Τρίτη 17 Ιουλίου 2018

ΜΑΪΟΣ 14. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΛΕΞΑΝΔΡΟΣ ΠΥΔΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΙΔ΄!!
ΑΛΕΞΑΝΔΡΟΣ ΜΑΡΤΥΣ ΠΥΔΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’ καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τὸν νοούμενον πόλεμον, τῆς σαρκὸς ἀπενίκησας, καὶ ἐχθρῶν πανένδοξε Μάρτυς ἔτρεψας, τὰς παρατάξεις Ἀλέξανδρε, καὶ νίκης τὰ τρόπαια, κατὰ τούτων ἐναθλῶν, γενναιότητι ἔστησας· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ἡ στεῤῥὰ καρτερία σου, καὶ ἀνένδοτος ἔνστασις, τοῦ ἐχθροῦ ἐξέλυσε πᾶσαν δύναμιν, καὶ τὰ αὐτοῦ μηχανήματα, Ἀλέξανδρε ἤλεγξας, τὸν Χριστὸν γὰρ συνεργόν, ἐν τῇ πάλῃ ἐκέκτησο· Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Τῷ φωτὶ τῆς πρεσβείας σου, Ἀθλοφόρε Ἀλέξανδρε, ἀθυμίαν ἅπασαν τὴν σκοτόμαιναν, τῶν σὲ τιμώντων ἀπέλασον, καὶ πάντας πανένδοξε, τῆς χαρᾶς τῆς νοητῆς, εἰς φαιδρότητα ἴθυνον, καὶ ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος πλ. α΄.
Ἡ Ἐκκλησία σήμερον στολισαμένη τοῖς ἄθλοις σου, μυστικῶς Μάρτυς εὐφραίνεται, καὶ τὴν σὴν πανσέβαστον μνήμην, κατ’ ἀξίαν εὐφήμως, κραυγάζει γεραίρουσα· χαίροις, ὁ τῶν εἰδώλων καθαιρέτης· χαίροις, Μαρτύτων πανάριστε, καὶ τῶν πιστῶν προσφύγιον· χαίροις, τῶν πιστῶν τὸ στήριγμα, καὶ τῶν ἀσεβῶν ὁ καταλύτης, Ἀλέξανδρε πανένδοξε· ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, τῶν ἐν πίστει τελούντων, τὴν παναοίδιμον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς.




Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου το ανάγνωσμα. (Κεφ. μγ΄, 9-14).
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ἀληθείας τὸ ἔαρ λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ Ζωοδότου· ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ Ἀθλητὴς τοῦ Κυρίου τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τῷ Βασιλεῖ τῶν αἰώνων σὺ ἐστρατεύσω σοφέ, τὰς παρατάξεις πάσας, τῶν ἀνόμων καθεῖλες, Ἀλέξανδρε τρισμάκαρ στεῤῥὸς Ἀθλητής, ἀνεδείχθης τῇ χάριτι, τῇ ἐκ Θεοῦ σοὶ δοθείσῃ Μάρτυς σοφέ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Ῥεῖθρα ἰάσεων νέμει ἡ θεία κάρα σου, Ἀλέξανδρε τρισμάκαρ, καὶ ψυχῶν καὶ σωμάτων, ἀρωγὸς σὺ ὑπάρχεις τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, Ἀθλοφόρων ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. β΄.
Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Ἀλέξανδρε μεγαλώνυμε, συγκαλοῦσα ἡμᾶς τοὺς φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν καὶ προστρεχόντες ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν. Καὶ τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ὡμολόγησας τὸν ἐπὶ πάντων Θεόν, καὶ χαίρων ἐνήθλησας ὑπὲρ τῆς δόξης Αὐτοῦ, Ἀλέξανδρε ἔνδοξε· ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι κάραν, ᾄδομεν τῷ Σωτῆρι, χαριστήριον αἶνον, τῷ σώζοντι ἡμᾶς ἐκ τῆς φθορᾶς, ταῖς ἱκεσίαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ὡμολόγησας τὸν ἐπὶ πάντων Θεόν, καὶ χαίρων ἐνήθλησας ὑπὲρ τῆς δόξης Αὐτοῦ, Ἀλέξανδρε ἔνδοξε· ὅθεν σου τὴν ἁγίαν, προσπτυσσόμενοι κάραν, ᾄδομεν τῷ Σωτῆρι, χαριστήριον αἶνον, τῷ σώζοντι ἡμᾶς ἐκ τῆς φθορᾶς, ταῖς ἱκεσίαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν φαιδρὰν πανήγυριν, τοῦ Ἀθλοφόρου τοῦ Χριστοῦ, τοῦ Ἀλεξάνδρου κραυγάζουσα· χαίροις Μαρτύρων, τὸ κλέος καὶ καύχημα.
Δόξα.
Ὡς ἀστέρα λάμποντα, τῇ οἰκουμένῃ, ὁ Χριστός σε ἔδειξε, φωταγωγοῦντα τοὺς πιστούς, ταῖς τῶν ἀγώνων σου λάμψεσιν, Ἀλέξανδρε Μάρτυς, Ἀγγέλων συνόμιλε.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθείς.
Ὁ περιβοήτος παντὶ Ἀθλοφόρος, ὁ τὸν ἐχθρὸν ὁλοσχερῶς ταπεινώσας, καὶ τὸν Χριστὸν παῤῥησία κηρύξας τοῖς λαοῖς, Ἀλέξανδρος ὁ ἔνδοξος, ἐγκωμίοις τιμάσθω· οὗτος γὰρ ἀπτόητος, τοῖς βασάνοις ὑπῆρξε, καὶ ἐκτμηθεὶς τὴν κάραν πρὸς Χριστόν, στεφανηφόρος, ἀνῆλθε γηθόμενος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον, Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Ἀλέξανδρε μεγαλώνυμε, συγκαλοῦσα ἡμᾶς τοὺς φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅθεν καὶ προστρέχοντες ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν. Καὶ τὸν σὲ στεφανώσαντα, Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.



Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Πύδνης τὸν Ἀλέξανδρον, ὑμνῶ προφρόνως. Θεοφάνους.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Πόθῳ θείῳ φλεχθεῖσα, ἡ καθαροτάτη σου διάνοιαν, τὴν πυρὰν τῶν εἰδώλων, ἀπετέφρωσας μάκαρ Ἀλέξανδρε.
Ὕλην τῆς ἀσεβείας, ἔφλεξας σπινθῆρσι τῶν αἱμάτων σου, ὡς Χριστοῦ στρατιώτης, ἀξιάγαστε Μάρτυς Ἀλέξανδρε.
Δῶρα Χριστῷ προσῆξας, πίστιν καὶ ἀγάπην ἀνυπόκριτον, καὶ τὰ στίγματα μάκαρ, τῆς σαρκός σου Μάρτυς Ἀλέξανδρε.
Θεοτοκίον.
Νέκρωσον τῆς σαρκός μου, ἄχραντε Παρθένε τὰ φρονήματα, τὴν ζωὴν ἡ τεκοῦσα, τὴν νεκρώσασαν πάθει τὸν θάνατον.

ᾨδὴ γ’. Σὺ εἶ τὸ στερέωμα.
Νέκρωσιν ἐνδέδυσας, ζωοποιὸν στεῤῥῶς ἔνδοξε, καὶ ἐν σαρκὶ τοὺς δεινοὺς ἀσάρκους, ἐταπείνωσας δαίμονας.
Ἄστρον ἐξανέτειλας, ταῖς μυστικαῖς ἡμᾶς λάμψεσι, φωταγωγῶν τοὺς τὴν φωτοφόρον, ἑορτήν σου γεραίροντας.
Θεοτοκίον.
Λάμψον μετανοίας μοι, τὰς καθαρὰς αὐγάς πάναγνε, πύλη φωτὸς τῶν ἁμαρτιῶν μου, τὴν ἀχλὺν ἀφανίσασα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἐν τῷ τῆς πλάνης σκοτασμῷ ἀναλάμψας, ὡς φαεινότατος ἀστὴρ τὴν μανίαν, τῶν ἀσεβῶν διήλεγξας Ἀλέξανδρε σοφέ· ὅθεν τετελείωσαι, ἐναθλήσας νομίμως, νίκης δὲ τὸν στέφανον, ἐκ Θεοῦ ἐκομίσω, σὺν παῤῥησίᾳ τούτῳ παρεστώς, Ὃν ἐκδυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἐν Θεῷ τῷ Σωτῆρί σου, πᾶσαν ἀναθέμενος τὴν ἐλπίδα σου, πρὸς τὴν ἄθλησιν Ἀλέξανδρε, ἀδιστάκτῳ γνώμῃ ηὐτομόλυσας.
Ξένοις ῥήμασιν Ἅγιε, κατασοφισάμενος τὸν ἀλάστορα, ὠκειώθεις δι’ ἀθλήσεως, τῷ Θεῷ τῶν ὅλων ἀξιάγαστε.
Ἀπαστράπτεις τοῖς θαύμασι, Μάρτυς ἡ κάρα σου ἡ ἀξιέπαινος, καὶ παθῶν λύει σκοτόμαιναν, καὶ δαιμόνων φλέγει τὰ στρατεύματα.
Θεοτοκίον.
Νυσταγμῷ ἀμελείας με, ὕπνος ἀνομίας περιεκύκλωσε, τῇ ἀγρύπνῳ ἱκεσίᾳ Σου, ἐξανάστησόν με Θεονύμφευτε.




ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.
Δυνάμει τῆς Τριάδος, πολύθεον εἶχες πλάνην, ἀπλανῆ σὲ Μάρτυρα· ὅθεν ὑμνοῦμεν Ἀλέξανδρε.
Ῥημάτων σου ῥομφαία, κατέτρωσας τοὺς ἀνόμους, καὶ τὸν τῆς ἀθλήσεως Μάρτυς, ἀπείληφας στέφανον.
Οὐκ ἔσεισε τὸν πύργον, ὁ ἄθεος τῆς ψυχῆς σου, τῇ πέτρᾳ γὰρ ἤδραστο, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως.
Θεοτοκίον.
Νοός μου τὴν ἀσθένειαν, ζώωσον Παναγία, ἡ τὸν παντοδύναμον, ἀνερμηνεύτως κυήσασα.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ὑψώσας σου, πρὸς Θεὸν τὸ φρόνημα, καὶ τὸ οὕτως ἐφετὸν ἀγαπήσας, καὶ ταῖς Αὐτοῦ, ἡδὺν θεὶς θεωρίαις, τῶν χαμερπῶν ἐβδελύξω τὸ ἄστατον, καὶ ἔδραμες διὰ παθῶν, τὴν ἀπάθειαν Μάρτυς κομίσασθαι.
Μυρίζει σου, ἡ πανσεβάσμιος κάρα, ἰαμάτων ἀναβλύζουσα μῦρα, καὶ γὰρ Θεοῦ, εὐωδία ἐγένου, μαρτυρικαῖς ἀγλαΐαις στεφόμενος, Ἀλέξανδρε ἀγγελικαῖς, συναυλίαις ἀξίως συνόμιλε.
Νευρώσας σου, τὴν ψυχὴν ταῖς μελέταις, ταῖς ἐνθέοις καὶ κρατύνας τοὺς νόμους, τοῦ Ἰησοῦ, καὶ τὴν πίστιν ὡς ὅπλον, ἀναλαβὼν τὸν ἐχθρὸν ἐθανάτωσας, καὶ αἵμασιν ἀθλητικοῖς, ἀθεΐας βυθὸν ἀπεξήρανας.
Θεοτοκίον.
Ὡς ῥόδον, ὡς καθαρώτατον κρῖνον, ὡς εὐῶδές Σε ὀσφράδιον Κόρη, ὁ Ποιητὴς ἐξ ὡραίων κοιλάδων, τῶν κοσμικῶν ἐκλεξάμενος ᾤκησε, τὴν μήτραν Σου καὶ γεννηθείς, εὐωδίας τὰ πάντα ἐπλήρωσε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ ἀηττήτῳ καὶ σοφῷ μεγαλομάρτυρι, τῷ καθελόντι τοῦ ἐχθροῦ πᾶσαν τὴν δύναμιν, τῇ ἀμάχῳ τῆς Τριάδος δυναστείᾳ, προσκομίσωμεν τὸν αἶνον ἀνακράζοντες· ἐκ παντοίων ἡμᾶς ῥῦσαι περιστάσεων, τοὺς βοῶντάς σοι· Χαῖρε Μάρτυς Ἀλέξανδρε.
Ὁ Οἶκος.
Ἄγγελος ὤφθης μάκαρ, τῷ τὲ βίῳ καὶ ἤθει, Θεὸν τὸν ὑπεράγαθον σέβων, καὶ πρὸς τοὺς ὁρατοὺς καὶ ἀοράτους ἐχθροὺς ἀντιπαραταξάμενος, πανάριστε τοῖς ἄθλοις σου, ἐδίδαξας βοᾷν σοι πάντας·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς κατηργήθη.
Χαῖρε, ὁ τὴν πίστιν τηρήσας ἀκίβδηλον·
χαῖρε, ὁ τὴν πλάνην ἐξώσας ὡς βέβηλον.
Χαῖρε, τεῖχος ἀσφαλέστατον, καὶ ὀχύρωμα πιστῶν·
χαῖρε, σκότος ἀφεγγέστατον, τῶν δαιμόνων καθελών.
Χαῖρε, ὅτι ὑπάρχεις τῆς Τριάδος ὁπλίτης·
χαῖρε, ὅτι διώκεις τοῦ ἐχθροῦ τὰς δυνάμεις.
Χαῖρε, σεπτὸν τοῦ Πνεύματος σκήνωμα·
χαῖρε, πιστῶν τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, δι’ οὗ οἱ νοσοῦντες ἰῶνται·
χαῖρε, δι’ οὗ τὸν Θεὸν ἱλεοῦμεν.
Χαίροις, Μάρτυς Ἀλέξανδρε.


Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου, τοῦ ἐν Πύδν
Μὴ τοὺς στεφάνους ζημιωθῆναι φέρων,
Φέρει κεφαλῆς, Ἀλέξανδρος ζημίαν.
Κόψαν Ἀλεξάνδρειο κάραν δεκάτῃ γε τετάρτῃ.
Οὗτος ἦν ἐν σκοτομήνῃ τῆς πλάνης· ἀναλάμψας δὲ οἷάτις πολύφωτος ἀστήρ, καὶ τὴν μανίαν τῶν δυσσεβῶν διήλεγξε, καὶ τὸν κατεπαιρόμενον ἀντίπαλον, ὡς βέλεσι, τοῖς ῥήμασι κατέτρωσε, καὶ πᾶσαν πλάνην κατέβαλε, παῤῥησίᾳ τὸν Χριστὸν κηρύξας· ὅθεν οἱ τῇ πλάνῃ προστετηκότες, τὴν παῤῥησίαν αὐτοῦ καὶ ἀνδρείαν μὴ ἐνεγκόντες, ποικίλαις μαγγανείαις ἐπειρῶντο τὸ εὔτονον αὐτοῦ καταβαλεῖν· καὶ μὴ ἰσχύσαντες, ἀποτέμνουσι ξίφει τὴν αὐτοῦ κεφαλήν, τῇ 14ῃ Μαρτίου. Ὁ δὲ Θεὸς χαρίσμασιν αὐτὸν ἰαμάτων ἀνταμείβεται· ἅπασαν γὰρ νόσον πονηρὰν ἀπελαύνει ἀπὸ τῶν πίστει προσιόντων αὐτῷ. Ἡ μνήμη αὐτοῦ μετετέθη τὴν σήμερον, διὰ τὸ ἐκείνη τοῦ μαρτυρίου συμπίπτειν τῇ νηστείᾳ τῆς Μεγάλης Τεσσαρακοστῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου τοῦ ἐν Χίῳ.
Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους,
καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ἕλκων τὸ γένος ἀπὸ Ἀλεξανδρείας τῆς πόλεως. Στρατευόμενος δὲ τὴν τοῦ Ὀπτίωνος τάξιν ἐπεῖχε. Κατάρας δὲ ἐν Χίῳ τῇ νήσῳ μετὰ στρατιωτικῶν πλοίων, ὧν ἐναυάρχει Νουμέριος, διαβάλλεται ὑπὸ Ἰουλίου Κεντυρίωνος, ὅτι, φησί, σέβεται τὸν Κύριον καὶ τοῖς παρ’ ἡμῖν θεοῖς οὐ προσάγει σέβας. Τοῦ δὲ Ἁγίου Ἰσιδώρου διαπρυσίως ὁμολογήσαντος τὸν Χριστόν, ὁ Νουμέριος, τὸ ἀμετάθετον αὐτοῦ κατιδών, προσέταξε τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι, καὶ τὸν τοῦ μαρτυρίου οὕτω στέφανον εἴληφεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος ἐπισκόπου Κύπρου
Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου,
ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ.
Οὗτος ὁ Ἅγιος πόθεν τε ἦν, καὶ πόθεν Ὥρμητο, ἢ ἐκ τίνων ἔφυ, ἠ καθ’ οὓς ἐγένετο χρόνους, ἢ τίσι παραταξάμενος ἐνίκησεν, εὑρὼν τὸν τοῦ μαρτυρίου στέφανον, οὐκ ἔχομεν εἰπεῖν, τῶν ὑπομνημάτων αὐτοῦ συνδιαφθαρέντων τῷ χρόνῳ. Ὅτι δὲ τὸν μονήρη βίον εἵλετο, δηλοῦσιν αἱ εἰκόνες αὐτοῦ, ἐπὶ τοιαύτης ἰδέας καὶ σχήματος ἀναγράφουσαι. Καὶ ὅτι Ἐπίσκοπος κατὰ τὴν Κυπρίων γέγονε νῆσον. Καὶ ὅτι τῷ Χριστῷ προσηνέχθη δι’ αἵματος, καὶ τὸν ἀθλητικὸν ἀγῶνα διήνυσεν, ἐξ ἀρχαίας φήμης κατὰ διαδοχὴν παρειλήφαμεν, καὶ ἀγράφως παρὰ τῶν προγενεστέρων διδαχθέντες πιστεύομεν. Ἀνηνέχθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον πρὸς Κωνσταντινούπολιν, τῶν Ἀγαρηνῶν βουλευσαμένων τῇ Κυπρίων νήσῳ ἐπιτιθέσθαι, αὐτοῦ τοῦ Ἁγίου δι’ ἐπιφανείας μετατεθῆναι κελεύσαντος. Καὶ νῦν ἔνθα κεῖται, πηγὰς θαυμάτων ἀναβλύζει ἑκάστοτε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις
Tὴν τῆς κεφαλῆς ἐκτομὴν εὑρὼν σκάφος,
περᾷ ταχύπλους Ἀλέξανδρος ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀλέξανδρος, Βάρβαρος καὶ Ἀκόλουθος, ξίφει τελειοῦνται.
Tριῶν συνάθλων ταῖς τετμημέναις κάραις,
τρία Tριὰς τίθησιν ἄξια στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Καρτεγίου (Cartage) ἐπισκόπου Λίσμορ τῆς Ἰρλανδίας.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λεοντίου, Πατριάρχου Ἱεροσολύμων
Λεόντιόν τι ὦ Λεόντιε πνέων,
σατὰν καθεῖλες, οἷα μικρὰν ἐμπίδα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Μάρκος ὁ Κρῆς, ὁ ἐν Σμύρνῃ μαρτυρήσας, ἐν ἔτει 1645, ξίφει τελειοῦται.
Ἡγεῖτο οὐδὲν Mάρκος ὁ Kρῆς τὸ ξίφος,
βλέπων ἀκλινῶς πρὸς τὸ ἐκ ξίφους στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Βούλγαρος ὁ χρυσοχόος, ἐν ἔτει 1802, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ ἐκ Κιέβου, ἐπισκόπου Νόβγκοροντ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰσιδώρου Τβερντίσλοβ τοῦ θαυματουργοῦ, τοῦ διὰ Χριστὸν σαλοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνδρέου, ἡγουμένου τῆς Μονῆς Ῥαφαὴλ τοῦ Τομπόλσκ, τῆς Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου ἐν Γιαροσλὰβλ Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.




ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Πῦρ τῆς εἰδώλων δυσσεβείας, ἐναπέσβεσας πυρὶ τοῦ Παρακλήτου, καὶ ὡς πῦρ τοῖς πιστοῖς, βοῶσι καθωράθης· εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.
Ῥάβδον δυνάμεως παμμάκαρ, τὴν ἀήττητον προφέρων συμμαχίαν, τοὺς ἐχθροὺς τοῦ Σταυροῦ, κατέβαλες κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.
Ὄρθρος ἀνέτειλας θεόφρον, δυσσεβείας τὴν ἑσπέραν ἐκδιώξας, καὶ πρὸς φῶς νοητόν, μετῆλθες ἀναμέλπων· εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Φλόγα Παρθένε τῆς καρδίας, ἐναπόσβεσον τῇ δρόσῳ Σῆς πρεσβείας, καὶ πυρὸς νοητοῦ, ἐξάρπασόν με Κόρη, ἡ τοῦ πυρὸς λοχεύτρια, τοῦ ἀστέκτου Θεοτόκε.

ᾨδὴ η’. Οἱ θεοῤῥήμονες Παῖδες.
Ῥιζοτομήσας τῆς πλάνης τὰς ἀκάνθας, ξίφει τὴν κάραν ἐκτέτμησαι, εὐλογεῖτε κραυγάζων, τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ ποταμὸς τῶν αἱμάτων σου θεόφρον, τοὺς ποταμοὺς τῆς ἀπάτης ἀπεξήρανε, καὶ πιστῶν τὰς καρδίας, ἐνθέως κατήρδευσεν.
Θεοτοκίον.
Νυχτομαχοῦσαν Παρθένε τὴν ψυχήν μου, καὶ τῷ τοῦ βίου πελάγει, χειμαζομένην κυβέρνησον, ἡ Θεὸν κυβερνήτην, ἀῤῥήτως κυήσασα.

ᾨδὴ θ’. Ἔφριξε πᾶσα ἀκοή.
Ὤφθης ὡραῖος καλλοναῖς, φαιδρυθεὶς τοῦ καλλοποιοῦ ἐναθλήσεως, καὶ προσεχώρησας, ἔνθα τὸ πρῶτον κάλλος τὸ ἄῤῥητον, καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, παμμάκαρ θεούμενος, φῶς ἐχρημάτισας, καὶ φωτίζεις τοὺς πιστῶς σὲ γεραίροντας.
Στάζουσι μάκαρ γλυκασμόν, οἱ ἱδρῶτες τῶν ἐνθέων ἀγώνων σου, καὶ καθηδύνουσι ψυχὰς τῶν πίστει ἀνευφημούντων σε, ἀναπηγάζει ἡ σορός, ἰάσεων νάματα, παθῶν τὰ ῥεύματα, κατακλύζουσα δυνάμει τοῦ Πνεύματος.
Πρέσβευε Μάρτυς τοῦ Χριστοῦ, ὅπως εὕρωμενα πταισμάτων τὴν ἄφεσιν, ἡμεῖς οἱ δοῦλοί σου, Θεῷ τῶν ὅλων πρέσβευε Ἅγιε, ἱκετηρίαν νῦν ποιῶν, δοῦναι τὴν συγχώρησιν, ἵνα σωζόμενοι, ἀνυμνῶμεν σὲ παμμάκαρ Ἀλέξανδρε.
Θεοτοκίον.
Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, ἅπερ ἠμαύρωσε, τῆς ἁμαρτίας σκότος βαθύτατον, καὶ μετανοίας μοι αυγήν, κατάπεμψον Δέσποινα, καὶ αἰωνίου πυρός, μεσιτείᾳ σου ἁγνὴ ἐλευθέρωσον.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τὸν νοερὸν φωστῆρα, τὸν καταλάμψαντα τὴν γῆν, Ἀλεξάνδρου εὐφημοῦμεν, τῶν Μαρτύρων τὴν καλλονήν, ὅτι πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀλέξανδρε ἔνδοξε πολλαῖς, ὁμιλήσας θλίψεσι, καὶ ἀνυποίστοις κολάσεσι, τὸν πολυμήχανον, ἐτροπώσω ὄφιν, καὶ τοῦτον ὑπέταξας, ποσὶν ὡραιοτάτοις σου πάνσοφε, Χριστοῦ δεόμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. (Δίς)

Ἀλέξανδρε ἔνδοξε φωτί, τοῦ Ἁγίου Πνεύματος, καταυγασθεὶς τὴν διάνοιαν, σκότος ἐμείωσας, πονηρῶν δαιμόνων, καὶ πρὸς φέγγος ἄδυτον, μετέβης ἐν Θεῷ εὐφραινόμενος· Ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀλέξανδρε ἔνδοξε ναός, τῆς Τριάδος γέγονας, καὶ τὴν τιμίαν καὶ θείαν σου, κάραν ἀνέδειξας, τοῖς πιστοῖς παμμάκαρ, ποταμὸν ἀκένωτον, ἀπείρων ἰαμάτων πανόλβιε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς αἵμασι τούτου ὡραϊζομένη, Ἀλέξανδρε βοᾶ σου· θεράπων Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου