ΠΑΡΑΣΚΕΥΗ ΠΑΣΧΑ.
ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ
Εὐλογήσαντος τοῦ Ἱερέως,
ψάλλεται τὸ Χριστὸς Ἀνέστη, ἐκ ιγ΄· ἐκ τοῦ Βήματος καὶ παρὰ τῶν Χορῶν μετὰ τῶν
ὡρισμένων Στίχων, ὡς διατάσσεται ἐν τῇ Διακαινησίμῳ Ἑβδομάδι· εἶτα Συναπτὴ
Μεγάλη. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ
Ἀναστάσιμα τοῦ Πεντηκοσταρίου γ΄. Ἦχος πλ. β΄.
Νίκην
ἔχων Χριστέ... (β΄)
Σήμερον
ὁ Χριστός...
Σὲ
Κύριε τὸν ὄντα...
Δόξα.
Καὶ νῦν. Ἦχος β΄.
Τίς
Σε κατ’ ἀξίαν ἐπαινέσει καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ Σοῦ γεγονυίας
τῷ κόσμῳ ἀπολυτρώσεως; Εὐχαριστοῦντες οὖν κραυγάζομέν Σοι λέγοντες· Χαῖρε ἡ τὸν
Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα· χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ
φωτοφόρῳ Ἀναστάσει τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν· Σὲ γὰρ χριστιανῶν τὸ γένος, ἀπαύστως
μεγαλύνομεν.
Φῶς
ἱλαρόν, ἄνευ Εἰσόδου.
Προκείμενον: Ἀγαπήσω Σε Κύριε ἡ ἰσχύς μου... κ.τ.λ.
Εἰς
τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν. Ἦχος πλ. β΄.
Τὴν
Ἀνάστασίν Σου Χριστὲ Σωτήρ...
Εἶτα τὰ προσόμοια τῆς
Θεοτόκου. Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων.
Στ.: Μνησθήσομαι τοῦ Ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾶ.
Δεδοξασμένη
ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου
προστασία τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ Ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι
ἀληθῶς· Ὅν ἱκέτευε σωθῆναι ἡμᾶς.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Οἱ
συνεχόμενοι θλίψεσιν ἀδοκήτοις Ἁγνή, Σὲ προστασίαν μόνη, κεκτημένοι Παρθένε,
βοῶμεν εὐχαρίστως· Σῶσον ἡμᾶς, Παναγία Θεόνυμφε· Σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου
καταφυγή, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.
Στ.: Τοῦ ποταμοῦ τὰ ὁρμήματα
εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Ἀνεκαινίσθη
ὁ κόσμος ἐν τῇ κυήσει Σου, Θεοκυήτορ Κόρη, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος
προστάτης τῶν εὐσεβῶν, αἰτουμένων Σε Ἄχραντε. Μὴ διαλίπῃς πρεσβεύουσα ἐκτενῶςς,
ὑπὲρ πάντων τῶν ὑμνούντων Σε.
Δόξα.
Ἦχος β΄.
Ὡς
θησαυρὸς πολυτελής, καὶ κρήνη βρύουσα ῥεῖθρα θαυμάτων, ὡς Ζωοδόχος Πηγή, ἡ
Παρθένος δέδεικται ἅπασι· νόσους θεραπεύουσα, ποικίλων παθημάτων, θλίψεων τε
φλόγοα δροσίζουσα· διὸ καὶ πάντας ἐκθαμβοῖ, τὰ ξένα τῆς θείας Πηγῆς τῆς
Παρθένου θαυμάσια.
Καὶ
νῦν. Ἦχος πλ. α΄.
Ἀναστάσεως
ἡμέρα...
Χριστὸς
Ἀνέστη ἐκ γ΄.
Ἀπολυτίκιον
τῆς Ζωοδόχου Πηγῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸ θυμιᾶσαι τὸν Ἱερέα,
καὶ εἰπεῖν· Δόξα τῆ ἁγίᾳ καὶ ὁμοουσίῳ· ψάλλομεν
τὸ Χριστὸς Ἀνέστη ιγ΄, ὡς συνήθως. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους
ι΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ΄, καὶ Ἀνατολικὸν α΄ τοῦ πλ. β΄ Ἤχος· καὶ
τῆς Ζωοδόχου Πηγῆς τὰ ἐν τῷ Πεντηκοσταρίῳ γ΄ Στιχηρὰ Προσόμοια, δευτεροῦντες
αὐτά.
Δόξα.
Τίς
λαλήσει τὰς δυναστείας Σου Πηγή...
Καὶ
νῦν.
Τίς
μὴ μακαρίσει Σε.
Εἴσοδος.
Φῶς ἱλαρόν.
Προκείμενον: Ἀγαπήσω Σε Κύριε ἡ ἰσχύς μου... κ.τ.λ.
Καὶ τὰ
Ἀναγνώσματα.
Εἰς
τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.
Παρθενικὴ
πανήγυρις σήμερον ἀδελφοί· σκιρτάτω ἡ κτίσις· χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε
γὰρ ἡμᾶς ἡ Ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ
δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ
πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν
σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβὶμ μετὰ σώματος βαστάσασα.
Ταῖς Αὐτῆς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Τίς
Σε κατ’ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ Σοῦ
γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; Εὐχαριστοῦντες οὖν κραυγάζομέν Σοι λέγοντες·
Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα· χαῖρε ἡ φωτίσασα τὸ γένος
ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει τοῦ Υἱοῦ Σου
καὶ Θεοῦ ἡμῶν· Σὲ γὰρ χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.
Ἦχος
ὁ αὐτός.
Ὡς
θησαυρὸς πολυτελής, καὶ κρήνη βρύουσα ῥεῖθρα θαυμάτων, ὡς Ζωοδόχος Πηγή, ἡ
Παρθένος δέδεικται ἅπασι· νόσους θεραπεύουσα ποικίλων παθημάτων, θλίψεών τε
φλόγα δροσίζουσα· διὸ καὶ πάντας ἐκθαμβοῖ, τὰ ξένα τῆς θείας Πηγῆς τῆς Παρθένου
θαυμάσια.
Ἦχος
πλ. α΄.
Δεῦτε
πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον
ἀνευφημήσωμεν· τὴν Ζωοδόχον Πηγὴν τὴν ἀένναον, τὴν ἀναβλύζουσαν ὕδωρ
ἀθάνατον· τὴν προχέουσαν ζωῆς ῥεῖθρα
ἀκένωτα, τοῖς προστρέχουσι πιστῶς, καὶ ταῦτα ἀρυομένοις· τὴν παρέχουσαν πᾶσι
δαψιλῶς, δωρεὰς ναμάτων ζωηῤῥήτων· τὴν πλουσίως διανέμουσαν τοῖς πιστοῖς τὰ
ἰάματα. Ταύτην οὖν ἐν ὕμνοις χρεωστικῶς ὑμνήσωμεν· δι’ αὐτῆς γὰρ γέγονεν, ἡ
σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Καὶ νῦν. Ἦχος πλ. β΄.
Συγχάρητε
ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια
καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ αὐτῆς καὶ θείᾳ
προμηθείᾳ, τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτήν,
βοήσωμεν· σκέπασον ἡμᾶς, ἐν τῇ θείᾳ προστασίᾳ Σου, Ἄχραντε Θεοτόκε Δέσποινα.
Εἰς τὸν Στίχον, τὸ
Ἀναστάσιμον Στιχηρόν, τὰ γ΄ Προσόμοια τῆς Θεοτόκου, τὰ ἐν τῷ Πεντηκοσταρίῳ, καὶ
τὸ Πάσχα ἱερόν, μετὰ τῶν Στίχων αὐτῶν.
Δόξα.
Σαλπίσωμεν
φιλέορτοι...
Καὶ
νῦν. Ἦχος πλ. α΄.
Ἀναστάσεως
ἡμέρα...
Χριστὸς
Ἀνέστη ἐκ γ΄.
Ἀπολυτίκιον
τῆς Ζωοδόχου Πηγῆς. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῷ
Ναῷ τῆς Παρθένου πάντες προσέλθωμεν, καὶ Πηγὴν τὴν Ἁγίαν ὕμνοις τιμήσωμεν, τὴν
βοήθειαν ἡμῶν καὶ ἀντίληψις· ὅτι παρέχει δαψιλῶς, ἡ Ζωοδόχος δωρεάν, ἰάσεις τῶν
ἀσθενούντων, καὶ μήτηρ τῆς εὐσπλαγχνίας, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Ἡ
εὐλόγησις τῶν Ἄρτων καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.
Μετὰ τὸ εἰπεῖν τὸν Ἱερέα· Δόξα τῇ Ἁγίᾳ
καὶ ὁμοουσίῳ· καὶ τό· Χριστὸς Ἀνέστη, ἐκ γ΄, ψάλλεται τὸ αὐτὸ ὑπὸ τῶν Χορῶν γ΄ ἄνευ Στίχου καὶ
τετράκις μετὰ τῶν δ΄ στίχων. Εἶτα· Δόξα
τό· Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς. Καὶ νῦν, τὸ αὐτό· καὶ Συναπτὴ μεγάλη. Μετὰ
δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τὴν Ἐκλογὴν τοῦ Πολυελέου τῆς Θεοτόκου.
Μετὰ
δὲ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
ὑπερύμνητον, καὶ παντευλόγητον, τὴν Ἀειπάρθενον, Κόρην ὑμνήσωμεν· ὅτι ἐπήγασεν
ἡμῖν ὕδωρ ἀθανασίας. Δεῦτε οὖν προσπέσωμεν, καὶ πιστῶς ἐκβοήσωμεν· Δέσποινα
Παντάνασσα, σκέπε φρούρει τοὺς δούλους Σου, Παρθένε Θεοτόκε, βοῶντάς Σοι· Χαῖρε
ἡ Κεχαριτωμένη.
Δόξα.
Καὶ νῦν. Τὸ αὐτό.
Προκείμενον: Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν
τοῦ Θεοῦ.
Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Εὐαγγέλιον κατὰ Λουκᾶν: Ἀναστᾶσα Μαριάμ...
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... ἐκ γ΄, ἄνευ τοῦ Ν΄ ψαλμοῦ.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Ὡς θησαυρὸς πολυτελής... ζήτει εἰς τὴν Λιτήν.
Οἱ Κανόνες· τοῦ Πάσχα μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ τῆς Ζωοδόχου
Πηγῆς ὡς ἔχει ἐν τῷ Πεντηκοσταρίῳ, εἰς η΄.
Ἐξαποστειλάριον· τοῦ Πάσχα· καὶ τῆς Θεοτόκου.
Εἰς τοὺς Αἴνους, Ἀναστάσιμα
τῆς Ὀκτωήχου δ΄, καὶ τῆς Θεοτόκου δ΄. Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα.
Δόξα.
Ἦχος πλ. β΄.
Τὴν
τῶν παρθένων καλλονήν, και χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν
πιστῶν ἀῤῥαγὲς περιτείχισμα, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις,
ὑμνήσωμεν λέγοντες· χαίροις Παρθενομῆτορ Ἁγνή, λυχνία χρυσαυγής, καὶ πύλη
ἐπουράνιε· χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ Σου
Πανάχραντε· χαίροις τῶν οὐρανίων ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως. Διὸ
ἀνυμνοῦντάς Σε πίστει καὶ πόθῳ ἀεί, καὶ τὸν Τόκον Σου προσκυνοῦντας τὸν
ἄσπορον.
ΖΩΟΔΟΧΟΣ ΠΗΓΗ
ΚΑΝΩΝ
(Μανουὴλ Μεγάλου Ῥήτορος)
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως ἡμέρα τοῦ Υἱοῦ
σου ἁγνή, πάντες νῦν συνελθόντες, ἀγαλλιάσει ψυχικῇ, ἀνυμνοῦμεν τὴν πηγήν,
θαυμάτων των σῶν, ἥνπερ καὶ ἀνέδειξας, ἰατρεῖον ἀένναον.
Καθαρθῶμεν τὰς αἰσθήσεις
καὶ ὀψόμεθα, θείων χαρίτων πηγήν, τῶν ἰαμάτων ποταμούς, ἐκπροχέουσαν ἀφθόνως
καὶ νέμουσαν, πᾶσι τοῖς δοξάζουσι, τὴν κυρίαν τῆς κτίσεως.
Οὐρανοὶ μὲν τὸν ἀστέρα ἐν
τῷ τόκῳ σου, σὲ ἀνυμνοῦντες Κόρη, ἀνατετάλκασι φαιδρῶς, ἡ δὲ γῆ σοι τὴν πηγὴν
τὴν ἄπλετον νῦν, ἥνπερ καὶ ἀνέδειξας, ἰατρεῖον ἀδάπανον.
ᾨδὴ γ΄. Δεῦτε πόμα.
Δεῦτε πόμα πίωμεν πιστοί,
ἐκ Πηγῆς Ζωηφόρου ἀναῤῥοιβδούμενον, καὶ ἰαμάτων πληθύν, τοῖς πᾶσι πλουσίως
ἐφαπλοῦν, εἰς δόξαν τῆς πίστεως.
Νῦν πάντα πληροῦνται
χαρμονῆς, οὐρανῶν αἱ Δυνάμεις, βροτοί τε ξύμπαντες, ὕδωρ θαυμάτων πληθύν,
κλήσει καθορῶντες ἐνεργοῦν, τῆς μόνης Θεόπαιδος.
Χθές σοι ἐν τῷ πάθει τοῦ
Υἱοῦ, καὶ Θεοῦ σου ἡ κτίσις Κόρη συνέπασχε, συγχαίρει σήμερον δέ, καὶ ὡς
βασιλίδι δουλικόν, σέβας ἀπονέμει σοι.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ τῆς θείας σου πηγῆς,
στάντες ναμάτων ζωηρῶν, πάντες ἀπολαύομεν Κόρη, Χριστὸν μεγαλύνοντες, δόξης τὸν
μέγαν ἥλιον, τὸν σὲ ἀκένωτον πηγὴν πᾶσι, τοῦ Παρακλήτου τῶν φώτων ἀναδείξαντα.
Ἄρσεν προῆλθεν ἐκ τῆς σῆς,
νηδύος Κόρη ὁ τὸ πᾶν, νεύματι σαφῶς οὐσιώσας, καὶ φύσιν ἡγίασε τὴν βρότειον
πανύμνητε, ἀρᾶς τῆς πρώην ἐλευθερώσας, ὃν προσκυνοῦντες ἀεί, σὲ μεγαλύνομεν.
Ὡς ἐνιαύσιον ἀμνόν, καὶ
ἱερεῖον τῷ Πατρί, ἑαυτὸν ὁ Λόγος προσῆξεν, ὑπὲρ ἡμῶν ῥύσιον, καὶ αὐτῶν
κατηλλάξατο, δυσμενεῖς ὄντας τῇ ἁμαρτίᾳ, καὶ διὰ σοῦ σωτηρίαν ἁγνὴ εὕρομεν.
Ὁ Θεοπάτωρ διά σέ, τοῦ
παντὸς Δέσποινα Δαβίδ, σαφῶς σοι προλέγει τὴν δόξαν, ἣν ἔσωθεν ἔσχηκας, καὶ γὰρ
τῆς θείας φύσεως, ἔσοπτρον φωταυγὲς ἀνεδείχθης, καὶ κτίσιν πᾶσαν ἐνθέως
κατεφώτισας.
ᾨδὴ ε΄. Ὀρθρίσωμεν.
Ὀρθρίζοντες οὐκ ἐξαρκοῦμεν
τὰ μεγαλεῖα τὰ σά, ἐξυμνῆσαι Παρθενομῆτορ, νόσοι γὰρ διώκονται, καὶ πάθη τὰ
ἀνίατα, τῷ ῥαντισμῷ σου τοῦ ὕδατος.
Προσέλθωμεν μετ’ εὐλαβείας
πηγὴν ναοῦ σῇ, ῥεῖθρα ἰαμάτων τε καὶ θαυμάτων, καὶ ῥῶσιν πλουτήσαντες κατ’ ἄμφω
μεγαλύνομεν, τὴν Θεοτόκον ἐν ᾄσμασιν.
Τὴν ἄμετρόν σου
εὐσπλαγχνίαν, τίς πρὸς ἀξίαν ὑμνῆσαι συνήσεται Θεοτόκε; Πάντων γὰρ προσφύγιον
σκέπη, λιμὴν βοήθεια, Χριστιανῶν ἀναδέδειξαι.
ᾨδὴ στ΄. Κατῆλθες.
Κατῆλθε καὶ ἐκ σοῦ
γεννηθείς, ὑπὲρ νοῦν ὁ τῶν ὅλων Βασιλεύς, τὴν ἡμῶν ἐκαινούργησε φύσιν Δέσποινα,
καὶ ἀνέδειξεν, εὐσπλαγχνίας σε πηγήν, καὶ ποταμὸν ἐλέους.
Φυλάξας παρθενίαν ἀμείωτον
σήν, παντευλόγητε ἁγνή, σαρκοφόρος προῆλθεν, ἐκ σοῦ ὁ πάντα πληρῶν, ὃς μὴ λύσας
νῦν, τὰς σφραγίδας τῆς σωροῦ, θεοπρεπῶς ἀνέστη.
Σῶτέρ μου τὸ φῶς τὸ
ἀνέσπερον, καὶ ψυχῶν ὁ γλυκασμός, μὴ παρίδῃς προστρέχοντα σοῖς πολλοῖς
οἰκτιρμοῖς, ἀλλὰ δέξαι με, ταῖς λιταῖς τῆς σὲ φρικτῶς κυησάσης Παρθένου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁ Παντοκράτωρ Θεὸς Λόγος, ἐκ σοῦ ἄχραντε, ἀνερμηνεύτως
σαρκωθεὶς δι’ οἶκτον ἄφατον, κατεφώτισε τὸν κόσμον θεογνωσία, ὡς οὖν ἔχουσα
ἐλέους, κράτος ἄπειρον, σοῦ δεόμενον ταχύ με, κατοικτείρησον, ἵνα μέλπω σοι·
Χαῖρε κόσμου φῶς ἄδυτον.
Ἕτερον. Ὅμοιον.
Μεγίστης χάριτος τυχόντες ἐκ σοῦ πάναγνε, ἀνακληθέντες
ἐκ τῆς πρώην καταπτώσεως, κατὰ χρέος σε διηνεκῶς ἀνυμνοῦμεν, ἀλλ’ ὡς ἔχουσα
φύσει τὸ εὐσυμπάθητον, ἐκ παντοίας ἡμᾶς λύτρωσαι κακώσεως, ἐκβοῶντάς σοι· Χαῖρε
κόσμου φῶς ἄδυτον.
Οἱ Οἶκοι.
Ἔνθες μου τῇ καρδίᾳ, τὸν ἀγνότατον φόβον, τοῦ σοῦ Υἱοῦ
πανύμνητε Κόρη, καὶ πάσης ἐπιχθονίου τε καὶ ζοφερᾶς περιπλανήσεως, ἀπαλλάξασα,
ἐν ἡσυχίᾳ βοᾶν σοι διὰ παντὸς καταξίωσον·
Χαῖρε, λαμπρὸν τέμενος τοῦ
Λόγου·
χαῖρε, βροτῶν καύχημα τοῦ
γένους.
Χαῖρε, προηγόρων τὸ θεῖον
ἐκπλήρωμα·
χαῖρε, τῶν Μαρτύρων τὸ
στεῤῥὸν στεφάνωμα.
Χαῖρε, θρόνου ἡλιόμορφε,
τοῦ παντάνακτος Θεοῦ·
χαῖρε δίσκε φωτὸς πλήσμιε,
ἀστεράρχου νοητοῦ.
Χαῖρε, ὅτι ἡ κτίσις ἐν σοὶ
ἀνεκαινίσθη·
χαῖρε, ὅτι ἡ φύσις ἐπὶ σοὶ
ἀνεπλάσθη.
Χαῖρε, λαβὶς φέρουσα τὸν
ἄνθρακα·
χαῖρε, δι’ ἧς ηὔγασται τὰ
σύμπαντα.
Χαῖρε, Θεοῦ πρὸς ἀνθρώπους
εἰρήνη·
χαῖρε, πιστῶν τῶν ἐν ζάλῃ
γαλήνῃ.
Χαῖρε
κόσμου φῶς ἄδυτον.
Γέγηθε πᾶσα κτίσις διὰ σοῦ Θεοτόκε, μεγάλων ἐντυχοῦσα
χαρίτων, ἥ τε γὰρ ἅμα αἰσθητή τε καὶ νοητή, τὸ μέγα καὶ ἀπόκρυφον, τῆς ὑπερθέου
Τριάδος, καταλλαμφθεῖσα μυστήριον, ἐν ἀγαλλιάσει βοᾷ·
Ἀλληλούϊα.
ᾌσματι τῶν ᾀσμάτων Σολομῶν σε ὁ θεῖος, ἀνύμνησεν ἁγνὴ
κρίνων ἄνθος, ἐξ οὗ ὁ τῆς ζωῆς προελθών, τῆς ἀλήκτου καρπός, καὶ μερόπων
ἀναζωώσας τὸ γένος, ἀσιγήτως μέλπειν σοι παρεσκεύασε·
Χαῖρε, Μωσέως ἡ φρικτὴ
βάτος·
χαῖρε, ὁ θεῖος Γεδεὼν
πόκος.
Χαῖρε, τοῦ Δαβὶδ ἅρμα
μυριοπλάσιον·
χαῖρε, Ἀββακοὺμ ὄρος τὸ
θεοδόξαστον.
Χαῖρε, ῥάβδος ἡ βλαστήσασα,
ἀποῤῥήτως Ἀαρών·
χαῖρε, κλίνη ἣν ἑξήκοντα,
θεωροῦσι Σολομών.
Χαῖρε, Παρθένε ἥνπερ
προΰλεξεν Ἡσαΐας·
χαῖρε, ἧς τόκον εἶπεν ἐν
Βηθλεὲμ Μιχαίας.
Χαῖρε, πτυχὴ ἣν Θεὸς
διώδευσε·
χαῖρε, στολὴ ἡ βροτοὺς
ἐφαίδρυνεν.
Χαῖρε, καὶ γὰρ Δανιὴλ ὄρος
εἶδεν·
χαῖρε, ἐξ οὗ λίθος Χριστὸς
προῆλθε.
Χαῖρε
κόσμου φῶς ἄδυτον.
Σύμμορφος τῇ χοώδει ἡμῶν ὤφθης οὐσία Χριστὲ Παμβασιλεῦ
ἐκ Παρθένου, ὅλον γὰρ ἐν τῷ θείῳ σου προσλήμματι ἀνέλαβες τὸν ἄνθρωπον, ἵν’ ὅλῳ
τὴν σωτηρίαν ὑπερφυῶς ἐργασάμενος, ἀκούεις παρὰ πάντων·
Ἀλληλούϊα.
Ῥεύμασι τῶν δακρύων τῆς ταλαίνης ψυχῆς μου, εὐσπλάγχνως
δυσωπήθητι Κόρη, καὶ ἐλέους μοι χεῖρα ἐκτείνασα πανυπέραγνε, ἐπανόρθωσον, τῇ
δόξῃ σου προθύμως ἀναφωνοῦντα·
Χαῖρε, ἐλπὶς τῶν
ἀπηλπισμένων·
χαῖρε, ἰσχὺς
καταπονουμένων.
Χαῖρε, τῆς ψυχῆς μου ἡ θεῖα
παράκλησις·
χαῖρε, τῆς ζωῆς μου εὐθεῖα
κυβέρνησις.
Χαῖρε, ἥλιον κυήσασα
δικαιοσύνης ἡμῖν·
χαῖρε, ἄπειρον ἐκβλύσασα τῆς
εὐσπλαγχνίας πηγήν.
Χαῖρε, ὅτι ἐλέους ποταμοὺς
ἐκπροχέεις·
χαῖρε, ὅτι χειμάῤῥους
πειρασμῶν ἀναστέλλεις.
Χαῖρε, ζωῆς τῆς θείας ἡ
πρόξενος·
χαῖρε, πιστοῖς σωτηρίας
αἴτιος.
Χαῖρε, δι’ ἧς θάνατος
κατεπόθη·
χαῖρε, δι’ ἧς ἔγερσις
ἐπιστώθη.
Χαῖρε
κόσμου φῶς ἄδυτον.
Ἤστραψεν πᾶσαν κτίσιν τῆς θεότητος αἴγλαις, ἐν σοὶ ὡς
ἐν ἐσόπτρῳ σκηνώσας, Θεὸς ὢν γὰρ παντέλειος, δι’ οἶκτον καθ’ ἡμᾶς ἐκ σοῦ
γέγονε. Καὶ πάντας σοι ἁγνὴ παντευλόγητε, μετὰ δέους ψάλλειν ἐδίδαξεν·
Ἀλληλούϊα.
Τεῖχος γενοῦ μοι Κόρη καὶ προσφύγιον θεῖον, καὶ σκέπη
κραταιὰ τῷ σῷ δούλῳ. Μετὰ γὰρ τὸν ὄντως Δημιουργὸν τοῦ παντός, καὶ τὸν τῆς
δόξης Κύριον, εἰληφυῖα τὸ κράτος, ἐν ἐξουσίᾳ σώζεις τοὺς σέ, τοιοῖσδε
λιγαίνοντας·
Χαῖρε, χαρὰ τῶν
λελυπημένων·
χαῖρε, λαμπὰς τῶν
ἐσκοτισμένων.
Χαῖρε, τῶν πιπτόντων θερμὴ
ἐξανάστασις·
χαῖρε, ἀπωσμένων ταχεῖα
ἀνάκλησις.
Χαῖρε, καὶ γὰρ ὑπερβέβηκας
ἀσυγκρίτως Σεραφίμ·
χαῖρε, καὶ γὰρ ἀπεκύησας
τῶν ἐν νώτοις Χερουβίμ.
Χαῖρε, σῶν δούλων σκέπη
οὐρανοῦ εὐρυτέρα·
χαῖρε, βοήθειά μου τοῦ νοὸς
ὀξυτέρα.
Χαῖρε, Θεοῦ τῆς φύσεως
σκήνωμα·
χαῖρε, καλῶν παντοίων
θησαύρισμα.
Χαῖρε, πνοὴ τῆς ἀθλίας
ψυχῆς μου·
χαῖρε, ὀδμὴ νοητοῦ
Παραδείσου.
Χαῖρε
κόσμου φῶς ἄδυτον.
Ὢ Παντάνασσα μόνη θεοδόξαστε Κόρη, συμπαθῶς με
προσπίπτοντα δέξαι, καὶ τὴν οἰκτρὰν προσδεξαμένη μου ἔντευξιν, τῆς σῆς δέομαι
τῶν οἰκτιρμῶν σου καταξίωσον χάριτος, ἵνα ἐκ βάθους ἀεὶ ἀνακραυγάζω σοι·
Ἀλληλούϊα.
Ῥώμην τῇ παρειμένῃ ἐκ πταισμάτων ψυχῇ μου παράσχου εἰς
μετάνοιαν θᾶττον, οὐκ ἰσχύει γὰρ βρότειος νοῦς πρὸς πόθον ἀνιέναι Θεοῦ, τῆς σῆς
ἄνευθεν ῥοπῆς τε καὶ χάριτος, ἐν ᾗ με ἄχραντε στήριξον ἐκβοῶντάς σοι·
Χαῖρε, τὸ φῶς τῶν ἐμῶν
ὀμμάτων·
χαῖρε, βυθὸς τῶν σοφῶν
ῥημάτων.
Χαῖρε, θλιβομένων ταχεῖα
μετάβλησις·
χαῖρε, ἀσθενούντων ἱλαρὰ
ἰάτρευσις.
Χαῖρε, πέλαγος ἀνείκαστον,
οἰκτιρμῶν τῶν τοῦ Θεοῦ·
χαῖρε, ἄμετρος συμπάθεια, τῶν
πεφευγότων εἰς σέ.
Χαῖρε, ἡ παρορῶσα ἀφροσύνης
μου πλήθος·
χαῖρε, ἡ χορηγοῦσα
γηθοσύνως μοι φέγγος.
Χαῖρε, ἐμὴ βεβαία
πεποίθησις·
χαῖρε, σεπτὴ ἐλέους
ἐπίτευξις.
Χαῖρε, καὶ γὰρ ῥάβδος σὺ
βασιλείας·
χαῖρε, καὶ γὰρ ὀδὸς σὺ
μετανοίας.
Χαῖρε
κόσμου φῶς ἄδυτον.
ᾨδὴ ζ΄. Ὁ Παῖδας.
Ὁ παῖδας τῆς φλογὸς
ἐκσωσάμενος, Σιλωὰμ ἀνέδειξεν, ἄχραντε πηγήν, τῇ ἐπικλήσει σου σαφῶς, ἰωμένην
ἀνθρώπων πλῆθος ἀμέτρητον, ὁ μόνος Εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ πόθου
προστρέχουσαι, πηγὴ τῶν χαρίτων σου, Δέσποινα Ἁγνή, ἐκ νοσημάτων χαλεπῶν, καὶ
θανάτου πυλῶν ἀπαλλάττονται, τὸν μόνον Εὐλογητὸν ἀνυμνῆσαι, Χριστὸν τὸν
ὑπερένδοξον.
Θανάτου ἀναιρέτις τῷ τόκῳ
σου, πανύμνητε γέγονας, καὶ νῦν ῥαντισμῷ τῆς ζωηφόρου σου πηγῆς, ἐξεγείρεις
νεκροὺς Κόρη Δέσποινα, ὡς Μήτηρ γὰρ τῆς ζωῆς, τὴν ζωὴν χορηγεῖς τοῖς σὲ
δοξάζουσιν.
Ὡς ὄντως ἱερὰ ἡ πανήγυρις,
τῆς χαριτοβρύτου σου, ἔλλαμψε πηγῆς, καὶ πάντας Κόρη τοὺς πιστούς, χαρμοσύνης
ἐνθέου ἐπλήρωσε τὸν μόνον Εὐλογητὸν ἀνυμνοῦσα, Χριστὸν τὸν ὑπερένδοξον.
ᾨδὴ γ΄. Αὕτη ἡ κλητή.
Αὕτη ἡ κλητὴ καὶ φωσφόρος
ἡμέρα, ἐν ᾗ συναθροισθέντες, ἐν εὐφροσύνῃ ἀῤῥήτῳ, ἀνυμνοῦμεν ἁγνή, δωρεῶν σου
τῶν ἀπείρων τὸ πέλαγος, ἃς πᾶσι παρέχεις, ἐξ ἀεννάου κρήνης.
Δεῦτε τὰς σεπτὰς δωρεὰς τῆς
πανάγνου, ὑμνήσωμεν συμφώνως, λεπροὺς τυφλοὺς γὰρ ἰᾶται, καὶ ἀπείρων ἐσμόν,
ἐκδιώκει νοσημάτων καὶ δαίμονας, νάματι τῆς κρήνης, ἣν ἐπήγασε κόσμῳ.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς
σου, ὦ τλῆμον πόλις, κάλεσόν σου τὰ τέκνα, καθιλέωσαι θρήνοις τὴν Παρθένον
ἁγνήν, ᾗ σε ἄναξ Κωνσταντῖνος ἀνέθετο, καὶ τῆς συνεχούσης, ῥύσεταί σε ὀδύνης.
Τριαδικόν.
Πάτερ Παντοκράτωρ, Υἱὲ καὶ
θεῖον Πνεῦμα, ἡ συμφυὴς ταυτότης καὶ ἀμερὴς τῇ οὐσίᾳ, μεριστὴ δὲ ταῖς
ὑποστάσεσι, Θεὸς εἷς ἀΐδιος, σὲ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Φωτίζου, φωτίζου, Κόρη ὁ
νέος οὐρανός, ὁ ἀῤῥήτῳ δινήσει, ἀνατείλας ἥλιον, ὃς ἐκ τοῦ τάφου ἐξέλαμψε νῦν,
καὶ τοὺς πιστούς, θείαις ἀγλαΐαις, τῆς Ἀναστάσεως ηὔγασεν.
Ὢ θείας, ὦ φίλης, ὦ
προφητείας ἐναργοῦς, ἰδοὺ γὰρ γενεαὶ σε, πᾶσαι μακαρίζουσι, καὶ μετὰ πόθου
δοξάζουσι, τὰ ὑψηλὰ Κόρη μεγαλεῖα, ἅ σοι ἐποίησε Κύριος.
Ὢ Πάσχα τὸ ὄντως, ὦ
παμβασίλεια σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, τῶν πιστῶν τὸ καύχημα τὸ τῆς θεότητος
σκήνωμα, σύ μου ζωή, σύ μου σωτηρία, σύ μου ἐλπὶς καὶ κραταίωμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου