ΜΑΪΟΣ ΚΗ΄!!
ΝΙΚΗΤΑΣ ΧΑΛΚΗΔΟΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ
δοξολογίας)
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς, καὶ γ΄ τοῦ Ἁγίου.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀβραὰμ
τὸ φιλόξενον, Ἰσαὰκ τὸ φιλόθεον, Ἰακὼβ το ἄπλαστον μιμησάμενος, ὑπομονὴν
ἐξεικόνισας, Ἰὼβ τοῦ Αὐσίτιδος, καὶ τὸ πρᾷον τοῦ Δαβίδ, καὶ Μωσέως τὸ ἄκακον,
χρίσμα ἅγιον, Ἀαρὼν ὥσπερ πάλαι κεχριμένος, ἱεράρχα θεοφόρε, θαυματουργὲ
ἱερώτατε.
Τῇ
πολλῇ ἀκακίᾳ σου, τὴν κακίαν διέφυγες, τῶν δαιμόνων χάριτι θείου Πνεύματος, τῇ
συμπαθείᾳ σου ηὔφρανας, Θεὸν Ὃν ἐπόθησας, προσευχῶν ἐπιμονῇ, ἐφωτίσθης τὸ
πνεῦμά σου· ὅθεν εἴληφας, τῶν θαυμάτων τὴν χάριν ἰατρεύειν, τὰ νοσήματα Νικήτα,
τῶν εὐσεβῶς προστρεχόντων σοι.
Ἀγχιστείᾳ
συνδούμενοι, τοὺς θεσμοὺς ἐκρατύνατε, τοῦ Ἁγίου Πνεύματος ἱερώτατοι, καὶ ὁπαδοὶ
χρηματίσαντες, ποιμένος θεόφρονος, ἀπαστράπτοντος βολάς, παραδόξων ἰάσεων
ἀποσμίσθητε, ἐφ’ ὁμοίοις ἰδέαις ἰαμάτων, παναοίδιμε Νικήτα, σὺν Ἰγνατίῳ
θεόφρονι.
ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ θαυματουργῷ προσλαλήσω
ποιμένι. Ἰωσήφ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἑρυθραῖον.
Ταῖς θείαις φωτοχυσίαις
ὅσιε περιχεώμενος, φωτοειδὴς ὑπάρχων τοὺς πιστῶς, τὴν φωσφόρον σου κοίμησιν,
ἐπιτελοῦντας φωτί σου, παθῶν ἀχλύος ἐξαιρούμενος.
Ὡράθης φωτοειδέσι πράξεσι,
φωτὸς ἀνάπλεως, τοὺς ἐν νυκτὶ δεινῶν φωταγωγῶν, καὶ πρὸς φῶς ἐπουράνιον,
καθοδηγῶν ἐν Πνεύματι, Πάτερ Νικήτα ἱερώτατε.
Θαυμάτων ἐναπαστράπτεις
χάριτας, τοῖς προσπελάζουσι, τῇ ἱερᾷ σου πάντοτε σορῷ, ἀντὶ κόπων καὶ πόνων
σου, παρὰ Θεοῦ ἀντίδοσιν, ταύτην παμμάκαρ κομισάμενος.
Θεοτοκίον.
Ἀσπόρως τῷ τοῦ Πατρὸς
βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Θεόν, καὶ σαρκὶ
ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.
ᾨδὴ
γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Ὑψώθης ταπεινωθείς, διὰ
Χριστὸν καὶ τὴν ὀφρὺν ὅσιε, τοῦ νοητοῦ δράκοντος Πνεύματι εἰς γῆν ἐταπείνωσας.
Μεγίστων παρὰ Θεοῦ,
ἠξιώμενος δωρεῶν μέγιστος, ἱερουργὸς γέγονας, Πάτερ ἱεράρχα θεόληπτε.
Ἀκάκως σου τὴν ζωήν,
καθάπερ νήπιος τελῶν ἤμβλυνας, τοῦ δυσμενοῦς ὅσιε πᾶσαν τὴν κακίαν ἐν χάριτι.
Θεοτοκίον.
Τὴν μόνην ἐν γυναιξίν,
εὐλογημένην ὡς Θεοῦ σκήνωμα, πανευπρεπῶς ἅπαντες ἐν ἀγαλλιάσει δοξάσομεν.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ
βρέφους ἀράμενος τὸν σὸν σταυρὸν εὐσεβῶς, Χριστῷ ἠκολούθησας ἀπομαράνας σαρκός,
ἀσκήσει τὸ φρόνημα· ὅθεν ἀρχιερέων, ἐν καθέδρᾳ Νικήτα, ὕψωσας τὸν Δεσπότην, τὸν
σημείοις παντοίοις, τὴν σὴν κατακοσμοῦντα σορὸν θεσπέσιε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ὁλονύκτοις ἀγρυπνίαις καὶ
πανημέροις Πάτερ θεόφρον στάσεσι, σαρκὸς τὰς κινήσεις, πάσας κατεμάρανας, καὶ
χαίρων ἐκραύγαζες· δόξα τῇ δυνάμει Σου Κύριε.
Ὑποτάξας τὸ δυσήνιον τῆς
σαρκός, ταῖς ψυχικαῖς δυνάμεσι, θεόφρον ἐδέξω, χάριν παμμακάριστε, διέπειν τὰ
πνεύματα, καὶ ἀποκαθαίρειν νοσήματα.
Ῥώμῃ τῇ θείᾳ ῥωννύμενος
ἱεράρχα, τὰς τῶν δαιμόνων φάλαγγας ἐνίκησας πάσας, νίκης ὡς ἑπώνυμος καὶ στέφος
τὰ θαύματα, πρὸς τοῦ στεφοδότου κεκλήρωσε.
Θεοτοκίον.
Ὡραιώθης ταῖς τοῦ Πνεύματος
ἀγλαΐαις, τὸν τῷ Πατρὶ συνάναρχον Λόγον συλλαβοῦσα, καὶ σαρκὶ κυήσασα, Παρθένε
πανάμωμε, Ὃν ὑπὲρ τοῦ κόσμου ἱκέτευε.
ᾨδὴ
ε΄. Σὺ Κύριε μου φῶς.
Πραότητι σαφῶς, τὴν ψυχὴν
σεμνυνόμενος, ἐσκήνωσας ἱεράρχα, ἐν τῇ γῇ τῶν πραέων, μακάριος γενόμενος.
Ῥείθροις περικλυσθείς,
χαρισμάτων τοῦ Πνεύματος, ἰάματα τοῖς ποθοῦσιν ἀναβλύζεις Νικήτα, θεόφρον
ἱερώτατε.
Ὁ βίος σου φωτί, ἀρετῶν
φαιδρυνόμενος, πολύτιμον ὥσπερ κόσμον, τῶν δεσμώτων τὴν χάριν, παμμάκαρ
ἐστολίσατε.
Θεοτοκίον.
Σὲ ὅπλον ἀῤῥαγές, κατ’
ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε
κεκτήμεθα.
ᾨδὴ
στ΄. Θύσω σοι.
Λαμπτῆρας, φωταυγεῖς ἡ
Τριὰς ἐξανέτειλε, σὺν Ἰγνατίῳ Νικήτᾳ, ἱερὸν αὐτάδελφον καὶ Νικήταν, ἰαμάτων,
τοῖς πιστοῖς φρυκτωρίας ἀστράπτοντας.
Ἀλλήλοις, κατὰ σάρκα σοφοὶ
ἀγχιστεύοντες, τῆς ἀληθοῦς κατὰ πνεῦμα, συγγενείας νῦν ἠξιώθητε, ὁμοτρόπως, τῷ
Θεῷ εὐαρέστως βιώσαντες.
Λοιμώδους, ἀποφυγὼν
αἱρέσεως βόρβορον, ἐν τῇ σεπτῇ προσκυνήσει, τῆς Χριστοῦ εἰκόνος τὸ κατ’ εἰκόνα,
διεσώσω ἱεράρχα Νικήτα θεόληπτε.
Θεοτοκίον.
Ἡ πύλη, ἣν διώδευσε μόνος ὁ
Ὕψιστος, τῆς μετανοίας μοι πύλας καὶ εἰσόδους ἄνοιξον σωτηρίας, ἀπὸ πάσης
συντηροῦσά με βλάβης πανάμωμε.
Συναξάριον.
Τῇ
ΚΗ´ τοῦ αὐτοῦ μηνός, μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικήτα,
Ἀρχιεπισκόπου Χαλκηδόνος.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς,
Ἐπισκόπου Μελιτινῆς.
Ὡς εὐτυχῶς σὺ
εὐτύχησας, τρισμάκαρ,
Θείαις
τετευχώς, Εὐτυχές, κληρουχίας.
Οὖτος
ἐμαρτύρησεν διὰ πνιγμοὺ εἰς ἓν ποτάμι
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.
Ἑλικωνὶς
τμηθεῖσα τὴν κάραν ξίφει,
Οὐχ Ἑλικῶνα,
ἀλλ᾿ Ἐδὲμ τρυφὴν ἔχει.
Αὕτη
ἧν ἐπὶ Γορδιανοῦ καὶ Φιλίππου τῶν Βασιλέων, ἐκ πόλεως Βυταλίας ἐν ἄλλοις,
Θεσσαλονίκης. Συσχεθεῖσα δὲ, καὶ πρὸς Περίνιον τὸν Δοῦκα Κορίνθου ἀχθεῖσα, καὶ
τοῖς εἰδώλοις θῦσαι μὴ πεισθεῖσα, ἀλλὰ τὸν Χριστὸν ἀληθῆ ὄντα Θεὸν κηρύξασα,
πρῶτον μὲν δεσμεῖται τοὺς π’΄οδας ἐν ζυγῷ βοῶν καὶ πτερνίζεται. Εἶτα, λυθέντος
μολύβδου καὶ ἀσφάλτου καὶ πίσσης, ἐν αὐτοῖς βληθεῖσα, ἀβλαβὴς ἐξέρχεται· καὶ
οὕτω ξυρᾶται τὴν κεφαλὴν, καὶ πῦρ φέρει καθ’ ὅλου τοῦ σώματος. Ἀνελθοῦσα δὲ,
καὶ εἰς τὸν ναὸν τῶν εἰδώλων εἰσελθοῦσα, τὸ τῆς Ἀθηνᾶς ξόανον, καὶ τοῦ Διὸς,
καὶ τοῦ Ἀσκληπιοῦ δι’ εὐχῆς κατέῤῥάξεν εἰς γῆν· εἶτα τέμνεται τοὺς μασθοὺς.
Διαδεξαμένου δὲ τὸν τύραννον Ἰουστίνου τοῦ Ἀνθυπάτου, ἀχθεῖσα καὶ πρὸς αὐτὸν ἡ
Μάρτυς, καὶ μὴ πεισθεῖσα τοῖς εἰδώλοις σπονδὰς ἐνεγκεῖν, ἐν καμίνῳ ῥίπτεται· τῆς
δὲ φλογὸς μὴ ἁψαμένῃς αὐτῆς, ἀλλ’ ἐκ τῶν στρατιωτῶν ἑβδομήκοντα ἄνδρας
λυμηναμένης, ἐν κραββάτῳ πυρωθέντι ἁπλοῦται. Ἐπιφανέντων δὲ τῶν Ἀρχαγγέλων
Μιχαὴλ καὶ Γαβριὴλ, τὰς ἐκτακείσας αὐτῆς ἐν ταῖς βασάνοις σάρκας ὑγείωσαν· ἀλλὰ
καὶ ἔτι, ἀβλαβὴς διαφυλαχθεῖσα, θηρίοις ἐκδίδοται· ὧν οὐδενὸς αὐτῆς ἁψαμένου,
ἐκ τῶν ὑπηρετούντων δὲ μᾶλλον δι’ αὐτῶν ἀναιρεθέντων ἀνδρῶν ρκ΄ τὴν διὰ ξίφους
ἀπόφασιν δέχεται· καὶ οὕτως ἐν οὐρανοῖς στεφηφόρος ἀνέρχεται.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τῶν Ἁγίων Μαρτύρων Κρήσκεντος,
Παύλου καὶ Διοσκορίδου.
Ἐν τῇ καμίνῳ
Σεδρὰχ Διοσκορίδης,
Μισὰχ δὲ
Παῦλος, Αὐδεναγὼ δὲ Κρήσκης.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ διὰ Χριστὸν
σαλοῦ.
Ὁ διὰ Χριστὸν
Ἀνδρέας σαλὸς πάλαι
συνετὸς νῦν
πέφυκεν ἐν τῷ Κυρίῳ.
Ὁ
μακάριος οὗτος καὶ ὅσιος πατὴρ ἡμῶν Ἀνδρέας, Σκύθης ὧν τῷ γένει, ἐπωλήθη ὡς
δοῦλος ἄρχοντί τινι, τῆς Βασιλίδος τῶν πόλεων, ᾧ ὄνομα Θεόγνωστος, κατὰ μὲν τὸν
βίον αὐτοῦ ἐπὶ τῆς βασιλείας Λέοντος Α´ τοῦ Θρᾳκὸς (457-474), κατὰ νεωτέρους δὲ
ἐρευνητὰς τὸ δεύτερον ἥμισυ τοῦ θ´ αἰῶνος. Ἔχων ἀγαθὴν φύσιν καὶ ὀξεῖαν
διάνοιαν πλεῖστα τῶν μαθημάτων, καὶ δὴ τὰ ἑλληνικὰ καὶ θεῖα, ἐν βραχεῖ
ἐκαρπώσατο, εὔνουν αὐτῷ τὸν Θεόγνωστον προσκτησάμενος, μυρίοις τε ἄλλοις
κεκοσμημένος χαρίσμασιν. Οὕτω τοιγαροῦν διάγων καὶ ὑπὸ πάντων φιλούμενος εἶδε
τὸν Χριστὸν ἐν ὁράματι, καλοῦντα αὐτὸν εἰς τὸν βίον τῆς σαλότητος καὶ λέγοντα:
Τρέχε οὖν τὸν καλὸν ἀγῶνα γυμνὸς καὶ γενοῦ σαλὸς δι᾿ ἐμέ. Ἠκολούθησεν ἔκτοτε τῷ
τραχεῖ τῆς διὰ Χριστὸν σαλότητος βίῳ, ἐμπαίζων τὸν κόσμον ποικίλαις
προσποιήσεσι καὶ σαλότησι καὶ ἐμπαιζόμενος ὑπὸ τῶν ἀνθρώπων, ἄστεγος, πένης καὶ
ξένος, κακοπαθῶν ἐν τῷ καύματι καὶ τῷ ψύχει, ἔχων σύμβουλον ἐν τῇ ἀρχῇ τῶν
ἀγώνων ἱερέα τινὰ τοῦ ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας Νικηφόρον, ὅστις συνέγραψε καὶ
τὸν κατὰ πλάτος θαυμαστὸν αὐτοῦ βίον, συνόμιλόν τε καὶ μαθητὴν εὐγενῆ καὶ ἄμεμπτον
νέον, Ἐπιφάνιον καλούμενον, οὗ προεῖπεν ὁ ὅσιος τὴν εἰς πατριάρχην ἀνάδειξιν.
Προσευχομένου ποτὲ τοῦ ἰσαγγέλου Ἀνδρέου ἐν τῷ ναῷ τῶν Βλαχερνῶν, παρόντος καὶ
τοῦ Ἐπιφανίου, ὠράθη αὐτοῖς ἡ Ὑπεραγία Θεοτόκος, εἰσερχομένη ἐν τῷ ναῷ μετὰ
συνοδίας Ἁγίων καὶ εἶτα ἀπὸ τῆς πύλης τοῦ Ἱεροῦ Βήματος ἁπλοῦσα τὸ μαφόριον
Αὐτῆς ὡς σκέπην ἐπὶ τὸν περιεστῶτα λαόν. Τὸ δρᾶμα αὐτὸ τοῦ Ὁσίου ἐστάθη αἰτία,
ἵνα ὁρίσῃ ἡ Ἐκκλησία τὴν ἑορτὴν τῆς Ἁγίας Σκέπης, ἀγομένην τὸ πάλαι τῇ α´
Ὀκτωβρίου, νῦν δὲ τῇ κη´ τοῦ αὐτοῦ μηνός. Προϊδὼν τὸ τέλος αὐτοῦ, πολλά τε περὶ
τοῦ τέλους τῆς Βασιλίδος καὶ τοῦ Ἀντιχρίστου διδάξας, ἀσπασθεὶς καὶ χαιρετήσας
τὸν Ἐπιφάνιον ἐπορεύθη εἰς τὸν συνήθη αὐτῷ τόπον, ἔνθα ἄστεγος μετὰ τῶν κυνῶν
ἔζη, καὶ ἀνακλιθεὶς ἐπὶ τῆς γῆς παρέδωκε τὸ πνεῦμα αὐτοῦ, μετατεθεὶς εἰς τὴν
θαλπωρὴν καὶ γλυκύτητα τοῦ Παραδείσου, οἰκίαν ἀχειροποίητον ἐν οὐρανοῖς
κτησάμενος καὶ πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἀγίου Σενατόρου, ἐπισκόπου Μιλάνου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Γερμανοῦ, ἐπισκόπου Παρισίων
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρσενίου, ἐπισκόπου Βεροίας
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου ἢ
Μήτρου τοῦ ἐκ Πελοποννήσου καταγόμενου καὶ ἀθλήσαντος ἐν ἔτει ͵αψϞδ´ (1794) ἀπὸ
Χριστοῦ.
Ὁμολογήσας
Χριστὸν λαμπρῶς ὁ Δημήτριος,
Μάρτυς
ἐδείχθη ἐκτμηθεις τὸν αὐχένα.
Οὗτος
ἥτον ἀπὸ τὸν Μωρέα, εὐσεβῶν γονέων υἱὸς, ὤν δὲ μικρὸν παιδίον, ἔως ἔνδεκα ἐτῶν,
διὰ τὴν νηπιοφροσύνην του ἠπατήθη ἐκ τῶν Ἀγαρηνῶν, καὶ ἠρνήθη τὸν Χριστὸν, καὶ
ἔγινεν Τοῦρκος, καὶ αὐξάνων εἰς τὴν ἡλικίαν προσεκολλήθη εἰς διαφόρους Πασσάδες
καὶ μὲ παρέλευσιν χρόνων προεβιβάσθη εἰς διάφορα Ὀφφίκια, εἰς τρόπον ὅτι ἔγινε
καὶ Ἰμπροχώραγας, ἤτοι Ἕπαρχος. Ὅμως, ἐλθὼν εἰς ἑαυτὸν, ἥλθεν εἰς τὴν
Τριπολιτςὰν, καὶ πωλήσας ὅλα τὰ περὶ αὐτὸν εὑρισκόμενα, ἐπῆγεν εἰς τοὺς
συγγενεῖς του, καὶ ἐξομολογηθεὶς εἰς Πνευματικὸν τὴν ἁμαρτίαν του, ἔκαμε τὴν
πρέπουσαν διόρθωσιν, κατὰ τὴν ἱερὰν τάξιν τῆς Ἐκκλησίας μας, καὶ οὕτως
ἐπολιτεύετο ὡς εὐλαβὴς καὶ θεοφοβούμενος Χριστιανὸς χρόνους δέκα. Ἐγνωρίσθη
ὅμως ὑπὸ τινων γνωρίμων του Ἀγαρηνῶν εἰς Μυστρὰν, οἱ ὁποῖοι ἔπιασαν αὐτὸν, καὶ
τὸν ἔφεραν εἰς τὸν Ἡγεμόνα τὴς Τριπολιτσὰς. Μένοντας ὅμως στέῤῥεος ὁ Ἅγιος εἰς
τὴν πίστιν του, ἐκλείσθῃ εἰς τὴν εἰρκτὴν καὶ ἐν τἐέλει ἀπεκεφαλίσθῃ ἐν ἔτει
1794, Κυριακὴ τὴς Πεντηκοστὴς.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Ζαχαρίου τοῦ
Προυσαέως, ἀθλήσαντος ἐν ἔτει ͵αωβ´ (1802).
Καὶ Ζαχαρίας
ἀθλητὴς νέος ὤφθη
Ἐχθρὸν
αἰσχύνας παραστάσει γενναίᾳ.
Οὗτος,
ἥτον Ἱερομόναχος ἀπὸ τὴν Προῦσαν, ἐφημέριος εἰς τὴν Ἐκκλησίαν τῆς ἐνορίας ὁποῦ
λέγεται Καγιάμπασι. Ἀλλ’ ἡ κατάχρησις καὶ ἡ πολλὴ μεταχείρησις τοῦ οἴνου, τὸν
ἔκαμεν ἀρνησίχρηστον.Οὗτος λοιπὸν εὐρισκόμενος μεθυσμένος ἐν μιᾷ τῶν ἡμερῶν,
καὶ ἔχων ἔκστασιν τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνην καὶ τὐφλωσιν τοῦ νοὸς,
ὑπῆγε καὶ ἠῥνήθη τὸν Ποιητὴν καὶ Σωτῆρα του Ἰησοῦν Χριστὸν, καὶ ἐδέχθη τὴν
πλάνην καὶ τὴν ἀσέβειαν τῶν Ἀγαρηνῶν. Ἀλλἀ ὅταν ἥῥθς εἰς ἑαυτὸν, παρουσιάστηκε
εἰς τὸν Κριτὴν, ἐπέταξε τὸ σαρίκιον καὶ ὁμολόγησεν τὴν πίστιν του εἰς τὸν
Χριστὸν. Τότε, ἐβλήθῃ εἰς τὴν εἰρκτὴν. Μένοντας στἐῤῥεος εὶς τὴν ἀπόφασίν του,
οἱ ἀλλόπιστοι τὸν ἔδειραν ἀνελέητα, ἔσφιξαν τὴν κάραν του με πυρακτωμένα
σίδηρα, ξερίζωσαν τοὺς ὅνυχας τῶν ἄκρων του μὲ μυτερὰ καὶ κοφτερὰ καλάμια, καὶ
ἐξάρθρωσαν τᾶς χεῖρας του. Συνέχιζε ὅμως ὁ Ἅγιος νὰ μένει στέῤῥεος εὶς τὴν
πίστιν του, τὸν ἀποκεφάλισαν εἰς τᾶς 28 Μαιου 1802, ἔτῶν 38.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Ἀλεξάνδρου ἐπισκόπου Θεσσαλονίκης.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰγνατίου
Ἐπισκόπου Ῥοστοβίας τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεροντίου Μητροπολίτου
Μόσχας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σωφρονίου
Βουλγαρίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας
Ἑλένας Μαντούροβα τῆς Ῥωσσίδος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος
τῆς Θεοτόκου, ἐν Γκαλίτς τῆς Ῥωσίας
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος
τῆς Θεοτόκου, τῆς ἐπικαλουμένης
Κυρίας τῆς Εἰρήνης, ἐν Ῥωσίᾳ
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος
τῆς Θεοτόκου, τῆς ἐπικαλουμένης
τοῦ Νοητοῦ τείχους, ἐν Ῥωσίᾳ.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ἐν τῇ καμίνῳ.
Σὺν ἱεράρχαις, συναγελάζη
ὄντως Πάτερ σοφέ, φέγγους νοητοῦ πληρούμενος καὶ ἡμᾶς, καταυγάζων τοῦς
κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου.
Ὡς ποιμενάρχης, ὡς Θεοῦ
παραστάτης καὶ ἄμεμπτος, τούτῳ καθαρᾶς θυσίας εἰλικρινῶς, ἀναμέλπων
προσενήνοχας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου.
Ποιμὴν ἐδείχθης, τῇ τοῦ
λόγου Νικήτα σύριγγι, ποίμνην λογικὴν πρὸς χλόην ἀληθινῶν, διδαγμάτων
προσκαλούμενος· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου.
Θεοτοκίον.
Ἵνα θεώσῃ, τὸ ἀνθρώπινον
ὤφθη ἄνθρωπος, Κόρη ἐκ γαστρός σου σάρκα ὁ λυτρωτής, δανεισάμενος βουλήματι,
εὐλογημένη Σὺ ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
ᾨδὴ
η΄. Χεῖρας ἐκπετάσας.
Μεγίστων καμάτων ἀμοιβάς,
σαφῶς δεχόμενος, φῶς ἀνεκλάλητον, ζωὴν ἀθάνατον ὅσιε, καὶ παστάδα ἀκατάλυτον,
τῶ στεφοδότῃ σου Χριστῷ βοᾷς γηθόμενος· Εὐλογεῖτε πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν
Κύριον.
Ἐλέῳ τὸν ἔλεον ζητῶν,
πτωχοῖς ἐπήρκεσας, πένητας ἔθρεψας, γυμνοὺς ἐνέδυσας δόξης σοι, τὴν στολὴν
περιποιούμενος, καὶ μοναστῶν ὑπογραμμός, Νικήτα γέγονας, τῶν βοῶντων· πάντα τὰ
ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Ἰσχύσας τὰ πάντα ἐν Χριστῷ,
καὶ νῦν τρανώτερον καὶ καθαρώτερον, Θεῷ ἑνούμενος πρόστηθι, ἧς ἐκτήσω ποίμνης
Ὅσιε, ἐπιτελούσης σου πιστῶς, τὴν θείαν κοίμησιν, καὶ βοώσης· πάντα τὰ ἔργα,
ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Οἰκήσας τὴν μήτραν Σου
Χριστός, ὁ πάντων Κύριος, καθὼς εὐδόκησεν ἁγιωτέραν ἔδειξε, τῶν Ἀγγέλων
Μητροπάρθενε ἁγιασμὸν καὶ φωτισμόν, ἡμῖν δωρούμενος, τοῖς βοῶσι· πάντα τὰ ἔργα,
ὑμνεῖτε τὸν Κύριον.
ᾨδὴ
θ΄. Λίθος ἀχειρότμητον.
Ἱεροπρεπῶς ἀνιχνεύων, σοῦ
τὸν ὁμώνυμον καὶ θεῖον, τούτον ἀνεμάξω τοὺς τρόπους, Νικήτα Πάτερ Θεομακάριστε,
καὶ τὴν αὐτὴν τοῦ Πνεύματος, χάριν ἐπλούτησας θεόπνευστε.
Σήμερον ἡ μνήμη σου Πάτερ,
ὑπὲρ τὸν ἥλιον ἀστράπτει, φέγγει ἀρετῶν καὶ θαυμάτων, τὴν οἰκουμένην
περιαυγάζουσα, καὶ τοὺς πιστοὺς φαιδρύνουσα, ἱερομύστα πανσεβάσμιε.
Ἡμεροφαεῖς ὡς ἀστέρες,
Πάτερ Νικήτα σὺν Νικήτᾳ, καὶ ἱερουργῷ Ἰγνατίῳ, ἐναφανέντες πάντας φωτίσατε,
τοῖς εὐσεβῶς μακάριοι, ἀνευφημοῦντας ἡμᾶς πάντοτε.
Θεοτοκίον.
Φωτὸς οἰκητήριον ὤφθης, τοῦ
ἐκ Πατρὸς πρὸ ἑωσφόρου, λόγον ἀνατείλαντος Κόρη, Παρθένε μόνη θεοχαρίτωτε, καὶ
τοὺς πιστοὺς φωτίσαντος, καὶ τοὺς ὁσίους στεφανώσαντος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου