἐπαξίως τὴν θείαν μνήμην σου.
Ψυχῆς πολλοῖς, δάκρυσι Μάρτυς ἐκάθῃρας, τοὺς μολυσμοὺς Δημήτριε, τοὺς τῆς ἀρνήσεως, εἶτα θῦμα προσήχθης, δι’ αἵματος Κυρίῳ· διὸ ὑμνοῦμέν σε.
Χριστοῦ παθῶν, Μάρτυς παμμάκαρ Δημήτριε, συγκοινωνὸς γενόμενος, παθῶν ἀπάλλαξον, τοὺς ὑμνοῦντάς σε πόθῳ, ψυχῶν τε καὶ σωμάτων, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Νοῦν καὶ ψυχήν, καὶ τὴν καρδίαν μου πάναγνε, φωτὶ τῶν Σῶν δεήσεων, φώτισον δέομαι, καὶ συνέτισον ὅπως, ὑμνῶ Σε ἐπαξίως, ὡς φωτοπάροχον.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Φαιδρύνεται λαμπρῶς ἡ Πελοπόννησος, πατρίς σου ἡ κάτω Μάρτυς Κυρίου, ἐν τῇ μνήμῃ σου Δημήτριε, ἀλλὰ μᾶλλον ἡ ἄνω νῦν εὐφραίνεται.
Ὑμνοῦμεν τοὺς ἀγῶνας καὶ τοὺς ἄθλους σου, οὓς ἔτλης γενναῖε ἀνδρειοφρόνως, ὑπὲρ πίστεως Δημήτριε, κοινωνήσας παθῶν τῶν τοῦ Κυρίου σου.
Τῷ πόθῳ τοῦ Κυρίου πυρπολούμενος, τὴν ψύχους δριμύτητα ἐν χειμῶνι, χαίρων ἤνεγκας Δημήτριε, Παραδείσου προβλέπων τὴν περίθαλψιν.
Θεοτοκίον.
Ἱκέτευε ἀπαύστως ᾀειπάρθενε, πυρός με ῥυσθῆναι τοῦ τῆς γεέννης· Ἰησοῦν τὸν μόνον εὔσπλαγχνον, τὸν ἀφράστως ἐκ Σοῦ ἐνανθρωπήσαντα.










Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Φλόγα ἄϋλον, πόθου τοῦ θείου, ἐν καρδίᾳ σου, εἰσδεδεγμένος, Ἀθλοφόρε Κυρίου Δημήτριε, πρὸς τοὺς ἀγῶνας γενναίως ἐχώρησας, καὶ τὸν Χριστὸν παῤῥησίαν ἐκήρυξας, Μάρτυς ἔνδοξε, καὶ ὕλην τῆς ἀσεβείας ἔφλεξας, ἀΰλῳ πυρὶ τῶν θείων λόγων σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Βυθιζόμενος, παθῶν θαλάσσης, εἰς τὸ πέλαγος, τῶν οἰκτιρμῶν Σου, καταφεύγω Θεοτόκε βοήθει μοι, ἔκτεινον πανάχραντε, δεξιάν μοι τῷ δούλῳ Σου, σῶσον ὡς τὸν Πέτρον πρίν, ὁ Υἱός Σου διέσωσεν, ἐλέησον ψυχὴν ποντουμένην, σάλῳ πολλῶν παραπτώσεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε τὴν ἀκοήν σου.
Σταλαγμοῖς τῶν δακρύων σου, καὶ τῇ ῥοῇ τῶν θείων σου αἱμάτων, δυσμενεῖς ἀσάρκους, Μάρτυς ἀπέπνιξας.
Ῥώμῃ θείᾳ Δημήτριε, τῶν νοητῶν συνέτριψας δρακόντων, κεφαλὰς τῷ ξίφει, τμηθεὶς τὴν κάραν σου.
Πρὸ βημάτων Δημήτριε, τυραννικῶν καὶ δικαστῶν ἀνόμων, ὃν πρὶν ἐξηρνήσω, Χριστὸν ἐκήρυξας.
Θεοτοκίον.
Κλίμαξ θείᾳ ἀνάγουσα, πρὸς οὐρανόν, τὸ τῶν ἀνθρώπων γένος, ἄχραντε ἐγένου, Θεὸν γεννήσασα.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ὁ τοῦ φωτὸς παροχεύς, σοῦ Ἀθλητὰ τὰ τῆς ψυχῆς ὄμματα, ταῖς νοηταῖς, αἴγλαις καταυγάσας, ὡδήγησεν ἰδού, πρὸς ὁδὸν εὐθείαν τῆς θείας ἀθλήσεως.
Ξίφει τμηθεὶς ἀπηνῶς, τὴν σεβασμίαν Ἀθλητὰ κάραν σου, τῷ Ποιητῇ, καὶ Θεῷ προσήχθης, ὡς θῦμα λογικόν, προσφορὰ τελεία καὶ ἄμωμον σφάγιον.
Νοῦν καὶ ψυχὴν τῷ φωτί, τῆς μετανοίας αὐγασθεὶς πρότερον, εἶτα λαμπρός, διὰ τῶν ἀγώνων, ἐγένου Ἀθλητά, τῶν τοῦ μαρτυρίου Δημήτριε ἔνδοξε.
Θεοτοκίον.
Ἡ μόνη πάντων ἐλπίς, μετὰ Θεὸν Σὺ ἀληθῶς πέφυκας, Μῆτερ ἁγνή, τοῦ Θεοῦ καὶ Λόγου· διὸ οἱ ἐπὶ Σοί, πιστῶς πεποιθότες, σωθῆναι ἐλπίζομεν.







ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Μακαρίζομεν πάντες Δημήτριε, σὲ ὡς φίλον γνήσιον, τοῦ Παντοκράτορος, Χριστοῦ καὶ εὐφημοῦμέν σου, τῆς λαμπρᾶς μαρτυρίας τὰ τρόπαια.
Λόγων πᾶσα νικᾶται ἡ δύναμις, Μάρτυς καὶ αἱ μέθοδοι, καὶ τέχναι ἅπασαι, τῶν ἐγκωμίων ἵνα σου, ἐπαξίως τοὺς ἄθλους ὑμνύσωσι.
Κοπετούς τε καὶ θρήνους καὶ δάκρυα, τὰ ἐν γῇ Δημήτριε, νῦν διεδέξατο, χαρὰ ἡ ἀνεκλάλητος, Παραδείσου καὶ τέρψις ἡ ἄφραστος.
Θεοτοκίον.
Φόβον θεῖον καὶ πόθον πανάμωμε, συλλαβεῖν με ποίησον, ταῖς Σαῖς δεήσεσιν, εἰς ἐντολῶν ἐκπλήρωσιν, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου τοῦ σῶσαί με.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ θείῳ πόθῳ πυρπολούμενος Δημήτριε, πρὸς τοὺς ἀγῶνας ηὐτομόλησας μακάριε, τοῦ ἐνδόξου μαρτυρίου καὶ νίκης στέφος, ἐκ Θεοῦ τοῦ στεφοδότου θεῖον εἴληφας, ὃν ὡς ἔχων παῤῥησίαν καθικέτευε, τοὺς τιμῶντάς σε, λυτρωθῆναι κολάσεως.
Ὁ Οἶκος.
Φώτισόν μου τὸν νοῦν, συνέτισον τὴν καρδίαν, καὶ τὴν γλῶττάν μου τράνωσον, δὸς λόγον ἐν ἀνοίξει τοῦ ῥυπαροῦ μου στόματος, σοφία καὶ λόγε τοῦ Πατρὸς ἐνυπόστατε, ὅπως ἐξισχύσω, ἐπαξίως ὑμνῆσαι τὸν Σὸν Νεομάρτυρα Δημήτριον, τὸν καὶ γέννημα καὶ θρέμμα τῆς τοῦ Πέλοπος γεγονότα, καὶ ἐν αὐτῇ ὑπὲρ Σοῦ σφαγιασθέντα· τῷ Σῷ γὰρ θείῳ πυρπολούμενος πόθῳ, καὶ ἐπὶ Σοὶ πεποιθώς, πρὸς τοὺς μαρτυρικοὺς ἀγῶνας ἀνδρειοφρόνως ηὐτομόλησε, καὶ ἀριστεύσας λαμπρῶς, τὸ τῆς νίκης παρὰ Σοῦ στέφος ἐκομίσατο· δι’ ὃ μετὰ παῤῥησίας ἱκετεύει τὴν Σὴν ἀγαθότητα, τοὺς αὐτὸν τιμῶντας, λυτρωθῆναι κολάσεως.















Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Ἄγιος Νεομάρτυς Δημήτριος ο Πελοποννήσιος , ὁ ἐν Τριπόλῃ μαρτυρήσας ὑπὸ τῶν Ἀγαρήνων, ἐν ἔτει 1803, ξίφει τελειοῦται.
Ἐχθροὺς βεβήλους αἰσχύνας Χριστομάρτυς,
Μετέστης γῆθεν εἰς οὐράνιον πλάτος.

Τιμῶ τὸν Ἀρίσταρχον ὡς ἀριστέα,
Καλῶς ἀριστεύσαντα μέχρι καὶ ξίφους.
Ποῦ δὴ μετέστης, ὡς ἀπετμήθης, Πούδη;
Ποῦ δὴ μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος;
Τρυφὴν Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως,
Τροφὴ προσῆκται τῷ τεθηγμένῳ ξίφει.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Ἀρδαλίων ὁ Μῖμος, πυρὶ τελειοῦται.
Νῦν Μῖμος ὄντως Ἀρδαλίων ἢ πάλαι.
Μιμούμενος γὰρ Μάρτυρας, τὸ πῦρ στέγει.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θωμαΐδος
Αἰῶνος ἦρας τοῦδε τὴν Θωμαΐδα,
Τὸ τῆς Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Ἀντώνιος καὶ Ἰωάννης οἱ αὐτάδελφοι καὶ Εὐστάθιος,  ἐν τῇ Βίλνᾳ τῆς Λιθουανίας, ἐν ἔτει 1347 τελειοῦνται,

Τῇ αὐτῇ ἡμέρα, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας, ἐν Βιλένσκ τῆς Ῥωσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ἰσχύϊ Χριστοῦ, καὶ δυνάμει Ἀθλητὰ τῇ ἀηττήτῳ, τῶν ἀσεβούντων κατηδάφισας, ὀφρὺν καὶ θράσος τὸ ἄθεον, τὴν δὲ τοῦ Χριστοῦ θείαν κλήσιν, ὑπερύψωσας ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεῷ παρεστώς, σὺν Ἀγγέλων καὶ Μαρτύρων ταῖς χορείαις, καὶ θείας αἴγλης ἐμφορούμενος, τῆς τρισηλίου Θεότητος, ᾄδεις γεγηθὼς ἀσιγήτως, Ἀθλοφόρε Δημήτριε· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἡδύνει ἡμῶν, ἡ σὴ μνήμη τὰς καρδίας Ἀθλοφόρε, τῶν σὲ ποθούντων καὶ ὑμνούντων σου, τῆς ἀριστείας τὰ τρόπαια· μέσον οὖν ἡμῶν ἀοράτως, πάρεσο νῦν καὶ καταύγασον, ἐπιφοιτήσει σου σεπτῇ, καὶ τὰς ψυχὰς καὶ τὸν νοῦν.
Θεοτοκίον.
Οὐδεὶς ἐπὶ Σοί, πεποιθὼς ἁγνὴ Θεοκυῆτορ, τῶν αἰτημάτων τὰ σωτήρια, ταῖς μητρικαῖς Σου δεήσεσι, πρὸς τὸν Σὸν Υἱὸν καὶ Δεσπότην, οὐκ ἀπείληφε ψάλλων· εὐλογημένη εἶ σεμνή, τῶν γηγενῶν ἡ ἐλπίς.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ζῶσι Θεοῦ ἐν τῇ χειρί, τῶν δικαίων αἱ ψυχαὶ εἰς τοὺς αἰῶνας, καὶ οὐ μὴ αὐτῶν ὅλως τὶς τῶν βασάνων ποτέ, καθάψηται πάντως ὡς γέγραπται, ἀλλ’ ἐν ἀναπαύσει, τελοῦσιν εἰς αἰῶνας.
Ἔχων πολλὴν πρὸς τὸν Χριστόν, παῤῥησίαν Ἀθλοφόρε ἱκετεύειν, ὡς αὐτοῦ κοινωνήσας τῶν σωτηρίων παθῶν, καὶ τοῦ ἀοιδίμου γενόμενος, σύμμορφος θανάτου, καὶ σύγκληρος τῆς δόξης.
Δόξης ἀφθάρτου Ἀθλητά, ἠξιώθης πρὸς Θεοῦ τετηρημένης, εἰς αἰῶνας αἰώνων ἐν οὐρανίαις μοναῖς, καὶ στέφος ἀκήρατον εἴληφας, ἔπαθλα τρισμάκαρ, τῶν σῶν λαμπρῶν ἀγώνων.
Θεοτοκίον.
Ῥῦσαί με Μῆτερ τοῦ Θεοῦ, τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βρυγμοῦ τῶν ὀδόντων, καὶ πάσης ἄλλης δεινῆς πρεσβείαις Σου, ῥῦσαι κολάσεως, πρὸς τὸν Λυτρωτήν μου, καὶ Σὸν Υἱὸν Παρθένε.












ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Γέρας ἀπείληφας Μάρτυς, ὡς λαμπρὸς Ἀθλοφόρος, Δημήτριε τὴν δόξαν οὐρανοῦ, καὶ τὴν τρυφὴν τὴν ἀκήρατον, ἐν ᾗ χαῖρε καὶ τέρπου, Χριστῷ συμβασιλεύων ἐς ᾀεί, ἀνυμνῶν μετ’ Ἀγγέλων, αὐτὸν ὡς ἀξιΰμνητον.
Βαφαῖς οἰκείων αἱμάτων, τὴν στολήν σου φοινίξας, ἐφαίδρυνας Δημήτριε καὶ νῦν, τῷ θείῳ θρόνῳ παρίστασαι, περικείμενος ταύτην, θεούμενος μεθέξει Ἀθλητά, καὶ πληρούμενος αἴγλης, τῆς τριλαμποῦς Θεότητος.
Ἁμαρτημάτων τὴν λύσιν, καὶ δεινῶν τῶν ἐν ᾅδη, τὴν λύτρωσιν λιταῖς σου πρὸς Θεόν, δίδου παμμάκαρ Δημήτριε, τῷ ἐκ πόθου ἐν ὕμνοις, δοξάσαντι τὴν ἄθλησιν τὴν σήν, καὶ χαρᾶς τῆς ἀφράστου, τῶν ἐκλεκτῶν ἀξίωσον.
Θεοτοκίον.
Οὐ σιωπήσω Παρθένε, προστασία μου θείᾳ, ὑμνεῖν τὰς πρὸς ἐμέ Σου δαψιλεῖς, εὐεργεσίας καὶ χάριτας, μετὰ γὰρ τὸν Υἱόν Σου, εἰς Σὲ ἀπηλπισμένων ἡ ἐλπίς, καταφεύγων ἐν πίστει, καὶ τῶν κινδύνων ῥύομαι.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Τὸ δι’ αἱμάτων ἐδέξω, βάπτισμα ὅπερ δευτέροις, οὐ μολυνθήσεται ῥύποις, Δημήτριε ἀλλὰ μένει, ἀῤῥύπωτον ἀϊδίως, ὡς μετὰ δόξης, κάθαρσις ὃν ἁμαρτίας.
Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Φωτὸς δοχεῖον ἐδειχθης, φωτολαμπὲς Θεοτόκε, τὸ ἄχρονον ἐκ γαστρός Σου, φῶς γὰρ ἀνέτειλε κόσμῳ, καὶ κατεφώτισε πάντας, τοὺς ὀρθοδόξως, Σὲ Θεοτόκε ὑμνοῦντας.

















Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Εὐλαβῶς προσκυνήσωμεν, καὶ πιστῶς ἀσπασώμεθα, τὰ τοῦ Νεομάρτυρος θεῖα λείψανα, καὶ τὴν εἰκόνα τὴν ἄχραντον, χάριν κομιζόμενοι, ἐξ αὐτῶν πνευματικήν, εἰς παθῶν ἀπολύτρωσιν, τῶν ψυχῶν ἡμῶν, καὶ σωμάτων φιλέορτοι, ὑμνοῦντες, τοὺς ἀγῶνας καὶ τοὺς ἄθλους, οὓς ὑπὲρ πίστεως ἤνεγκεν. (Δίς)

Ἀθλητὰ γενναιότατε, τοῦ Χριστοῦ καὶ ἀήττητε, ἔνδοξε Δημήτριε ταῖς πρεσβείαις σου, ταῖς πρὸς τὸν Κύριον δώρησαι, τοῖς πόθῳ τιμῶσί σου, καὶ τελοῦσιν ἱερῶς, τὴν πανίερον ἄθλησιν, τὴν ἀντίληψιν, κατ’ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, καὶ τὴν θείαν συμμαχίαν, καὶ τὴν ταχείαν βοήθειαν.

Νεοάθλων ἀγλάϊσμα, παλαιῶν ἰσοστάσιε, ἔνδοξε Δημήτριε τῷ Θεῷ νῦν παρεστώς, μετὰ δόξης θεούμενος, τῶν σεπτῶν Χριστοῦ, κοινωνήσας παθῶν καὶ τοῦ θανάτου, καθικέτευε ἀπαύστως, ὑπὲρ τῶν πίστει τιμώντων σε.

Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἐτήσιον μνήμην σήμερον, τοῦ Νεομάρτυρος Δημητρίου, πνευματικῶς ᾄσμασιν εὐφημήσωμεν πιστοί· γενναίως γὰρ ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τοῦ μαρτυρίου δι’ αἵματος, Χριστῷ προσήχθη ὡς ἱερὸν ὁλοκάρπωμα, ᾧ καὶ παριστάμενος, ἐν δόξῃ ἀθλητικῇ, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τὸν Χριστὸν ποθήσας εἰλικρινῶς, ἔσπευσας τεθνᾶναι, καὶ θυσίαν προσενεγκεῖν, σεαυτὸν ἁγίαν, Δημήτριε παμμάκαρ, ὃν αἴτησαι σωθῆναι, τοὺς ἀνυμνοῦντάς σε.
Ἔιδε ἐξ ὕψους θείου τοὺς σέ, νῦν ἀνευφημοῦντας, Ἀθλοφόρε νέε Χριστοῦ, Δημήτριε θεῖε, καὶ θείαις σου πρεσβείαις, δεινῶν παντοίων ῥύου, ψυχῆς καὶ σώματος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου