Δευτέρα 16 Ιουλίου 2018

ΜΑΪΟΣ 6. ΟΣΙΟΣ ΣΕΡΑΦΕΙΜ ΛΕΙΒΑΔΕΙΑΣ ΑΚΟΛΟΥΘΙΑ



 ΜΑΪΟΣ ΣΤ΄!!

ΣΕΡΑΦΕΙΜ ΟΣΙΟΣ ΛΕΙΒΑΔΕΙΑΣ

ΑΚΟΛΟΥΘΙΑ

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.

Ἐξ ἀγκαλῶν μητρικῶν σε Θεὸς ἡγίασε, καὶ ἐκ σπαργάνων σκεῦος Σεραφεὶμ σὺ ἐγένου, Πνεύματος Ἁγίου· ὅθεν πιστῶς τῇ σορῷ τῶν λειψάνων σου, οἱ προσιόντες παντοίων νόσων δεινῶν, τὰς ἰάσεις ἀρυόμεθα. (Δίς)

 

Ἐπὶ τῆς γῆς ὥσπερ ἄγγελος ἱερώτατε, πολιτευθεὶς παμμάκαρ σὺν Ἀγγέλοις χορεύεις, τῷ Θρόνῳ τοῦ Δεσπότου παρεστηκώς, ὑπὲρ τῶν ἐκτελούντων σου τὴν θείαν μνήμην, μὴ παύσῃ ἐκδυσωπῶν, τὸν Σωτῆρα καὶ Θεὸν ἐκτενῶς.

 

Τὴν παμφαῆ καὶ σεβάσμιον τοῦ θεόφρονος, ἐπιτελοῦντες μνήμην, ὦ φιλέορτοι δεῦτε, βοήσωμεν ἐν πίστει τῷ Ποιητῇ· ὁ Θεὸς ὁ τρισάγιος, καὶ θαυμαστὸς ἐν Ἁγίοις ταῖς προσευχαῖς, τοῦ Ὁσίου ἡμᾶς οἴκτειρον.

 

Δόξα. Ἦχος β΄.

Ὁ ἐν Ἁγίοις Ἅγιος ὄντως ἀναπαυόμενος Θεός, τὴν καθαράν σου ψυχὴν καταγώγιον θεῖον ἀπειργάσατο, καὶ ἐν αὐτῇ κατοικήσας, βολὰς θαυμάτων τοῖς πιστοῖς, ἐκπέμπειν ἀνέδειξεν· ὅθεν κατὰ χρέος σε συνελθόντες, τιμῶμεν θεοφόρε Πατὴρ ἡμῶν Ὅσιε.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Αἴγλης τῆς ὑπὲρ νοῦν, καὶ θείας χαρμοσύνης, τῶν μοναστῶν τὸ στῖφος, ἐπὶ τῇ πανηγύρει, συναθροισθὲν ἐμπίπλαται.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Δεῦρό μοι ὁ χορός, τῶν μοναστῶν πανδήμως, καὶ ᾄσμασιν ἐνθέοις, στεψάτω χαρμοσύνως, τὴν μνήμην τοῦ τρισμάκαρος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Λύσιν τῶν δυσχερῶν, δυσώπει θεοφόρε, τυχεῖν οἱ τῇ πανσέπτῳ, σορῷ σου προσδραμόντες, Πατὴρ ἡμῶν τρισόλβιε.

 

Δόξα. Ἦχος δ΄.

Τοῦ Πνεύματος τὴν χάριν τοῦ παναγίου, ἐν τῇ ψυχῇ σου δεξάμενος, Πατὴρ ἡμῶν Σεραφείμ, νηστείαις καὶ ἀγρυπνίαις τὸ σῶμά σου κατεκάλλυνας, σκεῦος ἔντιμον τῆς Ἁγίας Τριάδος καὶ δοχεῖον γενόμενος μακάριε. Καὶ νῦν, μετὰ Ἀγγέλων συναυλιζόμενος, τῷ Σωτῆρι τῶν ὅλων πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θεῖον βλάστημα, τῆς Βοιωτίας, ἔμπνουν ὄργανον, τῆς ἐγκράτειας, ἀνεδείχθης Σεραφεὶμ ἀξιάγαστε, σὺ γὰρ Ὁσίων βαδίσας τοῖς ἴχνεσιν, ἀρτιφανῶς ἐν τῷ κόσμῳ ἐξέλαμψας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.

Ἐκ γῆς ἀνατείλασα ὡς τῆς Ἑλλάδος βλαστός, ἡ πάντιμος κάρα σου, Πατὴρ ἡμῶν Σεραφείμ, ἐκβλύζει ἰάματα, καὶ ἐκπλήττει ἡμᾶς τοὺς πόθῳ τιμῶντάς σε· ὅθεν οἱ τῇ σορῷ σου, εὐλαβῶς προσιόντες, λαμβάνουσι θεραπείαν, καὶ ἰάσεις τελείας· διό σε τιμῶμεν, Πατὴρ ἡμῶν Ὅσιε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς καὶ γ’ τοῦ Ὁσίου. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, Σεραφεὶμ τρισόλβιε, ἐν ἀγρυπνίαις πολλαῖς, καὶ συντόνοις δεήσεσι, καὶ παννύχοις στάσεσι, τὴν ψυχὴν καθηράμενος, καὶ ὅλος οἶκος Θεοῦ γενόμενος, χάριν θαυμάτων, ἀξίως εἴληφας, νόσους ἑκάστοτε, θεραπεύειν Ὅσιε· ὅθεν πιστῶς, τὴν σεπτήν σου κοίμησιν, πανηγυρίζομεν.

 

Μάκαρ, Σεραφεὶμ θεόληπτε, ὁ τῆς Ἑλλάδος βλαστός, τῆς ἐρήμου ὁ κάλλιστος, πολιστὴς καὶ πρόμαχος, τῶν καμνόντων θερμότατος, τῶν θλιβομένων σεπτὴ παράκλησις, καὶ πενομένων, χορηγὲ ἔνδοξε· ὅθεν τὴν μνήμην σου, συνελθόντες ᾄσμασι πνευματικοῖς, πόθῳ ἑορτάζοντες, Χριστὸν δοξάζομεν.

 

Τὸν τῆς ἐρήμου κοσμήτορα, καὶ πολιοῦχον στεῤῥόν, Σεραφεὶμ τὸν τρισόλβιον, φιλεόρτων σύστημα, δεῦτε χεῖρας κροτήσωμεν, καὶ ἐγκωμίων ἄνθεσι στέψωμεν, καὶ πρὸς αὐτὸν θερμῶς ἐκβοήσωμεν· ῥῦσαι τὴν ποίμνην σου, πειρασμῶν καὶ θλίψεων καὶ χαλεπῶν, νόσων ταῖς πρεσβείαις σου, θείαις πρὸς Κύριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῷ θείῳ πόθῳ τρωθεὶς τὴν ψυχήν, καὶ τῇ αἴγλῃ τοῦ Ἁγίου Πνεύματος, τὴν διάνοιαν ἐλλαμφθεὶς Πατὴρ ἡμῶν Ὅσιε, ὥσπερ ἔλαφος διψῶσα, ἐν ταῖς ἐρήμοις περιπολῶν, τὴν πηγὴν τὴν ἀείζωον εὗρες ἀοίδιμε· ὅθεν καὶ τοῦ νάματος τῆς ἐγκρατείας ἐμφορηθείς, πηγὰς θαυμάτων τοῖς προσιοῦσι πιστῶς, τῇ σορῷ τῶν λειψάνων σου ἀναβλύζει διηνεκῶς· διὸ συνελθόντες ἐν τῇ ἁγίᾳ σου μνήμῃ, πνευματικῶς ἑορτάζοντες λέγοντες· μὴ διαλίπῃς δεόμενος ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Ὁ τῆς Ἑλλάδος βλαστός, καὶ τῆς ἐρήμου τὸ κάλλιστον θρέμμα, Σεραφεὶμ ὁ θαυμάσιος· σήμερον συγκαλεῖ ἡμᾶς ἐπὶ τῇ θείᾳ μνήμῃ αὐτοῦ, καὶ πνευματικὴν παρατίθησι τράπεζαν. Δεῦτε οὖν καὶ ἡμεῖς κεκαθαρμέναις διανοίαις, πνευματικῶς περιπτυξώμεθα καὶ εὐφροσύνως ἀνακράξωμεν· χαίροις, ἀσκητῶν ἐγκαλλώπισμα, καὶ γνήσιε φίλε τοῦ Δεσπότου Χριστοῦ· χαίροις, τῶν θλιβομένων ἡ παράκλησις, καὶ πενομένων ἡ χορηγία· χαίροις, ἀδικουμένων προστάτης, καὶ μέγιστος πρόμαχος· χαίροις, τῶν Ἀθηναίων ὁ ῥύστης, καὶ τῆς Ἑλλάδος τὸ ἄριστον κειμήλιον.

 

 

 

 

 

Ἦχος β΄.

Τῶν μοναζόντων ἀκρότης καὶ τῆς ἁγνείας διδάσκαλος, ὁ πολιστὴς τῆς ἐρήμου, καὶ τῶν χειμαζομένων λιμὴν σωτήριος, τῶν ἐπικαλουμένων σοι πίστει πρέσβυς θερμότατος, φάνηθι λυτρούμενος ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἀλάστορος, καὶ μελλούσης κρίσεως, Σεραφεὶμ ὁσιώτατε.

 

Ἦχος γ΄.

Ἐν τῇ ὑπομονῇ σου, τὸν μισθόν σου ἐκτήσω Πατὴρ ἡμῶν Σεραφείμ, τὰ γὰρ σαρκὸς πάθη, τοῖς τῆς ἀσκήσεως πόνοις, καθυποτάξας μακάριε, τοῦ Ἁγίου Πνεύματος ναὸς ἔμψυχος ἐχρημάτισας· καὶ παρ’ Αὐτοῦ τῶν θαυμάτων λαβεῖν τὴν ἐνέργειαν ἠξιώθης, τοῦ ἰᾶσθαι τὰς νόσους τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.

 

Ἦχος δ΄.

Τῷ ζυγῷ τοῦ Χριστοῦ συντόνως ὑπέθου ἀπὸ νεότητος, τὸν βίον ζηλώσας τοῦ πάλαι Ἀντωνίου τοῦ θείου, τὸ σῶμά σου κατεμάρανας ἐγκρατείᾳ, ὡς ὤφελον τῇ ψυχῇ καθυποτάσσεσθαι, καὶ τὸν δρόμον τῆς ἀσκήσεως ἐξετέλεσας. Ἀλλ’ ὦ Πατέρων ἀγλάϊσμα, αἴτησαι τοῖς ἐκ πόθου τελοῦσι τὴν μνήμην σου, ἱλασμὸν ἁμαρτιῶν παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν, πᾶσιν ἐβόας· ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης Ἀυτοῦ, ἵνα, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ Αὐτοῦ, εὑρήσετε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Δεῦτε τὴν ἐτήσιον, ᾀσματικῶς ὦ φιλέορτοι, ἑορτάσωμεν σήμερον, μνήμην τοῦ θεόφρονος, Σεραφεὶμ τοῦ πάνυ, καὶ σεπτὴν χορείαν, ἐπικροτήσωμεν φαιδρῶς, καὶ τὸν Σωτῆρα ἐξιλεώσωμεν, ὅπως τῶν περιστάσεων, καὶ τῶν κινδύνων καὶ θλίψεων, ταῖς αὐτοῦ ἡμᾶς ῥύσηται, ἱκεσίαις ὡς εὔσπλαγχνος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Φαιδρῶς ἀνατέταλκεν, οἷάπερ ἄστρον πολύφωτον, ἡ πανένδοξος μνήμη σου, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ κατευφραίνουσα πιστῶν, τὰς διανοίας τῇ τῶν θαυμάτων σου, αἴγλη θεομακάριστε, ἣν εὐλαβῶς ἑορτάζοντες, ἐπαξίως τιμῶμέν σε, μοναζόντων ἀγλάϊσμα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ἄγγελος ἐπίγειος, καθάπερ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ πανεύφημε, μαράνας τὸ σῶμά σου, καὶ ταῖς ἀγρυπνίαις, τὴν μνήμην θανάτου, διὰ παντὸς ἐμμελετῶν, τὰ θεῖα Πάτερ καὶ αὐξανόμενος, ταῖς θείαις ἀναβάσεσι, πρὸς ἐφετὸν τὸ ἀκρότατον· ὅθεν μάκαρ, κατήντησας, πρὸς αὐτὴν τὴν ἀκρώρειαν.

 

Δόξα. Ἦχος πλ. β΄.

Πνεύματος Ἁγίου πλησθείς, θεοφόρε Πατὴρ ἡμῶν, τὰς ἐπινοίας τῶν δαιμόνων κατήργησας· τῷ γὰρ Σταυρῷ τοῦ Κυρίου σου ὁπλισάμενος, καὶ ἐν τούτῳ θαῤῥῶν παντοίας νόσους ἐξ ἀνθρώπων ἀπήλασας, ψυχῶν μὲν πάθη ἀλλόκοτα, σωμάτων δὲ ἀλγηδόνας ἀνιάτους. Διό σου δεόμεθα ταῖς πρὸς Θεὸν μεσιτείαις σου, εἰρήνην τῇ ποίμνῃ σου δωρηθῆναι παρ’ Αὐτοῦ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Θεῖον βλάστημα, τῆς Βοιωτίας, ἔμπνουν ὄργανον, τῆς ἐγκράτειας, ἀνεδείχθης Σεραφεὶμ ἀξιάγαστε, σὺ γὰρ Ὁσίων βαδίσας τοῖς ἴχνεσιν, ἀρτιφανῶς ἐν τῷ κόσμῳ ἐξέλαμψας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος δ΄.

Ἐκ γῆς ἀνατείλασα ὡς τῆς Ἑλλάδος βλαστός, ἡ πάντιμος κάρα σου, Πατὴρ ἡμῶν Σεραφείμ, ἐκβλύζει ἰάματα, καὶ ἐκπλήττει ἡμᾶς τοὺς πόθῳ τιμῶντάς σε· ὅθεν οἱ τῇ σορῷ σου, εὐλαβῶς προσιόντες, λαμβάνουσι θεραπείαν, καὶ ἰάσεις τελείας· διό σε τιμῶμεν, Πατὴρ ἡμῶν Ὅσιε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸ σῶμά σου πολλαῖς, ἀγρυπνίαις ἐκτήξας, ἀμέτροις προσευχαῖς, τὴν ψυχήν σου λαμπρύνας, Θεοῦ οἰκητήριον, Σεραφεὶμ ὅλος γέγονας· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, καὶ τὰ πνεύματα, τὰ πονηρὰ ἐκδιώκεις· διὸ εὐφημοῦμέν σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ἀπὸ νεότητος σοφὲ τὰ τοῦ βίου, καταλιπὼν καὶ τὸν Σταυρὸν ἐπὶ ὤμων, ἀναλαβὼν ἐμάκρυνας σαυτὸν Σεραφείμ· ὅλον δὲ ἀνέθηκας, τῷ Κυρίῳ παμμάκαρ, καὶ πρὸς ζῆλον ἔνθεον, τοὺς πιστοὺς ἐπανάγων· καὶ μετ’ Ἀγγέλων συγχορεύεις νῦν, ὑπὲρ ἡμῶν τὸν Θεὸν ἐκδυσωπούμενος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συνόμιλος, τῶν Ὁσίων ἀοίδιμε, καὶ θαυμάτων χάριν ἀξίως ἀπείληφας, τοῦ ἰᾶσθαι τὰς νόσους τῶν πίστει τιμώντων σε· ὅθεν καὶ θαλάσσης, ἁλμυρᾶς τῇ εὐχῇ σου, τὸ νάμα ἐγλύκανας, καὶ αὐθάδη ἐνέκρωσας· διὰ τοῦτο βοῶμέν σοι· Σεραφεὶμ ἱερώτατε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἐν πάσῃ τῇ γῇ ἐξεχύθη ἡ χάρις σου, Πατὴρ ἡμῶν Σεραφείμ. Διὰ τοῦτο καὶ ἡμεῖς, μετ’ εὐλαβείας προστρέχομεν, τῇ σεβασμίᾳ σορῷ σου, καὶ πόθῳ ἀσπαζόμεθα τὴν πανσεβάσμιον κάραν σου, ἵνα λάβωμεν σωμάτων θεραπείαν καὶ πλημμελημάτων τὴν συγχώρησιν. Διὸ ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν, Αὐτὸν ἐκτενῶς ἱκέτευε, ὑπὲρ ἡμῶν ἀειμακάριστε.

 

 

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὸν θαυματουργὸν ἐν ἀσκηταῖς αἰνέσω Σεραφείμ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τριὰς ὑπεράρχιε, Πάτερ Υἱὲ σὺν τῷ Πνεύματι, οὐσία καὶ δύναμις ἡ ἀδιαίρετος, χάριν δέομαι, παράσχου μοι ἐξ ὕψους, ὅπως τὸν ἐν θαύμασιν, ὑμνήσω Ὅσιον.

μέγας ἐν θαύμασι, πρὸς εὐωχίαν προτρέπεται, δεῦτε οὖν τοῖς ᾄσμασι σήμερον στέψωμεν, τὴν ἐτήσιον, αὐτοῦ καὶ θείαν μνήμην, καὶ πανηγυρίσωμεν, φαιδρῶς φιλέορτοι.

Ναὸς Θεοῦ ἔμψυχος, καὶ οἰκητήριον Πνεύματος, γενόμενος ἔνδοξε ἀπὸ νεότητος, πᾶσιν αἴτησαι, λύσιν τῶν ἐγκλημάτων, τοῖς ἐπιτελοῦσί σου, τὴν θείαν κοίμησιν.

Θεοτοκίον.

Θανάτου ἀναίρεσις, ἁγνὴ ὁ τόκος Σου γέγονε, καὶ ᾍδου κατάλυσις· ὅθεν προσπίπτω Σοι, τὴν θανοῦσάν μου, ψυχὴν ταῖς ἁμαρτίαις, ἀνάστησον δέομαι, τῇ μεσιτείᾳ Σου.

 

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.

νακαθάρας σεαυτὸν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, θεοφόρε Σεραφείμ, ἐπὶ τῆς γῆς ἐχρημάτισας, ἄνθραξ τηλαυγέστατος, φλέγων τοὺς δαίμονας.

ποχωρήσας τῶν βίου ἡδέων μακάριε, καὶ τὴν σάρκα ἀνδρικῶς καθυποτάξας τῷ πνεύματι, θεῖον καταγώγιον τῷ ὄντι γέγονας.

Μὴ ὑποπτήξας τοῦ ἐχθροῦ τὰς παγίδας καὶ ἐνέδρας, ταπεινώσεως πτεροῖς τελείως Πάτερ ἠφάνισας, καὶ πρὸς ἐπουράνιον ὕψος ἀνέδραμες.

Θεοτοκίον.

γία Κόρη ἡ Θεὸν τὸν πανάγιον τέξασα, ταῖς ἀτόποις ἡδοναῖς τὴν ῥυπωθεῖσαν καρδίαν μου, καθαρὰν ἀπέργασαι, ἵνα δοξάζω Σε.

 

Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Ὡς ἄσαρκος ἐν κόσμῳ ἠγωνίσω Πατὴρ ἡμῶν, ἐκ βρέφους ἐγκρατείᾳ καὶ εὐχῇ σὺν τοῖς δάκρυσιν, ἐπ’ ὤμων τὸν Σταυρὸν ἀναλαβών, καὶ κόσμον ὡς ὁ Παῦλος σταυρωθείς, εἰς οὐρανίους σκηνώσεις μακάριε ἐνώκησας· δόξα τῷ εὐδοκήσαντι ἐν σοί, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Τῶν δαιμόνων τὰς ἐνέδρας ἐξηφάνισας Ὅσιε, καὶ τὰς πανουργίας τούτων, ταῖς σοφαῖς νουθεσίαις σου, καὶ ἀγωνίσμασι θείοις τὰ σκιρτήματα, τῆς σαρκὸς καθυπέταξας μάκαρ τῷ πνεύματι.

λοτρόπῳ διαθέσει πρὸς Θεὸν καὶ φρονήματι, ὅλῳ θεοφόρε, πάντων νοσημάτων ἐξέφυγες, τὰς τῶν παθῶν προσβολάς, καὶ ταῖς θείαις ἐλλαμπόμενος, φωτοβόλοις ἀκτῖσιν, ἐγένου φῶς δεύτερον.

πὲρ τῶν ἐκτελούντων τὴν ἁγίαν σοι κοίμησιν, Ὅσιε παμμάκαρ τῶν πειρατηρίων καὶ θλίψεων, λύσιν παράσχου ταῖς πρεσβείαις σου, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον Ὅσιε.

Θεοτοκίον.

ητορεύουσα οὐ σθένει τὸ καινότατον ἄκουσμα, γλῶσσα ἐξειπεῖν Σου, βρότειος καὶ γὰρ ἀπεκύησας, ἀπειρογάμως τὸν Λόγον τοῦ Γεννήτορος, τὸν ὁμότιμον Πατρὶ καὶ Πνεύματι Δέσποινα.

 

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Γηθόμενος σοφέ, τοῦ Δεσπότου τοῖς ἴχνεσιν, ἀράμενος τὸν Σταυρόν σου, καὶ προθύμῳ καρδίᾳ καὶ νῷ ἐπηκολούθησας.

μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνέδειξε τοῖς ἐν κόσμῳ, τῶν θαυμάτων ἀκτῖσι φωστῆρά σε πανεύφημε.

Νεκρώσας τῶν παθῶν, τὰς κινήσεις μακάριε, ἐμφρόνως τὰς αἰσθήσεις Σεραφείμ, διηύθυνας τοῦ σώματος πανόλβιε.

Θεοτοκίον.

κύησας ἁγνή, τὸν Θεὸν ὑπὲρ ἔννοιαν, καὶ ἔμεινας ὡς πρὸ τόκου, Θεομῆτορ Παρθένος, σαφῶς καὶ μετὰ γέννησιν.

 

ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.

Νοήματα Σεραφείμ, ἐκ καρδίας ἐλαύνοντα, ἀγνωσίας θεοφόρε, πλουσίως καὶ ῥήματα σωτήρια, ἔβλυσας προξενοῦντα· διό σε γεραίρομεν.

πήλασας νοσημάτων παντοίων ἐπήρειαν, ἐξ ἀνθρώπων καὶ κτηνῶν θεοφόρε, Πατὴρ ἡμῶν, εὐχῇ ἐπιμόνῳ, καὶ ἐντόμων πληθὺν ἐξωστράκισας.

Συνόμιλος τῶν Ἁγίων Ἀγγέλων γεγένησαι· τὴν γὰρ τούτων ἐπὶ γῆς πολιτείαν ἐκέκτησο· ὅθεν εἰς τὰ ἄνω συναυλίζει αὐτοῖς οἰκητήρια.

Θεοτοκίον.

Κυμάτων με ἀμετρήτων, πληθὺς κατεκάλυψε, Θεομῆτορ καὶ πταισμάτων, χειμάζει τὸν δείλαιον, ἀλλ’ αὐτὴ πρὸς ὅρμον τοῦ Υἱοῦ Σου, κατεύθυνον δέομαι.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.

Ἐπὶ τῆς γῆς τὰ ἐπὶ γῆς ὥσπερ τις ἄσαρκος, καταλιπὼν καὶ τὸν Σταυρὸν μάκαρ ἀράμενος, τῷ Δεσπότῃ σου κατηκολούθησας κατ’ ἴχνος, τὰς ἐρήμους ἄλλας πόλεις ἐργασάμενος, μοναζόντων ἀρχηγὸς ἐγένου ἄριστος· διὸ κράζομεν· χαίροις Πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄνθρωπος μὲν τῇ φύσει, Σεραφεὶμ σὺ ὑπάρχων, Ἀγγέλοις ὡμοιώθης τῷ βίῳ, τοῖς θαύμασι γὰρ καὶ ταῖς ἀρεταῖς ἐδόξασέ σε Χριστός, ἐν κόσμῳ σοφέ· διὸ καὶ ᾄσμασι τιμῶμέν σε πιστῶς, βοῶντες ταῦτα·

 

Χαῖρε, τερπνὸν τῆς Ἑλλάδος ἄνθος·

χαῖρε, τῶν Ἀθηναίων ταχὺς προστάτης.

Χαῖρε, τῆς ἐρήμου λαμπρὸν καλλιέργημα·

χαῖρε, μοναζόντων σεμνότατον καύχημα.

Χαῖρε, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστῷ·

χαῖρε, ὅτι θάλασσαν μετέβαλες εἰς γλυκύ.

Χαῖρε, τῶν ἀθυμούντων ἡ μόνη παραμυθία·

χαῖρε, ἀπεγνωσμένων ἀληθὴς σωτηρία.

Χαῖρε, ἡ ἀπολύτρωσις τῶν κινδυνευόντων·

χαῖρε, ὁ εὐεργέτης τῶν σοὶ προσφευγόντων.

Χαῖρε, πηγὴ θαυμάτων θεόβρυτος·

χαῖρε, τῆς τῶν ἀνθρώπων ἀνάγκης ὁ πρόμαχος.

Χαῖρε, δεινῶν νοσημάτων ὁ ἀκέστωρ·

χαῖρε, πολλῶν ὁ προστάτης καὶ ῥύστης.

Χαίροις, Πάτερ τρισόλβιε.

 

Συναξάριον.

Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Σεραφείμ, τοῦ ἐν τῷ ὄρει τοῦ Δομποῦ τῆς Βοιωτίας, ἀσκήσαντος.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Ἀβραμιαῖοί ποτε ἐν Βαβυλῶνι.

καταιγὶς νῦν τὴν σήν, ὀλκάδα Πάτερ βυθίσαι ὅλως οὐ κατίσχυσε, Χριστῷ ἀναμέλπουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὰς σωτηρίους ὁδούς, τὰς πρὸς ζωὴν φερούσας, τοῖς πᾶσι μάκαρ καθυπέδειξας, καὶ βοᾶτε ἐδίδαξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

δυτος ὤφθης ἀστήρ, ἀποσκοπῶν δι’ ὅλου πρὸς θείον ὕψος ἀναβάσεως, καὶ μέλπων γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

να λυτρώσει βροτούς, ἐκ Σῶν ἁγνῶν αἱμάτων, Θεὸς ὡράθη σωματούμενος Παρθένε· ᾯ ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.

Στομωθεὶς τῷ πυρὶ τοῦ Πνεύματος, τοῦ Βελίαρ τὰ κέντρα συνέτριψας, καὶ χαλεπὰ νοσήματα, ἀπελαύνεις τῶν πίστει ἀναβοώντων· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

κλινῶς τὴν στενὴν τρίβον ἤνυσας, καὶ πρὸς ἄνω χορείαν κατήντησας, μετὰ Ἁγίων Ἅγιε, εὐφραινόμενος μέλπεις· πάντα τὰ ἔργα ὑμνεῖτε, εὐλογεῖτε τὸν Κύριον.

ερεῦσι σαυτὸν συνηρίθμησας, ἀσκηταῖς καὶ δικαίοις μακάριε, ἐκδυσωπῶν τὸν Κύριον, ὑπὲρ τῶν ἐκτελούντων, τὴν σεπτὴν καὶ ἁγίαν σου κοίμησιν.

Θεοτοκίον.

Νοεράν Σε λυχνίαν καὶ τράπεζαν, οἱ Προφῆται ἁγνὴ προδιέγραψαν, χρυσοῦν θυμιατήριον, καὶ παστάδα καὶ πύλην, δι’ ἧς διῆλθεν Ἰησοῦς, τῶν βροτῶν ἡ ἀνάκλησις.

 

ᾨδὴ θ΄. Ὁ τόκος σου ἄφθορος ἐδείχθη.

πέστη φαιδρῶς λελαμπρυσμένη, ἡ θεία καὶ εὔσημος μνήμη σου Ὅσιε, τῇ τοῦ Πνεύματος αἴγλῃ τοὺς πιστοὺς καταφωτίζουσα, ἣν ἐκτελοῦντες, τὸν Σωτῆρα μεγαλύνομεν.

Συνδράμωμεν ἅπαντες προθύμως, ψαλμοῖς καὶ ᾠδαῖς ἐπὶ τῇ μνήμῃ, Σεραφεὶμ τοῦ πανσόφου καὶ Χριστὸν αἰνέσωμεν ἐν εὐφροσύνῃ, τὸν ἐν ταῖς μνήμαις τῶν Ἁγίων δοξαζόμενον.

ς παραστάτης τῆς ἄνω Βασιλείας, τὴν ποίμνην σου φίλτατε Πατὴρ ἡμῶν θεοφόρε, καὶ ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.

Θεοτοκίον.

πάντων Ταγμάτων ὑπερτέρα, καὶ Μήτηρ τοῦ πάντων Βασιλέως, Θεοτόκε Μαρία τῶν δεινῶν, ἡμᾶς ῥῦσαι ταῖς πρεσβείαις, ἵνα Σε πόθῳ, Παναγία μακαρίζομεν.

 

Ἐξαποστειλάριον. Ἐπεσκέψατο ἡμᾶς.

Ἱκεσίαις ὁ Θεός, τοῦ Σοῦ Ὁσίου Σεραφείμ, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων τε καὶ θλίψεων, καὶ τῆς μελλούσης κρίσεως, τοὺς ἐπὶ Σοὶ πεποιθότας, τῷ Κτίστῃ τῆς κτίσεως.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μέγας, ἀνεδείχθης τοῖς πιστοῖς, καὶ θαυματουργὸς τοῖς ἀπίστοις, Πατὴρ ἡμῶν Σεραφείμ, λίθον γὰρ ἀνέστειλας, ἐπὶ τὰ κάτω χωρεῖν, καὶ τὸν ἄνομον ἔδωκας, θανάτων αἰπόλον, τὸν σὸν καθυβρίσαντα, τὸ περικάλυμμα· σμῆνός τε ἀκρίδων διώκεις, τῶν καρποὺς φθειρόντων εὐχαῖς σου, καὶ πικρὰ γλυκαίνεις ὕδατα. (Δίς)

 

Λόγῳ, διευθύνων τὰς ψυχάς, τῶν σοὶ προσιόντων παμμάκαρ, ἐν μετανοίᾳ θερμῇ, θεῖος ἀναδέδειξαι, μυσταγωγὸς αὐτοῖς, καὶ σωμάτων ἀπήλασας, ἀνίατα πάθη, πνεύματα ἀκάθαρτα, ἀπεσκοράκισας, τῇ πρὸς τὸν Σωτῆρα ἐντεύξει· ὅθεν τὴν σεπτήν σου καὶ θείαν, μνήμην ἑορτάζομεν Πατὴρ ἡμῶν.

 

Δεῦτε, μοναστῶν οἱ ἀρχηγοί, καὶ τῶν ἀσκητῶν ἡ χορεία, καὶ φιλεόρτων πληθύς, ᾄσμασι τὴν ἔνδοξον, πανηγυρίσωμεν, τοῦ σοφοῦ καὶ τρισμάκαρος, καὶ πάμφωτον μνήμην, χεῖράς τε κροτήσωμεν, Χριστὸν δοξάζοντες· ὅπως, ταῖς αὐτοῦ ἱκεσίαις, εὕρομεν ψυχῶν σωτηρίαν, καὶ πλημμελημάτων ἀπολύτρωσιν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν μοναστῶν ἡ ἀκρότης, τῆς ἐγκρατείας τὸ θεῖον κειμήλιον, τῆς Βοιωτίας ὁ βλαστός, καὶ τῆς Ἑλλάδος τὸ κλέος, Σεραφεὶμ ὁ τρισόλβιος, πάντας ἡμᾶς πρὸς ἑστίασιν πνευματικὴν συνεκάλεσε. Διὸ δεῦτε ἐν ᾄσμασι, τὴν σεβάσμιον αὐτοῦ κοίμησιν, χαρμονικῶς ἑορτάσωμεν, καὶ ἐν ψαλμοῖς καὶ ὑμνῳδίαις αὐτὴν στεφανώσωμεν, καὶ βοήσωμεν ἱκετικῶς πρὸς αὐτόν· μὴ ἐπιλάθου δεόμενος, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου